Καὶ πῶς, φησὶν ἐκεῖνος, ὁ ἅγιος Μάξιμος οὕτως ἔγραψεν; Ἕπεσθαι τοῖς ἁγίοις, ἔφην, ἐδιδάχθημεν ἡμεῖς, ἀλλ’ οὐ λογοθετεῖν τε καὶ λογοπραγεῖν αὐτούς. Οὐ μὴν ἀλλ’ ἴσμεν καὶ πάντων τῶν ὅπως ποτὲ λεγομένων τε καὶ νοουμένων καὶ μετεχομένων κατ’ οὐσίαν ὑψηλότερον τὸ θεῖον ὄν· πάσαις γὰρ ἐπινοίαις ἄψαυστον ἐκεῖνο τὸ ὕψος, ὡς κατ’ αὐτὴν πάντων ἀπολελυμένον, διὸ καὶ ὑπὲρ πᾶσαν ἔκφρασιν καὶ μετοχὴν ὑπάρχον. Οὐ μὴν διὰ τοῦτο πάντα τὰ περὶ αὐτὴν θεοπρεπῶς νοούμενα κτιστὰ νοοῦμεν τοῦ λέγοντος ἀκούοντες, «πᾶν ὅ,τι πέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, ἀλλ’ ὀνομάζεσθαι ταῦτά φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα». Καὶ παρὰ τοῦ μεγάλου διδασκόμενοι Ἀθανασίου, ὃς μετὰ τὸ εἰπεῖν, οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτήρ, «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», ἀπαριθμούμενος ταῦτα τὰ κοινὰ πατρός, υἱοῦ καὶ πνεύματος, «τὸ ἀγαθὸν εἶναι», φησί, «καὶ τὸ δίκαιον καὶ τὸ ἄπειρον καὶ τὸ ἀθάνατον καὶ πάντα τὰ περὶ τὴν οὐσίαν ὡς αὐτὸς ἐν ἄλλοις διδάσκει, θεωρούμενα καὶ θεολογούμενα καὶ ὑμνούμενα, ὧν ἕκαστον, ὡς αὐτὸς πάλιν καὶ τοῦτό φησιν, οὐκ οὐσία ἐστίν, ἀλλὰ περὶ τὴν οὐσίαν».