Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον μητροπολίτη Αίνου Δανιήλ

Θεολογική απάντηση σε κατηγορίες περί αλλοίωσης της πατερικής παράδοσης. Τεκμηριώνεται εκτενώς η ορθόδοξη διάκριση και ταυτόχρονη ενότητα θείας φύσης και ενέργειας, και επισημαίνεται η συνοδική καταδίκη των βαρλααμικών απόψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΙΕΡΩΤΑΤΟΝ ΚΑΙ ΤΑ ΘΕΙΑ ΣΟΦΟΝ ΜΗΤΡΟΠΟΛΙΤΗΝ ΑΙΝΟΥ ΚΥΡ ΔΑΝΙΗΛ Ὄντως αἰδοῦς οἰχομένης ἐκ ψυχῆς ὁρμαθὸς ἅπας ἀντεισάγεται κακῶν· ἔξω γὰρ ἑαυτοῦ γεγονὼς ὁ τὴν αἰδῶ παρωσάμενος οὐδ’ ὅ,τι πράττει οὐδ’ ὅ,τι λέγει συνίησιν αὐτὸς αὑτόν.

Πῶς οὖν οὗτος ἑτέρων εἴσεται λόγους ἢ προσήσεται; Πῶς δὲ συνήσει τῶν περὶ θεοῦ δογμάτων τὴν ἀλήθειαν, ᾧ νόμος κεῖται κατασπᾶν μετεώρους κούφους, ὅς, «ἐὰν μὴ γένησθε», φησίν, «ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν», οὐ ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζοντες; Τὸ γὰρ ἀναιδὲς καὶ ὑπερήφανον ἦθος πληροῖ φρονήματος καὶ μωραίνει τοὺς σοφούς, ὡς μηδὲ σοφίαν ἔτι χωρεῖν μηδὲ παιδείαν τὴν ἀληθῆ. Διὰ τοῦτο καὶ ὁ προφήτης αὐτοὺς ταλανίζει καὶ θρηνεῖ· «οὐαί», λέγων, «οἱ σοφοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες», οἳ περὶ τὴν σοφίαν εἰσὶν ἀμαθεῖς καὶ περὶ τὴν παιδείαν ἀπαίδευτοι, κεχρημένοι ταύταις καθ’ ἑαυτῶν, τῷ πιστεύειν αὐταῖς ἐν πᾶσι καὶ ζητεῖν ἐν λόγοις τὰ ὑπὲρ λόγον, οἳ καὶ παραφθέγγονται μᾶλλον ἢ φθέγγονται καὶ τῶν βαθεῖ κάρῳ κατεχομένων γρηγορεῖν καὶ ὑγιαίνειν δοκοῦντες οὐκ ἔχουσιν ἄμεινον· ὡς γὰρ ἐκεῖνοι τῆς αἰσθήσεως ἐπιλιπούσης αὐτούς, οὕτως οὗτοι τοῦ νοῦ καὶ τῆς ἀληθινῆς γνώσεως εἶναι δοκοῦσιν, ἃ φαντάζονται καὶ ζηλοῦσιν ἐπὶ τούτοις ζῆλον ἀζήλωτον, ὅν τις τῶν πατέρων ἔφη μωρόν, ὁ δ’ Ἀπόστολος ζῆλον οὐ κατ’ ἐπίγνωσιν, ᾧ κατάκρας ἁλοὺς ὁ αὐτομαθὴς μᾶλλον δὲ ἀμαθὴς οὑτοσὶ θεολόγος, οὐκ οἶδεν οὔτε ἃ λέγει οὔτε περὶ τίνων διαβεβαιοῦται.

Φησὶ γάρ, τοῦτο πρῶτον τιθεὶς καὶ τοῦ καταλόγου τῶν ἡμῖν ἡμαρτημένων μεῖζον, ὡς ἕν πως εἰπόντες τὴν θείαν ἐνέργειαν καὶ τὴν οὐσίαν, εἶθ’ ὥσπερ ἐκ μεταμελείας ἡμῖν αὐτοῖς μαχόμενοι διαφέρειν ἔφημεν. Καὶ οὐδὲ ἐκεῖνο συνεώρακεν, ὅτι πᾶν τὸ ἕν πως ἀναγκαίως ἔστιν ὡς οὐχ ἕν· τὰ γὰρ ἓν τῷ γένει διάφορα τῷ εἴδει· καὶ τὰ ἓν τῷ εἴδει διάφορα τῷ ἀριθμῷ, ἔστι δ’ ἃ καὶ τῶν ἓν τῷ ἀριθμῷ καὶ αὐτῇ τῇ ὑποστάσει διάφορά ἐστι ταῖς φύσεσι· πολλὰ δὲ καὶ τῷ ὑποκειμένῳ ὄντα ἕν, οὐ διάφορα μόνον ἐστίν, ἀλλὰ καὶ ἐναντία.

Καὶ οὐ λέγω ταῦτα νῦν, ὡς οὕτως ἐχούσης τῆς ἐνεργείας πρὸς οὐσίαν ἡντινοῦν—μὴ πάλιν ἐπιφυέσθωσαν ἡμῖν οἱ κακομαχεῖν προῃρημένοι μάτην—, ἀλλὰ τοῦτο μόνον, ὅτι τὰ μὴ διαφέροντά πως καὶ διάφορά πως αὖθις, ἀριθμοῦ δὲ χωρὶς διαφορὰν ἰδεῖν ἀνένδεκτον κατὰ τὸν θεῖον Μάξιμον· πᾶσα γὰρ αὖθις κατ’ αὐτὸν διαφορὰ τὸ ποσὸν τῶν διαφερόντων πραγμάτων συνεισάγειν ἑαυτῇ πέφυκεν, εἴτε οὐσιῶν εἴτε ποιοτήτων εἴτε ἰδιοτήτων καὶ ἁπλῶς εἰ διαφορὰν εἴποιμεν, πάντως ἐν ποσῷ τὰ διαφέροντα θεωρήσαντες, εἴτε αἰσθήσει εἴτε νοήσει τὴν διαφορὰν ἐγνωρίσαμεν. Ἀλλ’ ἵνα πάλιν κατὰ τὸν αὐτὸν εἴπω, τὴν οἱανοῦν διαίρεσιν οὔτε ποιεῖν οὔτε πάσχειν οὔτε εἰσάγειν ὁ ἀριθμὸς δύναται· οὐ γὰρ τὸ εἰδέναι ταῦτα μερίζειν ἐστίν.

Τοιαύτη μὲν οὖν ἡ πρώτη καὶ μεγίστη λαβὴ καθ’ ἡμῶν. Ἡ δὲ δευτέρα τίς; Ὅτι μὴ μόνον ἑαυτοῖς ἀντιλέγομεν, ἃ ταῦτά πως ἔφημεν καθ’ ἕτερον τρόπον οὐ ταὐτὰ δεικνύντες, ἀλλὰ σὺν ἡμῖν αὐτοῖς καὶ τοῖς ἁγίοις ἡμῶν πατράσι· καὶ συνείρει τούτων ῥήσεις ἐφεξῆς πολλάς, ταὐτὸ δεικνύσας ἐπὶ θεοῦ τῇ οὐσίᾳ τὴν ἐνέργειαν, τὴν αὐτὴν δ’ ἴδοις ἂν φερόμενον καὶ τὸν καθηγητὴν τῆς νέας ταύτης σοφίας καὶ θεολογίας.

Ἀγνοοῦσι γάρ, ὡς ὁπόσας ἂν συναθροίσωσι τοιαύτας ῥήσεις οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλ’ ὑπὲρ ἡμῶν καὶ τῆς ἡμῖν χάριτι Χριστοῦ συμφθεγγομένης ἀληθείας πράξουσιν· οὐδὲ γὰρ ὁ Σαβέλλιος ἴσχυσε κατὰ τῆς ἐκκλησίας, ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν προφέρων καὶ τἄλλ’ ἐρανιζόμενος ἐκ τῶν γραφῶν, ὅσα μίαν ἀναφαίνει τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος θεότητα· μίαν γὰρ ἴσμεν καὶ ἡμεῖς ἀλλ’ ἐν τρισὶν ὑποστάσεσι προσκυνουμένην. Οὕτω τοίνυν καὶ ταὐτὸν οὖσαν ἴσμεν τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν ἐπὶ τῆς θείας καὶ ὑπερφυοῦς ἁπλότητος καὶ οὐκ ἐπὶ ταύτης μόνον, ἀλλὰ καὶ ἐπὶ πάσης νοερᾶς οὐσίας, ὡς κἀν τῷ Περὶ θείων ἐνεργειῶν διὰ πολλῶν ἀποδέδεικται ἡμῖν· ἐπεὶ δὲ τοῦτο καὶ τοῖς ἀντιλέγουσι συνωμολόγηται, βραχὺς ἡμῖν ἐν τοῖς ἄλλοις ὁ περὶ ταυτότητος λόγος.

Ἔστι μὲν οὖν ταὐτόν πως οὐσία καὶ ἐνέργεια ἐπὶ θεοῦ, ἀλλ’ ἔστιν ὡς καὶ διενηνόχασιν ἀλλήλων, ὡς ἀριδήλως ἐν τοῖς τῶν πατέρων λόγοις δείκνυται. Φησὶ γὰρ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς περὶ θεοῦ γράφων, «ἄλλο ἐνεργῶν καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργεια· καὶ αὖθις ἕτερον τὸ τῆς ἐνεργείας ἀποτέλεσμα»· καὶ ὁ μέγας Γρηγόριος ὁ θεολόγος καὶ αὐτὸς ἐπὶ θεοῦ, «ἕτερόν ἐστι θέλων καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν· τὰ μὲν γὰρ ὁ κινούμενος, τὰ δ’ οἷον ἡ κίνησις». Ὁ δὲ μέγας αὖθις Βασίλειος· «πῶς οὐ καταγέλαστον τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικόν, οὐσίαν, τὸ προγνωστικὸν πάλιν ὡσαύτως, καὶ ἁπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι»;

Βλέπεις, πάτερ, πῶς μεθύοντές εἰσι καὶ καταγέλαστοι, καί, ὡς ἀνωτέρω ἔφην, ἔκφρονες οἱ μηδὲν διαφέρειν οἰόμενοι τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν ἐπὶ θεοῦ; Καίτοι τίς ἂν δύναιτο πάσας τὰς φωνὰς προάγειν τῶν πατέρων, δι’ ὧν ἑτέρα ἡ ἐνέργεια τῆς οὐσίας ἐπὶ τοῦ θεοῦ καὶ λέγεται καὶ δείκνυται; Ὡς γὰρ οὐκ ἔστι τὰ ὑποστατικὰ ὑπόστασις, ἀλλὰ χαρακτηριστικὰ ὑποστάσεως, οὕτω καὶ τὰ φυσικὰ οὐ φύσις, ἀλλὰ χαρακτηριστικὰ φύσεως· «φυσικὰ δέ φαμεν», φησὶν ὁ ἱερὸς Δαμασκηνός, «τὰ θελήματα καὶ τὰς ἐνεργείας, λέγω δὴ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ’ ἣν θέλουσι καὶ ἐνεργοῦσι τὰ θέλοντα καὶ ἐνεργοῦντα».

Καὶ τοίνυν ἡ μὲν φυσικὴ θέλησις καὶ ἡ ἐνέργεια τῆς φύσεώς ἐστι—καὶ παρὰ τῶν πατέρων ἀναγέγραπται—, οὐ τῆς φύσεως δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῆς φύσεως, ἡ δὲ φύσις οὐ τῆς θελήσεως οὐδὲ ἐκ τῆς θελήσεως ἢ τῆς οἱασοῦν ἄλλης ἐνεργείας. Ὡς μὲν οὖν ἐξ ἐκείνης αὕτη, ἄλλη καὶ οὐχ ἡ φύσις ἐστίν, ὡς δὲ αὐτὴν ἐκείνην ἐπὶ τῶν ἀσωμάτων καὶ οὐδὲν ἄλλο χαρακτηρίζουσα οὐκέτ’ ἂν ἄλλο παρ’ ἐκείνην νοοῖτο· καὶ γὰρ νοῦς ἐστι καὶ ἡ τοῦ νοῦ ἐνέργεια καὶ οὔτε διόλου τὸ αὐτὸ τῇ ἐξ ἧς ὑπάρχει φύσεως οὔτε παντάπασιν ἄλλη. τῷ γὰρ ἐξ ἐκείνης εἶναι καὶ τῷ διαπορθμεύεσθαι δύνασθαι, καθάπερ τινὶ χρωμένη πορθμείῳ τῷ λόγῳ πρὸς τοὺς ἀκούοντας καὶ πολλοῖς ἑτέροις τρόποις διῄρηται πρὸς τὸν νοῦν.

Τῷ δὲ νοερά πως καὶ αὕτη εἶναι καὶ νοητὴ καὶ τῷ ταῦτα δεικνύειν ἐν ἑαυτῇ, ἃ περὶ ἐκεῖνον ὁρᾶται καὶ τὸ ἀχωρίστως αὐτῷ συγκαταλαμβάνεσθαι, ἡ αὐτὴ ἐκείνῳ ἐστίν· ὁ γὰρ ἐνέργειαν ἢ δύναμιν εἰπών, εὐθὺς καὶ τὴν φύσιν, ἧς ταῦτα, συνελογίσατο. Χρὴ οὖν ὁμολογεῖν ἄμφω, τὴν διαφοράν τε καὶ τὴν ταυτότητα, καὶ δι’ ἀμφοτέρων ἐν τῇ μεσότητι μένειν τῆς εὐσεβείας, ἀλλὰ καὶ αἰτίαν ὁμολογεῖν τῆς ἐνεργείας τὴν φύσιν, ἵνα μήτε δύο εἶεν ἀρχαὶ μήτε μία μέν, ἀνενέργητος δέ, ἢ τῷ μὴ διάφορον ἔχειν ἑαυτῆς τὴν ἐνέργειαν ἢ τῷ ἀλλοτρίαν, καταβαλλομένην εἰς κτίσιν καὶ ἀλλοτριουμένην θεότητος.

Τί γὰρ δεῖ θεὸν ἢ συντέμνειν κακῶς ἢ κατατέμνειν εἰς ἀνισότητας; Ἀλλὰ γὰρ ἀμφότερα ταῦτα, τῶν πατέρων διαγορευόντων σαφῶς καὶ ἡμῶν ἐκείνοις ὁμολογούντων, θάτερον αὐτοὶ πιστούμενοι διὰ τῶν μαρτυριῶν ἀντιλέγειν οἴονται ἡμῖν.

Τρίτον αὐτοῖς λῆμμα καθ’ ἡμῶν, ὅτι ἐξ ἀτελοῦς εἰς τελειότητα προκόψει ὁ θεός, εἴπερ τῆς φύσεως ἔχει διαφέρουσαν τὴν ἐνέργειαν. Εἴχομεν οὖν περιτρέπειν αὐτῶν τὸν λόγον εἰς ἅπαν τοὐναντίον—οὐδὲ γὰρ ὁ νοῦς χείρων ἑαυτοῦ γένοιτ’ ἄν, κατὰ τὴν ὑπὸ τοῦ μεγάλου Διονυσίου ὀνομαζομένην ἕνωσιν τῶν νοήσεων ἀπολυθείς—δυνάμεώς τε καὶ κατὰ τὴν θύραθεν σοφίαν, ἀτελοῦς τε καὶ τελείας οὔσης, ἡ τελεία χωρὶς ἡστινοσοῦν φθορᾶς τε καὶ μεταβολῆς ἔχεταί τε καὶ ἀπολύεται τῆς ἐνεργείας. Ἀλλὰ τὰ τοιαῦτα ἀφέντες, τὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου πρὸς αὐτοὺς ἐροῦμεν· ὃ γὰρ νῦν λέγουσιν οἱ ἀντιλέγοντες ἡμῖν, τοῦτ’ αὐτὸ τὸν Ὠριγένην εἰπόντα καταμαθόντες, ἡ ἁγία σύνοδος, δικαίως ἀνεθεμάτισαν, γράφοντες ἐπὶ λέξεως· «ἔλεγεν ὁ Ὠριγένης, ὅτι ὁ θεὸς ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν εἰς τὸ κτίζειν, πάντως ἐτράπη ἀφ’ ἑτέρου εἰς ἕτερον», ὥσπερ οἱ νῦν ὠριγενισταὶ οὗτοι, ἀπὸ τοῦ ἀτελοῦς ἥξει, φασίν, εἰς τὸ τέλειον. Ἄκουσον δὴ καὶ τῆς πρὸς τοῦτο τῶν πατέρων ἀντιλογίας. Οὐ γὰρ εἶπον μηδὲν διαφέρειν τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τί λέγομεν δὲ ἡμεῖς φασιν, «ὅτι οὐ κατὰ τὴν φύσιν ἐτράπη, ἀλλὰ κατὰ τὴν ἐνέργειαν». Ὁρᾷς τὴν διαφορὰν σαφῆ τῆς τε ἐνεργείας καὶ τῆς φύσεως;

Ἀλλ’ ἄκουε τῶν ἐφεξῆς, μᾶλλον δὲ οὐδὲ κατὰ ταύτην· «εἶχε μὲν γὰρ ἀεὶ τὴν δύναμιν τοῦ κτίζειν καὶ δημιουργεῖν, ἐνηργήθη δὲ ἡ τοιαύτη δύναμις, ὅτε ἠβουλήθη ὁ θεός». Ποῦ εἰσιν οἱ λέγοντες ἀεὶ τὸ ἐνεργούμενον κτιζόμενον δηλοῦν; Καίτοι τοῦ θεολόγου λέγοντος ἐν τῷ πρώτῳ τῶν Περὶ υἱοῦ· «εἰ τὸ πατὴρ ὄνομα ἐνεργείας, αὐτὸ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον».

Κανταῦθα τοίνυν ἀκουέτωσαν, ὅτι ἐνηργήθη ἡ τοῦ θεοῦ προαιώνιος δύναμις, τουτέστιν ἐχρήσατο αὐτῇ καὶ κατ’ αὐτὴν ἐνήργησεν ὁ ταύτην ἔχων. Ἔστιν οὖν ἐνέργεια θεία κατὰ τοὺς πατέρας ἡ προαιώνιος τοῦ θεοῦ δύναμις, φανερουμένη διὰ τῶν ποιημάτων. Κατὰ μὲν οὖν τὸ φανεροῦσθαι ἦρκται, ἡ δὲ δύναμις οὐδ’ ἦρκται. Διὸ καὶ ὁ μέγας Ἀθανάσιος τῶν ποιημάτων τὰς θείας ἐνεργείας ἀποδιαστέλλει, γράφων, ἐν τῇ Πρὸς Ἀρειανοὺς Διαλέξει· «ὅτι τοῦ θεοῦ εἰσι καὶ αἱ ἐνέργειαι καὶ τὰ ποιήματα», θεοῦ δὲ ἐνταῦθα, οὐ τοῦ πατρὸς φησὶ μόνου ἀλλὰ καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὐδὲ γὰρ τοῦ πατρὸς μόνου τὰ ποιήματα.

Τέταρτον ὅτι ποιότητα ἕξει καὶ σύνθετος ἔσται ὁ θεός, εἰ διαφέρουσαν ἔχει τῆς οὐσίας τὴν ἐνέργειαν. Τὸ δὲ θαυμάσιον, ὅτι πρὸς τὰ προγεγραμμένα πρὸς ἕκαστον τούτων παρ’ ἡμῶν οὐδὲ γρύ, τὸ τοῦ λόγου, φθέγξασθαι δεδυνημένος —καὶ γὰρ οὐδ’ ἐμνημόνευσεν—, εἶθ’ ὡς ἐκκεκωφημένος πάλιν τῶν αὐτῶν ἐπιχειρημάτων πρὸς τοὺς ἀπολελογημένους ἔχεται καίτοι τῶν πατέρων φανερῶς καὶ διαφέρειν λεγόντων τὴν ἄκτιστον ἐνέργειάν τε καὶ δύναμιν τῆς οὐσίας τοῦ θεοῦ.

Καὶ ἡμῶν αὐτοῖς ὁμολογούντων, οὐ πρὸς ἡμᾶς τοὺς ἑπομένους, ἀλλὰ πρὸς τοὺς ἡγουμένους ἐκείνους ἀνεφέρετ’ ἂν ἡ μέμψις, εἴπερ ὑπῆρχεν ἀληθής. Ἀλλ’ «ὁ πεσών», φησίν, «ἐπ’ ἐκεῖνον τὸν λίθον συντριβήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν». Καὶ ἡμεῖς τοιούτων εὐτυχοῦντες τῶν προβόλων, ἀσινεῖς καὶ ἀπερίτρεπτοι διαμενοῦμεν. Ἐπεὶ δ’ ὅμως ἐν πᾶσι τῶν πατέρων ὑπεραπολογούμενοι κατηγορούμεθα, φέρ’ εἴπωμέν τι καὶ νῦν αὖθις περὶ τούτων· τὸν γὰρ περὶ θείων ἐνεργειῶν καὶ τῆς ὑπερφυοῦς ἁπλότητος λόγον, ἐν ᾧ πλείω ποιούμεθα τὴν περὶ τούτων σκέψιν, ἀποστεῖλαι νῦν οὐ ῥᾴδιον τῇ σῇ σεβασμιότητι. Ποιότητα τοιγαροῦν ἐπὶ τῆς θείας, ὑπερουσιότητος λέγειν οἱ πατέρες ἀπηγόρευσαν. Ἐνεργείας δέ φασιν οὐ μίαν οὐδὲ δύο οὐδὲ τρεῖς, ἀλλὰ καὶ πολλῷ πλείους καὶ ἀκτίστους πάσας. Φησὶ γὰρ ὁ μέγας Βασίλειος ἐν τοῖς Ἀντιρρητικοῖς· «αἱ δὲ ἐνέργειαι τοῦ πνεύματος τίνες;

Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; Τίνες αἱ πρὸ τῆς νοητῆς κτίσεως αὐτοῦ αἱ ἐνέργειαι; Τὰς τοίνυν πρὸ τῆς νοητῆς κτίσεως καὶ τῶν αἰώνων ἐπέκεινα ταύτας ἐνεργείας τοῦ πνεύματος κτιστὰς μὲν εἶναι ἀδύνατον· τὸ δ’ οὐσίαν εἶναι ταύτας τοῦ θεοῦ ἢ τὸν τοῦ πατρὸς υἱὸν οὐκ ἔνι· μία γὰρ οὐσία πατρὸς υἱοῦ καὶ πνεύματος καὶ εἷς ὁ τοῦ πατρὸς μονογενὴς υἱὸς καὶ αὐτὸ τὸ πνεῦμα ἕν. Αἱ δὲ τοῦ πνεύματος ἐνέργειαι ἀνεξαρίθμητοι, φησί, διὰ τὸ πλῆθος».

Καί τινα συνείρας ἄλλα περὶ τῶν ἐνεργειῶν, ἐπάγει· «Ἦν γὰρ καὶ προῆν καὶ συμπαρῆν τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον». Εἶτα συμπεραίνει λέγων, «ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα καὶ τοῦτό ἐστι τοῦ πνεύματος κατωτέρω», τὰς ἀκτίστους ἐνεργείας κατωτέρας, φανερῶς τοῦ πνεύματος ἀποφηνάμενος εἶναι. Πῶς οὖν αὗται ἡ οὐσία τοῦ θεοῦ ἢ ὁ τοῦ πατρὸς μονογενής; Ὃ δὲ τὴν ἀρχὴν εἴρηκεν ὁ μέγας, πῶς νοήσομεν τὰς προαιωνίους ἐνεργείας, οὐ κατὰ τὸ εἶναι οὐδ’ ὡς δεικνὺς πάμπαν ἀπερινοήτους, ἔφη, ἀλλ’ ὡς ἐπ’ ἀκριβείας· ἐπεὶ διὰ τὸ μέγεθος, φησίν, ἄρρητοι καὶ διὰ τὸ πλῆθος ἀνεξαρίθμητοι. Δείκνυσι δέ που τῶν ἐπῶν καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος, ἔστιν ἃς τῶν προαιωνίων τοῦ πνεύματος ἐνεργειῶν καὶ ἡμεῖς ἐν τῷ δευτέρῳ τῶν Πρὸς Βαρλαὰμ Δευτέρων πολὺν περὶ τούτων πεποιήμεθα λόγον, δεικνύντες καὶ πρὸ τῆς γενέσεως τῶν γενητῶν τὴν πρόνοιαν ἐνεργουμένην, ἔτι δὲ καὶ τῶν ταύτῃ συστοίχων οὐκ ὀλίγα, τοῦ θεοῦ δι’ ἀγαθότητα σοφῶς προνοουμένου τοῦ τῇ γενέσει δέοντος καιροῦ.

Ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος. Ἐπειδήπερ οἱ πατέρες ποιότητας μὲν λέγειν ἀπαγορεύουσιν ἐπὶ θεοῦ, ἐνεργείας δὲ φασίν, οὐκ ἄρα κατ’ αὐτοὺς ἡ ἐνέργεια ποιότης· ὁ δὲ λόγος τίς; Ὅτι κατὰ μὲν τὴν ποιότητα πεποίωται καὶ πέπονθε μᾶλλον ἢ ποιεῖ τὸ πεποιωμένον κατ’ αὐτήν, κατὰ δὲ τὴν ἐνέργειαν οὐχ οὕτως· τὸ γὰρ πρώτως ἐνεργοῦν ἀκάματον καὶ ἀπαθές, ὡς ἐν τοῖς τεχνητοῖς ἡ τέχνη, καὶ ὁ ταύτης ἐπιγνώμων νοῦς. Εἰ δὲ τὰ κτιστὰ καὶ ἐνεργοῦντα πάσχει τι— βελτίων γὰρ ἡ τέχνη γένοιτ’ ἂν ἑαυτῆς ἐνεργουμένη καὶ ὁ ταύτην κεκτημένος νοῦς—, ἀλλ’ ἡ αὐτοτελὴς καὶ ἀπαθὴς καὶ ἀναλλοίωτος φύσις, τὴν θείαν δύναμιν ἐκφαίνουσα διὰ τῆς ἐνεργείας, ἀπαθὴς καὶ ἐνεργοῦσα μένει. Διὰ τοῦτο ἡ ἐνέργεια σύνθεσιν οὐκ ἐνεργάζεται τῇ θείᾳ φύσει· καὶ γὰρ παρ’ ἧς μηδὲν μηδαμῇ πάθος, οὐδὲ σύνθεσις, ἀλλ’ οὐδ’ ἐνθεωρουμένην ἔχει τὴν τοῦ ἐναντίου μῖξιν ἡ θεία δύναμις, δηλονότι τὴν ἀδυναμίαν· παντοδύναμον γὰρ τὸ θεῖον οὐδὲ κατὰ μετουσίαν ἔχει τὴν δύναμιν ἡ θεία φύσις, ἃ ποιητικά ἐστι συνθέσεως ἐπὶ πάντων τῶν κτιστῶν· αὐτοζωὴ γὰρ καὶ αὐτοαγαθότης καὶ πάντα τὰ τοιαῦτα ὁ θεός ἐστιν, οὐχ ὡς ἕτερον μὲν ὤν, ἕτερον δ’ οὐκ ὤν, ἀλλ’ ὡς μὴ κατὰ μετουσίαν τούτων ἕκαστον ὑπάρχων, ἐν ἑκάστῳ δὲ ὅλος ἀμερῶς καὶ ἐν πᾶσιν ἀμερίστως ὤν. Ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, μεμυήμεθα, πῶς δὲ τούτων ἕκαστον ἐπ’ ἀκριβείας οὔτε εἰπεῖν οὔτε ἐννοῆσαι δυνατόν.

Τί δὲ καὶ περὶ τοῦ τρισυποστάτου τῆς μιᾶς θεότητος ἐροῦσιν οἱ διὰ τὴν ἐνέργειαν ὑπονοοῦντες σύνθεσιν; Οὐ μήν, ἀλλ’ ἐκεῖνοι μέν φασιν, ὡς εἰ παρὰ τὴν φύσιν τοῦ θεοῦ ἕτερόν τι ἄκτιστόν ἐστι, σύνθετος ἔσται ὁ θεός. Ἐγὼ δ’ ἂν φαίην, ὡς εἰ μὴ καὶ ἕτερόν τι παρὰ τὴν φύσιν ἄκτιστόν ἐστιν, οὐχ ἁπλοῦς ἔσται ὁ θεός. Ὁ γὰρ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος περὶ αὐτοῦ φησι· «τί γὰρ ὢν ἁπλῆς ἐστι φύσεως ἐπιζητήσωμεν· οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ, ἡ ἁπλότης».

Ἡ τοίνυν ἁπλότης μὴ οὖσα φύσις, εἰ μὴ ἄκτιστος εἴη καὶ ἄναρχος, οὐκ ἔσται ὁ θεὸς ἁπλοῦς ἐξ ἀϊδίου, μᾶλλον δὲ οὐδέποτε. Τῶν ἀστειοτάτων ἂν εἴη τοιγαροῦν, τῇ διδασκαλίᾳ πειθαρχήσαντας ἡμᾶς αὐτῶν, μὴ τῇ τοῦ θεοῦ φύσει προσεῖναι λέγειν τὴν ἁπλότητα τολμᾶν, ὡς ἕτερον σημαίνουσαν παρὰ τὴν φύσιν, ἵνα μὴ παρὰ τοῦτο σύνθετον ἀποδείξωμεν αὐτήν. Ἡ δὲ ἁπλότης αὕτη καὶ μία τῶν θείων ἐνεργειῶν ἐστι κατὰ τοὺς ἐν πνεύματι λαλοῦντας τὰ τοῦ πνεύματος· τῇ γὰρ μεθέξει ταύτης ἄγγελοί τε καὶ ψυχαὶ καθεστήκασιν ἁπλοῖ. Τοιγαροῦν καὶ μετοχή ἐστιν αὕτη ἡ ἁπλότης, ὡς καὶ ὁ Ἀρεοπαγίτης οὐρανόφρων Διονύσιός φησι· «μετοχὴ δὲ πᾶσα κατ’ αὐτὸν μετέχει μὲν οὔ, μετέχεται δέ. Πᾶν δὲ τὸ μετεχόμενον καὶ μὴ μετέχον κατ’ αὐτὸν αὖθις ἄκτιστον».

Πέμπτον ἐστὶν αὐτοῖς, τὸ τοῦ θεοῦ ἐνέργειαν εἶναι τὸν υἱὸν μόνον καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἡμᾶς δ’ ἁμαρτάνειν, ὅτι λέγομεν καὶ κοινὴν ἐνέργειαν πατρὸς υἱοῦ καὶ πνεύματος. «Τίς γάρ, φασί, καὶ χρεία τῷ υἱῷ ἐνέργειαν ἔχειν, ὅς ἐστιν αὐτοενέργεια»; Εἰ δέ τις φαίη, διὰ τὸ ἐκ τοῦ πατρὸς ἀχωρίστως εἶναι τὸν υἱὸν ἐνέργειαν αὐτὸν εἰρῆσθαι, οὐδὲ γὰρ ἁπλῶς ἐστιν ἐνέργεια ἐν ἰδίᾳ ὑποστάσει ὤν, αὐτοὶ διισχυρίζονται μηδαμοῦ γεγράφθαι τὸν θεὸν ἔχειν ἐνεργείας καὶ αὐθυποστάτους καὶ μὴ αὐθυποστάτους, πρὸς οὓς ἄν τις φαίη· πῶς ὦ σοφοί, ταὐτὸ λέγοντες καὶ ἀδιάφορον οὐσίαν καὶ ἐνέργειαν, εἶτα τὴν μὲν οὐσίαν κοινὴν πατρί, υἱῷ καὶ πνεύματί φατε, τὴν δὲ ἐνέργειαν οὐχὶ κοινήν; Πῶς δὲ ἡ μὲν οὐσία οὐχ ὑπόστασις οὐδὲ ὑποστατικόν, οὐ γὰρ τῶν τριῶν ἑνὸς οὐδὲ μία ἡ ὑπόστασις, τὴν δὲ ἐνέργειαν ὑποστατικὴν ποιεῖτε; Τὰ γὰρ ἴδια υἱοῦ ἢ πνεύματος αἱ ὑποστάσεις καὶ τὰ ὑποστατικά εἰσι. Καὶ τίς τῶν εὖ φρονούντων, κατὰ τὸν θεῖον Μάξιμον εἰπεῖν, ὑποστατικὴν ἐνέργειαν εἴρηκέ ποτε;

Συμβαίνει δὲ τὸν μὲν πατέρα δύο καὶ μόνας ἐνεργείας ἔχειν, τὸν υἱόν τε καὶ τὸ πνεῦμα· τούτων δὲ ἑκάτερον οὐδ’ ἡντινοῦν, καίτοι περὶ μὲν τοῦ πατρὸς οὐδ’ εὐχερὲς εἰπεῖν ποσαχῇ τῆς γραφῆς ὁ τῶν ἐνεργειῶν διαθρυλεῖται πλοῦτος, περὶ δὲ τοῦ πνεύματος ἀνωτέρω σαφέστερον προτέθειται· περὶ δὲ τοῦ υἱοῦ καὶ ἡ ἕκτη σύνοδος ἐδίδαξεν ἡμᾶς, οὐκ ἐν δυσὶ μόνον φύσεσιν, ἀλλὰ καὶ δυσὶ καταλλήλοις ἐνεργείαις καὶ δυσὶ θελήμασι προσκυνεῖν θεσπίσασα Χριστόν, ἀλλὰ καὶ ὁ προφήτης εἴρηκε Μιχαίας· φησὶ γὰρ προκηρύττων τὴν ἐν Βηθλεὲμ κατὰ σάρκα γέννησιν αὐτοῦ, «καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος», ἀπ’ ἀρχῆς ἐξόδους λέγων, ἀκτίστους δηλονότι καὶ ἀνάρχους, τὰς κατὰ τὴν θεότητα τούτου ἐνεργείας, ὡς καὶ ὁ Νύσσης θεῖος Γρηγόριος τὸ προφητικὸν ἐξηγούμενός φησιν. Εἰ δὲ καὶ τὴν γέννησιν ἐκδεξόμεθα λέγειν τὸν προφήτην διὰ τῶν ἀπ’ ἀρχῆς ἐξόδων, καὶ οὕτω τὸ τῶν Βαρλααμικῶν δόγμα καταργεῖται· καὶ γὰρ ἡ γέννησις οὐκ ἔστι φύσις, ἀλλὰ περὶ τὴν φύσιν, ὡς καὶ ἡ ἀγεννησία.

Μὴ οὖσα τοίνυν φύσις ἡ γέννησις, ἄκτιστός τε καὶ ἄναρχός ἐστιν. Ἐγκαλυπτέσθωσαν οὐκοῦν οἱ γράφοντες, ἓν μόνον ἄκτιστον, ἡ οὐσία τοῦ θεοῦ· πᾶν δ’ ὅτι παρ’ αὐτήν, κτιστόν. Εἰ δ’ ὡς τῆς οὐσίας ταὐτὸν τῇ ἐνεργείᾳ οὔσης ὁ υἱὸς ὢν αὐτοενέργεια ἐνέργειαν οὐκ ἔχει κατὰ τοὺς ἐνεργείας θείας χωρὶς θεολογοῦντας, καὶ ὁ πατὴρ τῆς αὐτῆς οὐσίας ὤν, αὐτοενέργειά ἐστι καὶ οὐδ’ ἐκεῖνος ἐνέργειαν ἕξει κατ’ αὐτούς, οὐδὲ τὸν υἱόν.

Ὁρᾷς τῶν ἀτόπων τὴν σωρείαν, ἣν ταῖς κεφαλαῖς κακῶς ἐπεσώρευσαν αὐτῶν; Δημιουργὸς δὲ τῶν ποιημάτων ὁ πατὴρ μόνον ἢ καὶ ὁ υἱός; Πάντως καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Καὶ ποιήματά ἐσμεν ἅπαντες αὐτοῦ πατρὸς μόνου ἀλλὰ καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ οὐ μή ποτ’ ἄν τις ἄλλως φαίη, εὐσεβεῖν βουλόμενος, ἐπὶ δὲ τοῦ ἐνεργείᾳ ἐνεργοῦντος, αὐτοῦ μὲν τοῦ ἐνεργοῦντος λέγεται τὰ ἐνεργήματα, τῆς δ’ ἐνεργείας ἔστιν ὅτε μή. Καὶ μάρτυς ὁ μέγας θεολόγος Γρηγόριος· φησὶ γὰρ πρὸς τοὺς θελήσεως υἱὸν εἰπόντας τὸν υἱόν, «εἰ θέλων ὁ πατὴρ ἐγέννησεν αὐτόν, ἕτερον θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν· οὔκουν θελήσεως τὸ θεληθὲν οὐδὲ τὸ γεννηθὲν γεννήσεως οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος καὶ τοῦ γεννήσαντος καὶ τοῦ λέγοντος». Εἰ τοίνυν καὶ τοῦ πατρὸς ὁ υἱὸς μέν ἐστιν ἐνέργεια, ἐνέργειαν δ’ οὐκ ἔχει, οὐκ αὐτοῦ ἐσμεν κατ’ αὐτοὺς ποιήματα, ἀλλὰ μόνου τοῦ πατρός. Οὐκ ἀκηκόασι δὲ τοῦ αὐτοῦ θεολόγου καὶ ἀλλαχοῦ που λέγοντος, θεοπρεπὲς εἶναι τὸ τὸν πατέρα διὰ μέσης τῆς τοῦ υἱοῦ θεότητος ἐλθεῖν ἐπὶ τὰ κτίσματα; Ἆρ’ οὖν καὶ ὁ τῇ οἰκείᾳ ἐνεργείᾳ ἐνεργῶν οὐκ ἀμέσως ἐνεργεῖ; Καὶ ὁ κατὰ πρόσωπον ποιούμενος τὴν ὁμιλίαν, ὅτι λόγῳ συγγινόμενός ἐστιν, οὐκ ἀμέσως συντυγχάνει;

Ἀλλ’ ἐπεὶ διαρρήδην φασὶν οἱ ἀντιλέγοντες ἡμῖν μὴ εἶναι ἐνεργείας ἀκτίστους οὐκ ἐνυποστάτους ἐπὶ τοῦ θεοῦ, τί φήσουσι πρὸς τὸ τοῦ μεγάλου Βασιλείου φάσκοντος, παρὰ τῷ ἁγίῳ πνεύματι πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, καὶ τὰ ἑξῆς, οὗ δὴ καὶ πάνθ’ ὅσα σχεδὸν ἐπὶ θεοῦ λέγεται συλλαβὼν καὶ ἀπαριθμησάμενος οὗτος, ἐν οἷς κατὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων καὶ τὸν φόβον ἀσφάλειαν προσηγόρευσεν, ἐναρμοζόμενος τῷ θείῳ πνεύματι θείως εἶτ’ ἐπαναλαμβάνων γράφει, «ταῦτα δὲ πάντα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ὡς πνεῦμα θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν». Ὁρᾷς καὶ πολλὰς ἐνεργείας καὶ ἀκτίστους καὶ οὐκ ἐνυποστάτους; Ταῦτα γάρ, φησίν, ἀϊδίως τὸ πνεῦμα ἔχει τὸ μόνον ἐνυπόστατον. Ἐν δὲ τοῖς κατ’ Εὐνομιανῶν συλλογισμοῖς πρὸς τοὺς ἐνέργειαν τοῦ πατρὸς τὸν υἱὸν λέγοντάς φησιν· «εἰ ὁ υἱὸς ἐνέργεια καὶ οὐ γέννημα, οὔτε ὁ ἐνεργήσας οὔτε μὴν τὸ ἐνεργηθὲν αὐτός ἐστιν· ἕτερον γὰρ ἡ ἐνέργεια παρὰ ταῦτα· ἀλλὰ καὶ ἀνυπόστατος· οὐδεμία γὰρ ἐνέργεια ἐνυπόστατος, τουτέστιν αὐθυπόστατος». Εἰ δέ τις τὰ κτίσματα τολμήσει φάναι τὰς μὴ ἐνυποστάτους ταύτας ἐνεργείας, δότω λόγον, πῶς οὐδὲν τῶν κτισμάτων ἐνυπόστατον, καὶ ταῦτα τοῦ θεοῦ μὴ ποιότητας μόνον, ἀλλ’ οὐσίας πεποιωμένας κτίσαντος.

Τί δὲ καὶ ὅτι τὸ αὐθυπόστατον οὐ κατάλληλον ἐπὶ τῶν θείων; Τὰ γὰρ ἐφεξῆς καί τινα τῶν προεξητασμένων μεταξὺ παρήσειν ἔγνων δεῖν ὡς σαφεῖς ὄντα φλυαρίας. Τὸ δ’ αὐθυπόστατον οὐ κατάλληλον, φασί, τοῖς θείοις, ἐπειδή φησιν ὁ Χρυσόστομος πατὴρ πρὸς τοὺς καταληπτὴν οἰομένους τὴν οὐσίαν τοῦ θεοῦ· «πῶς ἐστι νοῆσαι οὐσίαν, μήτε παρ’ ἑτέρου μήτε παρ’ ἑαυτῆς ὑποστᾶσαν»; Ὁρᾷς ὡς οἱ νεοφανεῖς οὗτοι θεολόγοι τὸ παρ’ ἑαυτοῦ ὑφεστηκὸς οἴονται τὸ αὐθυπόστατον σημαίνειν; Ἡμεῖς δ’ ἴσμεν αὐθυπόστατον τὸ ἐν ἰδίᾳ ὑποστάσει ὄν. Εἰ τοίνυν ὁ υἱὸς ἐν ἰδίᾳ ὑποστάσει, πῶς οὐκ αὐθυπόστατος; Τὸ μέντοι ἐνυπόστατον ἀμφοτέρων ἐστὶ σημαντικόν, τοῦ τε αὐθυποστάτου καὶ τοῦ ἐν ἑτέρῳ θεωρουμένου, κατὰ τὰς πατερικὰς καὶ τοῦτο παραδόσεις. Δι’ ἀμφότερα τοίνυν ἐνυπόστατος καλεῖται ὁ υἱός, καθ’ ἑαυτόν τε ὑφεστηκὼς καὶ τοῦ πατρὸς διατελῶν ἀχώριστος. Εἰ δὲ ἀμφότερα ταῦτ’ ἔχει, πῶς οὐχὶ καὶ ἑκάτερον; Μᾶλλον δὲ τὸ μὲν πρότερον τῶν σημαινομένων ἀνωμολόγηται χριστιανοῖς, εἰ δέ τις εὐσεβεῖ διανοίᾳ ἐναρμόζειν ἐθέλει καὶ τὸ δεύτερον, οὐ προσιστάμεθα.

Δέον τοίνυν ζητεῖν καὶ μανθάνειν παρὰ τῶν εἰδότων ἅπερ ἀγνοοῦσιν, αὐτοί, μηδ’ ἐπιστάμενοι τὴν σημασίαν τῆς λέξεως μηδ’ ἐζητηκότες πρὸς ὃν τείνει νοῦν ὁ σκοπὸς τοῦ κεχρημένου, λίαν ἀμαθῶς καὶ κακοβούλως ἐπιτίθενται τοῖς θείοις, ἀλόγους καὶ σκαιοὺς ἑαυτοὺς ἀποδεικνύντες, ὡς καὶ τῷ μεγάλῳ δοκεῖ Διονυσίῳ· «ἄλογον γάρ», φησί, «καὶ σκαιὸν καὶ τῶν μὴ τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσιν».

Ἀλλ’ ὅτι μὲν ὁ νῦν ἡμῖν ἀντειπεῖν προῃρημένος τὰ τοῦ Βαρλαὰμ ἄντικρυς καὶ τὰ τοῦ Ἀκινδύνου φθέγγεται, τῶν πάνυ δήλων· οὐδὲ γὰρ τὸ προσωπεῖον λέληθεν ἡμᾶς ὑποφαῖνον τὴν ἐκείνων συμμορίαν, ἐπιστεῖλαι νῦν ἡμῖν προῃρημένην.

Φησὶ δὲ καὶ τοὺς παρ’ ὑμῖν σοφοὺς ἅπαντας συμφθέγγεσθαι καὶ συναινεῖν, ᾧ πολλοῦ δέω πείθεσθαι· μεταπείθει γάρ με τὸ πρὸς αὐτὸν τοῦ Ἀκινδύνου γράμμα, δι’ οὗ καὶ αὐτὸς ἰσχυρίζεται, τούς τε ἐλλογιμωτέρους τῶν ἐνθάδε καὶ τοὺς ἡσυχίᾳ προσανέχοντας καὶ τοὺς ἄλλους ἁπλῶς πάντας συμφωνοῦντας ἔχειν. Φιλοκρινεῖν μὲν οὖν τοὺς ἄλλους δυσχερές· σοφώτεροι δ’ ἐν ἀρχιερεῦσι τίνες; Οὐχ ὁ Ἐφέσου τε καὶ ὁ Κυζίκου, καὶ μετ’ αὐτοὺς ὁ Δυρραχίου τῶν θείων ἐπιγνώμων; Τοσοῦτον οὖν οὐκ ἔστι τις τούτων συναινῶν αὐτῷ καὶ μάλιστα μετὰ τὴν δι’ αὐτὸν γεγονυῖαν σύνοδον καὶ τὴν ἀκριβῆ καθ’ ἑαυτοὺς ἐξέτασιν, ὡς καὶ τὰς τῶν τοιούτων ἀποκηρύξεις, εἰ μὴ μεταμέλοιντο, στέρξαι τε καὶ ὑπογράψαι.

Τὸν δὲ θεσπεσιώτατον Κυζίκου καὶ προθυμηθῆναι οἴκοθεν προσπαραθεῖναι τῷ Συνοδικῷ τόμῳ ἐπὶ λέξεως ταῦτα· «συνέβη τινὰς ἐνεγκεῖν μοι μέρη τινὰ ἀπὸ τῶν συγγραμμάτων τοῦ τιμιωτάτου ἱερομονάχου κῦρ Γρηγορίου τοῦ Παλαμᾶ. Ἦσαν δὲ παρακεχαραγμένα, ὡς ὕστερον ἰδὼν καὶ ἀναγνοὺς τὰ ἐκείνου συγγράματα ἔμαθον τὴν ἀλήθειαν.

Μαθὼν οὖν ὅτι ἐν πᾶσι ταῦτα σύμφωνά εἰσι τοῖς ἁγίοις ἀκριβῶς κατὰ πάντα, τούς τε λόγους αὐτῶν ἀκούσας καὶ αὐτοὺς συμφώνους εὑρὼν τοῖς ἁγίοις κατὰ πάντα εἰς μαρτυρίαν καὶ ἀσφάλειαν τῆς ἀληθείας τῶν λεγομένων καὶ γεγραμμένων ὑπό τε τοῦ τιμιωτάτου ἱερομονάχου κῦρ Γρηγορίου τοῦ Παλαμᾶ καὶ τῶν λοιπῶν μοναχῶν ὑπέγραψα».

Ταῦτα μὲν ὁ Κυζίκου μετὰ τῶν συνυπογραψάντων πάντων, ἑπτὰ τὸν ἀριθμὸν ὄντων, καὶ τῶν ἄλλων ὡς κρειττόνων ἐξειλεγμένων καὶ ἀντὶ πάντων ὑποσημηναμένων τὸν Τόμον. Περὶ δὲ τῶν ἄλλων ἀρχιερέων, εἴ γε τούτοις νῦν ἕπονται, καὶ ποῖοί τινες ἂν εἶεν οἱ μὴ ἑπόμενοι, καὶ διατί, πᾶς τις νοῦν ἔχων συνορᾷ. Τῶν δ’ ἡσυχαστῶν τοὺς πλείους οἶδας.

Ἀλλὰ τί χρὴ καὶ περὶ τούτων λέγειν, ὧν ἐπηρεαζομένων, αὐτὸς ἐκτὸς ὢν τῆς ἐπηρείας, ἑκὼν ὑπέδυν τὸν ἀγῶνα τῆς ἀπολογίας, κρεῖττον ἡγησάμενος τούτοις συγκατηγορεῖσθαι ἢ δοκεῖν χωρὶς αὐτῶν ἀνεύθυνος, ὅπερ καὶ αὐτοὶ συνίσασι;

Τῶν δ’ ἄλλων ἐλλογίμων ἴδοι τις ἂν ἔστιν ὧν, εἴπερ ἐθελήσει, μακρούς τε καὶ γενναίους λόγους ὑπέρ τε τῆς ὑφ’ ἡμῶν πρεσβευομένης ἀληθείας καὶ κατὰ τῶν ἡμῖν ἀντικειμένων ἐξενηνεγμένους. Ὁ δὲ «πολλὰ εἰδὼς φυᾷ», τὸ τοῦ Πινδάρου φάναι, καὶ τὰ πάντα συνετὸς καὶ τῆς ἀνεπιλήπτου κρίσεως ἔκκριτος προστάτης Ματαράγγος τῶν εὐαγγελικῶν κηρυγμάτων καθαιρετὰς καὶ τῆς ἑλληνικῆς κακοφροσύνης νέους ὀνομάζει κήρυκας τοὺς ἡμῖν ἀντιλέγοντας, εἰ καὶ νῦν ἡ τῶν πολιτικῶν πραγμάτων σύγχυσις τῷ ψεύδει παρέχει τὴν παρρησίαν. Οὐκ οἶμαι τοίνυν οὐδὲ τοὺς παρ’ ὑμῖν σοφοὺς τοῖς τοιούτοις συναινεῖν.

Ἐπεὶ δ’, ὡς ἀπὸ τοῦ νέου τούτου Βαρλαὰμ ἠκούσαμεν, ἔδοξεν ὑμῖν, ὡς ἡμεῖς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὴν τῆς οὐσίας τε καὶ ἐνεργείας οὐ παραδεχόμεθα ταυτότητα, ἀναγκαίως ἀντεγράψαμεν δηλοῦντες, ὡς οὐδ’ ἡμεῖς ἀπαγορεύομεν τοῦθ’ οὕτως ἔχειν, ἀλλ’ ἐπειδήπερ ἐν τοῖς τῶν πατέρων λόγοις καὶ διαφερούσας πρὸς ἀλλήλας πολυτρόπως εὕρομεν, τὴν δὲ διαφορὰν ταύτην Βαρλαὰμ καὶ Ἀκίνδυνος τίθενται μεγάλων ἀτόπων ἀφορμήν, τῶν πατέρων ἡμεῖς ὑπεραπολογούμενοι πρὸς δύναμιν πολλαῖς μᾶλλον ἀτοπίαις περιπίπτοντας ἀποδείκνυμεν τοὺς μὴ καὶ τὸ διαφέρειν στέργοντας. Οὕτως οὐδὲ δύο θεότητας λέγομεν ἡμεῖς οὐδ’ ὑπερκειμένην τε καὶ ὑφειμένην, ἀλλὰ μίαν οὐκ ἐν οὐσίᾳ δὲ μόνον, ἀλλ’ ἐν τῇ διὰ πάντων τελειότητι θεωρουμένην, ὡς καὶ ὁ Νύσσης θεῖος Γρηγόριός φησι. Τίνων τούτων; Αὐτεξουσιότητος, σοφίας, ἀγαθότητος, δημιουργικῆς, θεοποιοῦ, θελητικῆς δυνάμεως καὶ τῶν παραπλησίων, ἃ πάντα ἐνεργείας θείας οἱ ἅγιοί φασι, φυσικῶς μὲν νοουμένας περὶ τὸν θεόν, ἀλλ’ οὐχὶ φύσιν οὔσας, ὡς ἀνωτέρω τοῦ λόγου τοὺς αὐτοὺς προηνέγκαμεν εἰπόντας, ὅτι τὰ φυσικὰ οὐ φύσις, ὥσπερ οὐδὲ τὰ ὑποστατικὰ ὑπόστασις.

Ἐπεὶ δὲ καὶ αὐτὸ τὸ τῆς φύσεως καὶ τῆς οὐσίας ὄνομα κυρίως οὐκ ἔστι τῆς ὑπερουσιότητος ἐκείνης, ὡς καὶ ὁ θεοφάντωρ Διονύσιός φησιν —αὕτη γὰρ παντάπασιν ἀνώνυμος—, χρῶνταί που τῇ προσηγορίᾳ ταύτῃ σπανίως οἱ πατέρες καὶ ἐπὶ τῶν φυσικῶν. Ὁ δ’ εἰς νοῦν, τὸ τοῦ λόγου, βάπτων καὶ μὴ προσπάσχων ἤχοις καὶ φθόγγοις καὶ συλλαβαῖς ἀνοήτως, ἐφίστησι καὶ συνίησι, τί τὸ βούλημα τοῦ γράφοντος· οὐ μὴν ἀλλ’ ὁ τῆς ἀληθείας συνήγορος καὶ ζητητὴς τὰ τοιαῦτα ὑγιῶς σκοπούμενος τῶν εἰωθότων ὄψεται κἀπὶ τῶν κάτω φυσικῶν τιθεμένην τὴν τῆς φύσεως ἐπωνυμίαν, ὡς εἴ τις φαίη φύσιν ἔχειν τὸ πῦρ ἀνωφερὲς εἶναι, τουτέστι φυσικῶς· οὐ γὰρ δὴ τὸ φέρεσθαί ποι φύσις ὁτῳοῦν, ἐπεὶ μηδ’ ἁπλῶς ἡ κίνησις φύσις, ἀλλ’ ἡ τῆς ἐν ἑκάστῳ κινήσεως ἀρχή.

Καὶ μήν, κατὰ τὸν πολὺν ὄντως καὶ πνευματοκίνητον νοῦν τῶν ἱερῶν πατέρων φαίη ἄν τις καὶ οὐσίαν εὐσεβῶς ἑκάστην τῶν τοῦ θεοῦ ἐνεργειῶν. Κατ’ αὐτὰς γὰρ ὁ θεὸς γένεσίς ἐστι τῶν γινομένων καὶ τῶν ὄντων οὐσία καὶ τῶν κατά τινα σάλον τοῦ ὄντος ἐκπιπτόντων ἐπανάκλησις.

Καλὸς γὰρ καὶ ἀγαθὸς καὶ τὰ τοιαῦτα πάντα παντάπασιν ἀπροσδιορίστως τε καὶ ἀπολύτως ὤν, καὶ τῶν καλῶν αὐτός ἐστιν ἡ καλλονή, ὡς τοῦ καλοῦ φύσις ὤν, καὶ τῶν ἀγαθῶν ἡ ἀγαθότης, ὡς οὐσία καὶ πηγὴ πάσης ἀρετῆς, καὶ τῶν ὄντων ἁπλῶς πάντων ἡ ὀντότης, ὡς αἴτιος τῶν ὄντων. Ἔχει τοίνυν ὁ ὑπερουσίως ὑπερούσιος ὢν καὶ ὑπεράγαθος οὐσίαν τὴν ἀγαθότητα καὶ τὰ τοιαῦτα, οὐ δι’ ἑαυτὸν οὕτω καλουμένην—πῶς γὰρ ὑπερουσίως ὑπερούσιος καὶ ὑπεράγαθος ὑπάρχων—ἀλλὰ τῶν μετεχόντων ἕνεκεν, ὡς ἀγαθοποιὸν δύναμιν αὐτῶν. Ὧδε νοεῖν κέλομαί σε λόγους σοφίας βαθυκόλπου, θεολογικῶς ἅμα καὶ ποιητικῶς εἰπεῖν. Μίαν μὲν οὖν καὶ ἡμεῖς θεότητά φαμεν· ἐπεὶ δ’ ἐκεῖνοι παρά τινων πατερικῶν λόγων παρ’ ἡμῶν προτεινομένων δύο φασὶ θεότητας συνάγεσθαι, ὑπερκειμένην τε καὶ ὑφειμένην, καὶ κατὰ τοῦτο πάλιν ἡμεῖς τῶν πατέρων ὑπεραπολογούμενοι δείκνυμεν κατὰ τὴν ἡμετέραν δύναμιν, ὡς οὐδὲν προσίσταται τὸ ἐκβαῖνον ἐκ τῶν ἱερῶν ἐκείνων λόγων πρὸς τὸ μίαν εἶναι καὶ ἁπλῆν θεότητα.

Δεῖ δὲ καὶ τοῦτ’ εἰδέναι, ὡς οὔτε περὶ θεότητος ἁπλῶς ἐστιν ἡμῖν ἡ πρόθεσις καὶ ὁ ἀγὼν οὔτε περὶ ἐνεργείας θείας, ἀλλὰ περὶ τοῦ θείου καὶ ἀπορρήτου φωτός, καθ’ ὃ λάμψας ὁ σωτὴρ ἐπ’ ὄρους τὴν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν κοινωνεῖ τοῖς ἁγίοις ὑπέδειξε. Τοῦτο γὰρ ὁ Βαρλαὰμ κτιστὸν καὶ περιγραπτὸν καὶ κυρίως αἰσθητὸν γινόμενόν τε καὶ ἀπογινόμενον ἐτόλμησεν εἰπεῖν, καὶ ἡμᾶς πρὸς τὴν συνηγορίαν τῆς κοινῆς ἡμῶν ἐλπίδος, τοῦ φωτὸς τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος, ἀναγκαιότατα διανέστησεν.

Ὡς οὖν ἡμεῖς ἐδείξαμεν, ἄκτιστον, ἀΐδιον, ἀπερίγραπτον, οὐχ ὑπὲρ τὴν καθ’ ἡμᾶς αἴσθησιν ὑπάρχον μόνον, ἀλλὰ καὶ ὑπὲρ τὸν νοῦν, εἰ καὶ τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ὤφθη, τὴν τοῦ μέλλοντος αἰῶνος εἰληφόσι τηνικαῦτα δύναμιν καὶ χάριν. Ἔτι δὲ καὶ θεότητα τοῦτο παρὰ τῶν ἁγίων προσαγορευόμενον, πρῶτον μὲν ἐκεῖνος ἐπεχείρησε τοῖς μεθεκτὴν καὶ θεατὴν τὴν οὐσίαν τοῦ θεοῦ κακῶς δοξάζουσι Μασσαλιανοῖς ἡμᾶς συντάττειν· ὡς δ’ αὖθις ἀκήκοεν ἡμῶν, ἔλλαμψιν καὶ χάριν καὶ δόξαν καὶ λαμπρότητα θεοῦ τοῦτο καλούντων κατὰ τοὺς πατέρας, ἀλλ’ οὐ φύσιν—«οὐδεὶς γὰρ ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ κατὰ τὸ γεγραμμένον οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν»—ὡς οὖν τοῦτ’ ἀκήκοεν, ἐξετράπη πρὸς τὸ λέγειν ὡς ἄτοπον τὸ δύο συνάγεσθαι θεότητας ἀκτίστους, ὥσπερ ἂν εἴ τις ἔλεγε δύο νοῦς ἔχειν ἕκαστον ἀνθρώπων, ἐπειδὴ νοῦς λέγεται καὶ ἡ διάνοια, ἢ δύο κατ’ οὐρανὸν ἡλίους, ἐπεὶ καὶ ἡ ἀκτὶς ἥλιος καλεῖται παρ’ ἡμῶν. Ἀλλ’ ὁ μὲν ἐπὶ τούτοις συνοδικῶς ἀναφανεὶς κακόδοξος, ἀειφυγίαν ἑαυτοῦ κατεψηφίσατο· τῶν δὲ τἀκείνου νοσούντων, καὶ μετὰ τὴν ἐκείνου φυγαδείαν, δευτέρα σύνοδος κατεψηφίσατο τὰ ἴσα.

Νῦν δ’ ἐνεαρίζοντες αὐτοὶ τῷ περισχόντι, φεῦ, δεινῷ χειμῶνι τὸ καθ’ ἡμᾶς χριστώνυμον γένος καὶ καθ’ ἡμῶν εἰληφότες χώραν ἀναπαλαίσασθαι, τάχα τὴν ἧτταν φιλονεικοῦσι καὶ τοὺς ἐπ’ ἐξουσίας γνόντες ἀπεχθῶς διακειμένους πρὸς ἡμᾶς, ἅτε μὴ τοῖς νῦν πραττομένοις συναινεῖν καὶ κοινωνεῖν δοκιμάζοντας, τί μὲν οὐ λέγοντες, τί δ’ οὐκ εἰσφέροντες, ἐπὶ τοσοῦτον ἔτι καθ’ ἡμῶν παρώξυναν, ὡς ἐνδοτάτω καθεῖρξαι τῶν ἐνταυθοῖ βασιλείων, ἠλπικότες τι παρ’ ἡμῶν χεῖρον τῶν αὐτοῖς τε καὶ πᾶσι τὰ λυσιτελῆ παντὶ τρόπῳ καὶ βουλομένων καὶ εὐχομένων ἀεὶ καὶ προτρεπόντων εἰς ταῦτα πρὸς δύναμιν. Ἡμεῖς μὲν οὖν καθειργμένοι διατελοῦμεν, οἱ δὲ τὰ τοῦ Βαρλαὰμ ἐπεκδικοῦντες, λαβόμενοι τοῖς ἐκ πολλοῦ ποθουμένης ἀδείας, κενολογοῦσιν αὖθις ἀκτῖνα καὶ ἐνέργειαν θείαν τὸν υἱὸν εἶναι μόνον καὶ τὸ πνεῦμα τοῦ θεοῦ.

Ἀλλὰ γνώτωσαν, ὡς ἐν ὑποδείγματος λόγῳ τὰ τοιαῦτα τοῖς πατράσιν εἴρηται, νῦν μὲν ἐπὶ τοῦ τρισυποστάτου τῆς θεότητος, νῦν δ’ ἐπὶ τῆς κοινῆς χάριτος πατρός, υἱοῦ καὶ πνεύματος. Ἐπιστήσας δ’ ἴδοις ἂν τῇ τοῦ θεοῦ λαμπρότητι μᾶλλόν πως τὰς τοιαύτας εἰκόνας καταλλήλους, ἣν καὶ ὁρῶσιν ἀπορρήτως καὶ μακαρίως πάσχουσιν οἱ ἅγιοι. Διὸ καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἐν τοῖς πρὸς Κληδόνιον, «τῆς κακοδοξίας», φησίν, «εἶναι Ἀπολιναρίου τὸν υἱὸν ἀκτῖνα λέγειν, ὡς ἡλίου τοῦ πατρός». Καὶ γὰρ ἄλλος ἥλιός ἐστι, τὴν αὐτὴν ἔχων τῷ γεννήσαντι δύναμιν καὶ χάριν, ἐνέργειάν τε καὶ λαμπρότητα, καθὰ καὶ ὁ αὐτὸς θεολόγος ἀλλαχοῦ φησιν, ὥσπερ ἐν τρισὶν ἡλίοις μία τοῦ φωτὸς σύγκρασις.

Καὶ πάλιν, «ὧν πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος». Ἀλλὰ καὶ ἡ διάνοια τοῦ νοῦ ἐνέργεια διατελοῦσα, καὶ εἴ τις ἄλλη τούτῳ προσεχεστέρα κίνησις ἢ καὶ πορρωτέρω ταύτης, ἔχει μὲν ὁμοιότητα πρὸς τὸν ἀνωτάτω νοῦν, ὡς ἐν ὑποδείγματι θεωρουμένη· καὶ γὰρ εἰκών ἐστιν ἔμφυτος τοῦ νοῦ καὶ ὁ υἱὸς τοῦ πατρός ἐστιν ἔμφυτος εἰκών, ἀλλ’ ὁμοούσιος καὶ ἐν ἰδίᾳ ὑποστάσει καὶ ἀπαράλλακτος, ἡ δὲ διάνοια τὸ ἀπαράλλακτον οὐκ ἔχει πρὸς τὸν νοῦν· νοῦς γάρ ἐστι καὶ αὕτη, ἀλλὰ διεξοδικός.

Ἀλλ’ οὐδ’ ὦπταί ποτε διάνοια ἐν ἰδίᾳ ὑποστάσει οὔτε μὴν ὁμοούσιος τῷ νῷ· καὶ γὰρ οὐδὲ οὐσία. Καλῶς ἄρ’ εἶπεν ὁ Νύσσης θεῖος Γρηγόριος, ὅτι τὸ θεὸς ἐνεργοῦντα δηλοῖ, θεότης δὲ ἐνέργειαν, οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν.

Μαθεῖν δὲ καὶ πάνυ βούλομαι παρά τινος τῶν εὖ εἰδότων· ἐπειδὴ κοινὸν δόγμα καὶ τῶν ἔξωθεν καὶ τῶν καθ’ ἡμᾶς σοφῶν ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι τῇ οὐσίᾳ τὴν ἐνέργειαν, ἡ διάνοια ἐνέργεια τοῦ νοῦ ὑπάρχουσα, φύσεως ἀσωμάτου καὶ ἁπλῆς, ἔχει τινὰ διαφορὰν πρὸς ἐκεῖνον ἢ οὐδεμίαν; Ὅτι γάρ, ὡς ὁ νοῦς τὰς ἐπιστήμας προσλαμβάνων σύνθετος οὐ γίνεται, τὸν αὐτὸν τρόπον, μᾶλλον δὲ καὶ πολλῷ μᾶλλον, τὸ προγνωστικόν, τὸ προνοητικὸν καὶ πάσας ἁπλῶς τὰς τοιαύτας δυνάμεις τε καὶ ἐνεργείας φυσικῶς ἡ θεία φύσις ἔχουσα σύνθετος οὐκ ἔστι, φανερῶς οἱ ἅγιοί φασιν. Ἐπεὶ δὲ καὶ τὸ δημιουργικόν τε καὶ προνοητικὸν οὐδὲν ἕτερον ἢ ἑτοιμότης πρὸς τὸ ἐνεργεῖν ὁπότε βούλοιτο—τοιοῦτο γὰρ ἡ θεία δύναμις—ἆρ’ ὅτι σύνδρομον ἔχει τῇ βουλήσει τὴν δύναμιν παρὰ τοῦτο σύνθετον τὸ θεῖον; Καὶ πῶς ἡ ἑτοιμότης σύνθεσιν ἐνδείξαιτ’ ἄν, διδαχθείην δ’ ἂν ἄσμενος καὶ τοῦτο. Τὰ τὸν αὐτὸν λόγον ἐπιδεχόμενα δύο ἐστὶν ἢ ἁπλῶς ἕν; Καὶ εἰ δύο, πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς; Εἰ δὲ καὶ διαφέρουσί πως καὶ τὸν αὐτὸν ἐπιδέχονται λόγον, κατὰ τὰς προσούσας ἰδιότητας διενηνοχέναι πρὸς ἄλληλα ταῦτα ἀναγκαῖον, πρὸς ἃς βλέπων αὖθις ὁ μέγας Βασίλειος ἀλλαχοῦ μὴ τὸν αὐτὸν ἔχειν ἀποφαίνεται λόγον τῇ οὐσίᾳ τὴν ἐνέργειαν ἐπὶ τῶν θείων.

Ἀλλὰ μὴ μερισμὸν ἐκ τούτου νομίσῃς ἐπ’ ἐκείνων· οὐ γὰρ τὸ εἰδέναι ταῦτα μερίζειν ἐστί. Τίνα δὲ καὶ λόγον, τουτέστιν ὁρισμὸν ἀποδοίη ἄν τις τῆς ἀπεριλήπτου φύσεως, ἵνα τὸν αὐτὸν λάβοι καὶ ἐπὶ τῆς ἐνεργείας;

Ἐπεὶ δ’ ἐπ’ ἐκείνης ὁρισμὸν εὑρεῖν οὐκ ἔνι, τὴν τῶν ὀνομάτων κοινωνίαν ἀντὶ τῆς τοῦ λόγου ταυτότητος ἐκδεξόμεθα πάντως. Τὰ δ’ ὀνόματα τῶν ἐνεργειῶν ἐστι τῶν θείων, ὡς καὶ κοινῇ πᾶσι συνδοκεῖ τοῖς πατράσιν. Ἡ δ’ οὐσία τοῦ θεοῦ ἀνώνυμος, ὡς ὑπερώνυμος, εἰ καὶ πόθῳ τοῦ περὶ αὐτῆς τι λέγειν, ἐφόσον δέδοται καὶ ἐγχωρεῖ τοῖς ὀνόμασι τῶν ἐνεργειῶν, κἀπὶ ταύτης χρώμεθα γινώσκοντες ὡς οὐκ ὀνομάσαι μόνον, ἀλλ’ οὐδὲ φαντασίαν τινὰ περὶ αὐτῆς λαβεῖν δυνατόν τινι τῶν πάντων, ἥτις ἐστίν. Ὅ,τι γάρ ἐστιν, ἀπὸ τῶν ἐνεργειῶν ἀκριβῶς κατανοοῦμεν· τὰς δὲ δυνάμεις τε καὶ ἐνεργείας ταύτας ἀπὸ τῶν ποιημάτων· «σοφίας γάρ», φησὶν ὁ μέγας Βασίλειος, «καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα· καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησι». Τὰ δὲ διὰ τῶν ποιημάτων ἐνδεικνύμενα, ταῦτα δήπου καὶ νοοῦμεν, εἰ καὶ ἀμυδρῶς πρὸς τὴν ἐν πᾶσιν ὑπὲρ πάντα νοῦν μεγαλειότητα ἐκείνην. Ἃ δὲ νοοῦμεν, ταῦτα καὶ ὀνομάζομεν· οὐ μὴν ὅτι ὀνομάζομεν, καὶ ὑστερογενῆ νομίζομεν· πάντα γὰρ ὅσα περὶ τὸν θεὸν νοοῦμεν, ἐν τοῖς Ἀντιρρητικοῖς φησιν ὁ Νύσσης θεῖος Γρηγόριος, πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν. Ἀλλ’ ὀνομάζεσθαι ταῦτά φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα.

Καὶ ἡ θεότης τοιγαροῦν δυνάμεως καὶ ἐνεργείας ὄνομά ἐστιν, ἀλλ’ οὐχὶ τῆς οὐσίας, εἰ καὶ ἀπὸ ταύτης καὶ ἐπ’ ἐκείνην τίθεται, καὶ οὐχ ἁπλῶς ἐνεργείας, ἀλλ’ ἐνεργειῶν, τοῦ θεᾶσθαι τὰ πάντα τὸν θεὸν καὶ πρὸ τῆς γενέσεως αὐτῶν καὶ τοῦ θεοποιεῖν καὶ δύνασθαι καὶ βούλεσθαι τὰ δεκτικὰ θεώσεως, πρὸς δὲ ταύταις καὶ πολλῶν ἑτέρων ὡς ὑπὸ τῶν ἁγίων διδασκόμεθα διαρρήδην πολλαχοῦ τῶν ἱερῶν συγγραμμάτων διαγορευόντων. Ἆρ’ οὖν διενήνοχε τοῦ θεᾶσθαι τὸ θεοποιεῖν ἢ καὶ θεοποιεῖ πάνθ’ ὅσα θεᾶται ὁ θεός; Ἐπεὶ δὲ διενήνοχε μή τι τούτων ἐστὶ κτιστόν; Καὶ πῶς τὰ πρὸ τῆς κτίσεως;

Ἐπεὶ δὲ καὶ διάφορα καὶ ἄκτιστα, μήτι τοῦτο κωλύσει μίαν εἶναι θεότητα πατρός, υἱοῦ καὶ πνεύματος; Οὐ μήν, ἀλλ’ ἐπεὶ διαφέρουσιν ἀλλήλων, καὶ τῆς ὑπερουσιότητος ἐκείνης ἐξ ἀνάγκης διενήνοχεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀδιάφορα, καὶ ἀλλήλοις ἀδιάφορά ἐστιν. Ὄντως «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν», οἱ σφᾶς αὐτοὺς ἀθεΐᾳ περιβαλόντες, ἵν’ ἡμῶν διθεΐαν κατηγορήσωσιν· ἡ γὰρ μὴ ἐν πᾶσι τούτοις θεωρουμένη θεότης ἀτελῆ καὶ οὐ θεὸν τὸν ἔχοντα θεὸν ἀποδείκνυσιν· εἰ δέ τις τούτων τῶν ἐνεργειῶν ἐστι κτιστή, κτιστός, ἀλλ’ οὐ θεὸς καὶ ὁ ταύτην κεκτημένος. Ἀλλ’ εὔχου τῷ θεῷ βραβεῦσαι τὴν εἰρήνην τῇ πολιτείᾳ. Τότε γὰρ αὐτοῦ διδόντος καὶ ἡ τῆς εὐσεβείας ἀλήθεια τὸ κράτος αὖθις ἕξει.