Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Γ' προς Ακίνδυνο: Προοίμιο και ανασκευή της κατηγορίας περί διθεΐας

Έναρξη της τρίτης επιστολής, απόρριψη των συκοφαντιών περί δημιουργίας δύο θεοτήτων και τεκμηρίωση ότι το θαβώρειο φως και η θεία πρόνοια είναι άκτιστες ενέργειες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 13 από 15

Γʹ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ ΕΣΤΑΛΗ Δʹ ΑΠΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΠΡΟ ΤΗΣ ΤΟΥ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΥΤΟΥ ΣΥΝΟΔΙΚΗΣ ΚΑΤΑΔΙΚΗΣ Τὸ διθεΐτας ἡμᾶς τὸν κακόφρονα Βαρλαὰμ λέγειν σύντομός ἐστιν ἀπόδειξις τῆς ἡμῶν εὐσεβείας καὶ τῆς ἐκείνου κακοδοξίας, ἐπεὶ καὶ ὁ μέγας Βασίλειος τριθεΐτης ἤκουσε παρὰ τῶν βλασφημούντων εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἆρ’ οὖν οὐ μέγα τοῦτο δεῖγμα τῆς ἀσφαλοῦς τοῦ μεγάλου θεολογίας ὅτι τρία ταῖς ὑποστάσεσιν ἔλεγε τὸν ἕνα θεόν; Τί δ’ ἂν εἴη μεῖζον τῆς κακοδοξίας τεκμήριον τῶν διὰ τοῦτο ἐκεῖνον τριθεΐτην λεγόντων;

Ἐπὶ δὲ τὸν τῆς θεολογίας ἐπώνυμον Γρηγόριον οἱ τῆς Ἀπολιναρίου συμμορίας καὶ λίθους ἔβαλον καὶ πρὸς τὸ δικαστήριον εἷλκον διθεΐτην ἀποκαλοῦντες αὐτόν, ὡς τέλειον κατ’ ἄμφω φρονοῦντα τὸν θεάνθρωπον λόγον. Μαξίμου δὲ τοῦ τὰ θεῖα σοφοῦ καὶ τὴν χεῖρα καὶ τὴν γλῶτταν οἱ κατὰ Σέργιον καὶ Πύρρον ἀφειδῶς ἀπέτεμον, διθεΐας ἔγκλημα τούτῳ καὶ πολυθεΐας προσάπτοντες ὡς διττὰς ἐπὶ Χριστοῦ κηρύττοντι θελήσεις καὶ ἐνεργείας, κτιστὰς δηλαδὴ καὶ ἀκτίστους, καταλλήλως ταῖς φύσεσιν, ἀκτίστου κατ’ αὐτὸν οὔσης οὐ τῆς θείας φύσεως μόνης, ἀλλὰ καὶ τῆς θείας θελήσεως καὶ πασῶν τῶν τῆς θείας φύσεως φυσικῶν ἐνεργειῶν, αἳ φύσεις οὐκ εἰσίν, ἀλλὰ κινήσεις θεοπρεπεῖς, ὡς πολλαχοῦ τῶν λόγων αὐτὸς παρίστησι. Τοῦτό ἐστι καθ’ ὃ καὶ ἡμεῖς διαβαλλόμεθα νῦν.

Ἀλλ’, ὅπερ ἔφην, μέγα μὲν τὸ κατηγόρημα τοῦτο γνώρισμα τῆς ἀσφαλοῦς τῶν ἁγίων θεολογίας, οὐδὲν δ’ ἧττον τῆς κακοδοξίας ἐναργὴς παράστασις τῶν διὰ ταῦτα ἐκείνους πολυθέους λεγόντων. Οὕτω τοίνυν καὶ πρὸς τοὺς ἀρτίως κατατεμόντας ἀθέσμως εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τὴν μὲν θείαν μόνην οὐσίαν ἄκτιστον εἶναι λέγοντας θεότητα καὶ πᾶν ἄκτιστον τῆς θείας οὐσίας παντάπασιν ἀδιάφορον, κτιστὴν δὲ πᾶσαν δύναμιν καὶ ἐνέργειαν ἣ ταύτης ὁπωσδήποτε διενήνοχεν, ἄκτιστον ἡμῶν καὶ κατ’ αὐτὰς εἰρηκότων καὶ πολλὰ ταῖς ἐνεργείαις ὡς παντοδύναμον τὸν ἕνα κατ’ οὐσίαν θεόν. ‘Πληθύνεσθαι’ γὰρ ὁ θεὸς λέγεται κατὰ τὸν θεῖον Μάξιμον, τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος καὶ κατ’ οὐσίαν μὲν ἄγνωστον παντάπασι, κατ’ ἐκείνας δὲ γνωστόν, αἵ εἰσιν ἡ ἀγαθότης, ἡ σοφία, ἡ δύναμις, ἡ θειότης ἤτοι μεγαλειότης καὶ ἁπλῶς πάντα τὰ περὶ τὴν οὐσίαν, ὡς καὶ ὁ Χρυσόστομος ἐπὶ λέξεώς φησι πατήρ.

Οὕτω τοίνυν ταῦτα πρὸς τοὺς τοιούτους ἡμῶν λεγόντων, ὁ διθεΐαν κατηγορῶν δῆλός ἐστιν αὐτὸς οὐ τὸν πάντων ποιητὴν προσκυνῶν, ἀλλὰ θεόν τινα ἀνενέργητον· οὐ γὰρ ἔτι δύναιτ’ ἂν αὐτὸν εἰπεῖν δημιουργὸν ἢ θεουργὸν ἢ ὅλως ἐνεργόν, σαφῶς ἀποφηναμένου τοῦ σεπτοῦ Μαξίμου ὡς οὐκ ἔστιν ἐνεργεῖν χωρὶς ἐνεργείας καταλλήλου δήπουθεν, ὥσπερ οὐδὲ ὑπάρχειν χωρὶς ὑπάρξεως. Ἀλλ’ οὐδὲ ἄκτιστον ἐρεῖ τοῦτον ὅν φησιν ὁ Βαρλαὰμ θεόν· ἐκ γὰρ τῆς ἀκτίστου ἐνεργείας, κατὰ τὸν αὐτὸν πάλιν θεολόγον, ἡ ἄκτιστος φύσις χαρακτηρίζεται· τὸ δὲ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διενήνοχεν. Εἰ τοίνυν μὴ ἔχει διαφέρουσαν ἑαυτῆς ἡ θεία φύσις ἐνέργειαν, ἄκτιστον καὶ ταύτην οὖσαν καὶ γνωστὴν ἡμῖν ἐκ τῶν ἐνεργημάτων, ἐκείνη πάσης καταλήψεως ὑπερανιδρυμένη, πῶς εἴσεταί τις τῶν ἁπάντων ὡς ἔστι τις φύσις ἄκτιστος, ἀπερινόητος οὖσα καθ’ ἑαυτήν, ἐκ δὲ τῶν περὶ αὐτὴν γινωσκομένη, ὧν ἐστι κατὰ τὸν μέγαν Ἀθανάσιον καὶ ἡ ταύτης δύναμις καὶ ἡ ἐνέργεια; Τί δ’ ὅμως ταῦτα μηκύνω λέγων, καὶ ταῦτα τῶν ἁγίων διδασκόντων ἐπὶ λέξεως ὅτι φύσις θεοῦ καὶ ἐνέργεια οὐ ταὐτόν; Τῆς μὲν γὰρ φύσεώς ἐστι τὸ γεννᾶν, τῆς δὲ ἐνεργείας τὸ ποιεῖν· καὶ ἄλλο ἡ οὐσία τοῦ θεοῦ καὶ ἕτερον ἡ οὐσιώδης τοῦ θεοῦ ἐνέργεια· καὶ ἄλλο μὲν ἡ οὐσία τοῦ θεοῦ, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία. Τί τοίνυν ταῦτα μηκύνω λέγων;

Ὁ γὰρ Βαρλαάμ, δι’ ὧν φησιν, ἀνύπαρκτον ἡμῖν εἰσάγει θεόν. Τὸ γὰρ μηδεμίαν ἔχον δύναμιν ἢ ἐνέργειαν φυσικὴν οὔτε ἔστιν οὔτε τί ἐστιν οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδὲ ἀφαίρεσις κατὰ τοὺς θεολόγους.

Εἶπεν οὖν ὁ ἄφρων οὗτος τῆς ἡμῶν εὐσεβείας κατήγορος ὅτι οὐκ ἔστι θεὸς ἐν τῇ καρδίᾳ αὐτοῦ, εἰ καὶ τοῖς χείλεσιν εἶναι δῆθεν θεὸν ἰσχυρίζεται. «Ἀλλ’ ἔχει» φησὶν «ἐνεργείας ὁ θεός, κτιστὰς δέ· πᾶσα γὰρ ἐνέργεια θεοῦ χωρὶς τῆς τὰ πάντα ἐνεργούσης οὐσίας κτιστή, καὶ ἓν ἄναρχον καὶ ἀτελεύτητον ἡ θεία φύσις, καὶ αὕτη ἐστὶ τὸ μόνον ἄκτιστον φῶς καὶ ἡ ἄκτιστος δόξα τοῦ θεοῦ». Τῆς δυσσεβείας, οἰκειότερον δ’ εἰπεῖν τῆς ἀθεΐας καὶ τελεωτάτης ἀσεβείας. Ἢ γὰρ οὐκ ἔχει φυσικὰς καὶ οὐσιώδεις ἐνεργείας ὁ θεός, καὶ ἄθεός ἐστιν ὁ τοῦτο λέγων—τοῦτο γὰρ πάλιν ἄντικρύς φησιν ὅτι οὐκ ἔστι θεός· οἱ γὰρ ἅγιοι φανερῶς λέγουσιν ὅτι φυσικῆς καὶ οὐσιώδους ἐνεργείας μὴ οὔσης οὔτε θεὸς ἔσται οὔτε ἄνθρωπος ὁ ἐν δυσὶ ταῖς τοιαύταις ἐνεργείαις καὶ δυσὶ ταῖς φύσεσι προσκυνούμενος Χριστὸς—ἤ, εἴπερ εἰσὶν ἐνέργειαι θεοῦ φυσικαὶ καὶ οὐσιώδεις, κτισταὶ δέ εἰσιν αὗται, κτιστὴ ἔσται καὶ ἡ ταύτας ἔχουσα οὐσία τοῦ θεοῦ· ἧς γὰρ οὐσίας τε καὶ φύσεως αἱ φυσικαὶ καὶ οὐσιώδεις ἐνέργειαι κτισταί, ἄκτιστος αὐτὴ οὐκ ἔστιν.

Ἀλλὰ καὶ ἡ θεία πρόνοια καὶ ἡ θεατικὴ δύναμις καὶ ἡ τοῦ θεοῦ λαμπρότης, ἡ καὶ κατὰ τὸ Θαβώριον ἐπιφανεῖσα Μωσεῖ καὶ Ἠλιοὺ καὶ τοῖς συναναβᾶσιν ἐπὶ τὸ ὄρος τῷ Χριστῷ τὴν οἰκείαν ἐκφαίνοντι θεότητα καὶ βασιλείαν, καὶ αὖται τοίνυν κτίσματά εἰσιν, εἴπερ ἡ φύσις μόνη ἄναρχός ἐστι καὶ ἀτελεύτητος καὶ αὕτη μόνη ἐστὶ τὸ ἄκτιστον φῶς καὶ ἡ ἄκτιστος δόξα τοῦ θεοῦ, καὶ οὕτω μία ἄκτιστος θεότης ὡς μόνης ἀκτίστου τῆς θείας οὐσίας ὑπαρχούσης.

Ἥ τε γὰρ πρόνοια σχέσις ἐστὶ τοῦ θεοῦ πρὸς τὰ τῆς παρ’ αὐτοῦ προμηθείας ἀπολαύοντα καὶ ἡ θεατικὴ δύναμις πρὸς τὰ ὁρώμενα καὶ ἡ λαμπρότης πρὸς τὰ θείως λαμπρυνόμενα· ἡ δὲ θεία φύσις σχέσις οὐκ ἔστι, πάντῃ πάντων ἀπολελυμένη τε καὶ ὑπερανιδρυμένη. Καὶ τῆς μὲν θεατικῆς ἐνεργείας τὸ δημιουργεῖν οὐκ ἔστιν· ἐθεᾶτο γὰρ τὰ πάντα ὁ θεὸς καὶ πρὸ γενέσεως, οὐκ ἐδημιούργει δὲ αὐτὰ καὶ πρὸ γενέσεως. Μὴ οὖσα τοιγαροῦν ἡ πάντα ἐνεργοῦσα φύσις αὕτη, κτιστὴ ἔσται κἀντεῦθεν κατὰ τὸν Βαρλαὰμ ἡ θεατικὴ ἐνέργεια τοῦ πνεύματος. Ἡ δὲ θεία πρόνοια μετέχεται παρὰ τῶν ἐπιτυγχανόντων ταύτης· «πάντα γάρ» φησι «τὰ ὄντα μετέχει προνοίας, παρὰ τῆς παναιτίου θεότητος ἐκβλυζομένης»· κατ’ οὐσίαν δὲ ὁ θεὸς ἀμέθεκτός ἐστι κατὰ τὸν θεῖον Μάξιμον, καθ’ ἣν μόνην ἄκτιστός ἐστι κατὰ τὸν Βαρλαάμ. Οὐκοῦν κατ’ αὐτὸν κἀντεῦθεν καὶ ἡ θεία πρόνοια κτιστή. Ἡ δὲ τοῦ θεοῦ λαμπρότης καὶ μετέχεται καὶ μερίζεται· «ἀμυδρὰν» γάρ φησιν «αὐγὴν παρεγύμνωσεν ὁ κύριος ἐπ’ ὄρους» οἵ τε μύσται ταύτην εἶδον οὐχ ὁλόκληρον, «ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσι».

Τὸ δὲ μερίζεσθαι τῆς ἐνεργείας ἀλλ’ οὐ τῆς οὐσίας ὁ Χρυσόστομος ἀποφαίνεται πατήρ· ἀλλὰ καὶ «ἡ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἔστω ἐφ’ ἡμᾶς» φησιν ὁ ψαλμῳδὸς προφήτης· καὶ «εἰς τοῦτό με φέρει τὸ μέτριον ἐνταῦθα φέγγος, λαμπρότητα θεοῦ ἰδεῖν καὶ παθεῖν», φησὶν ὁ θεολόγος Γρηγόριος· καὶ ὁ ἀπαστράπτων τὸ ἀληθινὸν καὶ ἀδιάδοχον φῶς, κατὰ τὸν μέγαν Βασίλειον, τοὺς αὐτοῦ μετέχοντας ἄλλους ἡλίους ἀπεργάζεται θείους· «λάμψουσι γὰρ καὶ οἱ δίκαιοι ὡς ὁ ἥλιος».

Ἡ δὲ θεία φύσις ὑπὲρ πᾶσαν μέθεξίν ἐστιν, ἣν μόνην ἄκτιστον φῶς ὁ Βαρλαὰμ ἀπεφήνατο. Κατ’ αὐτὸν οὖν κτιστόν ἐστι καὶ τὸ θειότατον φῶς, ἐπεὶ καὶ ὀνομάζεταί πως τοῦτο· ἡ δὲ θεία φύσις παντάπασιν ἀνώνυμός ἐστιν ὡς ὑπερώνυμος.

Ταῦτα καὶ τὰ τοιαῦτα λεγόντων ἡμῶν πρὸς τὰ τοῦ Βαρλαὰμ δυσσεβῆ συγγράμματά τε καὶ κηρύγματα, δέον ἐντεῦθεν ἐκεῖνον τἀληθὲς καταμαθόντα τὴν δυσσεβῆ γνώμην ἀποθέσθαι. Μεθ’ ἱλαρότητος γὰρ πόσης, ἂν εἴπῃς; Καὶ πρὸ τῶν ἐλέγχων πολὺν ὑπεμείναμεν εὖ ἴσθι χρόνον, τοῦτον ἐνάγοντες πρὸς τὴν εὐσέβειαν.

Ὁ δὲ μηδὲ τοῖς ἐλέγχοις εἴξας, καθάπερ οὐδὲ πρότερον τοῖς προτρεπτικοῖς καὶ παρακλητικοῖς τῶν λόγων, ἔτι μᾶλλον, ὡς ᾤετο, κτιστὸν ἀποφαίνων τὸ θειότατον φῶς καὶ πᾶσαν θείαν δύναμιν καὶ ἐνέργειαν, ἐκ τῶν παρ’ ἡμῶν προτεινομένων ὑπὲρ τούτων πατερικῶν ῥημάτων συνήγαγε καὶ συνέθηκε καθ’ ἡμῶν, μᾶλλον δὲ κατ’ αὐτῶν τῶν ἱερῶν πατέρων, τὴν ‘ὑπερκειμένην καὶ ὑφειμένην θεότητα’, καὶ ταύτην περιαγγέλλων, ἅμα τε τοὺς ἀνεξετάστως ἀκούοντας ἡμῶν ἐπεγείρει καὶ τὸ δῆθεν ἄτοπον φεύγοντας πείθει κτιστὸν λέγειν ἐκεῖνο τὸ φῶς καὶ πᾶσαν δύναμιν θεοῦ καὶ ἐνέργειαν τῆς θείας οὐσίας ὁπωσδήποτε διαφέρουσαν, ἵνα μὴ τῇ τοιαύτῃ διθεΐᾳ καὶ αὐτοὶ περιπέσωσιν. «Εἰ γὰρ καὶ τὸ φῶς» φησιν «ἄκτιστον, τὸ αἰτιατὸν καὶ μεθεκτὸν καὶ ὁρατὸν ἐπ’ ὄρους γεγονός, ὁπωσδήποτε θεότης προσαγορευόμενον, καὶ ἡ ὑπὲρ πᾶσαν αἰτίαν καὶ μέθεξιν, ὅρασίν τε καὶ κατάληψιν, ἐπωνυμίαν τε καὶ ἔκφανσιν φύσις τοῦ θεοῦ, πῶς μία ἔσται, ἀλλ’ οὐχὶ δύο ἄκτιστοι θεότητες, ὑπερκειμένη καὶ ὑφειμένη»; Μὴ συνορῶν ὁ τάλας ὡς εἴπερ εἴη τὸ θεῖον φῶς κτίσμα καὶ πᾶσα θεία ἐνέργεια ἣ τῆς θείας διενήνοχεν οὐσίας, καθά φησιν αὐτός, οὕτω μᾶλλον ἀδύνατον μίαν εἶναι θεότητα.

Οὐδεμία γὰρ ἔσται ἄκτιστος θεότης· κτιστὴ γάρ ἐστι καὶ ἡ φύσις ἧς ἡ ἐνέργεια κτιστή. Ἀλλ’ οὐδὲ δυνατὸν συνελθεῖν εἰς μίαν θεότητα τὸ ἄκτιστον καὶ τὰ κτιστά. Ἐξ ὧν οὖν αὐτός φησι δύο τοῦ θεοῦ κυρίως γίνονται θεότητες, ἡ μὲν ὑπερκειμένη κατὰ πάντα τρόπον καὶ ἀεί, ὡς ἄκτιστος ὑπάρχουσα θεότης, ἡ δὲ ὑφειμένη καὶ διῃρημένη κατὰ πάντα τρόπον καὶ ἀεὶ ὡς κτιστὴ ὑπάρχουσα θεότης. Ἐν ἀκτίστῳ δὲ οὐσίᾳ καὶ φυσικῇ δυνάμει καὶ θελήσει καὶ λαμπρότητι καὶ ἐνεργείᾳ μία ἐστὶ θεότης, αὐτόθεν τῶν φυσικῶν πρὸς τὴν κατάλληλον φύσιν τὴν ἀδιάσπαστον ἕνωσιν ἐχόντων καὶ κατὰ τὸ ἄκτιστον ἓν ὄντων καὶ ἴσον καὶ ἁπλοῦν. Τὸ γὰρ μὴ φυσικὴν ἔχον δύναμιν καὶ ἐνέργειαν οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ μὴ ὄν· καὶ τὸ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, μεθεκτόν τε καὶ ἀμέθεκτον, χαρακτηρίζον τε καὶ χαρακτηριζόμενον καὶ τὰ τοιαῦτα ὑπερκείμενον καὶ ὑποβεβηκός, οὐδὲν ἐμποδίζει πρὸς τὸ ἕνα εἶναι καὶ ἁπλοῦν τὸν θεόν, μίαν ἔχοντα καὶ ἴσην καὶ ἁπλῆν θεότητα.