Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον νομοφύλακα Συμεών

Ανάλυση της μεθοδολογικής αρχής για την προτεραιότητα του θεολογικού νοήματος έναντι των λέξεων. Υπερασπίζεται η ορθόδοξη χρήση όρων, όπως "υφειμένον", για τις άκτιστες θείες ενέργειες, καταδεικνύοντας τις παρανοήσεις των αντιλέγοντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Τῼ ΠΑΝΤΑ ΚΑΛῼ ΚΑΓΑΘῼ ΚΑΙ ΣΟΦῼ ΝΟΜΟΦΥΛΑΚΙ ΣΥΜΕΩΝ Γράμματα πρῴην ἔπεμψας ἡμῖν τὰ φερωνύμως γαῦρα. Γνώμας ἔπειτ’ ἐντυχὼν ᾔτησας ἡμᾶς τῶν ἐνθέων θεολόγων, εἰ μὴ πρὸς τὰς λέξεις τῷ κατ’ ἐκείνους θεολογεῖν ᾑρημένῳ διοιστέον. Δέχου δὴ τὰς τῶν θεολήπτων γνώμας καὶ πρὸς τὰ γράμματα ταὐτὶ τεινούσας καὶ ταῦτ’ ἄντικρυς ἐξελεγχούσας, «ὡς ἔστιν ἄλογον καὶ σκαιὸν καὶ τῶν μὴ τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον», φησὶν ὁ μετὰ τοὺς αὐτόπτας τοῦ θεοῦ λόγου τῶν θεολόγων περιφανέστατος, «τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι». Τοῦτ’ αὐτὸ καὶ ὁ τῆς ἀθανασίας ἐπώνυμος θεηγόρος ῥήμασιν οὐ τοῖς αὐτοῖς φησίν, «οἱ πολλοί», γράφων, «οὐ τὴν πίστιν οὐδὲ τὸν σκοπὸν τοῦ γράφοντος ἐξετάζουσιν, ἀλλὰ διὰ φθόνον ἢ ἔριν, ἧς προελήφθησαν κατὰ διάνοιαν δόξης, ὡς θέλουσιν αὐτοὶ δέχονται, καὶ μεταποιοῦσι τὰ γραφέντα κατὰ τὴν ἰδίαν ἡδονήν».

Τούτοις συνῳδὰ καὶ ὁ μέγας γράφει Βασίλειος· «οὐ χρὴ προσέχειν λέξεσιν, ἀλλὰ τῇ τοῦ σκοποῦ δυνάμει· κἂν γὰρ ἀγράφους τις λέγῃ λέξεις, οὐδὲν διαφέρει, ἕως ἂν εὐσεβῆ τὴν διάνοιαν ἔχῃ· οἱ δὲ αἱρετικοὶ κἂν ταῖς ἀπὸ τῶν γραφῶν χρήσωνται, οὐδὲν ἧττον ὕποπτοι καὶ τὸν νοῦν διεφθαρμένοι».

Τούτων κατ’ οὐδὲν ἀπᾷδον καὶ ὁ τῆς θεολογίας ἐπώνυμος διδάσκει Γρηγόριος· «οὐδὲ γὰρ ἐν ῥήμασιν ἡμῖν, ἀλλ’ ἐν πράγμασι», φησίν, «ἡ εὐσέβεια· οὐδὲ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν οὐδὲ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονήσομεν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασιν. Οἱ δὲ σφόδρα προπολεμοῦντες τοῦ γράμματος, ἴστωσαν ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ σαφῶς γινωσκέτωσαν, ὡς ἔνδυμα τῆς ἀσεβείας αὐτοῖς ἐστιν ἡ δειλία τοῦ γράμματος». Τούτοις συμφθέγγεται καὶ ὁ θεσπέσιος Κύριλλος, «ἀμαθίας ἔμπλεων εἶναι λέγων, τὸ ταῖς τῶν ὀνομάτων ποιότησι πάντῃ τε καὶ πάντως ἀπονέμειν τὸ κράτος».

Διὸ Μάξιμος ὁ θεῖος ἀποφαίνεται λέγων «λέξεως κίνδυνον μηδένα εἶναι, ἐὰν μὴ περὶ τὴν ἔννοιαν ἡ ἁμαρτία γένηται». Δαμασκηνὸς δὲ ὁ θεορρήμων κοινὴν εἶναι πάντων τῶν θεολήπτων μαρτυρεῖ τὴν γνώμην, «εἴωθε», γράφων, «ἐξ ἀρχῆς οὐ μόνον ἡ θεία γραφή, ἀλλὰ καὶ οἱ τῆς εὐσεβείας διδάσκαλοι περὶ τὰς λέξεις ἀδιαφορεῖν, εἰδότες ὅτι οὐδὲν ἀδικοῦσιν αἱ λέξεις, ὅταν ἄλλως ἔχῃ τὰ πράγματα. Διὸ ἡμεῖς ποιότητα λέξεως οὐ πάντως ἐξετάζομεν· οὐ γὰρ ἄξιον ἐν θείοις δόγμασιν ἐρεσχελεῖν καὶ σκοπὸν ἔχειν τὸ κακῶς νικῆσαι».

Ἰωάννης δὲ ὁ χρυσοῦς τὴν γλῶτταν καὶ θεοειδὴς τὴν διάνοιαν, «οὐ δεῖ», φησί, «τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἐπεὶ πολλὰ ἕψεται τὰ ἀτοπήματα, οὐδὲ τὴν λέξιν καθ’ ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος· ἂν γὰρ μὴ τὴν γνώμην τοῦ γράφοντος ἐξετάζωμεν, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας καὶ πάντα ἀνατραπήσεται».

Οὐ ταῦτά ἐστιν ἄντικρυς τὰ νῦν τελούμενα; Οὐκ ἄλογον ὄντως πέπονθε πάθος, ᾧ βίος ὁ λόγος οὗτος, οὗ τὰ κατηλογημένα βιβλία πέπομφας ἡμῖν ἔναγχος; Καὶ ἵν’ εἴπω τὸ τῆς γραφῆς, οὐκ ἐμωράνθη φάσκων εἶναι σοφός, ὡς μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσχών, ἀλλὰ κατὰ τῆς λέξεως τοῦ ὑφειμένου, μηδ’ ὑφειμένως χωρήσας; Οὐ σκαιὸν ἀπέδειξεν ἑαυτὸν καὶ ἀνέραστον τῆς ἐπιγνώσεως τῶν περὶ θεοῦ λεγομένων;

Καὶ τί λέγω, τὸ μὴ ταύτης ἐφικέσθαι τῆς ἐπιγνώσεως αὐτὸν ἐφίεσθαι· οὗτος γὰρ τῷ μὴ τὰ θεῖα νοεῖν ἐθέλειν, ὡς ἔγωγ’ ἂν φαίην καὶ πᾶς τις οἶμαι τῶν εὖ φρονούντων ἐντυχὼν τοῖς παρ’ αὐτοῦ γεγραμμένοις ὑπὸ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν ἐγκαταλειφθεὶς δικαίως, καὶ οὕτως ἐγκαταλειφθείς, ὡς μηδὲ γοῦν τὰ ἀνθρώπινα συνιέναι δύνασθαι, τὸ τῆς ἐσχάτης γέμον ἀβελτηρίας προὔθηκε τῶν λόγων εὐθὺς ἀρχόμενος, ὡς οὐκ ἀνέχεται ἄκτιστός τις διαγίγνεσθαι τῷ μὴ ἀρχὴν λαβεῖν ἐλέγχειν λόγῳ, ἅ γε ἤρξατο.

Καὶ ὡς ἔοικεν οὗτος ὁ σοφὸς κατὰ τὴν μεγαλεπήβολον αὐτοῦ σοφίαν, πρὶν ἀρχὴν τουτωνὶ ποιήσασθαι τῶν λόγων, ἄναρχός τε καὶ ἄκτιστος ὑπάρχων, ὑπ’ αὐτὸς αὑτοῦ νῦν ἔκτισται, ἀρξάμενος τοῦ λέγειν, οὐκ οἶδ’ ὁποτέρῳ πλέον μωρανθείς, ἢ τῷ πρὶν τῶν ἄρτι γεγραμμένων ἄρξασθαι νομίζειν ἄκτιστόν τινα τελεῖν αὑτὸν ἢ τῷ ὑπ’ αὐτὸν αὑτοῦ κτισθῆναι νῦν ἠργμένον, τὸν καὶ πρὶν τοῦ λέγειν ἦρχθαι τοῖς βροτοῖς ἡμῖν ἐναριθμούμενον. Τὸ δ’ αὖ νομίζειν ἄκτιστον, οὐ τὸ ἀνάρχως ὄν, ἀλλὰ τὸ μὴ ἀρχὴν ὁτουδήποτε καταβαλλόμενον, καὶ τὸ ἐκτίσθαι τὸ ἀρχῆς ἡστινοσοῦν ἡμμένον, οὐκ ἀβελτηρίας μόνον, ἀλλὰ καὶ δυσσεβείας ἐστὶν ὑπερβολή. Καὶ γὰρ τῶν ὄντων ἕκαστον ἔστιν οὗ μὴ πεποίηται ἀρχήν· οὐκοῦν ἄκτιστα τὰ πάντ’ ἔσται κατ’ αὐτόν, ὅ τε θεός, εἰ καὶ μήπω ἤρξατο τῆς μελλούσης ἐπηγγελμένης τε καὶ ἠπειλημένης ἐκείνης ἀποφάσεως καὶ τῆς καταλλήλου πρὸς πάντας τοὺς ἀκουσομένους τότε διαδόσεως, ἀλλ’ ἄρξεταί γε κατὰ καιρὸν τὸν ὡρισμένον ὑπ’ αὐτοῦ. Τοιγαροῦν κατὰ τὸν περιττὸν τὴν ματαιοφροσύνην τοῦτον, τηνικαῦτα καὶ κτισθήσεται, ἀρξάμενος κἀκεῖνος λέγειν καὶ ἀποδιδόναι κατ’ ἀξίαν ἑκάστῳ τῶν βεβιωμένων.

Εἰ δ’ ἄρα, φησὶν οὗτος ὁ ἀμαθῶς οὕτω καὶ σκαιῶς συγγραφόμενος σοφός, ὡς ἑτέραν κρύπτει διάνοιαν αὐτοῦ τὰ ῥήματα, γνώτω, μὴ τοῦ κρύπτειν ἕνεκεν, ἀλλὰ τοῦ ἐκφαίνειν τὴν τοῦ λέγοντος διάνοιαν, λεγόμενά τε καὶ γραφόμενα τὰ ῥήματα. Διὸ κατὰ τὴν ὑγιᾶ δήπουθεν ἀντιστροφὴν ἄσοφον τὸ ἀσαφές, ὥσπερ τὸ σοφὸν σαφές. Ὁ γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας, ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη, ὅσον γε πρὸς τοὺς ἀκούοντας. Εἰ δὲ καὶ τἀναντία ὧν βούλεται τοῖς ἀκροωμένοις διὰ τὴν προσοῦσαν ἀσάφειαν ἐκφαίνει τὰ λεγόμενά τε καὶ γραφόμενα, κατ’ αὐτὸς αὑτοῦ φθέγγεταί τε καὶ λογογραφεῖ, καθάπερ οὗτος ἐναργὲς πεποίηκεν ἀρτίως, καὶ τὸν Λοξίαν ἐκεῖνον παρελαύνων κατὰ τὸ γρῖφον καὶ σκολιὸν καὶ στομφὸν καὶ ἀσαφὲς τῶν λόγων. Ταῦτ’ ἄρα καὶ πολὺ τὸ δέος μὴ ὑπ’ ἐκείνου ἐνεργούμενος, τοιαῦτά τε καὶ τοῦτον φθέγγεται τὸν τρόπον, ἐπεὶ καὶ τὸ ἐμφανὲς αὐτοῦ πολλὴν ἔχει πρὸς ἐκεῖνον τὴν συγγένειαν. Τίνα γὰρ τὰ ἐφεξῆς, ἵν’ ὡς ἐκ κρασπέδου τινὸς τὸ πᾶν ὕφασμα γένοιτο καταφανές; Οὔ φησιν ἔχειν ἐξειπεῖν τὴν ὑπερβολὴν τοῦ τολμήματος τῶν ἀντιλεγομένων ὑπ’ αὐτοῦ· τοσοῦτον ἐπισφαλὲς τὸ εἰρημένον τούτοις.

Εἶτα τοῦτο τὸ ἐπισφαλῶς καὶ τολμηρῶς ἄγαν εἰρημένον εἰπεῖν φησιν ἅπαξ μέντοι τὸν μέγαν Διονύσιον καὶ μεθ’ ὑποστολῆς—ὑποστολὴν λέγων οὗτος τὴν κατασκευὴν καὶ τὸ δυσέφικτον αὐτῷ τῆς ἐκείνου διανοίας—, ὥσπερ ἂν τὸ ἅπαξ φάναι σφαλερῶς, καὶ ταῦτ’ ἐπιεικῶς περὶ θεοῦ, μὴ τῆς ἁγιότητος ἐκβάλλον τὸν εἰπόντα, μᾶλλον δὲ καὶ γεγραφότα καὶ τοῖς ἔπειτα πᾶσι παραδόντα, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ διὰ τῆς τῶν ῥημάτων ἐπικρύψεως ἢ καὶ ὑποκρίσεως, κλέπτειν ἐκεῖνος καὶ ὑποσύρειν τοὺς ἐντευξομένους ἐμηχανήσατο σὺν δόλῳ. Καίτοι νῦν οἱ παρὰ τοῦ θαυμαστοῦ τούτου λογοποιοῦ κατηγορούμενοι τοῦτ’ εἶπον καταστάντες εἰς ἀνάγκην χρείας, ὃ καὶ αὐτὸς γράφων ὡμολόγησεν, ὡς ὁ μέγας Διονύσιος τοῦτ’ ἔφη. Εἰ τοίνυν κατηγορίας ἄξιοι καὶ τολμητίαι παρὰ τοῦτ’ ἐκεῖνοι, καὶ οὗτος οὐδὲν ἧττον ἁπάσαις ψήφοις, πάσαις ἔνοχος ἂν εἴη ταῖς οἰκείαις ἐρεσχελίαις, ὁ τούτου χάριν κατειπεῖν αὐτῶν προῃρημένος, ὥστ’ οἴκοθεν οἴκαδε τὰ τῆς κατηγορίας ἥκει κατὰ τὴν παροιμίαν.

Οὕτως ὁ καθ’ ἑαυτοῦ μεμηνὼς οὗτος λογογράφος καὶ αὐτοκατάκριτος λογοποιὸς καὶ τἀναντιώτατα πρὸς ἄλληλα καθ’ ἑαυτοῦ τε καὶ ἡμῶν λογογραφεῖν οὐκ ὤκνησε. Τὸ γὰρ αὐτὸ νῦν μὲν καινὴν καλεῖ θεολογίαν, μᾶλλον δὲ καὶ πονηρὰν καὶ αὐτονόμους ἡμᾶς φησιν εἶναι καὶ καινοτόμους κατὰ ταύτην, νῦν δὲ τὸν μέγαν Διονύσιον εἰπόντα ἅπαξ ὑποδύντας ἡμᾶς παρρησιάζεσθαι μηδενὸς ὄντος τοῦ κινοῦντος μήτε μὴν ὑποτρέχουσαν δυσσέβειαν ἐκ μέσου ποιουμένους. Ἄλλος οὖν ἄρ’ ἔστιν Ἐπιμενίδης οὗτος μυθικὸς ἢ παῖς ὡς ἀληθῶς Ἐφέσιος ἢ Βαροὺχ ὁ παλαιὸς ἐκεῖνος, ὕπνῳ κάτοχος πολυετεῖ· ὁ γὰρ ἐπὶ δυσσεβείᾳ νεωτερισμὸς τοῦ Βαρλαὰμ ἐκείνου καὶ τῶν οἷος αὐτὸς καὶ ἡ τῶν ἐπὶ τούτῳ συγκεκροτημένων ἐφ’ ἡμῶν δυοῖν μεγίστων συνόδων ψῆφος οὔμενουν οὐδένα τῶν ἐγρηγορότων λέληθε, μάλιστα Ῥωμαῖον ὄντα καὶ πολίτην ἡμέτερον.

Οὐχ ἡμῶν δὲ μόνων οὗτος καταψεύδεται λέγων ἡμᾶς φάναι παρ’ ἡμῶν αὐτῶν τὸ δοκοῦν ὑπεύθυνον αὐτῷ, καὶ πρώτους τοῦτο φάναι, μὴ προτέρου τοῦ Βαρλαὰμ εἰπόντας, καὶ μετὰ γνώμης δυσσεβοῦς ἀλλὰ καὶ τοῦ μεγάλου· καὶ γὰρ οὐχ ἅπαξ ἐκεῖνος οὐδὲ μεθ’ ὑποστολῆς, ἀλλὰ καὶ πολλάκις καὶ διὰ πολλῶν καὶ παρρησίᾳ μετὰ θεολογικωτάτης μέντοι διανοίας ἔγραψε καὶ ἀνεκήρυξεν, ὡς καὶ τὸ Περὶ θεωνυμίας ἐξενηνεγμένον αὐτῷ βιβλίον ἅπαν, τοῦτ’ ἔχειν πρόθεσίν τε καὶ ὑπόθεσιν, ὑποδεῖξαι καὶ ὑπερυψῶσαι τὸν θεόν, ὡς μὴ τῶν κτισμάτων μόνων, ἀλλὰ καὶ τῶν ἀκτίστων ἐνεργειῶν τε καὶ χαρίτων κατ’ οὐσίαν ὑπερκείμενον εἰκότως. Οὐδὲ γὰρ ἡμῶν δεῖται πρὸς τὸ τελεῖν ὑπέρθεος αὐτός, οὐδ’ ἐπίκτητον τοῦτ’ ἔσχε καὶ ταῦτ’ ἐκ τοῦ ἥττονος προκόψας, ἀλλ’ ὅπερ ἐστίν, ἦν τε καὶ ἔσται καὶ ἔστιν. Εἶεν· ἀλλὰ τί πάλιν τὸ μεταξὺ τῶν εἰρημένων κἀν τοῖς ἐφεξῆς διὰ πάντων ἄχρι τέλους προχωροῦν τῷ καταψευδομένῳ τούτῳ καὶ θεοῦ καὶ τῶν θείων καὶ ἡμῶν;

Ἐπειδήπερ, φησὶν αὐτός, ὑπάρχει ὑφειμένος καὶ εἴ τι κατ’ αὐτὸν ἀδύνατον εὐσεβῶς ἐπὶ τῶν θείων λέγεσθαι τὸ ὑφειμένον, ἆρ’ οὖν οὐκ ἐκ τοῦ ἀκολούθου καὶ τοῦτ’ ἂν φαίη ῥᾷσθ’ οὗτος ὁ πολύς, ὡς, ἐπειδήπερ αὐτὸς υἱός ἐστι καὶ γεννητὸς καὶ κατὰ τοῦτ’ αἰτιατός, οὐ τὸν τοῦ θεοῦ υἱόν, υἱὸν ἢ γεννητὸν ἢ αἰτιατὸν κατὰ τοῦτο τοῖς εὐσεβῶς φρονοῦσι καλεῖσθαι δυνατόν, τόν τε πατέρα καὶ θεὸν ἀδύνατον πατέρα καὶ γεννήτορα καὶ αἴτιον καλεῖσθαι τοῦ φύσει ἐξ αὐτοῦ υἱοῦ, ἐπεὶ καὶ ἄνθρωπος μετὰ τὸ γεννῆσαι ταῦτ’ ἔχει καὶ καλεῖται; Οὐ γὰρ συνεώρακεν, ὡς στοιχείοις τε καὶ λέξεσι καὶ ῥήμασιν ἐπὶ τῶν ἀκτίστων, οἷς κἀπὶ τῶν κτισμάτων χρώμεθα, σημείοις δὲ τούτοις οὐ τῶν αὐτῶν γεννημάτων.

Ἀλλ’ ἐπὶ μὲν τῶν κτισμάτων χαμερπῶς καὶ τοῖς προκειμένοις καταλλήλως καὶ τὰ ὑψηλὰ νοοῦμεν· ἐπὶ δὲ τῶν ἀκτίστων καὶ τὰ ταπεινὰ θεοπρεπῶς. Τί γάρ; Εἴ τις εἴποι τὸν υἱόν τε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐκ τοῦ θεοῦ, καὶ τὰ πάντ’ ἐκ τοῦ θεοῦ ἢ τὸν θεόν τε καὶ πατέρα αἴτιόν τε τοῦ υἱοῦ καὶ ἡμῶν αἴτιον ἁπάντων, ὥσπερ οὖν ἐστίν, ἆρ’ ὁμοίως τὰ λεγόμενα νοήσωμεν; Ἄπαγε τῆς ἀσεβείας! Τί δ’ εἴ τις φαίη ἅπαντα δεύτερα θέσθαι τοῦ θεοῦ ἤ τινα τῶν ὄντων εἶναι ταπεινὰ ἢ καὶ ὑποβεβηκότα καὶ ὑπήκοα θεῷ ἢ πεμπόμενα ἢ λαμβάνοντα παρὰ θεοῦ ἤ τι τῶν τοιούτων, οὐχὶ πρέπειν τοῖς κτιστοῖς νομίσομεν ταύτας τὰς φωνάς; Καὶ πάνυ μὲν οὖν. Τί δ’, ὅτι καταλλήλως οὕτω τὰ κτιστὰ καλεῖται, τολμητίαν ἐροῦμεν Γρηγόριον τὸν θεολόγον, Βασίλειον τὸν μέγαν, Κύριλλον τὸν θεηγόρον καὶ ἁπλῶς τὸν τῶν θεολόγων ἅπαντα χορόν, ὅτι νῦν μὲν ἄμφω τὸν υἱόν τε καὶ τὸ πνεῦμα δευτερεύειν τοῦ πατρός φασι, νῦν δὲ τὸν μὲν δευτερεύειν τοῦ πατρὸς ὡς ἐξ αὐτοῦ, τὸ δὲ καὶ τοῦτον ὑποβεβηκέναι, ὡς δι’ αὐτοῦ χορηγούμενον καὶ πεμπόμενον καὶ φανερούμενον, εἰ καὶ μὴ κατὰ φύσιν, ἄλλοτε δ’ αὐτὸν μὲν ὑπακούειν τῷ θεῷ καὶ λαμβάνειν παρὰ τοῦ θεοῦ μὴ κατὰ τὸ ἀνθρώπινον μόνον, ἀλλὰ καὶ ὡς θεόν, λόγῳ φύσεως ἀλλ’ οὐ χάριτος, τὸ δὲ δώρημα καλεῖσθαι καὶ χάρισμα καὶ ἐμφύσημα ταπεινότερον, ἵνα τὸ ἐξ οὗ δειχθῇ;

Τολμητίας οὖν τοὺς ταῦθ’ οὕτω θεολογήσαντας καὶ δυσσεβεῖς ἐροῦμεν, ὡς ὁ φρενοβλαβὴς ὄντως οὑτοσὶ σοφὸς ταῦτ’ ἄντικρυς λέγοντας ἡμᾶς φησι; Τὸ γὰρ ὑφειμένον τῷ ταπεινῷ καὶ ὑποβεβηκότι ταὐτό γε δήπου παντάπασίν ἐστιν, ἢ καὶ τὰ ταπεινὰ τῶν ὀνομάτων θεοπρεπῶς ἐπὶ θεοῦ νοήσομεν, ὡς μὴ τὸ ὕψος καθαιροῦντα τοῦ υἱοῦ τε καὶ τοῦ πνεύματος, ἀλλὰ τὴν πρὸς τὸν πατέρα διαφορὰν ἐπιδεικνύντα τούτων καὶ τὸ ἐξ αἰτίας εἶναι συμφυοῦς προσμαρτυροῦντα τούτοις, ὃ μηδὲν ἔλαττον ἔχει τῶν ὑψηλοτάτων; Εἰ γὰρ μέγα καὶ ὑπὲρ τὸ μέγα τῷ πατρὶ τὸ τοιούτων συμφυῶς ἐνόντων εἶναι αἴτιον, πῶς οὐ μέγα καὶ ὑπὲρ τὸ μέγα τῷ υἱῷ τε καὶ τῷ πνεύματι, τὸ ἐκ τοιαύτης συμφυοῦς αἰτίας εἶναι;

Ἀλλὰ τί τὰ τῶν ὀνομάτων ταπεινῶς ἐφ’ υἱοῦ καὶ πνεύματος εἰρημένα τοῖς πατράσι καταλέγω; Τὸ γὰρ πάντων τῶν ταπεινῶν καὶ ὑφειμένων ὀνομάτων περιεκτικώτατον, αὐτὸ τὸ μικρὸν εἰς ὕμνον ἀναφέρεται τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Μέγα τε καὶ μικρόν ἐστι τὸ θεῖον· μέγα μέν, ὡς πάντων περιληπτικὸν καὶ παντὸς ὑπερεκτεινόμενον μεγέθους, μικρὸν δὲ ὡς διὰ πάντων χωροῦν καὶ ἐνεργοῦν καὶ «διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν καὶ ἐννοιῶν καρδίας», δηλονότι τῇ τῆς διορατικῆς ἐνεργείας καὶ δυνάμεως ὑπερφυεῖ ὀξύτητι. Διὸ καὶ τοῦτ’ εἰπὼν ἐπήνεγκεν ὁ θεῖος Παῦλος· «οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ».

Οὕτω κατὰ τὸν μέγαν Διονύσιον, οὐ τὸ μέγα μόνον, ἀλλὰ καὶ τὸ μικρὸν ἀνατίθεται τῷ πάντων αἰτίῳ, κἀν τοῖς λογίοις ὑμνεῖται ὁ θεὸς ἐν αὔρᾳ λεπτῇ, τὴν θείαν ἐμφαινούσῃ σμικρότητα, καὶ τὸ σμικρὸν ἐπ’ αὐτοῦ λέγεται, τὸ παντὸς ὄγκου καὶ διαστήματος ἐκβεβηκός, καὶ ὅτι πάντων αἴτιον τὸ μικρόν· οὐδαμοῦ γὰρ εὑρήσεις τὴν τοῦ μικροῦ ἰδέαν ἀμέθεκτον.

Ὁρᾷς κατὰ τὴν μετοχὴν τὸ μικρὸν εἰς ὕμνον τῷ θεῷ ἀνατιθέμενον; Οὕτως οὖν ἐκληπτέον ἐπὶ τοῦ θεοῦ τὸ μικρὸν καὶ τὸ ὑφειμένον, ὡς καὶ κατὰ τὸν Ἠλίαν ἅμα καὶ τὸν θεῖον Μάξιμον εἰπεῖν· «ἰδοὺ φωνὴ αὔρας λεπτῆς καὶ ἐν αὐτῇ κύριος ὡς περιεχόμενος ὑπὸ τῆς λεπτῆς αὔρας, ὅ ἐστι σμικρότητος». «Καταβαίνει γὰρ ἐκ τῆς οἰκείας περιωπῆς» κατὰ τὸν θεολόγον Γρηγόριον, «ἵνα χωρηθῇ, μετρίως γοῦν γενητῇ φύσει καὶ ὅσον ἀσφαλὲς ὁ ἀχώρητος».

Καὶ τοῦτό ἐστιν ἡ θεοποιὸς χάρις καὶ ἐνέργεια, ἡ ἐκείνου τῆς οἰκείας περιωπῆς φιλάνθρωπος ὕφεσίς τε καὶ κατάβασις καὶ ἡ περί τι τῶν ἔξω ἑαυτοῦ δι’ ἐμφύτου ἀγαθότητος ὑπερβολὴν ἀγαθαρχικωτάτη κίνησις, ἐπὶ σωστικῇ προμηθείᾳ τε καὶ ἀσφαλείᾳ τῶν ἠξιωμένων τῆς αὐτοῦ παρουσίας καὶ ἐπιφανείας, συναφείας δ’ εἰπεῖν οἰκειότερον. «Ἔξω γὰρ ἑαυτοῦ», κατὰ τὸν μέγαν Διονύσιον αὖθις φάναι, «δι’ ὑπερβολὴν ἀγαθότητος γίνεται, ταῖς εἰς τὰ ὄντα προνοίαις καὶ οἷον ἀγαθότητι καὶ ἀγαπήσει καὶ ἔρωτι θέλγεται· καὶ ἐκ τοῦ ὑπὲρ πάντα καὶ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται». Ὁρᾷς ὡς τὸ τοῦ θεοῦ ὑφειμένον καὶ κατηγμένον καὶ μικρὸν καὶ πᾶν ὁτιδήποτε τοιοῦτον τοῖς ἁγίοις εἰρημένον ὕμνος ἐστὶ θεοπρεπὴς τοῦ καθ’ ὑπερβολὴν ὑπερβάλλοντος τῆς αὐτοῦ φιλανθρωπίας, κἂν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου τῆς τηλικαύτης ἀγαθότητος ἀνεπαισθήτως ἔχοντες, ἀχάριστα κτίσματα περὶ τὸν εὐεργέτην ὄντες ἀτεχνῶς, τὸν ἐντεῦθεν ὕμνον ἀπαρέσκωνται;

Καὶ τοίνυν ἡμῖν ἔπεισι λέγειν δικαιότατα μὴ διεξιέναι ἔχειν πρὸς ἀξίαν τὴν ὑπερβολὴν τοῦ τολμήματος αὐτῶν, πῶς ἀκούοντες τὸ μέγα καὶ τὸ μικρὸν εἰς ὕμνον τῷ θεῷ ἀνατιθέμενον, εἶθ’ ὡς μέγαν μέν, ἄκτιστον αὐτόν φασιν, ὡς δὲ μικρόν, κτιστόν, τὸ αὐτὸ θεότητά τε λέγοντες ἅμα καὶ κτιστήν, καὶ οὕτως ὄντως ὑφειμένην καὶ μικράν, ὅπερ ἡμῖν ἀνοήτως μᾶλλον δὲ τοῖς ἁγίοις ἐγκαλοῦσιν, αὐτοὶ πάσχοντες ὡς ἀληθῶς. Οὐδὲ γοῦν ὑπὸ τοῦ θεσπεσίου Παύλου διδαχθέντες, ἵν’ ὡς ἐκεῖνος κατὰ τὸν μέγαν Διονύσιον εἰπεῖν ὑμνῆσαι λέγεται μωρίαν θεοῦ, τὸ φαινόμενον ἐν αὐτῷ παράλογον καὶ ἄτοπον εἰς τὴν ἄρρητον καὶ πρὸ λόγου παντὸς ἀναγαγὼν ἀλήθειαν, οὕτω καὶ αὐτοὶ τὸ τοῦ θεοῦ φαινόμενον μέτριον καὶ ὑφειμένον καὶ μικρὸν ὑπερυψώσωσι, τὸ ὑπερβάλλον μέγεθος τῆς θείας φιλανθρωπίας καὶ ἀγαθότητος ἐντεῦθεν κατιδόντες, ἀλλὰ τῷ πρὸς αἴσθησιν φαινομένῳ κλεπτόμενοι καὶ τοῖς καθ’ ἡμᾶς τὰ θεῖα παραβάλλοντες, ἐπειδὴ τὸ καθ’ ἡμᾶς μικρὸν ὄντως ἐστὶ μικρόν, καὶ τὸ τοῦ θεοῦ μικρὸν εἶναι τοιοῦτον ὄντως ἀποφαίνονται, κτιστὸν εἶναι διατεινόμενοι. Καίτοι συνορᾶν ἐκ τῶν καθ’ ἡμᾶς ἐχρῆν, ὡς καθάπερ ἐφ’ ἡμῶν καὶ τῶν φυσικῶς ἡμῖν προσόντων μικρὸν ὄντως καὶ τὸ μέγα—καὶ γὰρ ἀνθρώπινον—οὕτως ἐπὶ θεοῦ, καὶ τὸ μικρὸν ὄντως μέγα· καὶ γὰρ θεῖόν τέ ἐστιν ὡς ἀληθῶς καὶ ἀπ’ ἀρχῆς αὐτῷ προσόν.

Καὶ τοσοῦτόν ἐστι μέγα καὶ ὑψηλὸν τὸ ὑποβεβηκός τε καὶ μικρόν, ὡς καὶ τοὺς ἐξ αἰῶνος κατ’ αὐτοῦ χωρήσαντας, ἅπαντας τροπώσασθαι καὶ τοὺς μὴ ἑκόντας ὑποπεπτωκότας διὰ μεταμελείας τῷ τῆς ἀπωλείας βαράθρῳ παραπέμψαι. «Τὸ γὰρ μωρὸν τοῦ θεοῦ», πάλιν κατὰ τὸν Παῦλον εἰπεῖν, «σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον».

Ἀλλὰ γὰρ ταῦτ’ εἴπομεν διὰ τὰς ἐν μετριότητος προσχήματι γαύρους καθ’ ἡμῶν λογολεσχίας, μᾶλλον δὲ κατὰ τοῦ θεοφάντορος Διονυσίου καὶ τῶν οἷος αὐτός, οἳ πολλαχοῦ τῶν λόγων, νῦν μὲν ὑπερέχειν, νῦν δὲ ὑπερκεῖσθαι, νῦν δ’ ἐπέκεινα κατ’ οὐσίαν εἶναι τὸν θεὸν θεολογοῦσι τῆς βουλῆς, τῆς προνοίας, τῆς ἐξουσίας, τῆς ἁγιότητος καὶ αὐτῆς τῆς θεότητος, ὅταν μὴ ἐπὶ τῆς οὐσίας τάττηται τουτὶ τὸ ὄνομα, ἀλλ’ ἐπὶ τῆς θεατικῆς ἢ τῆς θεοποιοῦ ἐνεργείας τε καὶ χάριτος αὐτοῦ, ὡς καὶ τὸν μέγαν Ἀθανάσιον τῆς Ἀρείου παραφορᾶς εἶναι λέγειν· «τὸ μὲν τῇ θείᾳ βουλήσει ἀντικείμενον ὁρᾶν, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον τῆς βουλήσεως μὴ συνορᾶν. Καὶ τὸ μὲν βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόναι τῷ θεῷ, τὸ δὲ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκειν τοῦ θεοῦ». Εἰ μὴ γὰρ ὑφειμένη ἢ ὑπερεχομένη ἢ ὑποβεβηκυῖα ἤ τι τοιοῦτον εὐσεβῶς ἡ ἐνέργεια λεχθείη, οὐκ ἀληθῶς ὁ μέγας καὶ ὅσοι κατ’ αὐτὸν ὑπερκειμένην εἶναι τούτων διδάσκουσι τὴν οὐσίαν τοῦ θεοῦ· οὐ γὰρ ἔστιν ὑπερκεῖσθαί του, μὴ ὄντος ὑποβεβηκότος. Τό γε μὴν ἐκ τοῦ ἀκολούθου τοῦτο ὑφειμένον οὐχ ἡμεῖς εἰρήκαμεν, ἀλλ’ ὁ Βαρλαὰμ ἐκεῖνος, δεικνύς, ὡς ἐνόμιζε, κτίσμα τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν καὶ χάριν ἐκ τοῦ ὑπερκεῖσθαι ταύτης τὴν οὐσίαν εἰρηκέναι τοὺς ἁγίους. Τί οὖν, ἡμᾶς ἐκείνῳ ἀντιπεῖν ἐχρῆν πρὸς τὸ ὑφειμένην φάναι τὴν θείαν ἐνέργειαν καὶ χάριν;

Καὶ ἀντείπομεν μὲν οὖν· τὸ γὰρ μὴ κτιστὴν εἶναι δεῖξαι τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν καὶ χάριν ἀντίθεσις πρὸς τὸ ὑφειμένον ἦν· τὸ γὰρ κτιστόν ἐστι τὸ ὄντως ὑφειμένον. Ἀλλ’ ἀντιλέγειν ἔδει καὶ πρὸς αὐτὴν τὴν λέξιν;

Ἀλλὰ τοῦτ’ ἀπηγόρευται τοῖς ὄντως θεολόγοις, ὡς προαποδέδεικται, καὶ θεολογικῶς χρεὼν τὰ κατὰ θεολογίαν ἐπιέναι, θεολογικοῖς κανόσι στοιχοῦντα κἀν ταῖς ἀντιλογίαις, ἀλλ’ οὐχ ὡς οἱ νῦν νεωτερισταὶ τῶν ἱερῶν δογμάτων. Ἐπεὶ καὶ νομίμως τὸ νόμιμον διώκειν καὶ τὸ δίκαιον δικαίως παράγγελμα παλαιόν τε καὶ κοινόν, εὖ ἔχον ἐς τὰ μάλιστα.

Τὸ γὰρ καλὸν οὐ καλόν, ὅταν μὴ γένηται καλῶς. Ἔπειτα πρὸς τὴν λέξιν ἐκείνην ἡμῶν ἀντιλεγόντων πῶς οὐκ ἂν εὐθὺς ἐκεῖνος ἀνθυπήνεγκε τὸν μέγαν Ἀθανάσιον γράφοντα, «τὸ θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως· καὶ ἄνθρωπος γάρ», ὡς αὐτός φησι κατασκευάζων, «γίνεται θεός, τῆς δὲ αὐτῆς τῷ θεῷ φύσεως οὐ γίνεται»· πρὸς δὲ καὶ τὸν μέγαν Βασίλειον τὰς προαιωνίους ἐνεργείας τοῦ θεοῦ, δηλονότι τοὺς προορισμούς, κατωτέρας εἶναι λέγοντα τοῦ θείου πνεύματος, καὶ τὸν ἀδελφὸν αὐτῷ καὶ ἀδελφὰ φρονοῦντα Γρηγόριον ὅς, «διαιρῶν», φησίν, «ὁ Εὐνόμιος τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὴν φύσιν συνδιατέμνει τῇ φύσει τὴν βούλησιν καὶ διὰ τούτου μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον, τῷ ὑποβεβηκότι πρὸς τὸ προὖχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον». Ταῦτα δ’ ἐκεῖνος μὲν ἂν προὔτεινεν ὡς πρὸς τὴν λέξιν συνήγορα· κατ’ ἐκείνου δ’ ἄλλως καὶ τῶν κατ’ ἐκεῖνον χωρεῖ. Ὡς γὰρ ἄμφω κατιδὼν ὁ Εὐνόμιος, τὸ ὑποβεβηκὸς καὶ τὸ προὖχον ἐν τῇ βουλήσει τε καὶ φύσει κἀν ταῖς ὑποστάσεσι πρὸς ἀλλήλας εἰς κτιστὰ καὶ ἄκτιστα τὸ θεῖον κατέτεμεν, οὕτω Βαρλαὰμ καὶ Ἀκίνδυνος ἐπὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας τὴν διαφορὰν ταύτην κατανοήσαντες τὰ παραπλήσια πράττουσιν.

Ἀλλὰ τοῖς ἀπηριθμημένοις τῶν θεολόγων ἑτοίμως ἂν ὁ Βαρλαὰμ προσεμαρτύρατο καὶ Γρηγόριον τὸν τῆς θεολογίας ἐπώνυμον, βραχείᾳ τοῦ μεγάλου φωτὸς ὡμιληκέναι λαμπηδόνι τὸν Παῦλον εἰρηκότα, ἡνίκα τὴν πρὸς Δαμασκὸν ἰὼν τῷ ἀπορρήτῳ φωτὶ περιελάμφθη καὶ τοὺς ἀμυδρὰν αὐγήν, ἀκτῖνα, βολίδα θεότητος καὶ τὰ τοιαῦτα λέγοντος, τὴν ἐπ’ ὄρους ἐκφανεῖσαν τοῦ κυρίου λαμπρότητα· καὶ προσέτι τὸν χρυσορρήμονα πατέρα, «τὸ μικρόν», γράφοντα, «καὶ ἡ ῥανὶς καὶ ἡ σταγὼν τῆς θείας χάριτος τὴν οἰκουμένην ἐνέπλησε τῆς γνώσεως· καὶ δι’ αὐτῆς τῆς μικρᾶς ῥανίδος καὶ τοῦ μέρους τῆς ἐνεργείας τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα ἐλύετο»· καὶ προστιθέντα, «τὸ μέρος λέγω τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται, ὡς δὴ τοῦ βραχέος καὶ μικροῦ καὶ τῶν τοιούτων, ἐπὶ τῆς ἀκτίστου ἐνεργείας καὶ οὕτως, ἀλλ’ οὐκ ἐπὶ τῆς οὐσίας λεγομένου». Πρὸς δὲ τούτοις καὶ τοῖς τοιούτοις θεολόγοις πᾶσι καὶ τὸν θεῖον ἂν Κύριλλον ὑπέδειξε λέγοντα σοφῶς, «ἔλαττον εἶναι τὸ θεὸν εἶναι τοῦ πατέρα εἶναι τὸν πατέρα καὶ θεόν· ᾗ μὲν γὰρ θεός, ταὐτὸ δ’ εἰπεῖν θεωρός τε καὶ ἔφορος ἁπάντων, τοῦτο δέ ἐστι τῆς θεατικῆς πάντως δυνάμεως καὶ ἐνεργείας, πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει· ᾗ δὲ πατήρ, πρὸς τὸν ἴδιον καὶ ὁμότιμον υἱόν».

Πρὸς δὲ τοῖς ἀξιολόγοις τούτοις μάρτυσι τῆς ἀληθείας, καὶ τὸ σμικρὸν ἔδειξεν ἂν ὁ Βαρλαὰμ ἐπὶ τοῦ θεοῦ λεγόμενον, ἔτι τε τὸ ταπεινὸν καὶ ὑποβεβηκὸς ἐπὶ τοῦ θείου πνεύματος, καὶ τὸ δευτερεῦον ἐπὶ τοῦ υἱοῦ.

Διὰ ταῦτα τοίνυν πρὸς τὴν τοῦ ὑφειμένου λέξιν ἀντειπεῖν ἐκείνῳ, τοῖς νοῦ καὶ μετρίως εὐμοιροῦσιν ἥκιστα ἐχρῆν. Οὔκουν τοῦτόν γε τὸν τρόπον οὐδ’ ἀντείπομεν ἡμεῖς, ἐπεὶ μηδ’ ὁ μέγας Βασίλειος ἀντεῖπε πρὸς τὴν λέξιν Εὐνομίῳ εἰρηκότι τὸ θεῖον πνεῦμα ὑποβεβηκός, ἀλλὰ καὶ αὐτὸς ἐπὶ τοῦ πνεύματος ἐχρήσατο τῇ λέξει. Καλῶς γε μὴν καὶ κατ’ εὐσεβῆ διάνοιαν αὐτὸς ταύτῃ κεχρημένος ἐκεῖνον ἐξήλεγξε, κακῶς καὶ δυσσεβῶς αὐτῇ χρησάμενον, ἅτε δι’ αὐτῆς εἰς κτίσμα τὸ πνεῦμα κατασπῶντα. Τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ παρὰ τοῦ Βαρλαὰμ ἐκ τοῦ ἀκολούθου τῇ θεολογίᾳ, κακῶς μέντοι καὶ κατὰ δυσσεβῆ διάνοιαν προβεβλημένῃ λέξει, καλῶς ἡμεῖς χρησάμενοι κατὰ μίμησιν τῶν ἐνθέων θεολόγων καὶ κατ’ εὐσεβῆ διάνοιαν ἐξηλέγξαμεν αὐτὸν δυσσεβῶς ταύτῃ κεχρημένον, ἅτε διὰ ταύτης τὴν τοῦ θεοῦ θείαν ἐνέργειαν καὶ χάριν εἰς κτίσμα κατασπᾶν ἐπιχειροῦντα.

Νῦν οὖν οἱ τὴν μὲν ἐν πράγματι πρὸς ἐκεῖνον ἡμετέραν τηλικαύτην διαφορὰν ἢ ἀγνοήσαντες ἢ ἀλογήσαντες, πρὸς δὲ τὴν λέξιν τὸν πόλεμον ἀναρριπίσαντες, μετὰ τοῦ ἀμαθίας σφᾶς αὐτοὺς ἔμπλεως δεικνύναι καὶ σκαιότητος, ἀλογίστου τε φόβου καὶ ἀνευλαβοῦς ὄντως εὐλαβείας καὶ δειλίας, ἥτις ἔστιν οἷς ἔνδυμα τῆς ἀσεβείας ἐστί, καθάπερ οἱ θεόσοφοι πατέρες ἔφθησαν ἀποφηνάμενοι διὰ τῶν τὴν ἀρχὴν προτεθειμένων ῥήσεων, μετὰ τούτου δὴ καὶ τῷ Βαρλαὰμ διδόασι κτιστὴν ἀποδεικνύναι τὴν θεατικὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν θεοποιὸν χάριν καὶ ἐνέργειαν, αὐτὴν τὴν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν καὶ τὸν Παῦλον ἐπὶ τῆς ὁδοῦ καὶ πρὸ αὐτοῦ τοὺς συναναβάντας ἐπ’ ὄρους περιήστραψεν ὁ κύριος, καὶ ἁπλῶς πᾶσαν θείαν δύναμίν τε καὶ ἐνέργειαν.

Ἐπεὶ γὰρ τὸ ὑφειμένον ἐκ τῶν τοῖς ἁγίοις εἰρημένων συνήγαγεν ἐκεῖνος, ἅτε τῆς οὕτω λεγομένης θεότητος ἐπέκεινα τὸν θεὸν εἰπόντος εἶναι τοῦ τῶν θεολόγων ἄκρου, καὶ τῆς προνοίας ἀλλαχοῦ καὶ τῆς ἁγιότητος καὶ τῶν τοιούτων ὑπεριδρῦσθαί τε καὶ ὑπεραίρειν, τοῦ τε μεγάλου Βασιλείου καὶ τοῦ Νύσσης ἐνθέου Γρηγορίου, ὑπερέχειν τῆς θεότητος κατὰ τὸ ἄφραστόν τε καὶ ἀνώνυμον τὴν θείαν φύσιν εἰρηκότων, ὡς τὴν θεατικὴν δύναμιν καὶ τὴν προνοητικὴν ἐξουσίαν σημαινούσης τῆς ἐπωνυμίας, τοῦ τε θείου Μαξίμου καὶ πρὸ αὐτοῦ πάλιν Διονυσίου τοῦ μεγάλου, καὶ πασῶν τῶν θείων ἐνεργειῶν καὶ μετοχῶν ὑπερκεῖσθαι τὸν θεὸν εἰπόντων, ὡς ἐνεργουμένων, καθάπερ καὶ ὁ λόγος λέγεται παρὰ τοῦ λέγοντος, ταὐτὸ δ’ εἰπεῖν ἐνεργεῖται φυσικῶς.

Ἐπεὶ τοίνυν ὁ Βαρλαὰμ ἐκ τῶν οὕτω τοῖς ἁγίοις εἰρημένων συνήγαγεν ἐκεῖνο καὶ προσεβεβαίωσεν ἐκ τοῦ κατωτέραν οἷς εἰρῆσθαι καὶ δευτέραν τῆς φύσεως τὴν θείαν ἐνέργειαν, οὗτοι δὲ τὸ ὑφειμένον ὁπωσδήποτε λεγόμενον κτιστὸν εἶναι ἀποφαίνονται, πῶς οὐκ ἐκείνῳ συνῳδὰ κτιστὴν εἶναι δογματίζουσι καὶ ὄντως ὑφειμένην πᾶσάν τε θείαν τοῦ θεοῦ ἐνέργειαν καὶ χάριν καὶ τὴν οὕτω λεγομένην θεότητα; Εἰ δὲ καὶ πρὸς ἐκεῖνον ἐρίσαι φιλοτιμήσονται, λέγοντες μὴ γεγράφθαι τὸ ἐκ τοῦ ἀκολούθου τοῦτο συναγόμενον, ἐκεῖνος πρὸς τοῖς ἄλλοις καὶ τὸ τοῦ θεολόγου Γρηγορίου πρὸς αὐτοὺς ἐρεῖ· «πόθεν τὸ ἀγένητον λαβόντες ἔχομεν καὶ τὸ ἄναρχον καὶ τὸ ἀθάνατον»; Ἢ δῆλον ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται; Οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι ἢ τοῦ λέγειν συναναγκάζοντος. Ἐκ τοῦ λέγειν ἐκεῖνα πάντως ἐξ ὧν ἐκεῖνοι συνάγονται. Οὕτως οὖν οὐδ’, εἴ τι ἄλλο τῶν μὴ λεγομένων ἢ μὴ σαφῶς ἐκ τῆς γραφῆς νοούμενον εὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν σὲ φοβηθεὶς τὸν συκοφάντην τῶν ὀνομάτων.

Εἰ δ’ ἄρα ὑπερβαίνειν φαῖεν τὴν γνῶσιν αὐτῶν τὸ προκείμενον, ἀκουέτωσαν τοῦ τῆς ἀθανασίας ἐπωνύμου λέγοντος· «τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαν τῆς ἀκροάσεως δεῖ ἀποβλέπειν, ἀλλὰ πρὸς τὴν ἀπαιτουμένην δύναμιν καὶ ὑπόθεσιν καὶ αἰτίαν, ἣν ἐπιθεωροῦντας, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύγματος, καὶ τοῦ προτρεπτικῶς ἐγκελευομένου καὶ λέγοντος τοῖς ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθεμένοις καὶ κτησαμένοις ἐντεῦθεν τὸ φῶς τῆς γνώσεως». Λαλῶμεν θεοῦ σοφίαν τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Οὐ γάρ, ἐπειδὴ μὴ πάντων ἡ γνῶσις, ὡς ὁ ἀπόστολος ἔφη, τῶν ἱερογράφων δέλτων καὶ τῆς διανοίας τῶν συνιέναι δυναμένων τὰ κρείττω τῆς ἐφικτῆς ἡμῖν θεογνωσίας ἀπαλείψομεν, ὅτι τὴν τῶν πολλῶν ταῦθ’ ὑπερβαίνει γνῶσιν, καὶ συνιέντες ἔπειτα λήθης βυθοῖς παραπέμψομεν ἢ σιωπῆς χώματι κατακρύψομεν, ὡς ὁ κατορύξας ἐκεῖνος τὸ πεπιστευμένον αὐτῷ τάλαντον παρὰ τοῦ δεσπότου τῶν ὅλων πονηρὸς καὶ κατάκριτος δοῦλος, καὶ ταῦθ’ ἡνίκα καιρὸς ἐργασίας ἐστὶ καὶ πρὸς ἀντιθέτους ἡμῖν ὁ λόγος, οὓς τὰ μείζων καὶ ὑψηλότερα τῆς γραφῆς ἐπηρεάζειν εἰκός, ὡς ἐντεῦθεν κλέπτειν τοὺς πολλοὺς ἔχειν, ἅτε χαμαιζήλους τὸν νοῦν.

Οὔκουν καλῶς νοούμενον κακὸν ἂν εἴη τὸ ὑφειμένον· ἐκ γὰρ τῶν λόγων τῶν θεολόγων, ὡς καὶ οἱ ἀντίθετοι μαρτυροῦσι, συνάγεται. Ἀλλὰ τοῦτο κακῶς ὁ Βαρλαάμ, ὡς ἔφημεν, ἐξεδέξατο, κτίσμα νομίσας καὶ κατασκευάσας ἐκ τούτου τὴν θεοποιὸν δωρεὰν καὶ χάριν τοῦ πνεύματος, ἥτις ὡς ἄκτιστος οὖσα καὶ θεότητα ἔχει τὴν προσηγορίαν. Ἡμεῖς δὲ τὴν λέξιν καλῶς ἐξειλήφαμεν, κἀκεῖνον περιφανῶς δυσσεβήσαντα δι’ αὐτῆς ἐξηλέγξαμεν. Οἱ τοίνυν πρὸς ἡμᾶς διὰ τὴν λέξιν, καίτοι καλῶς ἐξειλημμένην καὶ διηυκρινημένην, μαχόμενοι φανεροὶ καθίστανται δυσχεραίνοντες, ὅτι δυσσεβεῖν τὸν Βαρλαὰμ ἀπηλέγξαμεν, εἰς κτίσμα κατασπᾶν ἐγχειροῦντα τὴν θείαν δωρεὰν καὶ χάριν τοῦ πνεύματος, ὥσπερ ἄν, εἴ τις κατὰ τὸν ἴσον λόγον καὶ πᾶν τὸ καθ’ οἱονδήποτε τρόπον ὑποβεβηκὸς κτιστὸν εἶναι ἀποφαίνεται καὶ πρὸς τὸν ἄκτιστόν τι καὶ ὑποβεβηκὸς εἰπόντα δυσχεραίνει, τοῦ μεγάλου Βασιλείου δῆλός ἐστιν ἅπτεσθαι τολμῶν, ὡς τὴν Εὐνομίου κακοδοξίαν οὕτως ἀνελόντος. Εἰ δὲ τὸ ὑποβεβηκός τε καὶ ὑφειμένον κατ’ οὐδὲν σχεδὸν ἀλλοῖα, Βαρλααμῖται καὶ Εὐνομιανοὶ πάντες ὄντες ἀναφαίνονται σαφῶς οἱ τὸ ὑφειμένον ὁπηδήποτε κτιστὸν ἀποφαινόμενοι καὶ ἀπαγορεύοντες ἐκ τῶν ταπεινοτέρων ὀνομάτων, θεοπρεπῶς μέντοι νοουμένων τὸν θεὸν ὑμνεῖν.

Καίτοι πάλιν ὁ μέγας ἱεροφάντης Διονύσιος, «τοὺς μυστικοὺς θεολόγους», φησίν, «εὑρήσομεν οὐ μόνον ἐκ τῶν φαινομένων τιμίων ὑμνοῦντας τὰς θεαρχικὰς ἐκφαντορίας, ἀλλὰ καὶ ἀπὸ τῶν μέσων· οὐδὲ ἀπὸ τῶν μέσων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐσχάτων»· ἆρ’ οὖν οὐχὶ τὰ ἔσχατα καὶ ὑφειμένα ἔν γε πράγμασί τε καὶ ὀνόμασι, μᾶλλον δὲ καὶ αὐτὰ τὰ μέσα, μὴ μόνον ἐν τοῖς καθ’ ἡμᾶς, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς θείοις;

Οὕτω γὰρ δὴ καὶ αὐτὸς ὁ μέγας αὖθις ἐν τοῖς περὶ τἀγαθοῦ φησιν, ὡς ἡ διὰ πάντων φοιτῶσα παντελὴς ἀγαθότης ἐκτείνεται ἄχρι τῶν ἐσχάτων, τοῖς μὲν ὁλικῶς παροῦσα, τοῖς δὲ ὑφειμένως, ἄλλοις δὲ ἐσχάτως, ἀλλὰ καὶ κατὰ τὴν εἰς τὸ θεοειδὲς καὶ τὴν ἐκ θεοῦ φωτοδοσίαν ὑφειμένην καὶ προὔχουσαν κοινωνίαν τῶν κατηξιωμένων, ὡς ὁ αὐτὸς πάλιν ἀλλαχοῦ φησι.

Τὸ τοίνυν ὑφειμένον τοῦ ἐσχάτου ὑπερκείμενόν ἐστιν. Ἀλλ’ ἔστι κἀν τοῖς ἐσχάτοις καὶ αὐτοῖς τοῖς καθ’ ἡμῶν πράγμασί τε καὶ ὀνόμασιν εὑρεῖν ὑψηλὰς καὶ θεοπρεπεῖς ἐννοίας τε καὶ θεωρίας. Εἰ δέ τις ἐκ τῶν ταπεινοτέρων τῆς θεολογίας τὸν θεὸν οἴεται σμικρύνεσθαι καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἀτιμάζεσθαι νομίσει, ὅτι μικρᾷ ζύμῃ καὶ κόκκῳ σινάπεως ἀπεικάζεται, καὶ ἀγροῖς δή τισι καὶ ἀμπελῶσι καὶ ἑστιατορίαις, ἢ καὶ τῆς Ἰησοῦ μεγαλειότητος τὸν ἀντικείμενον ὑπεραίρεσθαι κατὰ τὸν θεολόγον εἰπεῖν Γρηγόριον, ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται καὶ Λευιάθαν καὶ κοσμοκράτωρ καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν, ὁ δὲ ἀμνὸς καὶ σταγὼν καὶ μαργαρίτης καὶ τὰ τοιαῦτα προσαγορεύεται, εἰ δὲ βούλει κατὰ μυστικωτέραν ἔτι θεορρημοσύνην καὶ σκώληξ, ἀλλ’ οὐκ ἄνθρωπος, ἔστιν ἄρα κἀν τοῖς ἐσχάτοις καὶ ὑφειμένοις πράγμασί τε καὶ ὀνόμασι θεοπρεπεῖς εὑρεῖν καὶ ὑψηλὰς ἐννοίας καὶ θεωρίας, ὧν μὴ ἐφικνούμενος ὁ παρ’ ἑαυτῷ σοφὸς οὗτος, ἀλλ’ ἀδιάβατον ἔχων ἐπὶ τὰ κρείττω τὸ τῆς ψυχῆς λογιζόμενον, «ἃ μὴ ἑώρακεν ἐμβατεύων εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ», πολλαῖς μὲν καὶ δειναῖς βλασφημίαις περιπίπτει προϊών, πολλαῖς δὲ κατεφθαρμέναις ἄλλως διανοίαις καὶ ἀνακολούθως ἐχούσαις πρὸς ἀλλήλας.

Ὃ δὲ μὴ κακὸν μέν, ἀκούσιον δ’ αὐτῷ παντάπασι, καὶ ὡς ἀκούσιον αὐτῷ τοῖς ἐντευξομένοις τῶν εἰδότων ὑπὲρ οὗ ὁ λόγος οὐκ ἄκομψον, εἰ καὶ καταγέλαστον, ὅτι τὸ πλεῖστον αὐτῷ τῶν γεγραμμένων τὴν τοῦ Ἀκινδύνου δόξαν καθαιρεῖ, ἄκοντος τοῦ γράφοντος καὶ ἀγνοοῦντος.