Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Α' προς Ακίνδυνο: Αντίκρουση των απόψεων του Βαρλαάμ περί των δύο αρχών του Αγίου Πνεύματος

Προοίμιο της επιστολής, έκθεση της λατινικής συλλογιστικής του Βαρλαάμ περί της εκπορεύσεως του Αγίου Πνεύματος και θεολογική αναίρεσή της με βάση την ορθόδοξη διδασκαλία για τη θεία Μοναρχία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 15

Αʹ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΓΡΗΓΟΡΙΟΥ ΟΤΙ ΛΑΤΙΝΟΙ ΛΕΓΟΝΤΕΣ ΚΑΙ ΕΞ ΥΙΟΥ ΤΟ ΠΝΕΥΜΑ ΟΥΚ ΕΧΟΥΣΙ ΔΙΑΦΥΓΕΙΝ ΤΟΥΣ ΕΓΚΑΛΟΥΝΤΑΣ ΑΥΤΟΙΣ ΟΤΙ ΤΟΥ ΕΝΟΣ ΠΝΕΥΜΑΤΟΣ ΔΥΟ ΛΕΓΟΥΣΙΝ ΑΡΧΑΣ ΚΑΙ ΟΤΙ ΤΟΥΣ ΘΕΟΛΟΓΙΚΟΥΣ ΣΥΛΛΟΓΙΣΜΟΥΣ ΑΠΟΔΕΙΚΤΙΚΟΥΣ ΜΑΛΛΟΝ ΔΕΙ ΚΑΛΕΙΝ Ἢ ΔΙΑΛΕΚΤΙΚΟΥΣ. ΕΓΡΑΦΗ ΔΕ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ, ΕΤΙ ΤΟΙΣ ΕΥΣΕΒΕΣΙ ΚΑΙ ΦΙΛΟΙΣ ΕΝΑΡΙΘΜΟΥΜΕΝΟΝ Σὺ μὲν ἡμᾶς ἴσως χρῆν εἶναι λόγον ἀποδοῦναι δοκεῖς, ὅτι μὴ συχνότερον ἐπιστέλλομεν· ἡμεῖς δὲ καὶ τοῦ διὰ πλείστου γράφειν ἀπολογήσασθαι δεῖν οἰόμεθα. Τίς δὲ ἡ ἀπολογία; Τὸ ἀναγκαῖον, ὅθεν ὡς ἐκ τοῦ γεωμετρικοῦ πορίσματος σχοίης ἄν, ὦ φιλότης, καὶ τῆς πρῴην ἀγραφίας τὸ αἴτιον· καὶ νῦν γὰρ ἄκων ἐπὶ τὸ γράφειν ἦλθον ὑπ’ ἀνάγκης ἀπαραιτήτου· ταῦτ’ ἄρα καὶ αὐτὸς τῆς τε μακρηγορίας καὶ τῆς ἀγροικίας τῶν ῥημάτων ἀνάσχου. Τί ποτ’ οὖν ἐστι τὸ βιασάμενον; Ἀκηκόαμεν ἐξενηνέχθαι βιβλίον Κατὰ Λατίνων τῷ καλῷ τά τε ἄλλα καὶ περὶ τοὺς λόγους καὶ τούτων μάλιστα τὸ κορυφαῖον εἶδος Καλαβρῷ Βαρλαὰμ καὶ δι’ ἐφέσεως ἦν ἡμῖν ἐντυχεῖν τῷ βιβλίῳ. Τῆτες τοίνυν κατὰ τὴν ἑόρτιον Πεντηκοστὴν ἥκει τις ἡμῖν τὸ ποθούμενον φέρων. Ἐδεξάμεθα τοίνυν ἄσμενοι, διήλθομέν τε καὶ ἀπεδεξάμεθα τὰς ἀντιρρήσεις ἐς τὰ μάλιστα.

Πάνυ δὲ ἦν μοι βουλομένῳ προσεντυγχάνειν καὶ τῷ τοῦ λόγου πατρί· τούτου δὲ ἐπὶ τοσοῦτον ἀπῳκισμένου σὺν σοί, διὰ σοῦ δεῖν ἔγνων ἔρεσθαί τι τῶν ἀναγκαιοτάτων.

Ἐγκαλεῖ τοῖς προσδιειλεγμένοις τῶν Λατίνων, ὅτι δύο ἀρχὰς ποιοῦσι τῆς τοῦ πνεύματος θεότητος, τὸν πατέρα δηλονότι καὶ τὸν υἱόν, ἐξ ἀμφοτέρων δογματίζοντες αὐτό. Οἱ δ’ ‘οὔ’ φασιν, ‘εἷς γὰρ θεὸς καὶ ὡς ἐξ ἑνὸς ἡ πρόοδος’, κακῷ τὸ κακὸν φεῦ ἰώμενοι, μᾶλλον δὲ καὶ χείρονι, ὡς φανερὸν ἔσται προϊόντος τοῦ λόγου. Ὁ δὲ μεταξὺ λέγων ἐπιφέρει, ἴσως ἄν τις ὑπὲρ ταύτης ἀπολογούμενος τῆς δόξης, τουτέστι τῶν δύο ἀρχὰς δοξαζόντων τοῦ ἁγίου πνεύματος, εἴποι μηδὲν ἄτοπον εἶναι, εἴ τις δύο μὲν ἀρχὰς λέγει, τὸν πατέρα δηλονότι καὶ τὸν υἱόν, μὴ μέντοιγε ἀντιδιῃρημένας μηδὲ ἀντιθέτους ἀλλήλαις, ἀλλὰ τὴν ἑτέραν ὑπὸ τὴν ἑτέραν ἢ ἐκ τῆς ἑτέρας. Προϊὼν δὲ ἐπιβεβαιοῖ μηδαμόθεν ἔχειν τὸ ἄτοπον τὴν δόξαν ταύτην, μάρτυρα παράγων τὸν ἐν θεολογίᾳ πολὺν Γρηγόριον λέγοντα περὶ τοῦ υἱοῦ· «ἡ ἐκ τῆς ἀρχῆς ἀρχή». Καὶ αὐτὸς δ’ οἴκοθεν ἀποδεικνὺς τὸ τῆς δόξης ταύτης ἀσφαλές, προκατασκευάζει λέγων· «σώζεται γὰρ οὕτω γε τὸ τῆς μοναρχίας δόγμα».

Καὶ ἐπ’ ἐκεῖνο δὲ τοῦ λόγου γενόμενος, ἐφ’ ὃ τῶν παραδεδομένων ἡμῖν περὶ θεοῦ τὰ συντείνοντα τῇ διαλέξει καταλέγει, προϋποθέμενος ὡς μίαν φύσιν ἀνομολογοῦμεν ἐπὶ τοῦ θεοῦ, τρεῖς δὲ ὑποστάσεις, καὶ ὡς ἕτερα τὰ φυσικὰ τῶν ὑποστατικῶν, ἐπιφέρει λέγων καθ’ ὑπόθεσιν καὶ τοῦτο ἀνωμολογημένην ὡς οὐ δύο ἀρχαὶ οὕτως ὡς μὴ ἔχειν τὴν ὕπαρξιν τὴν ἑτέραν ἐκ τῆς ἑτέρας, ὡς ἀσεβὲς ὂν οὕτω δύο λέγειν ἀρχὰς ἐπὶ θεοῦ. Καὶ γὰρ καὶ αὐτὸς αὖθις προστίθησιν· ‘ἴσως οὕτω γε οὐδὲν κωλύει’ ὥς φησιν ὁ Θεολόγος, ‘ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ’ καὶ δείκνυσιν οἰόμενος ἐκ τῶν τοιούτων λόγων καὶ δι’ ἄλλων μεταξὺ διαλεγόμενος μὴ δυσσεβὲς εἶναι λέγειν ἀρχὴν καὶ τὸν υἱὸν τοῦ ἁγίου πνεύματος, ὡς καὶ αὐτὸν ἐξ ἀρχῆς ὄντα, εἰ καὶ ἀρχή ἐστι. Καὶ μὴν οὐδὲ ἐπὶ τῆς δημιουργικῆς ἀρχῆς, καθ’ ἣν καὶ ὁ υἱὸς φανερῶς ἀρχὴ παρὰ τῆς γραφῆς καλεῖται, δύο λέγειν εὐσεβὲς ἀρχάς· ἀλλ’ οὐ ταύτην ἐνταυθοῖ προϋποτίθεται, μηδὲν συντελοῦσαν πρὸς τὴν προκειμένην σκέψιν. Καὶ τοῦτο σαφῶς μέν, ὡς ἐγᾦμαι, κἀνταῦθα δείκνυσι, σαφέστερον δὲ ἐν τοῖς μικρὸν ἀνωτέρω γεγραμμένοις, ἐν οἷς οὐκ ἐκ τῆς ἀρχῆς αὐτὸν μόνον λέγει, ἀλλὰ καὶ ὑπὸ τὴν ἀρχήν, τὴν ἑτέραν ὑπὸ τὴν ἑτέραν λέγων, ὅπερ οὐκ ἂν εἴη ἐπὶ τῆς δημιουργικῆς ἀρχῆς· ἡ αὐτὴ γάρ ἐστιν ἐκείνη.

Ἄλλως τε, τὸ δημιουργικὸν ταύτης σημαινούσης, οὐ δύο μόνον ἂν εἴποι τις, εἰ καὶ μὴ καλῶς, ἀλλὰ καὶ πλείους· τρισυπόστατος γὰρ αὕτη ἡ ἀρχή, φύσει δὲ οὖσα καὶ κοινή ἐστι· κοινὴν δὲ οὖσαν, πῶς οὐκ ἂν ἔχοι καὶ τὸ πνεῦμα ταύτην τὴν ἀρχήν; Καὶ ὁ τῷ Ἰὼβ δὲ προσδιαλεγόμενος ὑπὲρ τῆς τοῦ θεοῦ δικαιοσύνης Ἐλιούς, «πνεῦμα», λέγων, «κυρίου τὸ ποιῆσάν με», οὐ ποιητικὴν ἀρχὴν τὸ πνεῦμα λέγει; Καὶ ὁ θεῖος ᾠδικὸς Δαυίδ, «λόγῳ μὲν κυρίου τοὺς οὐρανοὺς στερεωθῆναι» ψάλλων, «πνεύματι δὲ τὰς τῶν οὐρανῶν δυνάμεις», οὐχ ὥσπερ τῷ υἱῷ, οὕτω καὶ τῷ πνεύματι τὴν δημιουργικὴν ἀρχὴν προσμαρτυρεῖ; Εἰ οὖν διὰ τὸ γεγράφθαι ‘ἡ ἐκ τῆς ἀρχῆς ἀρχή’, δύο εἰπεῖν ἀρχὰς οὐδὲν κωλύει, καὶ διὰ τὸ γεγράφθαι καὶ τὸ πνεῦμα ποιητήν, δύο ποιητὰς εἰπεῖν οὐδὲν κωλύει· ἢ διὰ τὸ ‘λόγῳ θεοῦ καὶ πνεύματι τὴν κτίσιν στερεοῦσθαι’, ταὐτὸν δ’ εἰπεῖν συνίστασθαι, τρεῖς ἀρχὰς εἰπεῖν οὐδὲν κωλύει. Ἀλλ’ οὐδαμοῦ τῶν θεολόγων εἶπέ τις οὔτε δύο οὔτε τρεῖς· ὥσπερ γὰρ θεὸν ἑκάστην τῶν προσκυνητῶν ἐκείνων ὑποστάσεών φαμεν καὶ θεὸν ἑκατέραν ἐκ θεοῦ, ἀλλ’ οὐ παρὰ τοῦτο τρεῖς ἢ δύο ποτὲ θεούς, οὕτω καὶ ἀρχὴν ἐξ ἀρχῆς φαμεν, ἀλλ’ οὐ δύο ποτὲ ἀρχάς· δευτέραν γὰρ ἀρχὴν οὐδέπω καὶ τήμερον ὑπὸ τῶν εὐσεβῶν ἀκηκόαμεν, ὥσπερ οὐδὲ θεὸν δεύτερον.

Ἀλλ’ εἷς ἡμῖν θεὸς καὶ μοναρχία τὸ προσκυνούμενον, οὐκ ἐκ δύο θεῶν, οὐδ’ ἐκ δύο ἀρχῶν συνιόντα καὶ ἕν, ἐπεὶ μηδὲ κατὰ ταῦτα μεριστὸν ἡμῖν τὸ σεβόμενον· καὶ μὴν οὐδὲ κατὰ τὸ αὐτὸ μερίζεταί τε καὶ συνάγεται· διαιρεῖται μὲν γὰρ ταῖς ὑποστατικαῖς ἰδιότησι, τοῖς δὲ κατὰ τὴν φύσιν ἑνοῦται.

Εἰ γοῦν δύο ἀρχὰς εἰπεῖν οὐδὲν κωλύει, λοιπὸν αὗταί εἰσι καθ’ ἃς μερίζεται· ἑνωθῆναι τοίνυν αὖθις κατ’ αὐτὰς ἀδύνατον· οὐκ ἄρ’ αἱ δύο μία. Ὁ τοίνυν λέγων δύο ἀρχὰς ἐπὶ θεοῦ, ὅτι ὁ υἱὸς ἐκ τῆς ἀρχῆς ἀρχή ἐστιν, εἰ μὲν κατὰ τὸ δημιουργικόν φησι, πρὸς τῷ καὶ ἄλλως μὴ συμβαίνειν τῇ καθ’ ἡμᾶς ὁμολογίᾳ, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκβάλλει τῆς δημιουργικῆς δυνάμεως, ταὐτὸ δὲ εἰπεῖν καὶ τῆς θεότητος· τὸ γὰρ μὴ δημιουργικόν, οὐδὲ θεός· εἰ δὲ κατὰ τὸ θεογόνον, ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ σαφῶς τὸ πνεῦμα παραδίδωσιν. Οὐ μὴν ἀλλὰ τοῦτο μὲν αὐτὸς ἐν τοῖς Λόγοις εἰρηκώς, σιωπῆσαι τελέως οὐ διέγνων. Σὺ δὲ ἐρωτήσας μετὰ τῆς γιγνομένης ἐπιεικείας τε ὁμοῦ καὶ παρρησίας, μᾶλλον δὲ φιλομαθείας, μάθε καὶ δίδαξον ἡμᾶς διὰ γραμμάτων τήν τε δόξαν τοῦ ἀνδρὸς καὶ τὸν σκοπὸν τῶν γεγραμμένων οὕτω. Τὸν μὲν οὖν εἰσόμεθα καὶ μεθ’ ἡδονῆς δήπου· τί γάρ ποτ’ ἂν ἄλλο προσδόκιμον ἡμῖν εἴη παρ’ ἀνδρὸς ἀκριβοῦς εὐσεβείας πόθῳ τὴν ἐνεγκοῦσαν ἀπολιπόντος; Ἴσθι δ’ ἀκριβῶς καὶ ἀμετάπειστος ἴσθι περὶ τοῦτο, ὅτι τοῦτό ἐστι τὸ τῶν Λατίνων φρόνημα καὶ ἐν τούτῳ αὐτοῖς σχεδὸν τὸ ἰσχυρὸν καὶ πρὸς τοῦτο ἀντιπαρατάττεσθαι δεῖ τὸν ἀντιτεταγμένον, εἰ μὴ βούλοιτο κενοῦν μὲν ἐν τοῖς ἀκαίροις τὴν ἰσχύν, ἥττων δ’ ἐν τοῖς καιρίοις εὑρίσκεσθαι.

Ὅταν γὰρ μὴ ἐκ τῶν ἡμῖν ἀνωμολογημένων ποιῶνται τοὺς συλλογισμούς, μηδὲ ὡς ἀρχαῖς χρῶνται τοῖς θεοπαραδότοις ῥήμασί τε καὶ νοήμασι, μικρὸν ἢ οὐδὲν ἡμᾶς ἀπολογεῖσθαι χρή, ὡς ἐθελοκακοῦσι καὶ πρὸς ἔριν, ἀλλ’ οὐ πρὸς ἀλήθειαν ποιουμένοις τὴν διάλεξιν, καὶ μάλισθ’ ὅτι μηδὲν οἱ τοιοῦτοι λόγοι πρὸς ἡμᾶς.

Εἰ γὰρ τὸν μουσικὸν ἢ τὸν γεωμέτρην ᾗ τοιοῦτον ἑκάτερον αὐτῶν οὐ προσδιαλεκτέον ἀγεωμετρήτῳ παντάπασιν ἢ ἀναρμόστῳ, μὴ ἐξημμένῳ δηλαδὴ τῶν τῆς γεωμετρίας ἢ τῆς μουσικῆς ἀρχῶν, κἂν περὶ αὐτῶν τῶν ἀρχῶν τὴν ζήτησιν ποιῆσθον, τοὺς μαθηματικοὺς ἐκείνους μηδὲ ἀποκρίνασθαι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ ἀποκριτέον, οὐδὲ διαλεκτέον τῷ περὶ θεοῦ ἰδιοτήτων συλλογιζομένῳ μὴ ἀπὸ τῶν θεολογικῶν ἀρχῶν· ἐκ ψευδῶν γὰρ αὐτῷ συντίθεται ὁ λόγος, ἐξ ὧν οὐ πάντως ἀληθὲς συνάγεται, μᾶλλον δὲ οὐδόλως. Δι’ αὐτὸ γὰρ αὐτοῖς καὶ προάγεται τὸ ψεῦδος, ὥστε τὸ ἐναντίον τῇ θεολογίᾳ κατὰ τῆς ἑαυτῶν φέρειν κεφαλῆς ἀνάγκη, ὅ ἐστιν ἡ βλασφημία· ὡς οὖν τὴν κατὰ διάθεσιν ἄγνοιαν νοσοῦντας παραιτεῖσθαι δεῖ. Ἀλλὰ γὰρ ὅπως σαθρὸν λίαν ἐξελέγχεται τὸ δοκοῦν τοῦτο τοῖς λατινικῶς φρονοῦσιν ἰσχυρόν, ἤδη μὲν καὶ ἐν τοῖς πρῴην Περὶ τοῦ ἁγίου πνεύματος σὺν αὐτῷ πεποιημένοις ἡμῖν λόγοις πολλαχοῦ καὶ διὰ πλειόνων ἀπεδείξαμεν καὶ νῦν δὲ οὐκ ὀκνήσομεν διὰ τοὺς ἐντυγχάνειν μέλλοντας τουτωὶ τῷ γράμματι. Οὐδὲ γὰρ ἀνεχόμεθα κακοδόξων ἐπιχείρημα παρ’ ἡμῶν ἐγγεγραμμένον ἀνεξέλεγκτον προκεῖσθαι τοῖς πολλοῖς, μᾶλλον δὲ ἀναλαβόντες καὶ ἑτέραν δόντες ἀρχὴν τῷ λόγῳ, τὰ τῆς μοναρχικωτάτης ἀρχῆς εἰς δύναμιν διατρανώσωμεν καὶ ἐπελέγξωμεν τοὺς τοῦ ἑνὸς πνεύματος δύο δογματίζοντας ἀρχάς, ὅτι τε τοῦτο δογματίζουσι καὶ ὅτι οὐ καλῶς.

Ἡ δημιουργικὴ ἀρχὴ μία ἐστίν, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν ἐκ τοῦ θεοῦ τὰ ἐκ τοῦ μὴ ὄντος προηγμένα λέγωμεν, τήν τε ἀγαθότητα, δι’ ἣν τὸ εἶναι ἔσχον, καὶ τὴν ἐγγεγενημένην χάριν, ὅθεν ἕκαστον τοῦ εὖ εἶναι καταλλήλως μετεσχήκασι, καὶ τὴν ἐπιγεγενημένην ὕστερον, δι’ ἣν πρὸς τὸ εὖ εἶναι τὰ διαπεπτωκότα ἐπανῆλθον, ὅταν ταῦτά τε καὶ περὶ τοιούτων ποιώμεθα τοὺς λόγους, ἀρχὴν καὶ πηγὴν καὶ αἴτιον καὶ τὸν υἱὸν ἐν ἁγίῳ πνεύματί φαμεν, οὐχ ἑτέραν, ἄπαγε, ἀλλὰ τὴν αὐτήν, ὡς τοῦ πατρὸς δι’ αὐτοῦ ἐν ἁγίῳ πνεύματι καὶ προάγοντος καὶ ἐπανάγοντος καὶ συνέχοντος καλῶς τὰ πάντα. Ὁ δὲ πατὴρ πρὸς τῷ πηγὴ τῶν πάντων εἶναι διὰ τοῦ υἱοῦ ἐν ἁγίῳ πνεύματι, καὶ πηγὴ καὶ ἀρχή ἐστι θεότητος, ‘θεογόνος’ ὢν μονώτατος. Καὶ τοῦτ’ ἐσμὲν εἰδότες κρεῖτον ἢ κατὰ ἀπόδειξιν διὰ τῶν θεοπνεύστων λογίων τρανῶς ἐκπεφασμένον.

Ὅταν οὖν ἀκούσῃς ὅτι ὁ υἱὸς «ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ» καὶ «ὁ καλῶν αὐτὸν ἀπὸ γενεῶν ἀρχὴν» καὶ «μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου», τῶν δημιουργημάτων νόει, καθάπερ καὶ Ἰωάννης ἀριδήλως ἐν τῇ Ἀποκαλύψει περὶ αὐτοῦ βοᾷ, «ἡ ἀρχὴ τῶν κτισμάτων τοῦ θεοῦ», οὐχ ὡς καταρχή, ἄπαγε, θεὸς γάρ, ἀλλ’ ὡς δημιουργὸς αὐτῶν· κοινωνὸς γάρ ἐστι τῆς ἐξ ἧς ταῦτα πατρικῆς ἀρχῆς, καθ’ ἣν καὶ τῶν πάντων δεσποτείας αὕτη ἐστὶν ἐπώνυμον. Τοῦ δὲ πνεύματος τὸν υἱὸν ἀρχὴν ἐπὶ τῆς σημασίας ταύτης πῶς ἂν φαίη τις, εἰ μὴ καὶ τὸ πνεῦμα δοῦλον ἢ κτιστόν; Ἀλλ’ ἐπεὶ θεὸς τὸ πνεῦμα, οὐκ ἀρχὴ αὐτοῦ κατὰ τοῦτο ὁ υἱός, εἰ μὴ ἄρα ὡς θεότητος ἀρχή. Εἰ δὲ τῆς τοῦ ἁγίου πνεύματος θεότητος ὁ υἱός ἐστιν ἀρχή, κοινωνεῖν δὲ κατ’ αὐτὴν τῷ πατρὶ ἀμήχανον, «μόνος» γὰρ τεθεολόγηται «πηγαία θεότης πατήρ», ἑτέρας ἄρα διαφόρου τινὸς θεότητος ὁ υἱός ἐστιν ἀρχὴ καὶ διέσπασε τὸ πνεῦμα τῆς πηγαζούσης ἐκ τοῦ πατρὸς θεότητος· ἢ διὰ δύο διαφόρους θεότητας δώσωμεν τούτῳ τῷ ἑνί, καὶ τοῖς τρισὶ μίαν ἀνομολογοῦντες θεότητα;

Πῶς δὲ καὶ αἱ δύο κατὰ Λατίνους τοῦ ἑνὸς πνεύματος ἀρχαὶ μία ἐστὶν ἀρχή; Οὐ γὰρ ἀξιώσουσιν ἡμᾶς πίστει δέχεσθαι τούτων τὰ προβλήματα, ἀλλὰ μηδὲ σοφιστικῶς ἀποκρινέσθωσαν, ἄλλην ἀντ’ ἄλλης ποιούμενοι τὴν ἀπόκρισιν. Ἡμῶν γὰρ ἐρωτώντων πῶς δύο κατ’ αὐτοὺς τοῦ ἑνὸς πνεύματος ἀρχαί, μίαν ἐκεῖνοι διισχυρίζονται τῶν δύο εἶναι τὴν ἀρχήν. Ἡμεῖς δὲ οὐ περὶ τῶν δύο προσώπων ἐρωτῶμεν, ἀλλὰ περὶ τοῦ ἑνός, καὶ περὶ τούτου μᾶλλον πρὸς αὐτοὺς ποιούμεθα τὸν λόγον· ὡς ἐπεὶ τῶν δύο μία ἡ ἀρχὴ καλῶς, πῶς τοῦ ἑνὸς δύο ἔσονται ἀρχαὶ καὶ πῶς αἱ δύο μία κατ’ αὐτούς; Φασὶν οὖν· «διότ’ ἡ μία ἐστὶν ἐκ τῆς ἑτέρας». Τί οὖν ὁ Σήθ; Ἐκ μιᾶς ἆρα γεγέννηται ἀρχῆς ὅτι ἡ Εὔα ἦν ἐκ τοῦ Ἀδάμ, καὶ οὐ δύο εἰσὶ τούτου τοῦ ἑνὸς ἀρχαί, ὅτι ἡ μία ἐστὶν ἐκ τῆς ἑτέρας; Τί δὲ ἡ Εὔα; Οὐ δευτέρα ἀρχὴ τῶν ἐξ αὐτῆς, ὅτι καὶ αὐτὴ τὴν ἀρχὴν ἔσχεν ἐξ Ἀδάμ;

Καίτοι ἀμφοῖν τὸ γόνιμον αὐτοῖς, ἀλλὰ καὶ διάφορον καὶ ἐν διαφόροις ὑποστάσεσι· διόπερ οὐδὲ μία ἐστὶν αὗται αἱ ἀρχαί, καίτοι ἡ μία ἐστὶν ἐκ τῆς ἑτέρας. Εἰ γοῦν ἐνταῦθα, οὗ, εἰ καὶ μὴ ἕν, ὅμως ἐστὶ τὸ γόνιμον ἀμφοῖν, οὐκ ἔνι τοῦ ἑνὸς μίαν εἶναι τὴν ἀρχήν, πῶς ἐπὶ τῆς ἀνωτάτω τριάδος αἱ δύο τοῦ ἑνὸς ἁγίου πνεύματος μία εἰσὶν ἀρχαί, ἐν ᾗ μηδαμῶς ἐστι κατὰ τὸ θεογόνον κοινωνία; Μόνος γὰρ τεθεολόγηται ‘θεότης θεογόνος’ ὁ πατήρ.

Πάλιν ἡ Εὔα, ἐκ μόνου οὖσα τοῦ Ἀδάμ, ἐκ μιᾶς ἐστιν ἀρχῆς, ὁ δὲ Ἀδὰμ ἐκ γῆς ἐστιν, ἀλλ’ οὐ παρὰ τοῦτο ἡ Εὔα ἐκ τῆς γῆς καὶ τοῦ Ἀδάμ· ὁ γὰρ Ἀδὰμ μόνος ἐκ τῆς γῆς. Ἢ τοίνυν καὶ αὐτοὶ ἐκ τοῦ υἱοῦ μόνου λεγέτωσαν τὸ πνεῦμα, καὶ οὕτως αὐτὸ ἐκ μιᾶς ἀρχῆς λεγέτωσαν, ἀλλ’ οὐκ ἐκ τῆς αὐτῆς, ἀφ’ ἧς καὶ ὁ υἱός, κἀντεῦθεν πάλιν δύο εἰσὶν ἐπὶ τῆς θεότητος ἀρχαὶ καὶ οὐκ ἔτ’ ἐστὶ μείζων ὁ πατὴρ τῷ αἰτίῳ τοῦ υἱοῦ, ἐπίσης γὰρ καὶ αὐτὸς αἴτιος θεότητος, ἢ ἐκ μόνου τοῦ πατρὸς αὐτὸ λέγοντες, μίαν καὶ τῷ πνεύματι ὡς καὶ τῷ υἱῷ εὐσεβῶς διδότωσαν ἀρχήν. Μέχρι γὰρ ἂν ἐκ τοῦ υἱοῦ ἢ ἐξ ἀμφοτέρων λέγωσιν, ἀλλ’ οὐκ ἐκ μόνου τοῦ πατρός, οὐκ ἔστι μίαν εἶναι τῆς θεότητος τοῦ ἑνὸς πνεύματος ἀρχήν. Συνάπτων γάρ τις ἐπὶ τῶν τοιούτων, εἰ καὶ μίαν φαίη τὴν ἀρχήν, ἀλλ’ ὁμωνύμως, ὥστ’ οὐ μία· εἰ δὲ διαιρῶν κατὰ μίαν ὁρᾷ τὰς θείας ὑποστάσεις, τῆς μιᾶς ἐξ ἀνάγκης δύο φανερῶς γίνονται ἀρχαί.

Ἐμοὶ δ’ ἔπεισι θαυμάζειν καὶ τὸ ὑπερβάλλον τῆς ἀνοίας τῶν τὰς δύο ταύτας, ὥς φασιν, ἀρχὰς μίαν λεγόντων τε καὶ οἰομένων. Εἰ μὲν γὰρ κοινωνεῖ τῷ πατρὶ κατὰ τὸ θεογόνον ὁ υἱός, προβαλλόμενος τὸ πνεῦμα, καὶ ἓν αὐτοῖς τὸ θεογόνον καὶ ἡ ἐκ τούτων αὕτη πρόοδος, τῆς φύσεως ἄρα τοῦτο καὶ οὐ δύο εἰσὶν ἀρχαί, οὐδ’ αἱ δύο μία, ἀλλ’ ἁπλῶς μία, καὶ ἀπεξένωται τῆς θείας φύσεως αὐτὸ τὸ πνεῦμα, μὴ καὶ αὐτὸ κατὰ τὸ θεογόνον κοινωνοῦν. Εἰ δὲ μὴ κοινωνεῖ ὁ υἱὸς κατὰ τοῦτο τῷ πατρί, μηδὲ ἓν αὐτοῖς τοῦτο τὸ προβάλλειν, καθ’ ὑπόστασιν τῷ υἱῷ ἡ πρόοδος τοῦ πνεύματος. Διάφορος ἄρα αὕτη τῆς ἐκ τοῦ πατρὸς τοῦ πνεύματος προόδου· τὰ γὰρ ὑποστατικὰ διάφορα. Πῶς οὖν μία αἱ διάφοροι ἀρχαί; Καὶ μὴν τοῦ μεγάλου Βασιλείου ἐν τοῖς Πρὸς Εὐνομιανοὺς ἀντιρρητικοῖς αὐτοῦ κεφαλαίοις γράφοντος, «πάντα τὰ κοινὰ πατρί τε καὶ υἱῷ κοινὰ εἶναι καὶ τῷ πνεύματι», εἰ μὲν κοινόν ἐστι πατρί τε καὶ υἱῷ τὸ ἐκπορεύειν, κοινὸν ἔσται τοῦτο καὶ τῷ πνεύματι καὶ τετρὰς ἔσται ἡ τριάς· καὶ τὸ πνεῦμα γὰρ ἐκπορεύσει πνεῦμα ἕτερον.

Εἰ δὲ μὴ κοινόν ἐστι κατὰ Λατίνους τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ ἐκπορεύειν, ὡς τοῦ μὲν πατρὸς ἐμμέσως κατ’ αὐτούς, τοῦ δὲ υἱοῦ ἀμέσως ἐκπορεύοντος τὸ πνεῦμα, οὕτω γὰρ καὶ ὑποστατικῶς ἔχειν τὸν υἱὸν τὸ προβλητικόν φασιν, οὐκοῦν κατ’ αὐτοὺς καὶ τὸ δημιουργεῖν καὶ ἁγιάζειν καὶ ἁπλῶς ἅπαντα τὰ φυσικὰ οὐ κοινὰ πατρός τε καὶ υἱοῦ; Ἐπειδὴ ὁ μὲν πατὴρ διὰ τοῦ υἱοῦ κτίζει τε καὶ ἁγιάζει καὶ διὰ μέσου τοῦ υἱοῦ δημιουργεῖ καὶ ἁγιάζει, ὁ δὲ υἱὸς οὐ δι’ υἱοῦ, τοιγαροῦν κατ’ αὐτοὺς ὑποστατικῶς ἔχει τὸ δημιουργεῖν καὶ ἁγιάζειν ὁ υἱός, ἀμέσως γὰρ καὶ οὐχ ὡς ὁ πατὴρ ἐμμέσως, καὶ οὕτω κατ’ αὐτοὺς τὰ φυσικὰ τῶν ὑποστατικῶν διενήνοχεν οὐδέν. Εἰ δ’ ἄρα φαῖεν διὰ τοῦ πνεύματος τὸν υἱὸν δημιουργεῖν καὶ ἁγιάζειν, ἀλλὰ πρῶτον μὲν οὐ σύνηθες τοῖς θεολόγοις ‘διὰ’ τοῦ πνεύματος τὸν υἱὸν ἢ τὸν πατέρα δημιουργὸν εἶναι λέγειν τῶν κτισμάτων, ἀλλ’ ‘ἐν’ πνεύματι ἁγίῳ, ἔπειτα πρὸς τῷ μηδ’ οὕτω τὸ ἀνωτέρω δεδειγμένον ἄτοπον αὐτοὺς ἐκφεύγειν, οὐ γὰρ δι’ υἱοῦ πάλιν ὁ υἱὸς ἀναφαίνεται δημιουργὸς καθάπερ ὁ πατήρ, συμβήσεται τούτοις μὴ κοινὸν εἶναι λέγειν καὶ τῷ πνεύματι τὸ δημιουργεῖν καὶ ἁγιάζειν, ὡς μὴ δι’ ἑτέρου, μηδὲ ὡς ὁ πατὴρ ἢ καὶ ὁ υἱὸς αὐτοῦ ταῦτα ἐνεργοῦντος.

Κατ’ αὐτοὺς οὖν ὑποστατικῶς ἔχει τὸ πνεῦμα τὸ δημιουργεῖν καὶ ἁγιάζειν, ὡς οὐκ ἐμμέσως καθάπερ ὁ πατὴρ κτίζον τε καὶ ἁγιάζον. Ἐντεῦθεν δὴ πάλιν κατ’ αὐτοὺς ταὐτά τε καὶ ἀδιάφορα δείκνυται τοῖς ὑποστατικοῖς τὰ φυσικά· εἰ δὲ τοῦτο, καὶ ἡ φύσις ταῖς ὑποστάσεσι ταὐτόν τε καὶ ἀδιάφορον. Ἆρ’ οὐ σαφῶς τῆς ἀνωτάτω τριάδος ἐκπεπτώκασι καὶ τῆς ἑνότητος τῆς πίστεως καὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος οἱ ταῦθ’ οὕτω λέγοντές τε καὶ φρονοῦντες;