Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον ιερομόναχο Παύλο Ασάνη

Ανασκευή των αντιφάσεων και των κακοδοξιών του Ακινδύνου σχετικά με το άκτιστο φως του Θαβώρ και τη θεία χάρη. Ο συγγραφέας αποδεικνύει την ταύτιση των αντιλήψεων του αντιπάλου του με τον αρειανισμό, τον σαβελλιανισμό και τις πλάνες του Βαρλαάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΕΝ ΙΕΡΟΜΟΝΑΧΟΙΣ ΚΥΡΙΝ ΠΑΥΛΟΝ ΤΟΝ ΑΣΑΝΗΝ Ἔναγχος ἡμῖν ἐντυχὼν ὁ καθ’ αἷμα μὲν τοῖς βασιλεύουσι προσήκων σύ, κατὰ πνεῦμα δὲ παῖς καὶ ἀδελφὸς εἶναι προῃρημένος τῶν ἐλαχίστων ἡμῶν διὰ τὴν ὑπὸ τοῦ κυρίου μακαριζομένην πτωχείαν τοῦ πνεύματος, ποθεῖν εἴρηκας μαθεῖν, τίς, ἣν προστησάμενος Ἀκίνδυνος δόξαν, καὶ τίνος τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἄθεσμα θεοῦ πέρι πεφρονηκότων, κατὰ τῆς αὐτοῦ παραδειχθείσης ἐν Θαβὼρ κεχωρηκέναι δόξης ἔργῳ καὶ λόγῳ καὶ συγγράμμασι πολυλέσχοις τεθάρρηκεν· ἡ δὲ οὐ δόξα μᾶλλον, ἀλλ’ ἀδοξία τις εἶναι δοκεῖ καὶ πᾶσα μᾶλλον ἤ τις· περιπίπτει γὰρ πᾶσιν ὁ ταύτης ἀντεχόμενος οὗτος οἷς ἐφαρμόζει τοὔνομα, τήν τε θείαν ἐκείνην ἀτιμάζων δόξαν καὶ τοὺς ἐκ τοῦ παντὸς αἰῶνος καὶ τὸ νῦν εἶναι ταύτην ἀνυψοῦντας πρὸς δύναμιν, ἀληθέστερον δ’ εἰπεῖν ἑαυτὸν καὶ κακοδοξίαν ἐντεῦθεν τὴν αἰσχίστην νοσῶν. Καὶ τρίτον, ὃ καὶ μάλιστ’ ἂν ἀντιδιαστέλλοιτο πρὸς τὴν τῆς σῆς σεβασμιότητος πεῦσιν, μηδεμιᾷ δόξῃ καὶ ὑπολήψει περὶ ταύτης στοιχῶν εἰς τέλος, ἧς ἠρώτησας, δόξης. Μάθοις δ’ ἂν τοῦτο σαφῶς, παρὰ τῶν αὐτοχείρων ἐκείνου παρ’ ἡμῖν συγγραμμάτων.

Ἣν γὰρ ἂν ἔχοι τις περὶ τοῦ φωτὸς ἐκείνου τὴν δόξαν, εὑρήσει παρὰ τούτοις τὴν ἐναντίαν· τοῦτο γὰρ ὡς ἔοικεν ἐξεμελέτησεν ὁ συγγραφεὺς τῶν τοιούτων, ἐφ’ ἑαυτὸν μὲν ἀεὶ διά τινων ἐναντιώσεων στρέφεσθαι καὶ ἀντιλέγειν ἑαυτῷ μὲν πρῶτον ἐν πᾶσι καὶ πολλαχῶς, ἐφ’ ἑκάστου παρισταμένου, τῶν δ’ ἄλλων ἑκάστῳ πλεοναχῶς μέν, οὐκ ἐν ἅπασι δέ· τίς γὰρ ἂν εὑρεθείη τῶν πάντων, πάντα περὶ τοῦ αὐτοῦ καὶ αὐτὰ τὰ ἐναντιώτατα λέγων, καθάπερ οὗτος; Τίνα γὰρ δὴ καὶ σχοίη τις ἂν περὶ τοῦ θειοτάτου φωτὸς ἐκείνου τὴν δόξαν, ὅπερ ἀπορρήτως εἶδον οἱ τῶν ἀποστόλων ἀριστίνδην ἐξειλεγμένοι καὶ τῷ κυρίῳ τηνικαῦτα τὸ ὄρος συναναβάντες, ὅτι ἄκτιστον;

Ἀλλ’ εὐθὺς εὑρήσει τὴν πολεμίαν τῷ φωτὶ χεῖρα γράφουσαν «οὐδεμιᾷ γεγενημένῃ φύσει οὐδὲ αὐταῖς ταῖς ἀνωτάτω περὶ τὸ θεῖον δυνάμεσι καὶ πρώταις, ὁρᾶν οἷόν τέ τι ἄκτιστον»· καὶ πάλιν, «οὐδὲν ὅπερ αὐτὸ τοῦτο εἰς ὅρασιν ἔρχεται σωματικῶν ὀφθαλμῶν ὁπωσδήποτε ἄκτιστόν ἐστι, κἂν Μωυσῆς, κἂν Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀνελθών, κἂν ἄγγελος ᾖ, ὁ τῆς θείας θεωρίας ἁπτόμενος»· καὶ πάλιν, «τὸ μόνον ἄκτιστον φῶς καὶ ἡ ἄκτιστος δόξα ἤγουν ἡ θεία φύσις, παντελῶς ἐστι καθ’ ἑαυτὴν ἀόρατος». Ἆρ’ οὐ κτίσμα τὸ φῶς ἐκεῖνο σαφῶς ὑπέδειξε; Κἂν ἐνέργειάν τις εἶναι φῇ τοῦτο θείαν, ἀλλ’ οὐκ οὐσίαν, ἐγγὺς πάλιν ἡ τῆς πολεμίας χειρὸς καὶ γνώμης ἀντίθεσις, «οὐ γὰρ ἂν ἴδοι τις τὴν συμπληρωτικὴν ἐνέργειαν τῆς ἀνωτάτω θεότητος, γράφουσα, σωματικοῖς ὀφθαλμοῖς ὁπωσδήποτε»· καὶ πάλιν, «πῶς ἡ κτιστὴ φύσις τὴν ἄκτιστον ἐνέργειαν ὄψεται σωματικοῖς ὀφθαλμοῖς, κἂν ἰσάγγελος ᾖ τις κἂν ἄγγελος»; Ἀφεὶς οὖν τοὔνομα τῆς ἐνεργείας θείαν ἔλλαμψιν ἐρεῖ τις τοῦτο καὶ χάριν ἐκ τῶν καταλλήλων ὀνομάτων δυσωπῶν οἷον. Ἀλλ’ ὄψεται τὴν αὐτὴν χεῖρα, ῥηματίοις ἐμμέτροις ἀμέτρῳ φορᾷ χρωμένην καὶ κατ’ αὐτοῦ πάλιν γράφουσαν. Ἔπειτα τὴν ἄκτιστον ἡγεῖται χάριν, ἣν εἶδεν οὐδεὶς οὐδ’ ἰδεῖν ἔχει φύσιν κἂν ἀγγέλου χάρισμα προσλάβῃ φύσιν.

Καὶ τί δεῖ προσγράφειν ἐνταυθοῖ τὰ πλείω, κἂν ᾖ μακρῷ χείρω τῶν αὐτῷ προγραφέντων; Ἀλλ’ ἐπεὶ καὶ ἡ ἄκτιστος οὐσία παντάπασίν ἐστιν ἀόρατος καὶ τὴν ἄκτιστον χάριν καὶ ἐνέργειαν, ὡς αὐτός φησιν, οὐδεὶς οὐδ’ ἄγγελος εἶδε, κτιστὸν ἐροῦμεν τὸ τοῖς ἀποστόλοις ἑωραμένον ἐπ’ ὄρους τῇ δυνάμει τοῦ πνεύματος ἐκεῖνο φῶς, καὶ οὕτως Ἀκινδύνου τὸ φιλοπόλεμον κατευνάσομεν ἦθος; Ἀλλ’ ἔστιν ὁρᾶν παρὰ τῆς αὐτοῦ πάλιν γεγραμμένον χειρός, «καὶ πάρεστι τοῖς βουλομένοις παρ’ ἡμᾶς ἀφιγμένοις ὄψει λαβεῖν τὴν πίστιν, ὡς εἴ τις τὸ ἐν τῷ Θαβωρίῳ ὄρει λάμψαν ὑπέρλαμπρον φῶς, διὰ τὸ εἰρῆσθαι θεότητα παραδειχθεῖσαν τῷ θεολόγῳ καὶ τῷ θείῳ Ἰωάννῃ τῷ Δαμασκηνῷ ἄκτιστον καὶ ἀΐδιον, ἕτερον τοῦτο λέγει τὸ ἄκτιστον τῆς οὐσίας τοῦ θεοῦ, οὐκ ἀσφαλῶς αὐτὸν ὑπολαμβάνω θεολογεῖν. Καὶ γὰρ φῶς μὲν ἄκτιστον εἴρηται καὶ προαιώνιον καὶ ἀΐδιον, ἕτερον δὲ παρὰ τὴν οὐσίαν τοῦ θεοῦ οὐκ εἴρηται». Οὐκοῦν οὐδὲ ἐγὼ λέγω τοῦτο. Κατὰ τοῦτον οὖν, μᾶλλον δὲ κατὰ τὸ νῦν αὐτῷ γεγραμμένον τὸ ἑωραμένον ἐκεῖνο φῶς, ὃ κτίσμα προϋπέδειξεν ὑπάρχον, οὐσία τε θεοῦ καὶ ἄκτιστόν ἐστι, καίτοι πρότερον εἰπόντι μηδὲ τὴν χάριν μηδὲ τὴν ἐνέργειαν τὴν ἄκτιστον ὀφθῆναι δυνατὸν εἶναι μηδὲ τοῖς ἀγγέλοις αὐτοῖς.

Ἔστι γε μὴν καὶ οὗτος αὐτοῦ λόγος γραφῇ παραδεδομένος, αὐτολεξεί τε πολλαχοῦ κείμενος τῶν αὐτοῦ συγγραμμάτων, ὡς «ἡ θεία καὶ ἄκτιστος χάρις τε καὶ ἐνέργεια οὐχ ἕτερον τῆς θείας οὐσίας», ἀλλὰ κἂν τοῖς μικρὸν ἀνωτέρω προτεθειμένοις, οὐκ ἄκτιστον μόνον, ἀλλὰ καὶ ἀόρατον ἀπεφήνατο καθ’ ἑαυτὴν τοῦ θεοῦ τὴν οὐσίαν. Ἐνταῦθα δέ φησι τὸ ἑωραμένον φῶς αὐτὴν εἶναι τοῦ θεοῦ τὴν οὐσίαν· «οὐ γάρ ἐστι, φησί, τῆς οὐσίας ἕτερον».

Ἀλλ’ ἐρεῖ τὸ λάμψαν ἐν Θαβὼρ εἰπεῖν φῶς ἀλλὰ μὴ τὸ ἑωραμένον; Τῆς ἀφροσύνης! Πῶς γὰρ ἐν Θαβὼρ ἔλαμψεν, εἰ μὴ ἐν Θαβὼρ ἑώραται; Ἀλλ’ ὀφθῆναι τὴν παραδειχθεῖσαν ἐπ’ ὄρους θεότητα διὰ τοῦ φωτὸς ἐκείνου, τουτέστι νοηθῆναι, φαίη ἄν; Τῆς περινοίας, οἰκειότερον δ’ εἰπεῖν, τῆς ἀπάτης!

Πῶς γὰρ νοεῖται, ἀλλ’ οὐχ ὁρᾶται, ἡ μικροῦ στερροτέρα καὶ ὄψεως; Ἆρ’ οὐ κατὰ τῆς ἑαυτοῦ ψυχῆς, τὸ νοῆσαι ἀντὶ τοῦ δι’ ὀφθαλμῶν ἰδεῖν, ἀπατηλῶς σοφιζόμενος ἐκδέχεται; Καὶ ταῦτ’ ἀκούων, τοῖς ὀφθαλμοῖς τῶν ἀποστόλων ὁραθῆναι τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς; «Σήμερον γάρ», φησίν, «ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι· καὶ τὴν θεϊκὴν αὐτὴν εἶδον δόξαν, εἰ καὶ μὴ ὅση τις ἦν, ἀλλ’ ὅσον ἐχώρουν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσιν». Οὐ μὴν ἀλλ’ αὐτὸ τὸ ἑωραμένον τοῖς ὀφθαλμοῖς τῶν ἀποστόλων φῶς, δι’ οὗ φησιν οὗτος ὁρᾶσθαι, δηλαδὴ νοεῖσθαι, τοῖς ὁρῶσι τὴν οὐσίαν τοῦ θεοῦ, πότερον, κτιστὸν ἢ ἄκτιστόν ἐστιν;

Εἰ μὲν γὰρ κτιστὸν ἰσχυρίζεται διατελεῖν, μετὰ τῆς ἄλλης ἀσεβείας καὶ ἄλλος ἐφ’ ἡμῶν ἀναπέφηνεν Εὐνόμιος· ἐκείνου γὰρ καὶ τῶν κατ’ ἐκεῖνον ἐκ τῶν κτισμάτων νοεῖν λέγειν τὴν οὐσίαν, ἀλλ’ οὐ τὴν ἐνέργειαν τὴν θείαν, καὶ ταῖς τοῦ μεγάλου Βασιλείου καὶ τοῦ ἀδελφοῦ καὶ ἀδελφὰ φρονοῦντος ἀντιρρήσεσι πρὸς αὐτὸν ἀρκεσθησόμεθα. Εἰ δ’ ἄκτιστον εἶναι φησί, καὶ τὸ δι’ οὗ ὁρᾶται φῶς ἐκείνη, τοῦτο κατ’ αὐτὸν ἡ οὐσία τοῦ θεοῦ ἐστι. Τὸ γὰρ μόνον ἄκτιστον φῶς, αὕτη κατ’ αὐτόν. Οὐκοῦν ἀόρατον καθ’ ἑαυτὴν καὶ ὁρατὴν καθ’ ἑαυτὴν εἶναι τὴν οὐσίαν τοῦ θεοῦ φησι. Καὶ τὸ φῶς ὃ πρότερον εἶναι διετείνατο κτιστόν, νῦν ἄκτιστον ὑπάρχει κατ’ αὐτόν. Ἆρ’ οὖν δυνήσεταί τις ὁμολογῆσαι τούτῳ, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ κτιστόν τε καὶ ἄκτιστον, ὁρατόν τε καὶ ἀόρατον, οὐσίαν τε καὶ μή, καὶ ταῦτα θείαν κατασκευάζοντι καὶ ἀποφαινομένῳ, μὴ δι’ ὅσων ἄρτι προεθήκαμεν, ἀλλὰ διὰ πλείστων ὅσων;

Φέρε δ’ ὅμως θῶμεν συνειπεῖν τινα τῇ νεανικωτάτῃ ταύτῃ ἀφροσύνῃ· θῶμεν δ’ ὅμως, ἔφην, ὡς μηδενὸς ὄντος τοῦ συνᾴδοντος αὐτῷ. Μικροῦ με διέφυγεν ὑπὸ τοῦ περιφανοῦς τῆς ἀτοπίας ἐκκρουσθὲν τῆς μνήμης, ὡς οὐκ ὀλίγοι τούτῳ δοκεῖν αἱροῦνται συμφωνεῖν ἀρτίως καὶ πρὸ τῶν ἄλλων ὁ τῆς πατριαρχικῆς ἀξίας, φεῦ, ἐπειλημμένος ἔτι, πρὸς ὃν καὶ τὸ βιβλίον ἅπαν ἔπεμψε, παρ’ οὗ τἀκείνου προβαλλόμεθα· καὶ γὰρ ἐκεῖθεν παρ’ ἡμᾶς ἤνεγκαν οἱ κομίσαντες. Τούτου τοίνυν ὡς οὐ δοκοῦντος μόνον, ἀλλὰ καὶ κατ’ ἐκεῖνον ἀρτίως ὄντος καὶ ὑπὲρ ἐκείνου πάντα κάλων, τὸ τοῦ λόγου, κινοῦντος, οἱ μὲν ταῖς ἐπαγγελίαις καὶ ταῖς παρ’ αὐτοῦ προτεινομέναις τε καὶ διδομέναις ἀξίαις κλεπτόμενοι, οἱ δὲ τὰς ἀπειλὰς καὶ τὰς ἐπιφορὰς καὶ πρὸς ταύταις τὰς σφοδρὰς ἐπιτιμήσεις ὑποστελλόμενοι—καὶ γὰρ ἀφορίζει καὶ ἀποκηρύττει καὶ λόγῳ καὶ γράμμασι τοὺς ὁμοφρονοῦντας τοῖς τῷ Ἀκινδύνῳ καὶ ὁπωσοῦν ἀντιλέγουσι—, πολλοὶ τούτῳ συνῳδὰ φρονοῦσιν ἢ ὑποκρίνονται. Ἀλλὰ γὰρ οὐδ’ ὅστις κατὰ τὸ κτιστὸν λέγειν τὸ αὐτὸ καὶ ἄκτιστον συμφωνήσειε, τὸ περιὸν τῆς ἐκείνου περὶ ταῦτα σοφιστείας διαφεύξεται, σαφῶς οὕτω γράφοντος· «ἐγὼ κακίζω καὶ τὸ ἄκτιστον καὶ τὸ κτιστὸν τῆς θεουργοῦ σοφίας καὶ χάριτος. Οὗτοι γὰρ ἡμῖν ἐνταῦθα τὴν ἀντίφασιν προσκυνητέον, ὥστ’ εἰ θάτερον ὑπὸ ἀνάθεμα, καὶ τὸ ἕτερον οὐδὲν ἧττον».

Ἆρ’ οὐ τῆς χάριτος ὁ τάλας ἐκπέπτωκε, μᾶλλον δὲ καὶ ἀντικείμενος ἀναπέφηνεν, εἰ μή τι καὶ πλέον; Εἰ γὰρ οἱ ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐκπεπτώκασιν, ὡς ὁ ἀπόστολος Γαλάταις ἐπιστέλλων φανερῶς ἀπεφήνατο, τὸν κακίζοντα καὶ ἀναθεματίζοντα τῆς χάριτος καὶ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, ποῦ θήσομεν;

Ἐχρῆν γε μὴν κατὰ τὸν αὐτοῦ βεβαιωτὴν καὶ προστάτην, τὸν νῦν ἀρχιεράρχην δηλονότι καὶ ἀρχιποίμενα καὶ τὸν ὑποφήτην αὐτοῦ καὶ διάκονον τουτονὶ πάντα πράττειν. Ὡς γὰρ ἐκεῖνος ἀφορισμοῖς ὑποβάλλων τοὺς ἀντιλέγοντας Ἀκινδύνῳ καὶ τοὺς τούτοις ὁμόφρονας, πάντας μὲν ἀνθρώπους συλλήβδην ἀφώρισέ τε καὶ ἀπεκήρυξεν, Ἀκίνδυνον δὲ καὶ τοὺς οἷος αὐτός, μεθ’ ὧν καὶ αὐτός ἐστιν οὗτος, μᾶλλον ἢ πάντας, καὶ γὰρ οὗτος ἀντιλέγων ἑαυτῷ μᾶλλον ἢ τοῖς ἄλλοις προαποδέδεικταί τε καὶ νῦν ἀποδείκνυται. Τεττάρων γὰρ ὄντων τῶν ὑπ’ αὐτοῦ τεθειμένων ἀντικειμένων, ἑκάστῳ τούτων διπλῆ τις ἢ καὶ τριπλασίων ἐκ τῶν ἄλλων ἡ ἀντίθεσις ἕπεται, καὶ τοσαυτάκις αὐτὸς καὶ ὁ τοὺς ὑπὲρ αὐτοῦ δῆθεν ἀφορισμοὺς ἐκφωνῶν, ἐφ’ ἑκάστου τῶν εἰρημένων τοῖς τοιούτοις ὑπεύθυνος ἀναδείκνυται. Ὡς οὖν αὐτὸς ὁ τούτου προστάτης πάντας μὲν τοὺς ἀνθρώπους, ἑαυτὸν δὲ καὶ τοὺς κατ’ αὐτὸν περισσότερον ἀφώρισε πάντων, οὕτω καὶ οὗτος ὁ παρ’ αὐτοῦ λαβὼν ἀρτίως τὴν παρρησίαν, χρῆται τῷ ἀναθέματι.

Τούτῳ γὰρ ἀμφοτέρους καθυποβάλλων καὶ τοὺς ἄκτιστον εἶναι φρονοῦντας τὴν θεουργὸν χάριν, ἣ κατὰ τοὺς θεοφόρους ἡ τῆς θείας φύσεώς ἐστι λαμπρότης, καθ’ ἣν καὶ ὁ κύριος ἐπ’ ὄρους ἔλαμψε καὶ τὴν κατὰ μέθεξιν λαμπρότητα τῶν ἁγίων ὑπέδειξε καὶ τοὺς κτιστὴν εἶναι διαβεβαιουμένους αὐτήν, «ἐπεὶ μέσον κτιστοῦ καὶ ἀκτίστου, κατὰ τὸν θεολόγον Γρηγόριον, οὐδ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἀναπλάσαιεν», καὶ ἀνάγκη πάντας οὑστινασοῦν ἢ κτιστὴν ἢ ἄκτιστον εἶναι ταύτην φρονεῖν, οὐδεὶς ὃς οὐχ ὑποπίπτει τῷ κατὰ τὸν Ἀκίνδυνον ἀναθέματι. Πολλαπλασίως γε μὴν αὐτὸς τούτῳ καθυποβάλλεται· οὐ γὰρ ἐκ τοῦ ἀμέσου μόνον τῆς ἀντιφάσεως οὗτος, ἀλλὰ καὶ ἀπὸ τοῦ φανερῶς νῦν μὲν αὐτὴν κτιστήν, νῦν δ’ ἄκτιστον ἀποφήνασθαι φθῆναι, περιπίπτει τῷ ἰδίῳ κατὰ παντὸς ἀναθέματι, τοῦ θεοῦ πάντως ἐγκαταλιπόντος αὐτόν τε καὶ τὸν αὐτοῦ βεβαιωτὴν καὶ προστάτην δικαίως καὶ συμφερόντως τῷ κοινῷ τῶν εὐσεβούντων πληρώματι. Τούτων γὰρ οὕτω τῶν καθ’ ἡμῶν οὕτω κεχωρηκότων, μὴ ὅτι ταῖς ἀπὸ τῶν μεγίστων ἐκείνων συνόδων φρικωδεστάταις ἀποκηρύξεσιν, ἀλλὰ καὶ τοῖς οἰκείοις βρόχοις ἁλισκομένων καὶ τοῖς παρ’ αὐτῶν ἀνεσκαμμένοις βαράθροις περιπιπτόντων, ἀθῶοι πάντως πάντες ἡμεῖς καὶ ἀνάλωτοι· ψαλμικῶς γὰρ εἰπεῖν «ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν» οἱ τὰς διπλόας ταύτας ἀπαναινόμενοι.

Οὕτω κρείσσων ὁ πορευόμενος ἐν ἁπλότητι, κατὰ τὸ Σολομώντειον ἔπος, ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν δόλους δηλονότι ποικίλους συμμιγεῖς ἀνοίᾳ προφέροντα. Τὸ μὲν οὖν ἀδοξίαν εἶναι μᾶλλον ἢ δόξαν, καὶ ἄνοιαν ἢ διάνοιαν τὴν Ἀκινδύνου κακόνοιαν εἴτε τὴν κατὰ διάθεσιν, εἴτε τὴν κατὰ ἀπόφασιν ἐθέλοι τις λέγειν—ἄμφω γὰρ αὕτη χωροῦσα φαίνεται—δεδεῖχθαι νομίζω τρανῶς ἐκ τῶν ἤδη ῥηθέντων.

Τίνα δ’ ὅμως οὗτος οἰκουροῦσαν ἔχει μάλιστα περὶ τοῦ νῦν προτεθειμένου τὴν δόξαν, ἡμᾶς μὲν ἥκιστα λέληθεν οὐδ’ ὅσοι συνετὸν ὑπέσχον οὖς, ἐξεληλεγμένου τούτου πολλάκις παρ’ ἡμῶν παρρησίᾳ. Σοὶ δ’ ἔσται καλῶς σκοπουμένῳ, ξυμβαλεῖν εὖ μάλα κἀκ τῶν νῦν εἰρημένων, ὡς κτίσμα καὶ φάσμα τὸ τῆς θεότητος μάλιστα δοξάζει φῶς, καθάπερ καὶ ὁ Βαρλαὰμ ἐκεῖνος· τοῦτο γὰρ δὴ καὶ διὰ πλειόνων παραστῆσαι πειρᾶται. Καὶ πολὺ πανταχοῦ τῶν λόγων αὐτῷ μηδὲν εἶναι τῶν ἀκτίστων ὀφθαλμοῖς ὁρατὸν γεγονὸς ὁπωσδήποτε, κἀν τούτοις αὐτοῦ τοῖς ῥήμασι, δι’ ὧν κατασκευάζει καὶ ἀποφαίνεται τοῦτο τοιοῦτον, οὐδὲν ἀντίξουν ὑφέρπει καὶ ὑποφαίνεται, περιτρέπον εἰς τοὐναντίον τὴν γνώμην. Ὅταν δ’ ἄκτιστον αὐτὸ φῇ πᾶσα ἡ πρὸς τοῦτο κατασκευή, περιέργως οἷόν τις ὑποκαθήμενος φώρ, ὑποσυλᾷ καὶ μετάγει τὸ ἄκτιστον πρὸς τὴν πᾶσι παντάπασιν ἀόρατον οὐσίαν τοῦ θεοῦ, ἣν δὴ καὶ μόνην ἄκτιστον αὐτὸς εἶναι δογματίζει.

Πᾶν γὰρ τὸ ταύτης διαφέρον ὁπωσοῦν, φανερῶς ἐναριθμεῖ τοῖς κτίσμασιν. Ἐπεὶ δὲ μὴ ὅτι κτιστὸν οὗτος, ἀλλὰ καὶ φάσμα, φεῦ, τὸ τῆς θεότητος δοξάζει φῶς, ὂν κυρίως οὐδέποτε, πρὸς ταύτην ἄλλοτ’ ἐπερειδόμενος τὴν διάνοιαν οὔτε κτιστὸν οὔτε ἄκτιστον αὐτό φησιν. Ἔχεις, οἶμαι, συμβαλὼν τὰ τῆς ἀδόξου δόξης, δι’ ἣν περὶ τὴν ἱερὰν πίστιν ἐκινδύνευσεν ὁ Ἀκίνδυνος. Συμφέρεται δ’ οὗτος τοῖς ἐκ τοῦ παντὸς αἰῶνος ἄθεσμα θεοῦ περιπεφρονηκόσι μικροῦ πᾶσι. Διπλῆν δ’ ἔχει τοῦτο τὴν αἰτίαν· τὰς μὲν γὰρ θείας ἐνεργείας ἀθετήσας, καθ’ ἃς καὶ μόνας ἔξεστι θεολογεῖν καὶ ἀφ’ ὧν μόνων τά τε οἰκεῖα τῇ εὐσεβείᾳ συνιστάναι καὶ ἀνιστάναι τὰ ἀλλότρια, πῶς οὐκ ἂν καὶ τὴν οἰκείαν γνώμην ἔσφηλε καὶ πάνθ’ ἁπλῶς τὰ τῶν σφαλέντων ἔστερξε; Πρὸς δὲ τούτῳ καὶ τὰ διαφωνεῖν δοκοῦντα τῶν ἐκ παλαιοῦ τεθεολογημένων, δι’ ὧν αἱ καθ’ ὑπερβολήν τε καὶ ἔλλειψιν πρὸς ἀλλήλας ἀντικείμεναι αἱρέσεις ἀναιροῦνται πᾶσαι, λέγειν ἀγνοεῖν οὗτος παραινῶν, ὡς ἐναντιούμενα πρὸς ἄλληλα, μηδενὶ τούτοις χρῆσθαι διακελεύεται. Καὶ τοὺς συμβιβάζοντας ὡς καινοτόμους ἀπαναίνεται, καινούς τε καὶ ὑπερηφάνους ὀνομάζει θεολόγους, ὡς μὴ τὰ συνετὰ πᾶσιν ἐξηγεῖσθαι καὶ διδάσκειν ἐπαγγελλομένους. Πῶς οὖν οὐκ ἂν αὖθις ἔστησεν ἅπαν δόγμα πονηρόν, πάντ’ ἀνελὼν αὐτὸς δι’ ὧν ἀναιρεῖται πάντ’ ἐκεῖνα;

Πᾶσι μὲν οὖν τοῖς πονηροῖς αἱρεσιάρχαις οὕτω καὶ διὰ ταῦθ’ οὗτος ἐπήρθη συναινεῖν, μάλιστα δὲ Ἀρείῳ καὶ Εὐνομίῳ καὶ Μακεδονίῳ, καὶ αὐτῷ Σαβελλίῳ, κἂν ἐκ διαμέτρου πρὸς ἐκείνους οὗτος βεβήκει. Συγκλώθειν γὰρ ἔξεστιν Ἀκινδύνῳ καὶ τὰ ἀσύγκλωστα. Καὶ γὰρ Ἄρειός τε καὶ Εὐνόμιος καὶ ὅσοι κατ’ αὐτούς, ἐπεὶ παρὰ τὴν τοῦ πατρὸς ἑτέραν τοῦ υἱοῦ δεῖξαι τὴν οὐσίαν ἐκ τῶν κατ’ αὐτὴν οὐκ εἶχον, ἐκ τῶν περὶ αὐτὴν θεωρουμένων ἐπεχείρησαν κλέψαι τοὺς πολλοὺς καὶ τὴν ἀγεννησίαν ὑποστατικῶς περὶ αὐτὴν θεωρουμένην, τὴν ἄκτιστον οὐσίαν εἶναι ἀπεφήναντο· οὕτω γὰρ ἐξ ἀνάγκης λείπεται, τὸν γεννητὸν κτιστὸν εἶναι κατ’ οὐσίαν τῇ δ’ ἀγεννησίᾳ, ταὐτὸ δ’ εἰπεῖν τῇ τοῦ θεοῦ οὐσίᾳ κατ’ ἐκείνους, τὴν ἀτρεψίαν, τὴν ἀπειρίαν, τὴν σοφίαν, τὴν ἀγαθότητα καὶ ἁπλῶς πάντα τὰ περὶ τὴν θείαν οὐσίαν φυσικῶς θεωρούμενα μηδὲν μηδαμῇ διαφέρειν συναπεφήναντο.

Πᾶν δὲ τὸ διαφέρον ἐκείνης ὁπωσοῦν μετὰ τῶν κτισμάτων ἔταξαν, ἵν’ ὁμοῦ τε μίαν δῆθεν αὐτοῖς ὁ θεὸς οὐσίαν ἔχῃ καὶ ἁπλῆν, καὶ ὁ υἱός, ἅτε γεννητός, ἑτέρας τε οὐσίας εἴη, καὶ τρεπτὸς καὶ πεπερασμένος καὶ ἀρκτός, ταὐτὸ δ’ εἰπεῖν κτιστός, καὶ οὐκ ὄντως ἀγαθός.

Ὅτι μὲν οὖν ὁ Εὐνόμιος πάσας τὰς περὶ τὴν θείαν φύσιν ἀκτίστους ἐνεργείας καὶ ἁπλῶς πάντα τὰ περὶ αὐτὴν φυσικῶς ὁρώμενα μηδὲν διαφέρειν τῆς ἀκτίστου οὐσίας διατείνεται καὶ κτίσμα πᾶν εἶναι τὸ διενηνοχὸς ταύτης ὁπωσοῦν, καὶ ὁ λόγος μὲν δι’ ὀλίγων ἐναργῶς παρέστησεν. Ἀξιόχρεω δ’ ὅμως καὶ μάρτυρές εἰσιν οἱ τούτου καὶ κατὰ τοῦτο ἀναιρέται. Τὸ δ’ εἶναι τοῦτ’ αὐτὸ καὶ τὸ παρ’ Ἀκινδύνου νῦν δογματιζόμενον, ἥ τε πληθὺς αὐτῷ πᾶσα τῶν περὶ τούτου συγγραμμάτων καὶ τῶν αὐτοχείρως γεγραμμένων καὶ ἡ γλῶσσά οἱ καὶ πάντες σχεδὸν οἱ ἐντυχόντες ἐκείνῳ μαρτυρήσουσι.

Προκείσθω δ’ ὅμως καὶ ἀπὸ τῶν αὐτῷ συγγεγραμμένων ἔνια· «οὐ δυνάμεθα γάρ, φησί, τί τῶν ἀκτίστων καὶ φυσικῶν τοῦ θεοῦ ἕτερόν τι φρονῆσαι τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως» καὶ πάλιν· «ὅσα λέγεται ἐπὶ θεοῦ, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο· καὶ πάντα διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν»· καὶ πάλιν, «πῶς οὐκ ἄκτιστοι δύο θεότητες, ἵνα μὴ λέγω πλείους, εἴπερ ἡ τοῦ θεοῦ δύναμις καὶ παντουργὸς ἐνέργεια καὶ σοφία καὶ ζωὴ καὶ ἀγαθότης, διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν»; Καὶ πάλιν, «τὸ μερίζεσθαι τὸν θεὸν καὶ οὕτω πολλὰ ἄκτιστα γίνεσθαί τε καὶ εἶναι διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν, ἀσεβέστατόν ἐστιν». Ἀλλ’ Ἀρείῳ μὲν καὶ Εὐνομίῳ οὐ τοῦθ’ ὑπῆρχεν ἡ τῆς κακοδοξίας πρόθεσις, ἀλλὰ τὸ μὴ διαιρεῖσθαι κατὰ τὰς ὑποστάσεις τὸν μόνον κατ’ ἐκείνους ἄκτιστον θεὸν καὶ κτιστὸν ἐντεῦθεν εἶναι τὸν ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενον υἱόν. Τὸ δὲ μὴ κατὰ τὰς φυσικὰς ἐνεργείας ἐπιδέχεσθαι τὴν ἡντινοῦν διαίρεσιν, ἐπακολούθημα τῆς ἐκείνων δυσσεβείας ἦν, ἐκ τῶν ὑποστατικῶς περὶ τὸν θεὸν ὁρωμένων λαβὸν τὴν ἀφορμήν. Ἀκινδύνῳ δὲ τοῦτ’ αὐτό ἐστιν ἡ πρόθεσις καὶ τὸ κτιστὴν ἐντεῦθεν δείκνυσθαι τὴν ἑωραμένην ἐν Θαβὼρ τοῖς ἀποστόλοις θείαν ἔλλαμψίν τε καὶ ἐνέργειαν, ἐπειδήπερ ἡ τοῦ θεοῦ οὐσία πᾶσι παντάπασίν ἐστιν ἀόρατος, ἐπακολουθεῖ δ’ αὐτῷ καὶ τῇ κατ’ αὐτὸν κακοδοξίᾳ.

Τὸ δὲ μὴ κατὰ τὰς ὑποστάσεις ἐπιδέχεσθαι διαίρεσιν τὸν μόνον ἄκτιστον θεόν, ἐξ οὗ γὰρ ἐπιχειρεῖ κατασκευάζειν τὸ κατὰ τὰς ἐνεργείας ἀδιαίρετον, τοῦτο δέ ἐστιν, ἵν’ εἴπω κατ’ αὐτόν, ὅτι ὁ θεὸς ὅλου τε παντός ἐστι καὶ μέρους ἄνω, ἐκ τούτου καὶ τὸ κατὰ τὰς ὑποστάσεις ἀδιαίρετον ἐξ ἀνάγκης συγκατασκευάζεται· καὶ κατ’ αὐτὰς γὰρ ὁ θεός, ὅλου τε παντός ἐστι καὶ μέρους ἄνω. Οὐδὲ γὰρ ὡς ἐκ μερῶν τῶν ὑποστάσεών ἐστιν, οὐδὲ μέρος ἐν ἑκάστῃ τῶν ὑποστάσεων, ἐν γὰρ ἑκάστῃ ὅλη καὶ τελεία ἡ θεότης ἐστίν, ὁ δὲ τὸ κατὰ τὰς θείας ὑποστάσεις, ἐξ ὧν, φησίν, ἀδιαίρετον κατασκευάζων, συγκατασκευάζει τἀναντία κακὰ καὶ ὁμογενῆ τὴν δυσσέβειαν. Εἰ μὲν γὰρ μὴ ἄλλον εἶναι λέγει τὸν υἱὸν τῆς μιᾶς ἐκείνης ὑποστάσεως, ἣν μόνην ἄκτιστόν φησι, Σαβέλλιος ἄντικρύς ἐστιν· εἰ δὲ καθ’ ὑπόστασιν ἑτέραν λέγει τὸν υἱὸν τῆς μόνης ἀκτίστου κατ’ αὐτόν, Ἀρείῳ παραπλησίως ἐξεμάνη.

Δεῖ μέντοι τῷ εὐσεβεῖν ᾑρημένῳ συνορᾶν, ὡς ἀδιαιρέτως καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς ἐνεργείας τὸ θεῖον διαιρεῖται, τοῦτο μέν, ὡς ἐπ’ αὐτοῦ διαφορᾶς τινος ἐντεῦθεν ἐπιφαινομένης, ἀλλ’ οὐ κατατομῆς—οὐ γὰρ ὡς τὰ σώματα μερίζεται τὰ ἀσώματα, καὶ μάλιστα τὸ θεῖον—τοῦτο δέ, ὡς, ἡνίκα διαιρεῖται κατὰ τὰς ὑποστάσεις, τὸ ἀδιαίρετον ἔχον κατὰ τὰς ἐνεργείας, ἡνίκα δὲ κατὰ τὰς δυνάμεις καὶ ἐνεργείας διαιρεῖται, μένον κατὰ τὰς ὑποστάσεις ἀδιαίρετον.

Ἅμα γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πρὸ αἰώνων μὲν προέγνω καὶ προώρισεν, ὅτε δὲ ἠθέλησεν, ἐδημιούργησε· προνοεῖ δὲ τοῦ παντὸς διηνεκῶς. Ἐπεὶ τοίνυν ὁ θεὸς οὐχ ὡς τὰ σώματα μερίζεται καὶ μὴ μόνον ὑπεράνω τοῦ τε ὅλου καὶ τοῦ μέρους, ἀλλὰ καὶ ὅλον καὶ μέρος ἔσθ’ ὅπως λέγοιτ’ ἄν, —ἐπ’ αὐτοῦ γάρ, πλὴν τῶν ἰδιαιτάτων πάντα λέγεται, καὶ τὰ ἀντιθέτως ἔχειν πρὸς ἄλληλα δοκοῦντα—, διὰ τοῦτο μερίζεται μὲν καὶ κατὰ τὰς θείας ὑποστάσεις καὶ κατὰ τὰς θείας ἐνεργείας, θεοπρεπῶς δέ, ἀμερίστως δηλαδή. Τοῦτο δὴ μὴ συνεὶς Ἀκίνδυνος καὶ οἱ ἐκ παλαιοῦ κατὰ τοῦτον κινδυνεύσαντες, τελέως μὲν τὸν ἀμερῆ μερίζοντες, δυσσεβέστατα κατατέμνουσιν αὐτόν. Ἑνοῦντες δὲ δῆθεν, δυσσεβῶς οὐχ ἧττον περιτέμνουσιν ἢ συγχέουσιν αὐτὸν καὶ τοὺς μὴ κατὰ τὸν ἴσον αὐτοῖς τρόπον αἱρουμένους δυσσεβεῖν πολυθέους ὀνομάζουσιν.

Ὁ δ’ Ἀκίνδυνος καὶ ἀπὸ τοῦ πᾶν ἔργον ὁπωσδήποτε λεγόμενον ἀποφαίνεσθαι κτιστὸν κτίσμα τὸν υἱὸν ποιεῖ, τῶν θείων πατέρων πολλαχοῦ θεολογούντων ἔργον θείας φύσεως εἶναι τὴν προαιώνιον γέννησιν. Ἀλλὰ καὶ ὁπηνίκα τῆς θείας φύσεως ἔργα λέγει τὰ ποιήματα, κακουργῶν ἢ ἀγνοῶν τοῦθ’ ὑποκατασκευάζει, καὶ ἡνίκα τὴν φυσικὴν τάξιν καθ’ ἣν ὁ υἱὸς δευτερεύει τοῦ πατρός, κατὰ τὸν μέγαν Βασίλειον, μηδὲν διαφέρειν τῆς φύσεως αὐτός φησιν. Ἐπεὶ δὲ καὶ τὴν θείαν θέλησιν διαφέρειν τῆς θείας προγνώσεως ἡμῶν λεγόντων καὶ τῆς δημιουργικῆς ἐνεργείας τὴν θεουργὸν χάριν καὶ ἐνέργειαν, τούτων τε καὶ τῶν τοιούτων ὑπερκεῖσθαι τὴν θείαν οὐσίαν κατὰ τοὺς θεοφόρους ὡς αἰτίαν οὖσαν τῶν ἑαυτῆς ἐνεργειῶν, αὐτὸς ἄνισα καὶ ἀνόμοια πρὸς ἄλληλα ταῦτα λέγειν ἡμᾶς συκοφαντεῖ, τοῖς ἑαυτοῦ λόγοις ἀκολούθως καὶ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἄνισα καὶ ἀνόμοια πρὸς ἄλληλα παρίστησιν, ἐπειδὴ καὶ ταῦτα διαφέρουσιν ἀλλήλων, τοῦ τε υἱοῦ καὶ τοῦ πνεύματος ὁ πατὴρ μείζων ὑπάρχει τῷ αἰτίῳ.

Διὰ τούτων οὖν καὶ ἑτέρων τοιούτων οὐκ ὀλίγων τά τε τῆς Ἀρείου μανίας συμπεραίνει καὶ τὰ πρὸς ταύτην ἀντικείμενα, μὴ μέντοι κατὰ τὸ δυσσεβές· ὅτε γὰρ αὖ τῆς ἀκτίστου οὐσίας οὐδ’ ὁπωσοῦν διακρίνει τὴν ἄκτιστον ἐνέργειαν, εἶτα τὸν υἱὸν τοῦ πατρὸς ἐνέργειαν εἶναι τοιαύτην ἀποφαίνεται καὶ τὸ πνεῦμα τὸ ἅγιον, τὴν Σαβελλίου συναλοιφὴν κἀντεῦθεν παρεισάγει. Ἀλλὰ καὶ δύναμιν ἀΐδιον καὶ ζωὴν καὶ σοφίαν καὶ ἀγαθότητα καὶ πάντα τὰ τοιαῦτα τοῦ πατρὸς εἶναι λέγων, τὸν υἱὸν οὐχ ὡς πάντα ταῦτα τῷ πατρὶ καὶ αὐτὸν ἀπαραλλάκτως ἔχοντα, ἀλλὰ μόνον ὄντα ταῦτα τοῦ πατρός, περὶ τὸν πατέρα θεωρούμενον αὐτὸν εἰσάγει, μὴ παρ’ ἐκεῖνον ἄλλην καὶ ἰδίαν κεκτημένον τὴν ὑπόστασιν.

Τοῦτ’ αὐτὸ κατασκευάζει καὶ φανερῶς ἀπαγορεύων κοινὰς ἀκτίστους ἐνεργείας εἶναι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐξ ὧν ἁπάντων, διπρόσωπόν τι καὶ δυσξύμβολον τέρας, Ἀρείου καὶ Σαβελλίου φέρον εἶδος, ἐφ’ ἡμῶν ἀναπέφηνε.

Φιλοτιμούμενος δὲ καὶ τούτων ἀμφοῖν ὑπερακοντίσαι τὴν ἀπόνοιαν, ὃ μηδεὶς ἐτόλμησεν ἐκείνων, τὸ αὐτό φησιν οὗτος εἶναι καὶ κτίσμα καὶ οὐσίαν τοῦ ἀκτίστου θεοῦ, οὐ κατὰ μόνης τῆς θείας λαμπρότητος τοιαῦτα σοφιζόμενος, ἀλλὰ καὶ κατὰ πάντων τῶν οὐσιωδῶς περὶ τὸν θεὸν θεωρουμένων.

Καὶ αὐτὴν γὰρ τὴν ἀτρεψίαν καὶ τὴν κατὰ πάντα ἀπειρίαν καὶ τὴν ἀγαθότητα τὴν θείαν καὶ πάνθ’ ἁπλῶς τὰ θεωρούμενα περὶ τὸν θεὸν οὐσιωδῶς, ἅπερ αὐτὸς οὗτος ὡς περὶ τὸν θεὸν ὄντα φυσικῶς οὐσίαν εἶναι διαβεβαιοῦται τοῦ θεοῦ, κτιστὰ πάλιν οὗτος εἶναι γράφει καὶ ἀρκτά· καὶ τοὺς μὴ ταῦθ’ οὕτω φρονεῖν ἀνεχομένους, ὡς διθεΐτας καὶ πολυθέους ἀποκηρύττει παρρησίᾳ, «πολλὰ γάρ, φησίν, οὗτοί φασιν, ἀλλ’ οὐχ ἓν τὸ ἄκτιστον. Καὶ τὴν μέν, οὐσίαν, τὰ δέ, ἀνούσια· καὶ τὴν μὲν ὑπερκειμένην τούτων, δηλονότι τὴν οὐσίαν, ὡς αἰτίαν τῶν περὶ αὐτήν, τὰ δὲ ὑφειμένα ὡς ἐκ ταύτης ὄντα καὶ περὶ αὐτήν, ἀλλ’ οὐκ αὐτῇ ὑπάρχοντα». ᾯ δ’ ἄπιστον δοκεῖ, τὸ φάναι τὸν Ἀκίνδυνον κτίσματα τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα, καὶ αὐτὴν τὴν ἀτρεψίαν καὶ τὴν κατὰ πάντα ἀπειρίαν, ἴτω παρ’ ἡμᾶς καὶ θεωρείτω, μὴ μόνον ἐν τοῖς διὰ πλάτους αὐτῷ συγγεγραμμένοις, ἀλλὰ καὶ δι’ αὐτοχείρων προκείμενον ἐν τοῖς ἀπεσταλμένοις αὐτῷ πρὸς τὸν ἀνωτέρω δεδηλωμένον πατριάρχην.

Τὸ δ’ αἴτιον ἀφ’ οὗ κατασκευάζει καὶ ἀποφαίνεται ταῦτα εἶναι κτίσματα, καὶ δι’ ἑκάστου τούτων κτιστὸν ὁ τάλας ἀποφαίνει τὸν θεόν, πολλαπλασίως, φεῦ, εἰς αὐτὸν οὕτω βλασφημῶν, ὅτι ἔργα τοῦ θεοῦ, ταῦτ’ ὠνόμασεν ἐν τοῖς Θεολογικοῖς αὐτοῦ Κεφαλαίοις ὁ πολὺς τὰ θεῖα Μάξιμος, εἰ δὲ ἄναρχα προσεῖπε ταῦτα, φησὶν ὁ Ἀκίνδυνος, καὶ ἀΐδια, καὶ μὴ εἶναι ὅτε οὐκ ἦσαν, ἀλλὰ χρονικῶς ὡς οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν αἰῶνι ταῦτ’ ἠργμένα τε καὶ ἐκτισμένα.

Τοιοῦτον δὴ καὶ τοῦτο. Σὺ δ’ ἔχεις, σεβασμιωτάτη φιλότης, ὡς ἐγᾦμαι τὸ ζητούμενον· ἴσθι δὲ καὶ τὸν Βαρλαὰμ ἐκεῖνον μηδὲν ἀλλοῖον πεφρονηκότα, πλὴν τοῦ περιττοῦ δόλου καὶ τῶν ποικίλων ἐν ἐπικρύψει τε καὶ ὑποκρίσει ψευσμάτων· πολλαπλασίῳ γὰρ ὑπέδυ τὰ τοιαῦθ’ οὗτος μετὰ τὴν ἐκείνου καὶ τὴν αὐτοῦ μετ’ ἐκεῖνον συνοδικὴν καταδίκην, ἀπρίξ τε τῶν αὐτῶν ἐχόμενος καὶ λανθάνειν τοὺς πολλοὺς πειρώμενος.