Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Γ' προς Ακίνδυνο: Έλεγχος των μεθοδεύσεων του αντιπάλου και κατακλείδα

Καταγγελία της παρελκυστικής τακτικής και των αθετημένων υποσχέσεων του Βαρλαάμ, επιβεβαίωση της συμφωνίας με την πατερική παράδοση και τελική παραίνεση για ενότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 15 από 15

Ἀλλ’ ὁ κενόφρων οὗτος, τὰ βαθέα τοῦ σατανᾶ μεμυημένος καὶ κτιστὰς δυσσεβῶς δοξάζων τὰς θείας ἐνεργείας, μίαν ἄκτιστον δολίως κηρύττει θεότητα μόνην τὴν θείαν φύσιν, ὡς εὐπαράδεκτος εἴη τοῖς μὴ καλῶς εἰδόσι τὰς γραφὰς κτιστὰς ἀποφαινόμενος τὰς θείας ἐνεργείας, μάλιστα δὲ τὴν θεοποιὸν χάριν τοῦ παναγίου πνεύματος κακῶς διαιρῶν τῆς ὑπερουσίου φύσεως ἐκείνης.

Μὴ ἀγνοήσαντες οὖν ἡμεῖς τὴν τοιαύτην πανουργίαν, ἥκιστα συνεθέμεθα τοῖς ὑπ’ αὐτοῦ προτεινομένοις, μᾶλλον δὲ οὐδὲ φάναι τι πρὸ τῆς ἀκριβοῦς ἐρεύνης ἠξιώσαμεν· προὐκαλεσάμεθα δὲ αὐτὸν εἰς λόγους, ἵνα φανερὰ γένηται ἡ εὐσεβὴς διάνοια.

Ὁ δὲ ὑπέπτυξε καὶ οὐδὲ γρύξαι, πίστευσον, ἐτόλμησε, πολλῶν παρόντων. Εἰ δὲ νῦν πονηρὰ διὰ τοῦτο κηρύττει καθ’ ἡμῶν αὐτόσε, χαρᾶς ἡμῖν πρόξενος γίνεται καὶ μισθοῦ πολλοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. Διὸ καὶ τῷ ἐπαγγειλαμένῳ ταῦτα λέγομεν ‘κύριε, μὴ στήσῃς αὐτῷ τὴν ἁμαρτίαν ταύτην’, εἰ καὶ διὰ τοὺς βλαπτομένους ὀδυνώμεθα. Ταῦθ’ οὕτως ἔχειν σχεδὸν πάντες οἱ ἐνταῦθα συμμαρτυρήσουσι.

Μετὰ μέντοι τὴν πρὸς τὸ ἅγιον ὄρος ἡμῶν ἀποδημίαν, ἐν ᾧ καὶ Τόμον ἐν ἑπτὰ κεφαλαίοις πρὸς τὰ παρ’ αὐτοῦ κατὰ τῶν ὀρθοδόξων γεγραμμένα πεποιήκαμεν ὑπογεγραμμένον παρά τε τοῦ ὁσιωτάτου πρώτου καὶ τῶν ἡγουμένων καὶ τῶν λογάδων γερόντων καὶ τοῦ ἱερωτάτου ἐπισκόπου Ἱερισσοῦ, συμφωνούντων πάντων ἡμῖν καὶ ἀποφηναμένων μὴ παραδέξασθαι εἰς κοινωνίαν τὸν μὴ συμφωνοῦντα, ὅστις ἂν ᾖ, μετὰ τοῦτο τοίνυν, ἐνῆν ἡμῖν εὐθὺ τῆς Κωνσταντίνου χωρεῖν· ἀλλὰ πρῶτον μὲν ἐπὶ νοῦν ἐβαλόμην ὡς ὁ τῶν πατέρων θεὸς ἐγερεῖ κἀκεῖ τοὺς ὑπὲρ αὐτῶν λαλήσοντας, ἔπειτα καὶ τοῦτ’ ἔλεγον ἐπ’ ἐμαυτοῦ· ‘δῶμεν ἐκείνῳ τῷ ταλαιπώρῳ ταῖς γοῦν κεναῖς ἐλπίσιν ἀναπνεῦσαι μικρόν, μὴ καὶ αὐτόχειρ γένηται’. Καὶ γὰρ λέγοντος ἤκουσα παρόντος ἐνταυθοῖ διὰ στόματος, ὡς πολλάκις ἐκινδύνευσε διαρραγῆναι τῇ ἀμηχανίᾳ δήπου καὶ τῷ θυμῷ. Ἡνίκα καὶ πρὸς αὐτόν, αὐτὸν ἐλεήσας, εἶπον μηδὲν ἕτερον εἶναι τὸ βιαζόμενον ἡμᾶς σφοδρῶς ἀντιλέγειν ἢ ὅτι αἱρετικοὺς λέγει τοὺς μοναχούς, κἂν τοῦτο μὲν ἀφῇ καὶ τὰ ἐπὶ τούτῳ συγγράμματα, φῇ δὲ μὴ πληροφορεῖσθαι πρὸς τὰ ἐκείνων, στήσεται τὰ τοῖς ἀντιλογίας· αὐτοῦ γὰρ βραχὺς ἡμῖν ὁ λόγος. Τοῦτο μὲν ἐγὼ πρὸς αὐτὸν εἶπον. Ὁ δ’ ἐπῄνεσε καὶ ὑπέσχετο πράξειν.

Ἐπὶ δὲ τοῦ μεγάλου διοικητοῦ, συνόντος ἐπίτηδες ἡμῖν, καὶ διετείνατο μεταποιῆσαι μὲν τὰ κατὰ τῶν μοναχῶν συγγράμματα, πρώτῳ δὲ πάντων ἐν σχεδίοις ὑποδεικνύειν ἐμοὶ τὰ μετεσκευασμένα, κἂν ἔτι μοι δοκῶσι δεῖσθαί τινος μεταποιήσεως, ὥστε μηδένα πλήττειν, πείθεσθαι καὶ μεταπλάττειν.

Οὔπω γὰρ τότε φανερὸς ἦν καὶ κατ’ ἐμοῦ μεμηνώς, ἀλλ’ ὑπέστη μὲν ταῦτα, γέγραφε δὲ οἷα βλέπεις· ἐξ ἐκείνου γὰρ ὅλος ἰδίως ἐρρύη κατ’ ἐμοῦ· ταῦτα δὲ καὶ ἡμεῖς παρ’ ἡμῖν αὑτοῖς ἔχομέν τε καὶ ἀνετάζομεν, καθάπερ ἀλλοφύλων τέκνα ζωγρήσαντες.

Ἐπιλείψει δέ με ὁ χρόνος τὰ μεταξὺ διηγούμενον, καὶ ὅπως τὰς ἐμὰς διαδράναι χεῖρας οὐκ ἴσχυσεν. Ἔργῳ τοίνυν ἀναπέφηνε νῦν ὡς ἐκεῖνος ποιήσει μέγα ἔλεος μετ’ αὐτοῦ, ὃς σφοδροτέρᾳ χρησάμενος ἀντιθέσει τὰ πονηρὰ ταυτὶ συγγράμματα διασπάσει τελέως· οὐ γὰρ ἠρεμήσει νυττόμενος ὑπ’ ἐκείνων καὶ προσδοκῶν τινας διαθήσειν κακῶς.

Κάτεχέ μοι τοίνυν αὐτοῦ τὴν πονηρὰν δέλτον καὶ τὸν ταύτης πατέρα· πρὸς γὰρ φυγὴν χωρήσει πυθόμενος ἥξοντα· ἥξω δ’ ἢν ἐθέλῃ θεὸς μετὰ τοῦ κρατίστου καὶ ἁγίου ἡμῶν αὐτοκράτορος ὡς ἂν πατάξωμεν τὸν ἄνδρα τοῖς λόγοις καὶ ἰασώμεθα. Παντὸς μέντοι μᾶλλον ἔπεισί μοι θαυμάζειν ἀρτίως πῶς ἐξηπάτησεν ὑμᾶς· ὡς καινοῦ τινος νῦν γραφέντος ἢ λεχθέντος αὐτὸς ἐπιλαβόμενος τὸ τῆς διθεΐας ἔγκλημα συνεστήσατο· τοῦτο γὰρ αὐτό ἐστιν, εὖ ἴσθι, ὅπερ ἐξ ἀρχῆς καὶ πρὶν ἐντυχεῖν ἡμῖν καὶ μέχρι τέλους λέγει, ὡς, «ἐπειδή τινα τῶν νῦν ἢ τῶν πώποτε ἐν φωτί φατε θεὸν ἰδεῖν, ἔστι δὲ ὁ θεὸς ἀόρατος, δύο ἄρα θεοὶ καὶ θεότητες, ὁρατὸς καὶ ἀόρατος, ὑφειμένος καὶ ὑπερκείμενος». Τότε δ’ οἴεται καλῶς ἡμᾶς ἐρεῖν ἡνίκ’ ἂν φαῖμεν τὸ περιαστράψαν ἐν Θαβὼρ τοὺς ἀποστόλους φῶς καὶ τὴν τοιαύτην ἔλλαμψιν καὶ χάριν ἢ κτιστὸν φάσμα δι’ ἀέρος ὁρώμενον ἢ πλάσμα φαντασιωδῶς πλαττόμενον, νοήματός τε χεῖρον καὶ ἀλυσιτελὲς πάντῃ λογικῇ ψυχῇ, ὡς φαντασίᾳ προσῆκον ἢ αἰσθήσει, σύμβολόν τε, οὐχ οἷον ἄν τις εἴποι καί τι τῶν ὑφεστηκότων ἢ τῶν περί τι θεωρουμένων, ἀλλ’ ἔστι μὲν ὅτε φαίνεσθαι δοκοῦν, ὂν δὲ οὐδέποτε, ὡς ἀνύπαρκτον τελέως.

Ἡμεῖς δὲ οὐχ οὕτως ἐδιδάχθημεν. Τοῦτο δέ φαμεν, ὡς, εἴ τις ἐν τοῖς ἡμετέροις γράμμασιν ἡμᾶς καινοτομοῦντας δείξει καὶ παρὰ τὰ τοῖς πατράσιν εἰρημένα τε καὶ ἐγνωσμένα γράφοντάς τι ἢ φρονοῦντας, τοῦτον ἡμεῖς ὡς διορθωτὴν ἡμῶν ἀκουσίως σφαλλομένων ἀποδεξόμεθα καὶ εἴξομεν αὐτῷ πῶς ἂν εἴποις ᾄσμενοι, συμφωνοῦντας δὲ τοῖς ἁγίοις, εἴ τις ἐθέλει κακῶς τι λέγειν ἢ κακῶς διατιθέναι, καὶ τοῦτ’ οἴσομεν προθύμως, ἵνα καὶ τῆς εὐλογίας καὶ τῆς ἐν θεῷ εὐπαθείας τοῖς ἁγίοις κοινωνήσωμεν· ἀνεῖναι δὲ πρὸς τὸν κατήγορον αὐτῶν ἀντιλέγοντες οὐκ ἀνεξόμεθα.

Πρὸς τοὺς ἁγίους γὰρ ἴσθι καὶ τὸν πόλεμον ἀνεγηγερμένον καὶ τὴν ὕβριν τῆς διθεΐας ἀναφερομένην· καὶ γὰρ ἐκ τῶν παρ’ αὐτῶν εἰρημένων ταύτην ἐκβαίνειν ὁ κενόφρων οἴεται· λανθάνειν δὲ τοὺς ἀκούοντας βουλόμενος, ποτὲ μὲν ἀνωνύμως, ποτὲ δ’ ἡμῶν ἕνα, ποτὲ δέ τινα τῶν πάλαι ποτὲ αἱρετικῶν ἐκείνων προφασίζεται.

Μηδεὶς τοίνυν ὑποδειλιάσας ἑαυτὸν ἐκτὸς ποιείτω τοῦ δοκοῦντος ἐγκλήματος· αὐτός τε γὰρ ζημιωθήσεται τῆς συμφωνίας ἐκείνης καὶ τοῦ θείου χοροῦ τῶν ἁγίων περιγράψας ἑαυτόν, καὶ ζημιώσει τὸν ἀφρόνως διασπᾶν προῃρημένον τὸν χορὸν ἐκεῖνον καὶ τὴν θαυμαστὴν συμφωνίαν ἀμαυροῦν, θάρσος ἐμποιήσας οὐ μικρὸν αὐτῷ.