Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Εκτενέστερη απολογία: Ταυτόχρονη ένωση και διάκριση στον Θεό και η αϊδιότητα των θείων δυνάμεων

Το προοίμιο της νέας πραγματείας περί της σχέσεως θείας ουσίας και ενέργειας, η αναίρεση της απόλυτης ταύτισής τους και η απόδειξη του άκτιστου χαρακτήρα του θείου θελήματος και της πρόγνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 10

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΑΠΟΛΟΓΙΑ ΔΙΕΞΟΔΙΚΩΤΕΡΑ ΠΡΟΣ ΤΟΥΣ ΟΙΟΜΕΝΟΥΣ ΔΥΟ ΔΕΙΚΝΥΣΘΑΙ ΘΕΟΥΣ ΕΚ ΤΟΥ ΤΗΝ ΘΕΟΠΟΙΟΝ ΔΩΡΕΑΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΗΣ ΥΠΕΡΚΕΙΤΑΙ ΚΑΤ’ ΟΥΣΙΑΝ Ο ΘΕΟΣ, ΟΥΚ ΑΓΕΝΗΤΟΝ ΜΟΝΟΝ ΘΕΩΣΙΝ, ΑΛΛΑ ΚΑΙ ΘΕΟΤΗΤΑ ΥΠΟ ΤΩΝ ΑΓΙΩΝ ΟΝΟΜΑΖΕΣΘΑΙ. Ἢ ΠΕΡΙ ΘΕΙΩΝ ΕΝΕΡΓΕΙΩΝ ΚΑΙ ΤΗΣ ΚΑΤ’ ΑΥΤΑΣ ΜΕΘΕΞΕΩΣ Εἰ μέν τίς ἐστιν ὁ πρὸς τοσαύτην ἐκτραπεὶς τόλμαν ὑπ’ ἀπονοίας, ὡς τοῖς τῶν ἁγίων πατέρων ἀντιτάττεσθαι λόγοις, πόρρω που πάντως οὗτος ἔσται τῆς κατὰ χριστιανοὺς ἀσφαλοῦς θεολογίας. Καὶ εἰ μὴ τούτῳ σεπτὰ δοκεῖ καὶ διὰ θαύματος γίνεται τὰ τῆς ἐκείνων διδασκαλίας, πῶς ἆρ’ ἡμῖν καὶ μετρίως γοῦν ἐν ἐπαίνῳ γένοιτο τὰ τῆς αὐτοῦ; Πόθεν δ’ ἀξιόπιστος αὐτὸς ἔσται τοὺς ἁγίους οὐχ ἡγούμενος πιστούς;

Εἰ δὲ πρὸς τὴν ὑπὸ τῶν πατέρων κηρυττομένην ἀλήθειαν ὡς πρὸς ὀρθὴν καὶ ἀπαρέγκλιτον στάθμην ἄγειν προθυμεῖται τοὺς λόγους, ταύτῃ καὶ ἡμεῖς σὺν θεῷ ποδηγούμενοι καὶ τῷ ἀδιαστρόφῳ ταύτης ἐναρμονίως χρώμενοι κανόνι, τήν τε καθ’ ἡμῶν ἐπενηνεγμένην διαλύσομεν γραφὴν καὶ τοὺς ἡμῖν μάτην ἐγκαλοῦντας ἐν πολλοῖς τῆς εὐθείας ἐκπεσόντας, τό γε εἰς ἡμᾶς ἧκον, ἐπανακαλεσόμεθα πρὸς ταύτην. «Ἡ θεολογία τοίνυν τὰ μὲν ἡνωμένως παραδίδωσι, τὰ δὲ διακεκριμένως· καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν θεμιτόν, οὔτε τὰ διακεκριμένα συγχεῖν». Ὁ δὲ ἀντανιστὰς πρὸς ἄλληλα ταῦτα καὶ δι’ ἀλλήλων ἀναιρεῖν ἐπιχειρῶν, καὶ τοῖς μὲν εὐσεβῶς ἓν εἶναι τὸν θεὸν δοξάζουσι καὶ λέγουσιν ἀντιτιθεὶς τὴν πολυτροπωτάτην διάκρισιν αὐτοῦ, τοῖς δὲ τὰ διακεκριμένα τοῦ θεοῦ προβαλλομένοις ἀντεπεξάγων τὸ ἑνιαῖον τοῦ θεοῦ καὶ ἀδιαίρετον, καὶ οὕτω δοκῶν ὡς πολυθέους τούτους ἐξελέγχειν, οὗτος ἴστω ταῖς τοῦ πνεύματος φωναῖς κατὰ τοῦ πνεύματος χρώμενος, ὥσπερ Ἑλλήνων παῖδες τῇ κτίσει κατὰ τοῦ κτίσαντος, καὶ αὐτὸς ὢν ὁ παντὸς μᾶλλον «ἀγνωσίαν ἔχων» κατὰ τὸν ἀπόστολον θεοῦ, μηδ’ ἐκεῖνό ποτ’ ἐπὶ νοῦν βαλλόμενος, ὡς αἱ ἀφαιρέσεις οὐκ ἐναντιοῦνται ἐπὶ τοῦ θεοῦ ταῖς θέσεσιν.

Ἔστι γὰρ καὶ ὢν καὶ οὐκ ὤν, καὶ πανταχοῦ καὶ οὐδαμοῦ, καὶ πολυώνυμος καὶ ἀκατονόμαστος, ἀεικίνητός τε καὶ ἀκίνητος, καὶ ἁπλῶς τὰ πάντα καὶ οὐδὲν τῶν πάντων· τὰ γὰρ ἀντιθέτως ἔχειν πρὸς ἄλληλα δοκοῦντα καὶ πλεῖστον ἀλλήλων ἀφεστάναι πεφυκότα καὶ πάντα συνδυασμὸν ἀπαναινόμενα ἐπὶ τοῦ θεοῦ σπένδεταί τε καὶ συνδεῖται καὶ συναληθεύει παντάπασιν ἀλλήλοις. Οὕτω τοίνυν καὶ ἓν καὶ οὐχ ἕν ἐστι τὸ θεῖον, εὐσεβῶς ἀμφότερα, καὶ τούτων ἑκάτερον κατὰ πολλοὺς καὶ διαφόρους τρόπους.

Ἔστι μὲν γὰρ οὐχ ἓν καὶ καθ’ ὑπεροχήν, ὡς ὑπὲρ τὸ ἓν ὂν καὶ αὐτὸ τὸ ἓν ὁρίζον. Ἔστι δὲ καὶ ὡς διαιρούμενον· διαιρεῖται γὰρ ὁ εἷς θεὸς εἰς τρεῖς ὑποστάσεις τελείας· ὁ γὰρ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον διακεκριμένα ἐστὶ πρόσωπα τῆς μιᾶς θεότητος, μηδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς ἢ ὅλως κοινότητος ἐπεισαγομένης. Ἔστι δὲ αὖθις πρὸς τούτῳ διακεκριμένον ἡ καθ’ ἡμᾶς Ἰησοῦ παντελὴς καὶ ἀναλλοίωτος ὕπαρξις. Οὗτος δὴ ὁ εἷς θεὸς ὁ ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ οὐσίᾳ προσκυνούμενος ἀμερῶς καὶ ἀμερίστως διαιρεῖται καὶ εἰς διαφόρους ἐνεργείας· «πληθύνεσθαι γὰρ ὁ θεὸς λέγεται», κατὰ τὸν θεῖον Μάξιμον, «τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος». Καὶ κατὰ τὸν ἀπόστολον, «ᾧ μὲν δίδοται λόγος σοφίας διὰ τοῦ πνεύματος, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἄλλῳ δὲ πίστις, ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι».

Καὶ τοίνυν, εἰ κατὰ τὸν μέγαν Διονύσιον «διάκρισίς ἐστι θεία καὶ ἡ ἀγαθοπρεπὴς πρόοδος, εἴτουν ἐνέργεια, τῆς ἑνώσεως τῆς θείας ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθυνούσης τε καὶ πολυπλασιαζούσης, ἡνωμέναι μέν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις», «διακέκριται δὲ καὶ κατὰ τὴν ἀγαθοπρεπῆ ταύτην πρόοδον τὰ τῆς ἀνθρωπικῆς Ἰησοῦ θεουργίας· τούτοις γὰρ ὁ πατὴρ καὶ τὸ πνεῦμα κατ’ οὐδένα κεκοινώνηκε λόγον, ὅτι μὴ κατὰ τὴν εὐδοκίαν καὶ φιλανθρωπίαν καὶ πάνθ’ ὅσα διετέλεσεν εἰργασμένος ᾗ θεός». Εἰ οὖν «ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται», δεῖ ἡμᾶς ὁμολογεῖν ὡς ἄλλο μὲν οὐσία, ἄλλο δὲ ὑπόστασις ἤτοι πρόσωπον ἐπὶ θεοῦ, καίτοι εἷς ἐστιν, ἐν μιᾷ οὐσίᾳ καὶ τρισὶν ὑποστάσεσι προσκυνούμενος θεός. Καὶ ἄλλο μὲν οὐσία, ἄλλο δὲ πρόοδος, εἴτουν ἐνέργεια ἢ θέλημα ἐπὶ θεοῦ, καίτοι εἷς ἐστι θεός, ἐνεργής τε καὶ θελητικός. Ἀλλ’ ὥσπερ ὁ θελητικὸν εἰπὼν θέλημα ἔχειν ἐδήλωσεν αὐτόν, οὕτω καὶ ὁ ἐνεργῆ προσαγορεύσας ἐνέργειαν ἔχειν προσυπέφηνεν. Εἰ δέ τις ἐνεργείας ἄμοιρόν φησι τὸν ἐνεργῆ, δῆλός ἐστιν ἀνενέργητον μὲν οἰόμενος αὐτόν, ψιλὸν δ’ ἦχον ῥήματος χαριζόμενος αὐτῷ τὸ ἐνεργές· «οὐ γὰρ ἐνεργεῖν», φησί, «δυνατὸν φυσικῆς ἐνεργείας χωρίς, ὥσπερ οὐδὲ ὑπάρχειν οὐσίας δίχα καὶ φύσεως».

Ὡς οὖν τοῦ υἱοῦ λέγοντος ἀκούοντες «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» οὐ συγχέομεν τὰς ὑποστάσεις, ἀλλ’ εἰς τὸ ἑνιαῖον τῆς οὐσίας ἀναγόμεθα καὶ τὸ τοῦ υἱοῦ ἐκ τῶν πατρικῶν ἐκείνων κόλπων ἀνεκφοίτητον—καὶ γὰρ ἓν ἴσμεν οὐσίαν τε προαιώνιον καὶ ἁγίαν καὶ προσκυνητὴν πᾶσι τοῖς κτιστοῖς τριάδα, καὶ μονὰς μέν ἐστιν ἀδιαίρετος τῇ οὐσίᾳ ὁ θεός, τριὰς δὲ ταῖς ὑποστάσεσιν—, οὕτω καὶ ὅταν λέγωμεν ὅτι ἕν ἐστιν οὐσία καὶ ἐνέργεια θεοῦ, οὐ τὴν θείαν ἀναιροῦμεν πρόοδον, οὐδὲ τὴν ἐνεργητικὴν φύσιν εἰς ἐνέργειαν παραγνωρίζομεν, οὐδ’ εἰς ἀλλήλας ἀναλύομεν αὐτάς. Εἰ γὰρ καὶ ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἥ τε οὐσία καὶ ἡ ἐνέργεια τὸν αὐτὸν ἐπιδέχεται λόγον, ἀλλ’ ἑκατέρα τὰς ἑαυτῇ καταλλήλους ἰδιότητας ἀκινήτους ἔχουσα, καὶ ἡ μὲν οὐσία, ἡ δὲ ἐνέργεια μένουσα. Καὶ πατρὶ γὰρ υἱὸς τὸν αὐτὸν ἐπιδέχεται λόγον, ἐπεὶ καὶ πᾶσα γέννησις τῷ γεννῶντι ταὐτὸν πέφυκεν ἀποτελεῖν τὸ γεννώμενον, μένει δ’ ὅμως υἱὸς ὁ υἱός, μὴ διὰ τὸ ταὐτὸν καὶ τὸν αὐτὸν κατὰ φύσιν λόγον εἰς πατέρα μεταποιούμενος. Οὐ μήν, ἀλλ’ οὐδὲ λόγον ἐνταῦθα τὸν ὅρον ἐκδέξαιτ’ ἄν τις εὖ φρονῶν· ἀλλ’ ἁπλῶς τὰ ὀνόματα· καὶ γὰρ τὸ θεῖον κατ’ οὐσίαν ἀόριστον.

Ἐπεὶ δ’ ἔστιν ὥς, ἡ οὐσία καὶ ἡ ἐνέργεια πρὸς ἀλλήλας διενηνόχασι, κατὰ τοῦτο πάλιν οὐ τὸν αὐτὸν ἐπιδέχονται λόγον· «καὶ ἡ τοῦ θεοῦ ἁπλότης ἐντεῦθεν οὐ παραβλάπτεται», ὡς καὶ αὐτὸς ἀλλαχοῦ πάλιν ὁ μέγας γράφει Βασίλειος. Καὶ ὁ σοφὸς γὰρ τὰ θεῖα Κύριλλος σαφῶς φησιν, ὅτι «τῆς μὲν θείας οὐσίας ἐστὶ τὸ γεννᾶν, τῆς δὲ ἐνεργείας τὸ ποιεῖν, φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν».

Οὔκουν διὰ τοῦτο λέγομεν ταὐτὸν οὐσίαν καὶ ἐνέργειαν θείαν, ἐπειδήπερ ἕν ἐστι παντάπασι τὸ ὑφ’ ἑκατέρου σημαινόμενον, ἀλλὰ πρὸς τῷ λόγον ἔχειν τὸν αὐτόν, ὡς εἴρηται, καὶ διὰ τὸ ὑπερφυῶς ἀνέκλειπτόν τε καὶ ἀχώριστον τῆς ἐνεργείας, ὃ δὴ καὶ μόνου θεοῦ· μόνος γὰρ ἀπορρήτως ἐνεργὴς ἀεί ἐστιν ἀναλλοιώτως. Οὐδ’ ὡς τῆς ἐνεργείας οὐκ ἐκ τῆς οὐσίας οὔσης, ἀλλ’ ἐπεὶ τὰ πάντα ὁ θεὸς συνειλημμένως τε καὶ ἑνιαίως ἔχων ἀμερῶς ἕκαστον τούτων ἐνεργεῖ, καὶ συνεστραμμένος ὢν εἰς ἑαυτὸν ἀεὶ καὶ ἑαυτὸν οὐδέποτ’ ἀπολείπων διὰ τῆς ἐφ’ ἕκαστον προόδου, ὅλος καὶ μόνος αὐτὸς ὑποσημαινόμενός ἐστιν, ὡς ἀμέριστος ἐν μεριστοῖς.

Εἰ δὲ καὶ ταὐτὸν ἐπιστήμη τε καὶ νοῦς, καίτοι δυνάμει πρότερον ὑπάρχων, εἶτα ἐνεργείᾳ γεγονὼς καὶ οἷον ἐπίκτητον ἔχων τὸ βεβαίως τε καὶ ἀληθῶς φρονεῖν, πόσῳ μᾶλλον ἐπὶ τοῦ θεοῦ, παρ’ ᾧ μηδὲν πρόσφατον μηδαμῇ μηδενὸς ἐπιγινομένου τε καὶ ἀπογινομένου πώποτε. Νοῦς μὲν οὖν ἐπιστήμῃ ταὐτόν. Ἀλλὰ πολλαὶ μὲν ἐπιστῆμαι πολλῶν ὄντων τῶν ἐπιστητῶν, εἷς δὲ νοῦς ὁ πᾶσι τούτοις ἐπιβάλλων.

Καὶ τῶν ἐπιστημῶν ἑκάστης αἴτιος αὐτός, ἀλλ’ οὐκ ἐκεῖναι τούτου. Καὶ κατ’ ἐπιστήμην μὲν ὁ τῶν ἐπιστημόνων νοῦς μεθεκτός ἐστι παρὰ τῶν μανθανόντων, κατ’ οὐσίαν δὲ ἀμέθεκτος καὶ ἀμετάβατος. Βλέπεις ὅπως αὖθις διενήνοχεν;

Εἰ δ’ ἓν καὶ οὐχ ἓν ἐπιστήμη τε καὶ νοῦς, πῶς οὐκ ἐπὶ τοῦ θεοῦ ταὐτὸν καὶ οὐ ταὐτὸν ἔσται οὐσία καὶ ἐνέργεια, καθ’ ὃν διὰ τὸ ὑπερφυὲς καὶ τὰ ἀντικείμενα τὴν πρὸς ἄλληλα πάλην κατὰ τοὺς πατέρας ἀποτίθεται;

Ἀλλὰ τὸ μὲν ἓν εἶναι ταύτας καὶ ταὐτὸν καὶ τοῖς ἀντιλέγουσιν ἡμῖν δοκεῖ, μᾶλλον δὲ οὐδὲ τοῦτο ἀσφαλῶς. Οἱ μὲν γὰρ οὕτως ἓν εἶναι λέγουσιν οὐσίαν θείαν καὶ ἐνέργειαν, ὡς ἰσοδυναμεῖν ἀλλήλοις τὰ ὀνόματα, ἵνα μὴ πολλοί φασιν ἢ σύνθετος αὐτοῖς εἴη ὁ θεός, ἓν ὢν ἐκ διαφόρων ὁπωσδήποτε.

Καίτοι μετ’ οἰκείας ἐνεργείας οὐκ ἄν τί ποτ’ εἴη σύνθετον· οὐδὲ γὰρ ἡ ἀκτὶς διὰ τὸ φωτίζειν σύνθετος. Οἱ μὲν οὖν δύο λέγοντες προσηγορίας ἑνὶ σημαινομένῳ κλέπτουσι τοὺς ἀκροωμένους, ὡς καὶ οὐσίαν καὶ ἐνέργειαν ἐπὶ θεοῦ δοξάζοντες, αὐτοὶ δι’ ἑκατέρου τούτων οὐ τὸν αὐτὸν θεὸν ὡς ὄντα ἀμφότερα φρονοῦντες, ἀλλ’ ἓν παντάπασι δηλοῦντες διὰ πλειόνων ὀνομάτων, ὡς εἶναι τὸν θεὸν κατὰ τοὺς διαλογισμοὺς αὐτῶν οὐσίαν ἀνενέργητον ἢ ἐνέργειαν ἀνούσιον, οὐ καθ’ ὑπεροχήν, ἀλλὰ κατ’ ἔλλειψιν. Εἰ γὰρ ἀδιάφορα παντάπασι, δυοῖν θάτερον διάκενός ἐστι ψόφος ὀνόματος, κατ’ οὐδεμιᾶς ἰδίας ἐννοίας τὸ σημαινόμενον ἔχοντος, ὥστε συμβαίνειν αὐτοῖς χρῆσθαί πως τοῖς ἐπὶ θεοῦ λεγομένοις κατὰ Σαβέλλιον· ὡς γὰρ ἐκεῖνος τριώνυμον ἔλεγεν οὐσίαν τὰς ὑποστάσεις κακῶς συνάγων εἰς αὐτήν, οὕτως οὗτοι διώνυμόν φασιν οὐσίαν τὰς φυσικὰς ἐνεργείας μετ’ αὐτῆς συναλείφοντες. Μάλιστα δὲ ψιλὴν τὴν τῆς ἐνεργείας τίθενται φωνήν, δίχα τινὸς διανοίας ταύτην ἐπὶ τῆς θείας φύσεως λέγοντες. Διὸ καὶ μίαν φασὶν ἐπὶ θεοῦ ἐνέργειάν τε καὶ δύναμιν ἄκτιστον, ὡς ταὐτὸν καὶ ἀδιάφορον οὖσαν κατ’ αὐτοὺς τῇ οὐσίᾳ τοῦ θεοῦ, τὰς δ’ ἄλλας εἰς τὴν κτίσιν κατασπῶσι πάσας.

Ἡμεῖς δὲ πάσας τὰς ἐνεργείας τοῦ θεοῦ ἀκτίστους εἶναι παρὰ τῶν πατέρων ἐδιδάχθημεν, εἰ μή τις φαίη καὶ τὸ ἐνέργημα, δηλαδὴ τὸ ἀποτέλεσμα, ὁμωνύμως ἐνέργειαν. Καὶ ὅταν μίαν μόνην λέγωμεν ἐπὶ θεοῦ ἐνέργειαν, τὴν ταύτας ἁπάσας ἑνιαίως περιέχουσαν νοοῦμεν. Κατὰ τοὺς πατέρας γὰρ ὡς ὁ ἥλιος διὰ τῆς αὐτῆς ἀκτῖνος καὶ φωτίζει καὶ θερμαίνει καὶ ἀνακινεῖ καὶ αὔξει καὶ ζωογονεῖ, οὕτω καὶ ὁ θεὸς διὰ μιᾶς ἐνεργείας πάντα ἐνεργεῖ. Ὡς οὖν ἐπὶ τοῦ ἡλίου, κἂν τὴν περιεκτικὴν ἐκείνην τὴν τὰς ἄλλας ἐνεργοῦσαν φήσῃς, πάσας εἶπες, κἂν πάσας εἴπῃς, ἐκείνην αὖθις φῂς τὴν μίαν, οὕτω καὶ ἐπὶ θεοῦ. Διὸ καὶ ποτὲ μὲν ἑνικῶς εὑρήσεις τὴν αὐτὴν θείαν καὶ ἄκτιστον ἐνέργειαν προαγομένην, ποτὲ δὲ πληθυντικῶς· «ἡ τοῦ κυρίου γάρ», φησί, «σὰρξ τὰς θείας ἐνεργείας ἐπλούτησε διὰ τὴν πρὸς τὸν λόγον ἀκραιφνεστάτην ἕνωσιν, τοῦ λόγου δι’ αὐτῆς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν». Εἶδες καὶ πολλὰς καὶ μίαν τὴν αὐτήν;

Πῶς οὖν κατὰ τὸ κτιστόν τε καὶ ἄκτιστον διενεχθεῖεν ἄν; Καὶ τὸ ἓν τῆς οὐσίας καὶ τῆς ἐνεργείας οὐχ ὡς τῆς αὐτῆς σημασίας τελουσῶν, ἀλλὰ κατὰ τὸ ἀχώριστον νοοῦμεν, ὅλου καὶ μόνου καὶ ἀεὶ τοῦ θεοῦ ἀμερῶς δι’ ἑκάστης γνωριζομένου τῶν ἐνεργειῶν· ἐντεῦθεν γὰρ μᾶλλον οὐδὲ σύνθετον, ἀλλ’ ἁπλοῦν ἐκφαίνεται τὸ θεῖον, ὡς καὶ ὁ τὰ τοιαῦτα σοφὸς Δαμασκηνός φησιν· «ἵνα μὴ σύνθετον εἴη τὸ θεῖον, ὅπερ ἐσχάτης ἀσεβείας ἐστί, χρὴ τῶν ἐπὶ θεοῦ λεγομένων ἕκαστον οὐ τί κατ’ οὐσίαν σημαίνειν οἴεσθαι, ἀλλ’ ἢ τί οὐκ ἔστι δηλοῦν ἢ σχέσιν ἤ τι τῶν παρεπομένων τῇ θείᾳ φύσει ἢ ἐνέργειαν». Τὸ γὰρ θεὸς ὄνομα ἐνεργείας ἐστὶν ὄνομα, «ἐκ τοῦ θέειν καὶ πάντα περιέπειν, ἢ αἴθειν, ὅ ἐστι καίειν», ἢ ἀπὸ τοῦ «θεᾶσθαι τὰ πάντα»· «ἐθεάσατο γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἀχρόνως ἐννοήσας· καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ καὶ ἄχρονον ἔννοιαν, ἥτις προορισμὸς οὖσα καὶ εἰκὼν καὶ παράδειγμα, ἐν τῷ προορισθέντι καιρῷ γίνεται». Τὸ μὲν οὖν γινόμενον κτιστόν, ὁ δὲ προορισμὸς καὶ τὸ θέλημα τὸ θεῖον καὶ ἡ πρόγνωσις καὶ σύνεισιν ἐξ ἀϊδίου τῇ οὐσίᾳ τοῦ θεοῦ καὶ ἄναρχά τε καὶ ἄκτιστά ἐστι· καὶ τούτων οὐδέν ἐστιν οὐσία τοῦ θεοῦ, ὡς ἀνωτέρω εἴρηται.

Καὶ τοσοῦτον ἀπέχει τοῦ εἶναι ταῦτα τοῦ θεοῦ οὐσία, ὡς καὶ τὸν μέγαν Βασίλειον ἐν τοῖς Ἀντιρρητικοῖς τὴν τοῦ θεοῦ περί τινος πρόγνωσιν ἀρχὴν μὲν οὐκ ἔχειν φάναι, τελευτὴν δὲ προβάντος τοῦ προεγνωσμένου.

Συνδοκεῖ μὲν οὖν καὶ τοῖς ἀντιλέγουσιν ἡμῖν, εἰ καὶ μὴ ἀσφαλῶς, τὴν τοῦ θεοῦ ἄκτιστον ἐνέργειαν ταὐτὸν εἶναι τῇ οὐσίᾳ τοῦ θεοῦ, τὸ δὲ μὴ ταὐτὸν ἀπαγορεύουσι τελέως. Ἐνταῦθα δ’ ἡμῖν καὶ τὸ μὴ ταὐτὸν ἀποδέδεικται λαμπρῶς.

Ἀλλ’ οὐ μόνον ἡ πρόγνωσις καὶ ἡ θέλησις, φυσικαὶ οὖσαι τοῦ θεοῦ ἐνέργειαι, ἄκτιστοί τε καὶ ἄναρχοί εἰσι καὶ οὐσίαι οὐκ εἰσίν, ἀλλὰ καὶ πάντα τὰ ἑπόμενα τῇ θείᾳ φύσει, καὶ σύνεστιν αὐτῇ καὶ φύσεις οὐκ εἰσί, καὶ ἄναρχά ἐστι καὶ σύνθεσιν οὐδεμίαν ταύτῃ ἐμποιεῖ, καθάπερ ἀνωτέρω ἤκουσας. Πρὸς δὲ τούτοις «ἡ μὲν ὑπερούσιος οὐσία τοῦ θεοῦ ἀνώνυμός ἐστιν ὡς ἀνεκφώνητος καὶ πᾶσαν τὴν διὰ φωνῆς σημασίαν ὑπερβαίνουσα, τῶν δὲ ἐνεργειῶν ἑκάστῃ κεῖται ὄνομα». Διὸ καὶ κυρίου ὀνόματος ἐπὶ τῆς ὑπερουσιότητος ἐκείνης ἀποροῦντες ἀπὸ τῶν ἐνεργειῶν ὀνομάζομεν αὐτήν. Ἔτι, φύσις φυσικὴ οὐδέποτ’ ἂν ῥηθείη, οὐδ’ οὐσία οὐσιώδης· αἱ δὲ ἐνέργειαι τοῦ θεοῦ φυσικαὶ καὶ οὐσιώδεις παρὰ τῶν ἁγίων λέγονται· «πάντα γὰρ ὅσα ἔχει ὁ θεός», φησὶν ὁ θεῖος Μάξιμος, «φύσει ἔχει καὶ οὐκ ἐπίκτητα». Καὶ πάλιν· «τοῦ φυσικοῦ θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας ἀναιρουμένης οὔτε θεὸς ἔσται οὔτε ἄνθρωπος»· ὅθεν καὶ σαφῶς ἐλέγχονται δεινῶς ἀθεΐᾳ περιπίπτοντες οἱ διὰ τὸ τῆς θείας ἐνεργείας ἄκτιστον καὶ οὐσιῶδες ἡμῖν διθεΐαν ἐγκαλοῦντες, ὡς αὐτοὶ ταύτην ἀθετοῦντες.

Ἀλλὰ καὶ φυσικὰ ἰδιώματα τὰς ἐνεργείας οἱ πατέρες φασίν. Ἔχειν γὰρ τὸν Χριστὸν ὁμολογοῦμεν, κατὰ τὸν ἐκ Δαμασκοῦ θεολόγον, καταλλήλως ταῖς δύο φύσεσι, «διπλᾶ τὰ τῶν δύο φύσεων φυσικὰ ἰδιώματα· δύο τε θελήσεις φυσικάς, τήν τε θείαν καὶ ἀνθρωπίνην· καὶ ἐνεργείας δύο φυσικάς, τήν τε θείαν καὶ ἀνθρωπίνην· καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον· καὶ σοφίαν καὶ γνῶσιν θείαν τε καὶ ἀνθρωπίνην». Οὐ τοίνυν τὰ φυσικὰ ἰδιώματα φύσεις, ὥσπερ οὐδὲ τὰ ὑποστατικά, καὶ ταῦτα πολλὰ ὄντα περὶ ἑκάστην τῶν ὑποστάσεων, ὑποστάσεις ἄν ποτε ῥηθεῖεν.

Ἔτι, ἐκ τῆς οὐσίας ἡ ἐνέργεια, ἀλλ’ οὐχὶ καὶ ἡ οὐσία ἐκ τῆς ἐνεργείας. Καὶ ἡ μὲν αἰτία, ἡ δὲ αἰτιατή· καὶ ἡ μὲν αὐθυπόστατος, ἡ δὲ ἀνυπόστατος καθ’ ἑαυτήν· περὶ γὰρ τὴν ὑπερουσιότητα ἐκείνην πᾶσαι αἱ ἐνέργειαι. Καὶ γὰρ εἴ τι λέγεται περὶ θεοῦ, φησὶν ὁ Νύσσης θεῖος Γρηγόριος, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας εἴτε παρὰ τῆς ἁγίας γραφῆς, τῶν περὶ αὐτήν τι ἀποσημαίνει. Αὕτη δέ ἐστι, περὶ ἥν ἐστι τὰ πάντα, οὐ τὰ ὑπὸ χρόνον μόνον, ἀλλὰ καὶ τὰ ὑπὲρ αἰῶνας θεοπρεπῶς νοούμενα ἐπὶ θεοῦ, ὧν «μὴ γένοιτό μοι ἐπίκτητόν τι ἐπὶ τοῦ πνεύματος εἰπεῖν», φησὶν ὁ μέγας Ἀθανάσιος. Καὶ πάλιν, «ἐπὶ τοῦ θεοῦ τὸ ὢν καὶ τὸ θεὸς καὶ τὸ ὑπερούσιος καὶ τὸ ἄπειρος καὶ τὰ τοιαῦτα προσηγορίας λέγομεν, τινῶν μὲν ἐμφαντικὰς τῶν θεωρουμένων περὶ αὐτόν, οὐδενὸς δὲ τῶν κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ φύσιν δηλωτικάς». Ἔτι «κατ’ οὐσίαν μὲν ὁ θεὸς ἀμέθεκτος, κατὰ δὲ τὴν θεοποιὸν χάριν καὶ ἐνέργειαν, ἥτις καὶ δόξα τοῦ θεοῦ καλεῖται, καὶ μετέχεται καὶ ὁρᾶται τοῖς ἀξίοις».

Εἰ δέ τις τολμήσει τὴν ἐνέργειαν ταύτην ἀποφήνασθαι κτιστήν, ἐλεγχθήσεται παρὰ τοῦ μεγάλου Βασιλείου λέγοντος· «τέκνον φωτὸς χρηματίζειν, δόξης ἀϊδίου μετέχειν». Καὶ πάλιν· «ἔστι δόξα θεοῦ ἡ μέν τις φυσική, ὡς δόξα ἡλίου τὸ φῶς, ἡ δέ τις ἔξωθεν». Διὸ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος καταλέγων τὰς μελλούσας ἀπολαύσεις, «δόξης», φησί, «θεωρία, τῆς τε ἄλλης καὶ τῆς ἀνωτάτω».

Ὁ δὲ μέγας Ἀθανάσιος, «οὐ τὴν οὐσίαν τοῦ θεοῦ», φησίν, «ἔβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν», ἣν καὶ οἱ ἀπόστολοι ἐπὶ τοῦ ὄρους ἀπορρήτως εἶδον· ταύτην γὰρ φυσικὴν ὁ αὐτὸς δόξαν ὀνομάζει τοῦ θεοῦ. Ὁ δὲ τὰ θεῖα σοφὸς Δαμασκηνός, «φυσικὴν ἀκτῖνα τῆς θεότητος». Ἔτι, μίαν μὲν οὐσίαν τοῦ θεοῦ καὶ τῶν ἁγίων γενήσεσθαί ποτε καὶ ἐννοῆσαι ἀσεβές, «μίαν δὲ ἐνέργειαν θεοῦ καὶ τῶν τεθεωμένων» ὁ πολὺς τὰ θεῖα Μάξιμός φησι, καὶ τοῦτ’ εἶναι τὴν θέωσιν ὑπαγορεύει· «λάμψουσι γὰρ καὶ οἱ δίκαιοι, ὡς ὁ κύριος ἔλαμψεν ἐπ’ ὄρους, ἀναπεφηνότες ἄλλοι ἥλιοι τῇ μεθέξει τῆς θεουργικῆς αὐγῆς ἐκείνης».

Εὕροις δ’ ἂν καὶ πλείω τούτων ἐξετάζων, καθ’ ἃ μὴ ταὐτόν ἐστιν ἐπὶ θεοῦ οὐσία καὶ ἐνέργεια. Οἱ δὲ πρὸς τὰ τοσαῦτα δεινὴν νοσοῦντες ἀβλεψίαν, τὰς μαρτυρούσας τὸ ταὐτὸν φωνὰς ἐκ τῶν θείων γραφῶν ἐκλεγόμενοί τε καὶ προφέροντες, ἡμῖν δοκοῦσιν ἀντιλέγειν, ὅμοιόν τι ποιοῦντες, ὥσπερ ἂν εἰ καὶ Σαβέλλιος τοῖς μίαν σέβουσι τρισυπόστατον οὐσίαν προὔφερεν ἐκ τῆς θείας ἀναλεγόμενος γραφῆς τὰ δεικνύντα μίαν εἶναι καὶ ἀδιαίρετον τὴν τοῦ θεοῦ οὐσίαν.

Ἀλλ’ οὔτε τὸ λιβυκὸν ἐκεῖνο θηρίον παρὰ τοῦτο κατελέξαμεν ἂν τοῖς τοῦ Χριστοῦ προβάτοις οὔτε τούτους τοῖς ὀρθῶς φρονοῦσιν, ὥς γέ μοι δοκεῖ, μηδὲν ἧττον ἢ ἐκεῖνος βλασφημοῦντας. Ὁ μὲν γὰρ ἀνυπόστατον ἐποίει τὸν μονογενῆ μετὰ τοῦ πνεύματος, ἓν κατὰ πάντα καὶ ἀδιάφορον λέγων τῷ πατρί, οἱ δὲ ἀνυπόστατον ποιοῦσι τὴν τρισυπόστατον οὐσίαν, ἓν κατὰ πάντα καὶ ἀδιάφορον λέγοντες τῇ ἐνεργείᾳ, ἥτις καθ’ ἑαυτὴν ἀνυπόστατός ἐστι. Καὶ ὁ μὲν πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ὀνόματα ἔλεγε κενὰ πραγμάτων ἀφ’ ἑνὸς σημαινομένου λαμβανόμενα, οἱ δὲ τοῦτ’ αὐτὸ λέγουσιν ἐπὶ πάντων τῶν θείων ὀνομάτων· πάντα γὰρ ἕν φασι σημαίνειν, τὴν οὐσίαν τοῦ θεοῦ, πᾶν δ’ ὃ μὴ ταύτῃ ταὐτὸν καὶ ἀδιάφορον παντάπασι, κτιστόν τι σημαίνειν ἀποφαίνονται, ὡς ἑνὸς ὄντος ἀκτίστου, τῆς οὐσίας τοῦ θεοῦ.

Δι’ οὗ λελήθασιν αὖθις ἑαυτοὺς εἰς κτίσμα κατασπῶντες τὸ θεῖον· κατὰ γὰρ τὸν θεῖον Μάξιμον καὶ τοὺς ἄλλους ἅπαντας ἁγίους, ἀπὸ τῆς ἐνεργείας τῆς ἑκάστου φύσεως χαρακτηριζομένης, «καὶ τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς»—ἐπεὶ τὸ δηλοῦν ἐξ ἀνάγκης ἕτερον τοῦ δηλουμένου—κατά γε τοῦτο, ἕτερον τῆς θείας φύσεως ἡ δεικτικὴ αὐτῆς ἐνέργεια. Εἰ τοίνυν κατὰ τοὺς καινοὺς τούτους θεολόγους πᾶν ἕτερον ὁπωσδήποτε τῆς θείας φύσεως κτιστόν, κτιστὴ ἔσται κατὰ τούτους ἡ δεικτικὴ τῆς θείας φύσεως ἐνέργεια, καὶ μετ’ αὐτῆς ἡ δεικνυμένη φύσις.

Ἀλλ’ ἵλεως ἡμῖν εἴης ὁ ἀπ’ ἀρχῆς ὢν καὶ ἀναλλοίωτος μένων ἐσαεὶ καὶ πάντα ἔχων καὶ μηδὲν ἐπίκτητον ἔχων ἢ προσκτώμενος τῶν ἐξ ἀϊδίου περὶ σὲ νοουμένων ἢ καὶ ἑπομένων, ἀναγκαζομένοις ἀποκρίνεσθαι τοῖς ἄφροσι κατὰ τὴν ἀφροσύνην αὐτῶν. Ἡμεῖς γὰρ σὲ μόνον ἴσμεν παντοδύναμον ἐξ ἀϊδίου, καὶ τὰς δυνάμεις ταύτας οὐδέποτε διαιροῦμεν ἀπὸ τῆς φύσεως τῆς σῆς· καὶ γὰρ κατηξιώθημεν εἰδέναι ταύτην μὲν μίαν καὶ ἁπλῆν καὶ ἀδιαίρετον καθ’ ἑαυτήν, ἐκείνας δὲ οὐ πολλὰς μόνον, ἀλλὰ κατὰ τοὺς ἱεροὺς πατέρας καὶ ἀριθμὸν ὑπερβαινούσας. Δι’ ὧν ἑκάστης ἑνιαίως καὶ ἁπλῶς καὶ ἀμερῶς ὅλος παρὼν καὶ ἐνεργῶν γνωρίζῃ πανταχοῦ.

Μὴ γὰρ τῆς κτίσεως δεῖται ὁ θεὸς πρὸς συμπλήρωσιν τελειότητος, ὡς πρὸ ταύτης ἡστινοσοῦν δυνάμεως στέρεσθαι καὶ οὕτω μὴ εἶναι πρὸ τῆς αἰσθητῆς καὶ νοητῆς κτίσεως παντοδύναμος, ὃ νῦν ἐπὶ πολλῶν ἰσχυρίζεσθαι, βαβαί, τολμῶσιν οἱ τῆς τοῦ θεοῦ χάριτος ἀντικείμενοι;

Κἂν τοίνυν ἀκούσῃς ὡς ὁ θεὸς δύναμίς ἐστιν ἢ ἐνέργεια χωρὶς οὐσίας καὶ οὐσία χωρὶς δυνάμεως ἢ ἐνεργείας, μὴ τὴν θείαν ἀθετήσῃς πρόοδον καὶ τῆς κατ’ αὐτὴν δυνάμεως ἄμοιρον ἡγήσῃ τὸν παντοδύναμον θεόν, μηδὲ τὴν ἐνεργητικὴν οὐσίαν τε καὶ φύσιν εἰς ἐνέργειαν παραγνωρίσῃς, μηδὲ καθ’ ἑνὸς σημαινομένου τῶν ἐπωνυμιῶν τούτων ἑκατέραν ἀδιαφόρως λέγεσθαι νομίσῃς, ἀλλ’ ὑπεροχικῆς ἀποφάσεως ἴσθι δύναμιν ἔχοντα τὸν λόγον, ὡς μήτε οὐσίας μήτε ἐνεργείας κυρίως λεγομένης ἐπὶ τοῦ θεοῦ· πολλὰ γὰρ τῶν καταφατικῶς λεγομένων ἐπ’ αὐτοῦ τοιαύτην ἔχει δύναμιν. Ἀκούοις δ’ ἂν καὶ τοῦ μεγάλου Βασιλείου λέγοντος, «ἐνέργειαν εἶναι τὴν δηλωτικὴν πάσης οὐσίας δύναμιν, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν». Ἀλλὰ καὶ τοῦ μακαρίου Μαξίμου λέγοντος· «τίς φύσις ἀνενέργητος ἢ φυσικῆς ἐνεργείας ἐκτός; Ὡς γὰρ οὐδαμῶς ὑπάρξεως ἔρημος, οὕτως οὐδὲ δυνάμεως φυσικῆς.

Εἰ δὲ ταύτης ἀμοιρεῖ, καὶ τῆς ὑπάρξεως ἀμοιρήσειεν ἄν. Τὸ γὰρ ἀδύναμον ὡς ἀδρανὲς πάντῃ μόνον ἐστὶ τὸ μὴ ὄν». Οὐκοῦν ὁ διαζεύξας ἀλλήλων οὐσίαν τε καὶ δύναμιν, ἣν καὶ ἐνέργειαν καλοῦμεν, ἐκ μέσου τῶν ὄντων πεποίηκεν ἑκάτερον.

Τοιγαροῦν τοῦτό φαμεν ἐκεῖνο λέγοντες, ὡς οὔτε οὐσία ἐπὶ τοῦ θεοῦ οὔτε ἐνέργεια λέγεται κυρίως· ἂν γὰρ ζητήσῃς τὰ προσόντα τούτων ἑκατέρᾳ, καὶ μάλισθ’ ὅτι καρποῦνται παρ’ ἀλλήλων, οὐκ ἐφαρμόσει τῷ θεῷ οὐδέν. Πᾶσα μὲν γὰρ οὐσία δεκτική ἐστι τῶν ἐναντίων καὶ διαφορὰς ἔχει οὐσιώδεις, καὶ ταῦτ’ ἔχει τε καὶ πάσχει τῇ ἐνεργείᾳ συνημμένη.

Ποῦ ταῦτ’ ἐπὶ θεοῦ; Πᾶσα δ’ αὖθις ἐνέργεια κινεῖ ἢ καὶ ἀλλοιοῖ ἐπὶ τὸ κρεῖττον ἢ τὸ χεῖρον τὴν συνημμένην οὐσίαν κατὰ θέσιν ἢ ποιότητα. Ἆρ’ ἔχει χώραν ἐπὶ θεοῦ τοιαῦτα λέγειν, ὃς εἷς καὶ ὁ αὐτὸς ὢν καὶ ἐν ἀκινήτῳ ταὐτότητι τὸν ἀεὶ χρόνον μονίμως ἱδρυμένος τοῖς πᾶσι τὰ πάντα ἐνεργεῖ;

Ἀλλ’ εἷς μὲν κατ’ οὐσίαν, αἱ δὲ δυνάμεις αὐτοῦ καὶ ἐνέργειαι πολλαί· τὸ γὰρ ἅγιον πνεῦμα, κατὰ μέγαν φάναι Βασίλειον, «ἁπλοῦν μὲν τῇ οὐσίᾳ, ποικίλον δὲ ταῖς δυνάμεσι». Καὶ μίαν μὲν ἔχει φύσιν, ἀλλὰ παντοδύναμον· οὐδὲ γὰρ ἀντιθετικῶς ἔχει πρὸς ἄλληλα ταῦτ’ ἐπὶ θεοῦ, καθάπερ ἀνωτέρω ἔφημεν.

Καὶ γὰρ κατὰ ταύτας τὰς δυνάμεις καὶ ἐνεργείας καὶ προόδους καὶ πολυώνυμόν ἐστι τὸ θεῖον, κατὰ δὲ τὴν οὐσίαν ἀνώνυμον. Ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ὑπερούσιος οὐσία ὡς ὑπερκειμένη παντὸς ὀνόματος· καὶ αὐτὰ γὰρ ἅπερ αὐτὸς ἑαυτὸν ὠνόμασεν ὁ κύριος λέγων, «ἐγώ εἰμι ὁ ὢν» καὶ «ὁ θεὸς» καὶ «τὸ φῶς» καὶ «ἡ ἀλήθεια καὶ ἡ ζωή», ἃ καὶ ἐξῃρημένως οἱ θεολόγοι τῇ ὑπερθέῳ ἀνατιθέασι θεότητι, καὶ ταῦτα τοίνυν ἐνεργειῶν εἰσιν ὀνόματα. «Εἰ γὰρ τὴν ὑπερούσιον», φησί, «κρυφιότητα θεὸν ἢ ζωὴν ἢ οὐσίαν ἢ φῶς ἢ λόγον ὀνομάσαιμεν, οὐδὲν ἕτερον νοοῦμεν, ἢ τὰς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις, ἐκθεωτικὰς ἢ οὐσιοποιοὺς ἢ ζωογόνους ἢ σοφοδώρους». Κἂν ἅγιον τοιγαροῦν αὐτὸν ἁγίων φῶμεν, κἂν κύριον κυρίων, κἂν θεὸν θεῶν, κἂν βασιλέα τῶν βασιλευόντων, αὐτόθεν δείκνυμεν νοοῦντες τὰς εἰς ἡμᾶς αὐτοῦ προαγομένας δυνάμεις, καὶ ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ καὶ τῶν μετοχῶν ὑμνοῦντες οἱ μετέχοντες ἢ μεθέξειν ἐφιέμενοι.

Πόθεν γὰρ ἅγιοι πολλοί, εἰ μὴ μετέχουσι τῆς ἁγιότητος ἐκείνου; Πόθεν δὲ θεοὶ πολλοὶ ἐν μέσῳ ἔχοντες ἑστῶτα τὸν ἕνα θεὸν κατὰ τὸν μέλλοντα ἐκεῖνον καὶ ἄληκτον αἰῶνα, εἰ μὴ τῆς αὐτοῦ μεθέξουσι θεότητος; Πόθεν δὲ βασιλεῖς καὶ κύριοι τοιοῦτοι, εἰ μὴ μεθέξουσι τῆς αὐτοῦ κυριότητος καὶ βασιλείας; Ἆρ’ οὖν κτιστῆς βασιλείας μεθέξουσιν ἢ θεότητος ἢ ἁγιότητος; Ἄπαγε τῆς βλασφημίας· ὁ γὰρ τοῦτο λέγων κτίσμα τὸν θεὸν ποιεῖ καὶ κτιστὴν αὐτοῦ τὴν βασιλείαν καὶ τὴν θεότητα καὶ ἁγιότητά φησι.

Περὶ μὲν γὰρ τῆς θεότητος οὐδ’ ἔστιν εἰπεῖν ὁσαχοῦ τῆς θεολογίας ἀναγέγραπται κοινωνοὺς ἡμᾶς ποιῆσαι τὸν θεὸν τῆς οἰκείας θεότητος. Περὶ δὲ τῆς βασιλείας αὖθις, τίς ἐστιν ὁ μὴ εἰδὼς «τὴν ἐλπίδα τῆς κλήσεως ἡμῶν», ὅτι «εἰ συμπάσχομεν, καὶ συμβασιλεύσομεν», καὶ «κληρονόμοι μὲν ἐσόμεθα θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ»; Μὴ τοῦ Χριστοῦ ἡ βασιλεία παρὰ τὴν τοῦ θεοῦ ἑτέρα; Ἢ ἡ τῶν οὐρανῶν βασιλεία παρὰ τὴν τοῦ Χριστοῦ; Καίτοι καὶ αὕτη τῶν ὑπὸ τοῦ κυρίου μακαριζομένων ἐστὶ πτωχῶν. Ἄκουε δὴ καὶ τοῦ τὰ θεῖα σοφοῦ Μαξίμου λέγοντος· «ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας ἡ τοῦ θεοῦ βασιλεία· οὐ γὰρ θέμις φθάνεσθαι ὑπὸ αἰώνων ἢ χρόνων τὴν τοῦ θεοῦ βασιλείαν. Ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σῳζομένων κληρονομίαν», ἣν ἀλλαχοῦ φησι, «τῶν προσόντων τῷ θεῷ φυσικῶς κατὰ χάριν μετάδοσιν», ἀλλαχοῦ δ’ αὖθις, «τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος».

Βούλει μαθεῖν καὶ περὶ τῆς ἁγιότητος, ὡς αὐτῆς τῆς τοῦ θεοῦ μετέχουσιν οἱ ἡγιασμένοι; Ἄκουσον τοῦ μεγάλου Βασιλείου· «ὥσπερ ὁ σίδηρος ἐν μέσῳ τοῦ πυρὸς κείμενος τὸ μὲν σίδηρος εἶναι οὐκ ἀποβέβληκε, τῇ δὲ σφοδροτάτῃ πρὸς τὸ πῦρ ὁμιλίᾳ ἐκπυρακτωθεὶς καὶ πᾶσαν εἰς ἑαυτὸν τὴν τοῦ πυρὸς φύσιν ὑποδεξάμενος καὶ χρώματι καὶ ἐνεργείᾳ πρὸς τὸ πῦρ μεταβέβληκεν, οὕτω καὶ ἅγιαι δυνάμεις ἐκ τῆς πρὸς τὸ φύσει ἅγιον κοινωνίας δι’ ὅλης τῆς ἑαυτῶν ὑποστάσεως κεχωρηκότα ἤδη καὶ συμπεφυσιωμένον τὸν ἁγιασμὸν ἔχουσι. Διαφορὰ δὲ αὐταῖς πρὸς τὸ πνεῦμα τὸ ἅγιον αὕτη, ὅτι τῷ μὲν φύσει ἡ ἁγιωσύνη, ταῖς δὲ ἐκ μετουσίας ὑπάρχει τὸ ἁγιάζεσθαι».

Ἤρξαντο μὲν οὖν οὗτοι πάντες οὐ κατὰ τὴν κτιστὴν φύσιν μόνον ἑαυτῶν, ἀλλὰ καὶ κατὰ τὸ ἅγιοι εἶναι καὶ θεοὶ καὶ βασιλεῖς. Ἡ δὲ βασιλεία καὶ θεότης καὶ ἁγιότης ἣν ἔχουσιν, ἄκτιστός ἐστι καὶ ἄναρχος· αὐτῆς γὰρ τῆς ἀκτίστου τοῦ θεοῦ βασιλείας μετέχουσιν, οὐκ ἐκεῖθεν αὐτῆς διῃρημένης, ἀλλ’ αὐτοὶ τῷ ἀϊδίῳ καὶ μόνῳ ἁγίῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ὑπερκοσμίως ἑνωθέντες. Τί οὖν; Ἄλλο μέν ἐστι θεότης καὶ ἄλλο βασιλεία, καὶ ἁγιότης αὖθις ἕτερον; Ἕτερον μέν ἐστι τὸ ὑφ’ ἑκάστου τούτων σημαινόμενον, οὐκ ἄλλο δέ ἐστιν ἕκαστον αὐτῶν, ἐπειδὴ ἑνὸς θεοῦ εἰσι δυνάμεις καὶ ἐνέργειαι. Ὁ δὲ λέγων πολλοὺς διὰ ταῦτ’ εἶναι θεοὺς ἢ ἕνα σύνθετον πολλῷ μᾶλλον διὰ τὰς τρεῖς ὑποστάσεις τοῦτ’ ἐρεῖ. Ἀλλ’ οὔτε τὰ διακεκριμένα τῆς θεολογίας διασπῶσι τὸ ἑνιαῖον τοῦ θεοῦ οὔτε τὸ ἑνιαῖον συγχεῖ τὰ διακεκριμένα.

Ταῦτ’ ἄρα καὶ ἀδιαιρέτως διαιρεῖται, καὶ συνάπτεται διῃρημένως. Ἀλλὰ γὰρ τῶν ἐνεργειῶν πασῶν τούτων ὑπέρκειται κατ’ οὐσίαν ὁ θεός, τοῦτο μὲν ὡς κατ’ ἐκείνην μὲν ὑπερώνυμος ὑπάρχων κατὰ ταύτας δὲ ὀνομαζόμενος, τοῦτο δὲ ὡς κατ’ ἐκείνην μὲν ἀμέθεκτος, κατ’ αὐτὰς δὲ μετεχόμενος. Πρὸς δὲ ὡς κατ’ ἐκείνην μὲν ἀνεννόητος ὑπάρχων πάντῃ, ἀπὸ τούτων δὲ νοούμενός πως· «ἡμεῖς γὰρ ἀπὸ τῶν ἐνεργειῶν», φησί, «γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα». Πρὸς δὲ τούτοις καὶ ὅτι ἡ οὐσία αἰτία ἐστὶ τούτων τῶν ἐνεργειῶν καὶ κατὰ τοῦτο ὑπέρκειται τούτων τῷ αἰτίῳ. Τοῦτο γὰρ οὐ δεῖ θαυμάζειν, εἰ ἕν ἐστί πως οὐσία καὶ ἐνέργεια ἐπὶ θεοῦ, καὶ εἷς ἐστι θεός, εἶτα ἡ οὐσία αἰτία τῶν ἐνεργειῶν ἐστι, καὶ ὡς αἰτία ὑπέρκειται αὐτῶν· καὶ γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν ἐστι καὶ εἷς ἐστι θεός, ἀλλ’ αἴτιος καὶ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ ὁ πατήρ.

Εἰ δ’ ἐκεῖ καίτοι αὐθυποστάτου καὶ ὁμοουσίου ὄντος τοῦ υἱοῦ, ὅμως ὡς αἴτιος μείζων ὁ πατήρ, πολλῷ μᾶλλον τῶν ἐνεργειῶν ὑπερέξει ἡ οὐσία μήθ’ ὁμοουσίων μήθ’ ἑτερουσίων αὐτῶν ὑπαρχουσῶν· τῶν γὰρ αὐθυποστάτων ταῦτα, οὐδεμία δὲ τῶν ἐνεργειῶν αὐθυπόστατός ἐστι. Διὸ καὶ φύσει περὶ τὸν θεὸν ἐξ ἀϊδίου ταύτας εἶναι οἱ ἅγιοί φασιν.

Εἰ δὲ τὸ ἀγαθὸν καὶ ὑπερούσιον ἄναρχόν τε καὶ ἄπειρον καὶ τὰ τοιαῦτα περὶ τὸν θεόν εἰσιν ἐξ ἀϊδίου, οἱ λέγοντες μὴ τῶν ἀϊδίως τούτων περὶ αὐτὸν νοουμένων ἐπέκεινα εἶναι κατ’ οὐσίαν τὸν θεόν, οὐδ’ αἴτιον ἡγοῦνται κατ’ οὐσίαν τούτων· τὸ γὰρ αἴτιον τῶν αἰτιατῶν καθὸ αἴτιον ὑπέρκειται. Τοιγαροῦν, οὗτοί εἰσιν ὡς ἀληθῶς οἱ νενοσηκότες διθεΐαν, μᾶλλον δὲ πολυθεΐαν· οὐ γὰρ εἰς ἓν αἴτιον καὶ μίαν ἀρχὴν ἀναίτιον ἀναφέρουσι τὰ πάντα, ἀλλὰ πολλὰς ἀρχὰς καὶ πολλὰ αἴτια δοξάζουσι προκαταρκτικά τε καὶ ἀναίτια. Οὓς ἐντρέπων ὁ πολὺς τὰ θεῖα Μάξιμος, «καὶ ἔργα ταῦτα τοῦ θεοῦ ἄναρχα», φησί, «περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα». Μηδεὶς δὲ ἀκούων ἔργα ὑπὸ τοῦ ἁγίου ὀνομαζομένας κτίσματα ταύτας ὑπολάβῃ.

Ἀλλ’ ἐπειδὴ θελήσεως ἔδει καὶ προγνώσεως, προορισμῶν τε καὶ προνοίας ἐνεργουμένης, εἰ δὲ τούτων καὶ ἀρετῆς καὶ τῶν παρεπομένων ταύτῃ, ἐπειδὴ ταῦτ’ ἐνεργὰ καὶ πρὸ τῆς κτίσεως ἦν, ὥστε γενέσθαι ταύτην κατὰ τὸν δέοντα καιρόν, διὰ τοῦτο καὶ ἔργα ταῦτ’ ὠνόμασεν ὁ ἅγιος. Ὅτι δέ εἰσι θεῖαι ἐνέργειαι καὶ πρὸ τῆς κτίσεως, καὶ τούτων ὁ θεὸς ὑπέρκειται, ἄκουσον τοῦ μεγάλου Βασιλείου διαλεγομένου περὶ τοῦ ἁγίου πνεύματος· «πῶς γὰρ νοήσομεν», φησί, «τὰ τῶν αἰώνων ἐπέκεινα, τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι, πόσαι δὲ αἱ ἀπ’ αὐτοῦ περὶ τὴν κτίσιν χάριτες, τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ἦν γὰρ καὶ προῆν καὶ συμπαρῆν τῷ πατρὶ καὶ τῷ υἱῷ πρὸ τῶν αἰώνων. Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα καὶ τοῦτό ἐστι τοῦ πνεύματος κατωτέρω». Νοοῦμεν οὖν πρὸ τῶν αἰώνων ἐνεργείας τοῦ θεοῦ τὴν ζωήν, τὴν ἀθανασίαν, τὴν ἁπλότητα, τὴν ἀπειρίαν καὶ ἁπλῶς ὅσα φύσει περὶ τὸν θεὸν ὁ μέγας Ἀθανάσιος λέγει· «μὴ γένοιτό μοι» γάρ, φησίν, «ἐπίκτητόν τι ἐπὶ τοῦ πνεύματος εἰπεῖν· οὔτε γὰρ τὸ ἅγιον οὔτε τὸ ἄφθαρτον οὔτε τὸ ἀγαθὸν οὔτε τι ἄλλο τῶν περὶ τὸν θεὸν θεωρουμένων λέγω εἶναι ἐπίκτητον τῷ ἁγίῳ πνεύματι, ἀλλὰ φύσει ἅγιον, φύσει ἀγαθόν, φύσει ἀθάνατον». Ταῦτα καὶ ὁ σοφὸς τὰ θεῖα Μάξιμος ἔργα προσηγόρευσε θεοῦ, καὶ περὶ τὸν θεὸν οὐσιωδῶς ἔφη θεωρεῖσθαι.

Φαίη γὰρ ἄν τις ὁμωνύμως ἔργα καὶ τὰς ἐνεργείας. Ἐπεὶ καὶ ὁ πολὺς τὰ θεῖα Δαμασκηνὸς «λέγεται», φησί, «καὶ ἡ ἐνέργεια ἐνέργημα καὶ τὸ ἐνέργημα ἐνέργεια». Ὅτι δὲ ἄλλο ἐστὶ δύναμις καὶ ἐνέργεια καὶ ἕτερον οὐσία καὶ φύσις, ἄκουσον τοῦ αὐτοῦ σαφῶς διαιροῦντος· «ἰστέον γάρ», φησίν, «ὡς ἄλλο ἐνέργεια καὶ ἄλλο ἐνεργητικόν. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις, ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισι».

Διαφοραὶ μὲν οὖν φυσικαὶ καὶ οὐσιώδεις οὔτ’ εἰσὶν οὔτε λέγονται ἐπὶ θεοῦ· συστατικαὶ γάρ εἰσι τῶν ὧν εἰσι διαφοραί. Ὁ δὲ θεὸς αὐτός ἐστι πάντων τῶν περὶ αὐτὸν ἡ σύστασις. Ἀλλὰ καὶ πολλὰς καὶ διαφόρους οὐσίας αἱ οὐσιώδεις συνιστάναι πεφύκασι διαφοραί. Τοῦ δὲ θεοῦ μία ἡ οὐσία, μηδεμίαν διαφορὰν ἐπιδεχομένη καθ’ αὑτήν. Καὶ μὴν τὴν τοῦ τί ἦν εἶναι γνῶσιν ἐκ τῶν οὐσιωδῶν διαφορῶν ἑκάστου ποριζόμεθα. Θεὸν δ’ ὅτι μὲν ἔστι γινώσκομεν, τί δέ ἐστιν ἢ ὁποῖόν τί ἐστιν, ἀμήχανον εἰδέναι καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἔτι πολλῶν οὐσῶν ἐφ’ ἑκάστου τῶν οὐσιωδῶν διαφορῶν ἡ πρὸς ἕτερον διαφορὰ πρὸς ἕτερον ὑπάρχει γένος καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται. Τῶν ἀδυνάτων ἄρ’ ἐφαρμόσαι τῇ ἀπερινοήτῳ φύσει. Πρὸς δὲ τούτοις καὶ καθολικωτέρα τούτων ἑκάστη τοῦ ἔχοντος αὐτήν ἐστιν, ἐπὶ πλέον ἢ ἐκεῖνο λεγομένη. Τῶν δ’ ἐπὶ θεοῦ λεγομένων οὐδὲν ὃ μοναδικὸν οὐκ ἔστιν—«οὐδεὶς γάρ», φησίν, «ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», «ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον»—, ἀλλὰ καὶ κατὰ πλειόνων οὐχ ὑποστατικῶς καὶ τῷ ἀριθμῷ διαφερόντων, ἀλλὰ τῷ εἴδει διενηνοχότων. Ποῦ ταῦτ’ ἐπὶ τῆς μιᾶς τρισυποστάτου φύσεως;

Φυσικαὶ μὲν οὖν διαφοραὶ καὶ οὐσιώδεις ἐπὶ ταύτης οὐκ εἰσίν, ἐνέργειαι δὲ φυσικαὶ καὶ οὐσιώδεις καὶ εἰσὶ καὶ λέγονται. Οὐ γὰρ συστατικαί εἰσιν αὗται, ἀλλὰ χαρακτηριστικαί, δηλονότι δεικτικαί, οὐδὲ τὸ ὁποῖόν τί ἐστι δεικνύουσι, τουτέστιν ὁποῖον κατ’ οὐσίαν, οὐδ’ ἀνάγκη κατὰ πλειόνων τῷ εἴδει λέγεσθαι. Μόνος γὰρ ἄνθρωπος γραμματικόν· τὸ αὐτὸ δὲ λέγεται δύναμίς τε καὶ ἐνέργεια. Λέγεται δὲ ἰδίως ἐνέργεια μόνον καὶ ἡ τῆς ἐμφύτου δυνάμεως χρῆσις, ἔστι δ’ ὅτε καὶ τὸ ἐκ τῆς χρήσεως ἀποτέλεσμα. Τὸ μὲν οὖν ἀποτέλεσμα κτιστὸν ἀεί, μᾶλλον δ’ ἐπὶ πλεῖστον. Ἡ δέ γε χρῆσις καὶ ἡ ἐνέργεια, ἣν καὶ δύναμιν καλοῦμεν, κατὰ τὸ κτιστόν τε καὶ ἄκτιστον ἕπονται ἀεὶ ἀλλήλαις.

Ὅτι δὲ αἱ δυνάμεις αὗται καὶ ἐνέργειαι καλοῦνται, μάθοις ἂν παρὰ τοῦ τὰ τοιαῦτα καλῶς διευκρινήσαντος Δαμασκηνοῦ τοῦ θείου· φησὶ γὰρ ὡς «πᾶσαι αἱ δυνάμεις, αἵ τε γνωστικαί, αἵ τε ζωτικαί, αἵ τε φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι καλοῦνται». Ὅτι δὲ ἐπὶ θεοῦ, εἰ καὶ οὐσιώδεις καὶ φυσικὰς διαφορὰς οὐ λέγομεν, ἀλλ’ ἐνεργείας λέγομεν, ἄκουσον πάλιν τοῦ αὐτοῦ· «ἀμήχανον γάρ», φησίν, «οὐσίαν ἄμοιρον εἶναι φυσικῆς ἐνεργείας. Ἐνέργεια γάρ ἐστι φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. Ὅθεν δῆλον, ὅτι ὧν ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἐνέργεια ἡ αὐτή». Καὶ ἀλλαχοῦ περὶ τῶν ἐπὶ Χριστοῦ δύο φυσικῶν ἐνεργειῶν διδάσκων, «εἰ πᾶσα», φησίν, «ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ποῦ φύσιν τις εἶδεν ἀκίνητον ἢ παντελῶς ἀνενέργητον, ἢ ἐνέργειαν εὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν»;

Εἰ δέ τις ταύτην τὴν ἐνέργειαν ὡς ἄλλο οὖσαν παρὰ τὴν φύσιν, ὡς ἀνωτέρω ἤκουσας—ἡ γὰρ φύσις ἐνεργητικόν, οὐκ ἐνέργεια—, εἴ τις οὖν τὴν ἐνέργειαν ταύτην ἀποφαίνοιτο κτιστήν, ἢ μήτε κτιστὴν μήτε ἄκτιστον, καθάπερ οἱ ἀντιλέγοντες ἡμῖν, δειναῖς καὶ ποικίλαις περιπεσεῖται βλασφημίαις· ἢ γὰρ οὐδόλως εἶναι συμβήσεται θεόν—τὸ γὰρ μήτε κτιστὴν μήτε ἄκτιστον ἔχον ἐνέργειαν τῶν μηδαμῇ μηδαμῶς ὄντων ἐστίν—ἢ κτιστὸς ἔσται καὶ αὐτός· πᾶν γὰρ τὸ κτιστὴν ἔχον ἐνέργειαν καὶ αὐτὸ κτιστόν ἐστιν.

Ἀλλὰ καὶ μονοθελῆται τῶν ποτε χείρους ἀναφανήσονται νῦν οἱ τοῦτο λέγοντες· ἕπεται γὰρ αὐτοῖς μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ δοξάζειν, καὶ ταύτην οὐκ ἄκτιστον ἀλλὰ κτιστήν. Ἐλέγξει δὲ αὐτοὺς ταῦτα πάσχοντας δι’ ὀλίγων συλλαβῶν ὁ αὐτὸς Δαμασκηνός· «εἰ μία γάρ», φησί, «τοῦ Χριστοῦ ἡ ἐνέργεια, ἢ κτιστὴ ἔσται ἢ ἄκτιστος· μέσον γὰρ τούτων οὐκ ἔστιν ἐνέργεια, ὥσπερ οὐδὲ φύσις. Εἰ οὖν κτιστή, κτιστὴν δηλώσει φύσιν· εἰ δὲ ἄκτιστος, ἄκτιστον μόνην χαρακτηρίσει οὐσίαν.

Δεῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά». Ὁρᾷς ὅτι ἡ τοῦ θεοῦ ἐνέργεια οὐ φύσις οὐδ’ οὐσία, ἀλλὰ φυσικὸν καὶ οὐσιῶδες; Καὶ ὡς ἄκτιστον καὶ οὐ κτιστόν, εἰ καὶ ἄλλο ἐστὶ παρὰ τὴν φύσιν; «Τῶν γὰρ ἐπὶ θεοῦ λεγομένων τὰ μὲν τί οὐκ ἔστι σημαίνει, οἷα τὰ ἀφαιρεματικὰ πάντα, τὰ δὲ παρέπεται τῇ θείᾳ φύσει, ὁποῖόν ἐστιν ἀγαθότης καὶ ἁπλότης καὶ ζωὴ καὶ ἁπλῶς πᾶν εἶδος ἀρετῆς, τὰ δὲ δυνάμεως καὶ ἐνεργείας ἔχει σημασίαν, ὁποῖόν ἐστι καὶ τὸ θεότης»· «ἀπὸ γὰρ τοῦ τὰ πάντα θεᾶσθαι», τουτέστιν εἰδέναι, ταύτην τὴν ἐπωνυμίαν ἔσχεν ὁ θεός. Τί οὖν, ἤρξατό ποτε τῆς ἐνεργείας ταύτης ὁ εἰδὼς πάντα πρὶν γενέσεως αὐτῶν; Ὁρᾷς ὅτι ἄκτιστός τε καὶ ἄναρχος ἡ τοιαύτη ἐνέργεια, ἄλλη οὖσα παρὰ τὴν οὐσίαν τοῦ θεοῦ, ὡς οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτὸν ὑπάρχουσα; Τί δὲ τὰ παρεπόμενα τῇ θείᾳ φύσει, ἦν ὅτε ἑπόμενα οὐκ ἦν;

Ὥστε καὶ πάντα ταῦτα ἄκτιστα, εἰ καὶ μὴ οὐσία θεία τούτων ἕκαστόν ἐστιν. Ὁ δὲ λέγων τὴν τοῦ θεοῦ οὐσίαν μόνην ἄκτιστον καὶ διὰ τοῦτο ἓν τὸ ἄκτιστον, καὶ ὃ μή ἐστιν οὐσία ἀλλὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ κτιστόν, οὗτος καὶ τὰ ὑποστατικὰ πάντα, οἷον τὸ ἀγέννητον, τὸ γεννητόν, τὸ ἐκπορευτόν, ὡς ἄκτιστα, οὐσίαν εἶναι φήσει τοῦ θεοῦ, καὶ Εὐνόμιος ἄντικρύς ἐστιν.

Εἰ δὲ οὐσίας μὲν οὐ λέγει ταῦτα θείας, ὡς δὲ περὶ τὴν οὐσίαν ὄντα κτιστὰ εἶναι ἀποφαίνεται, καὶ τὸν Εὐνόμιον τῇ δυσσεβείᾳ ὑπερέβαλεν. Οὐ γὰρ τὸ μονογενὲς μόνον φῶς, ἀλλὰ καὶ τὸ ἀγέννητον εἰς τὴν κτίσιν κατασπᾷ, καὶ εἰκότως καθ’ ἡμῶν ἀκατασχέτως φέρεται τῶν εὐσεβῶς ἕνα τῇ οὐσίᾳ σεβομένων ἄκτιστον θεόν. Ἀλλ’ οὐ τῇ οὐσίᾳ μόνον ἄκτιστον, ἀλλὰ καὶ πάσαις ταῖς φυσικαῖς ἐνεργείαις καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν. Οὐδὲ γὰρ ἂν αἱ ὑποστάσεις εἶεν ἄκτιστοι, τῶν ὑποστατικῶν ἰδιοτήτων μὴ οὐσῶν ἀκτίστων, οὐδὲ φύσις καὶ οὐσία ἔσται ἄκτιστος, εἰ μὴ ἀκτίστους ἔχει καὶ τὰς φυσικὰς καὶ οὐσιώδεις ἐνεργείας.

Ταύτας τοιγαροῦν πάσας, εἴτε ἔργα εἴτε ἐνεργείας ὀνομάσειέ τις, ἕτερά πως ὄντα τῆς οὐσίας τοῦ θεοῦ—καὶ γὰρ οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτὸν ἀκούεις ὄντα— ταῦτα τοίνυν πάντα κατώτερά ἐστι τοῦ πνεύματος, ὡς καὶ ὁ μέγας Βασίλειος μικρὸν ἀνωτέρω διετέλεσεν ἀποφηνάμενος, ἅτε κατὰ τὸ ἄφραστον καὶ ἀπροσπέλαστον κατ’ οὐσίαν ὑπερέχοντος. Ἀλλὰ καὶ τοῦ σεπτοῦ Μαξίμου λέγοντος ἀκήκοας, ὡς «ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας ἡ τοῦ Χριστοῦ βασιλεία, ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σῳζομένων κληρονομίαν». Ὁ αὐτὸς τοίνυν ἀλλαχοῦ καὶ τοὺς ἠξιωμένους ταύτης τῆς χάριτος «ὑπὲρ πάντας αἰῶνας καὶ χρόνους καὶ τόπους ἔσεσθαί φησιν, εἴπερ κληρονομία τῶν ἀξίων αὐτός ἐστιν ὁ θεός». Τί οὖν; Τὴν τοῦ θεοῦ φύσιν καὶ οὐσίαν κληρονομήσουσιν; Οὔμενουν. Ἀλλὰ τὴν θεοποιὸν χάριν καὶ τὴν θείαν βασιλείαν, ἥτις εἰ καὶ μὴ φύσις ἐστὶ θεοῦ—καὶ γὰρ ἀμέθεκτος ἐκείνη—, ἀλλὰ φυσική ἐστιν ἐνέργεια θεοῦ, φυσικῶς ἑπομένη τῷ θεῷ καὶ ἀχωρίστως περὶ αὐτὸν ἀεὶ θεωρουμένη.

Διὸ καὶ ὁ ταύτης κληρονόμος, κληρονόμος λέγεται θεοῦ. Θέλεις οὖν ἁγίων πυθέσθαι τὴν ἐπηγγελμένην ταύτην τῶν ἀγαθῶν κληρονομίαν, ἣν ὑπὲρ αἰῶνας οὖσαν ἤκουσας, περὶ θεὸν λεγόντων εἶναι, καὶ ταύτης κατὰ τὸ παντελῶς ἄρρητον καὶ ἀμέθεκτον ἄνω καὶ ὑψηλότερον τὸ θεῖον;

Πυνθάνου τοῦτο καὶ διδάσκου παρὰ τοῦ Νύσσης ἐνθέου Γρηγορίου· «εἰ γὰρ τὰ κρίματα αὐτοῦ», φησίν, «ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἄνω καὶ ὑψηλότερόν ἐστιν αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων». Τί δὴ καὶ τὰ θεῖα κρίματα, οὐχ οἱ προορισμοὶ τοῦ θεοῦ εἰσιν; Ἔστιν οὖν ἀρχὴν ἔχειν ἢ κτιστοὺς εἶναι τοὺς τοῦ θεοῦ προορισμούς; Ἀλλὰ καὶ τούτους τῶν περὶ θεὸν εἶναί φησι, καὶ τούτων αὖθις ἄνω καὶ ὑψηλότερον τὸ θεῖον. Ὁρᾷς πολλὰ τῶν περὶ τὸν θεὸν ἄκτιστά τε καὶ ἄναρχα, τά γε φυσικῶς περὶ αὐτὸν ὑπάρχοντα, καὶ τούτων ἄνω καὶ ὑψηλότερον τὸ θεῖον; Κατὰ τί δὲ τούτων ὑψηλότερον, εἰ μὴ κατὰ τὴν ὑπερώνυμον καὶ ἀκατονόμαστον καὶ ἀπερινόητον καὶ ἀμέθεκτον καὶ ἀναίτιον φύσιν καὶ οὐσίαν, εἴπερ ταῦτα τὰ περὶ αὐτὴν νοούμενα ἐξ ἀϊδίου φυσικῶς καὶ νοεῖταί πως καὶ ὀνομάζεται καὶ μετέχεται καὶ κληρονομεῖται παρὰ τῶν ἀξίων θεὸν κληρονομεῖν;

Τί δὲ καὶ ἕτερον ἂν εἴη παρὰ τὴν βασιλείαν τοῦ θεοῦ ἡ θεοποιὸς δωρεὰ τοῦ πνεύματος; Τὸ αὐτὸ γάρ ἐστι θεόν τε γενέσθαι τινὰ καὶ βασιλείας θεοῦ ἐπιτυχεῖν. Εἰ τοίνυν ἡ βασιλεία τοῦ θεοῦ ἄναρχος καὶ ἄκτιστος, καὶ τὸ θεοποιὸν δῶρον ἄναρχόν τε καὶ ἄκτιστον· διὸ καὶ «θεαρχίαν» καὶ «θεότητα» ὁ μέγας Διονύσιος ὠνόμασεν αὐτό· ἀλλὰ «καὶ τῆς οὕτω λεγομένης θεότητος ὡς θεαρχίας καὶ ἀγαθαρχίας ὁ θεός ἐστιν ἐπέκεινα», φησίν, «ὡς πάσης ἀρχῆς ὑπεράρχιος».

Ἀρχὴ μὲν γάρ ἐστι καὶ αἴτιος τῶν τεθεωμένων ὁ θεὸς ὡς μετεχόμενος, ὑπεράρχιος δὲ ὡς ὑπὲρ μετοχὴν ὤν. Ὥστε καὶ τῶν ἀκτίστων ἑαυτοῦ ὑπέρκειται ἐνεργειῶν· οὐδέπω γὰρ ἄχρι καὶ τήμερον ἤκουσται κτιστὴ θεότης ἡ καὶ θεαρχία καὶ ἀγαθαρχία, καίτοι ταύτην ὁ αὐτὸς ἀλλαχοῦ καὶ «αὐτοαγαθότητα» προσεῖπεν, ἀλλαχοῦ δ’ αὖθις «ἀρχίφωτον» καὶ «θεαρχικὴν ἀκτῖνα». Πῶς δὲ καὶ θεοποιὸν ἔσται δῶρον καὶ θεοποιήσει τὸ κτιστόν; Θεοπεποιημένον γὰρ ἔδει λέγεσθαι, ἀλλ’ οὐ θεοποιόν. «Ἀλλ’ ἐπειδή», φησίν, «ὑφειμένη λέγεται, εἰ καὶ θεότης —καὶ γὰρ ὑπέρκειται ταύτης ὁ θεός—, κτιστή ἐστιν».

Ἀλλὰ καὶ τῆς καθ’ ὑπερουσιότητα θέσεως ἀπείρως ἐξῃρημένον εἶναι τὸν θεὸν οἱ θεολόγοι λέγουσι. Τί οὖν, διὰ τοῦτο τὴν ὑπερουσιότητα ἐρεῖς κτιστήν, ὡς ἂν μὴ ἐξ ὑπερκειμένου καὶ ὑφειμένου σύνθετος ὁ θεός σοι γένοιτο; Φησὶ δὲ καὶ ὁ μέγας Βασίλειος ὅτι, «ἐν ἡμῖν ἐστι τὸ πνεῦμα ὡς δῶρον θεοῦ· ἀλλὰ δῶρον ζωῆς, δῶρον ἐλευθερίας, δῶρον δυνάμεως· διὸ καὶ ὁμότιμόν ἐστι τῷ δεδωκότι». Τῷ γὰρ κατὰ τὸ αἴτιον ὑπερκειμένῳ τὸ ἡνωμένον ἀχωρίστως ὡς ὁμοφυὲς ἢ ὡς φυσικὴ καὶ οὐσιώδης δύναμις ὁμότιμον εἶναι οὐ κωλύεται.

Καὶ ὁ υἱὸς γὰρ ὁμότιμός ἐστι τῷ πατρὶ μείζονι ὄντι τῷ αἰτίῳ. Ὁ δὲ λέγων τὸ θεοποιὸν τοῦτο δῶρον κτίσμα, πῶς ὁμότιμον συμφώνως τῷ μεγάλῳ Βασιλείῳ τοῦτ’ αὖθις ἐρεῖ τῷ δεδωκότι; Καὶ πάλιν· «τὸ τῆς υἱοθεσίας πνεῦμα, τὸ τῆς ἐλευθερίας αἴτιον, τὸ ὅπου θέλει πνέον θειότητα», οὐκ ἄντικρυς ἐκεῖνο λέγει «τὸ θεοποιὸν δῶρον, ἡ θεότης, ἡ θεαρχία, ἡ ἀγαθαρχία, ἡ ἀρχὴ τῆς θεώσεως»; Ὃ γὰρ ἀρχὴν ἐκεῖνος εἶπεν, αἴτιον οὗτος ἐκάλεσεν. Ἀλλ’ ἄκουε τῶν ἐφεξῆς· «διὰ τοῦτο ναοὶ θεοῦ καὶ υἱοῦ καὶ ἁγίου πνεύματός εἰσι πάντες οἱ ἅγιοι, ἐν οἷς οἰκεῖ ἡ μία θεότης καὶ μία κυριότης».