Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή περί της τρισυπόστατης θεότητας και της άκτιστης χάριτος

Εισαγωγική επιστολή που αναλύει τη διδασκαλία του Αγιορειτικού Τόμου, αναιρεί τις κατηγορίες του Γρηγορίου Ακινδύνου και τεκμηριώνει τον άκτιστο χαρακτήρα της θεοποιού χάριτος ως ενέργειας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΤΑ ΘΕΙΑ ΣΟΦΟΝ ΑΡΣΕΝΙΟΝ ΜΟΝΑΧΟΝ ΤΟΝ ΣΤΟΥΔΙΤΗΝ Εἰδέναι σε βούλομαι, θεσπέσιε πάτερ, ὡς ὃ νῦν αἰτεῖς παρ’ ἡμῶν ἕνεκα τοῦ πρόφασιν πᾶσαν ἐξαφανίσαι τῶν μάτην πολεμούντων ἡμῖν, ἐν τοῖς ἡμετέροις ἀνάγραπτον κεῖται λόγοις, κἂν εἰ ἐθελοκωφοῦντες ἐκεῖνοι συκοφαντικῶς ἡμῖν ἐπιτίθενται. Αὐτίκα ἐν τῷ Ἁγιορειτικῷ τόμῳ, ὃς ἔφθη πρὸ δύο ἐτῶν συγγραφεὶς παρ’ ἡμῶν, οὕτω φαμὲν ἐπὶ λέξεως· «ἡ τῶν πάλαι προρρήσεων ἔκβασις σύμφωνα τοῖς φανεροῖς ἀνέδειξε τὰ τότε μυστήρια. Καὶ πιστεύομεν νῦν, εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, θεότητα τρισυπόστατον, φύσει μίαν, ἁπλῆν, ἀσύνθετον, ἄκτιστον, ἀόρατον, ἀπερινόητον», καὶ πάλιν, «οὕτω καὶ τοῦ μέλλοντος αἰῶνος ἐν καιροῖς ἰδίοις ἀποκαλυφθέντος κατὰ τὴν ἄφραστον ἔκφανσιν τοῦ ἐν τρισὶ τελείαις ὑποστάσεσιν ἑνὸς θεοῦ», καὶ πάλιν, «τοῖς πέρασι τῆς γῆς ὕστερον ἐξεφάνη τὸ τρισυπόστατον τῆς θεότητος, τῷ λόγῳ τῆς μοναρχίας μηδαμῶς λυμαινόμενον». Ἀλλ’ εἰ καὶ μίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦμεν θεότητα, καὶ τοὺς μὴ οὕτω φρονοῦντας ἀναθέματι καθυποβάλλομεν.

Ἀλλὰ καὶ τοῦ μεγάλου Διονυσίου λέγοντος ἀκούοντες ἐν τῇ δευτέρᾳ Πρὸς Γάϊον ἐπιστολῇ· «τὸ τοῦ θεοῦ θεοποιὸν δῶρον θεότητα καὶ θεαρχίαν, ἀγαθαρχίαν καὶ τὸν τὴν χάριν ταύτην τοῖς ἀξίοις παρέχοντα θεὸν ὑπὲρ ταύτην τὴν θεότητα», καὶ ἀλλαχοῦ πάλιν, «αὐτοθεότητά φαμεν, ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς, τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτικῶς δὲ τὴν ἐκδιδομένην ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὴν δύναμιν, τὴν αὐτοθέωσιν», πειθόμεθα· πολυπλασιασμὸν γὰρ ὁ θεὸς οὐ πάσχει οὐδὲ δύο λέγει τις οὕτω θεότητας· ὥσπερ γὰρ λέγομεν δύναμιν καὶ σοφίαν κοινὴν πατρὸς υἱοῦ καὶ πνεύματος, ἀλλὰ καὶ δύναμιν καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱόν, αὐθυπόστατον μέντοι, ἐπεὶ δ’ ἀχώριστός ἐστι ταύτης τῆς αὐθυποστάτου δυνάμεως ἡ δύναμις ἐκείνη, μίαν εἶναι δύναμιν πατρὸς υἱοῦ καὶ πνεύματος ἥκιστα προσίσταται, τὸν αὐτὸν τρόπον θεότητος λεγομένης καὶ τῆς θεοποιοῦ χάριτος καὶ τῆς χορηγούσης τὴν χάριν τρισυποστάτου φύσεως, μίαν εἶναι θεότητα οὐδὲν τὸ προσιστάμενον. Ἡ γὰρ θεοποιὸς χάρις, ἣν καὶ προνοητικὴν δύναμιν ὁ μέγας ὠνόμασε Διονύσιος, τῆς χορηγούσης τὴν χάριν τρισυποστάτου θεότητος ἀχώριστός ἐστιν ἐνέργεια, σύνδεσμός τις ἀπόρρητος οὖσα καὶ ἕνωσις ὑπερφυὴς τοῦ τε θεοῦ καὶ τῶν κατηξιωμένων ἓν πνεῦμα μετ’ αὐτοῦ γενέσθαι κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν».

Οὐκοῦν καθάπερ αὖθις πνεῦμά ἐστιν ὁ ἐν τριάδι προσκυνούμενος θεός, κατὰ τὴν πρὸς Σαμαρείτιδα τοῦ ἑνὸς τῆς τριάδος φωνήν, ἀλλὰ πνεῦμά φαμεν ἰδίως καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ἔτι δὲ καὶ τὴν τοῦ πνεύματος χάριν, «ἐνεφύσησε γάρ», φησί, «τοῖς μαθηταῖς καὶ εἶπε, λάβετε πνεῦμα ἅγιον», καὶ δύο ἢ καὶ πλειόνων πνευμάτων οὕτω λεγομένων, ἑνὸς οὐδὲν ἧττον ἁπλοῦ καὶ ἀσυνθέτου πνεύματός ἐσμεν προσκυνηταί· καὶ γὰρ ἀδιαίρετά ἐστιν ἀλλήλων εἰ καὶ τῇ σημασίᾳ διενήνοχεν ἀλλήλων τὰ ὀνόματα· οὕτω θεότητα καλεῖν καὶ τὴν θείαν φύσιν καὶ τὴν θεοποιὸν δωρεὰν ὑπὸ τῶν ἁγίων παρελάβομεν. Ἀλλ’ ἐπειδὴ ἀδιαίρετοί εἰσιν ἀλλήλων αὗται, εἰ καὶ διενηνόχασιν ἀλλήλων κατὰ τὸ σημαινόμενον, ἐν μιᾷ προσκυνοῦμεν ἁπλῇ καὶ ἀσυνθέτῳ θεότητι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἄλλως τε, κἂν τὴν φύσιν ὀνομάζῃ τις θεότητα, μία τῶν τριῶν ἡ φύσις, κἂν τὴν ἐποπτικὴν ἢ θεουργικὴν αὐτῶν ἐνέργειαν, μία τῶν τριῶν ἐστιν· ὥστε καὶ οὕτω μία ἡ τῶν τριῶν ὑποστάσεων θεότης, καθάπερ καὶ ὁ μέγας φησὶ Βασίλειος.

Ἔτι πνευμάτων ἑπτὰ κατὰ τὴν Ἠσαΐου προφητείαν ἐπαναπαυομένων τῷ ἀνθρωπίνῳ τοῦ Χριστοῦ, τίς ἀντερεῖ μὴ ἓν εἶναι τὸ συμπαρομαρτοῦν ἐκείνῳ πνεῦμα; Τοῦτο γὰρ καὶ Ἠσαΐας προεδήλωσεν· εἰπὼν γάρ, «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα θεοῦ», τουτέστιν ἓν πνεῦμα κατὰ τὴν οὐσίαν, εἶτα ἐπιλέγει τὰς ἑπτὰ τοῦ πνεύματος ἐνεργείας· «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ», ὃν φόβον ἀσφάλειαν προσειπὼν ὁ μέγας Βασίλειος, τῷ πνεύματι τοῦ θεοῦ συνεῖναι ἀϊδίως ἡμᾶς ἐδίδαξεν.

Ἀλλὰ τίς τοῦτο λέγει, ὅτι πνεῦμα θεοῦ ὁ Ἠσαΐας εἰπών, αὐτὴν ἐδήλωσε τὴν οὐσίαν; Ὁ Χρυσόστομος πατὴρ ἐν τῷ Περὶ πνεύματος λόγῳ· τίς ὁ τὰ ἑπτὰ πνεύματα τὰς ἐνεργείας εἶναι λέγων τοῦ πνεύματος; ὁ Θεολόγος Γρηγόριος· «τὰς γὰρ ἐνεργείας», φησί, «τοῦ πνεύματος, πνεύματα φίλον τῷ Ἠσαΐᾳ καλεῖν». Ἀλλὰ καὶ ἀπὸ τοῦ πρότερον εἰρῆσθαι τῶν ἑπτὰ τὸ πνεῦμα τοῦ θεοῦ συνειλημμένως τε καὶ ἑνιαίως ἐν ἑαυτῷ ἔχον δείκνυται τὰ ἐφεξῆς καὶ ἀπὸ τοῦ ἐξῃρῆσθαι καὶ μὴ συναριθμεῖσθαι τοῖς ἑπτὰ τὸ μοναδικὸν ἐκείνου δείκνυται.

Καθάπερ οὖν τὰ πολλὰ πνεύματα τὸ μοναδικὸν καὶ ἁπλοῦν καὶ ἀσύνθετον τοῦ πνεύματος οὐκ ἀναιρεῖ, καὶ γὰρ ἐνέργειαί εἰσιν αὐτοῦ, τὸν αὐτὸν τρόπον, κἂν πολλὰς εἴπῃ τις κατὰ τοὺς ἁγίους θεότητας, τὰς ἐνεργείας λέγων τῆς μιᾶς θεότητος τὸ μοναδικὸν καὶ ἁπλοῦν καὶ ἀσύνθετον αὐτῆς οὐκ ἀναιρεῖ, πρὸς δὲ τούτοις, κἂν πολλὰ σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, ἀλλ’ οὐδὲν τῶν σημαινομένων, ὃ μὴ καὶ τοῖς τρισὶν ἐφαρμόζεται προσώποις, ὥστε καὶ οὕτω μίαν εἶναι τῶν τριῶν θεότητα· «παρὰ τὸ θέειν πανταχοῦ γάρ», φησὶν ὁ Νύσσης θεῖος Γρηγόριος, «ἢ παρὰ τὸ θεᾶσθαι τὰ πάντα καὶ πρὶν γενέσεως αὐτῶν ἢ παρὰ τὸ αἴθειν τουτέστιν ἀναλίσκειν πᾶσαν μοχθηρίαν», καὶ πάλιν ὁ αὐτός, «οὐ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν», ὁ δὲ μέγας Βασίλειος, μὴ εἶναι φύσεως ὄνομα κυρίως τὴν θεότητα διαβεβαιωσάμενος εἶτα «κἂν φύσιν», φησί, «σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην».

Τίς δὲ οὐκ οἶδε τὸ σεπτὸν εὐαγγέλιον, ὅτι κοινωνίαν θεότητος ἐπαγγέλλεται; Τίς δ’ οὕτω χαμερπὴς τὴν διάνοιαν, ὡς μεθεκτὸν κατ’ οὐσίαν δοξάζειν τὸν θεὸν καὶ κοινωνόν, φεῦ, ἑαυτὸν τῆς ἀνεκφοιτήτου ἐκείνης καὶ ἀνεπάφου παντάπασιν ἀποφαίνεσθαι οὐσίας; Καὶ ταῦτα τοῦ μεγάλου Ἀθανασίου διαρρήδην φάσκοντος, ὅτι «τὸ θεὸς εἶναι, δεύτερόν ἐστι τῆς φύσεως· καὶ γὰρ θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς οὐσίας γενέσθαι οὐ δυνάμεθα»· καὶ πάλιν, «κατὰ μὲν τὴν θεοποιὸν χάριν καὶ μετέχεται καὶ ὁρᾶται τοῖς ἀξίοις ὁ θεός, κατ’ οὐσίαν δὲ ἀμέθεκτός ἐστι», καὶ τοῦ σεπτοῦ Μαξίμου, «κατὰ χάριν ὅλοι διόλου γινόμεθα θεοί, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος», καὶ τοῦ μεγάλου πάλιν Διονυσίου, «εἰ τὴν ὑπερούσιον κρυφιότητα θεὸν ὀνομάσοιμεν, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὴν εἰς ἡμᾶς προαγομένην ἐκθεωτικὴν δύναμιν.

Αὐτῇ δὲ κατὰ τὴν πασῶν τῶν νοερῶν ἐνεργειῶν ἀπόλυσιν ἐπιβάλλομεν, οὐδεμίαν ὁρῶντες θέωσιν, ἥτις ἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ἐξῃρημένῃ κατὰ πᾶσαν ὑπεροχὴν αἰτίᾳ». Ἀλλὰ κτιστή ἐστι, φασίν, αὕτη ἡ θεότης, ἧς ὑπερκεῖσθαι τὸν θεὸν ὁ μέγας ἔφη Διονύσιος—μίμησιν γὰρ καὶ σχέσιν προσηγόρευσεν αὐτήν—μὴ συνορῶντες οἱ τάλανες ὅτι πολλὰ τῶν ἐπὶ θεοῦ λεγομένων τὰ σημαίνοντα τὴν σχέσιν· καὶ ἡ τοῦ θεοῦ γὰρ βασιλεία σχέσις τίς ἐστιν ὑπερφυής, ἀλλ’ οὐ παρὰ τοῦτο κτίσμα· τῷ δὲ μιμήματι ὁ ἅγιος τὸ ἀμίμητον προσέθηκεν, οὐ μᾶλλον οὖν μίμησις ἢ ἀμιμησία· ἔστι γε μὴν τὸ μίμημα καὶ ἐπὶ τῶν ἀκτίστων κατὰ τὸν μέγαν θεολόγον Γρηγόριον· φησὶ γὰρ ἐν τῷ Δευτέρῳ τῶν περὶ υἱοῦ, «εἰκὼν ὁ υἱὸς τοῦ πατρός, ὡς ὁμοούσιος. Καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεται». Σαφῶς οὖν οὐχ ὑπ’ ἀγνοίας, ἀλλ’ ὑπ’ ἀγνωμοσύνης, οὐ πρὸς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τἄλλα τῶν περὶ αὐτῆς εἰρημένων ἐκκεκώφωνται, οἱ περὶ τὴν χάριν ἀχάριστοι. Πῶς γὰρ ἡ θεαρχία, ἡ ἀγαθαρχία, ἡ θέωσις, ἡ αὐτοθέωσις, ἡ τοῦ θεοῦ θεότης, ἡ αὐτοθεότης, ἔσται ποτὲ κτιστή; Πῶς τὸ ἀπολύτως καὶ ἀρχικῶς καὶ ὑπὲρ τὰ ὄντα ὄν—καὶ ταῦτα γὰρ περὶ αὐτῆς ὁ μέγας λέγει Διονύσιος—, τοῖς κτιστοῖς συναριθμοῖτο ἄν; Πῶς τὸ θεοποιὸν δῶρον ἀλλ’ οὐ θεοπεποιημένον ἔσται ποίημα;

Πῶς ἡ πρόνοια τοῦ θεοῦ, ἡ ἐκ θεοῦ τοῦ ἀμεθέκτου προϊοῦσα καὶ ὑπερβλύζουσα καὶ μετεχομένη ὑπὸ τῶν πρὸς ἐκθέωσιν ἐπεστραμμένων, ἄγγελος ἔσται ἢ ψυχὴ ἤ τι τῶν κτιστῶν; Πῶς ἡ ἐκθεωτικὴ καὶ ἀγαθοποιὸς τοῦ θεοῦ δύναμις ἢ ἡ θεατικὴ τοῦ εἰδότος πάντα πρὶν γενέσεως αὐτῶν ἀρχὴν τοῦ εἶναι λήψεται; Τίς νοῦν ἔχων καὶ τοῖς εὐσεβῶς φρονοῦσιν ἐγκατειλέχθαι προθυμούμενος τοιοῦτό ποτέ τι βάλοιτ’ ἐπὶ νοῦν;

Ὡς μὲν οὖν ἄκτιστός ἐστιν ἡ χάρις αὕτη, καὶ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ πᾶσα τοῦ πνεύματος ἐνέργεια, πολλαχῶς καὶ αὐτὸς εὖ οἶδα παραστήσεις, ἅμα δὲ καὶ πείσεις τοὺς μὴ διαβολικὴν ἔχοντας τὴν ἔνστασιν. Ὅτι δὲ οἱ μὴ τοῦθ’ οὕτως ἔχειν πειθόμενοι Σαβελλίου καὶ Ἀρείου καὶ πολλῶν ἄλλων πονηρὰς αἱρέσεις εἰς μίαν τὴν ἑαυτῶν συνεφόρησαν ψυχήν, κἂν ἐκ διαμέτρου πρὸς ἀλλήλας ἔχωσιν ἔνιαι αὐτῶν, τοῖς ἡμετέροις ἐντυχὼν συγγράμμασιν ἀκριβέστερον εἰδείης ἄν· δι’ αὐτὸ γὰρ καὶ πάντα πράττουσιν ἀφανῆ γενέσθαι ταῦτα, ὡς στηλογραφίαν ὄντα τῆς αὐτῶν κακοδοξίας. Ὅτι δὲ καὶ ὁ Βαρλαὰμ τοῦθ’ ἡμῶν ἐτύγχανε κατηγορῶν, καὶ αὐτὸς πρῶτος τὰ τοιαῦτα εἰς τὸ μέσον ἤγαγεν, ὁ Συνοδικὸς ἐναργὲς ποιήσει τόμος. «Ἀκούσας γάρ», φησίν, «ὁ Βαρλαὰμ τῶν παρ’ ἡμῖν μοναχῶν λεγόντων ὡς ἀπὸ παραδόσεως ἐχόντων τῶν ἁγίων πατέρων, ὅτι οἱ διὰ τῶν ἐντολῶν τοῦ θεοῦ κεκαθαρμένοι τὰς καρδίας, ἐλλάμψεις θείας μυστικῶς καὶ ἀπορρήτως ἐγγινομένας αὐταῖς δέχονται, κατηγόρησεν αὐτῶν, ὡς τὴν οὐσίαν τοῦ θεοῦ μεθεκτὴν λεγόντων. Τῶν δὲ ἀπολογουμένων, οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν ἄκτιστον καὶ ἀΐδιον καὶ θεοποιὸν χάριν τοῦ πνεύματος, διθεΐας αὐτοῖς ἐντεῦθεν ἔγκλημα προστρίψασθαι ἐπεχείρησεν». Ὁρᾷς σαφῶς, ὡς τοῦ Βαρλαὰμ ὀπαδός ἐστι καὶ διάδοχος ἀκριβὴς ὁ Ἀκίνδυνος;

Συνορᾷς δὲ τοῦτο φανερῶς προκείμενον, ὡς τὸ θεοποιὸν δῶρον, ὃ θεότητα μὲν ὁ μέγας Διονύσιος ὀνομάσας, ὑπερκεῖσθαι ταύτης ἔφη τὸν θεόν, ὁ δὲ Ἀκίνδυνος κτιστὸν εἶναι τοῦτο διατείνεται καὶ πάντας περινοστεῖ θορυβῶν καὶ ταράττων πολυτρόπως, ὡς μὴ ἄκτιστον εἶναι τοῦτο παραδέξασθαι, φανερῶς ἄκτιστον καὶ ἀΐδιον ὑπὸ τῆς ἐκκλησίας ἀνακηρυττόμενον, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὡς καὶ ἡ χορηγοῦσα τοῦτο οὐσία τοῦ θεοῦ ἄλλο πως παρὰ τοῦτο;

Οὐ γὰρ τὴν οὐσίαν, φησίν, ἀλλὰ τὴν ἄκτιστον καὶ ἀΐδιον καὶ θεοποιὸν χάριν τοῦ πνεύματος. Διὸ καὶ τοῦ Συνοδικοῦ τόμου προϊόντος, ὁ μὲν μέγας Μάξιμος προάγεται λέγων, ὡς «ἡ μακαρία θεότης κατ’ οὐσίαν ἐστὶν ὑπεράρρητος καὶ ὑπεράγνωστος καὶ πάσης ἀπειρίας ἀπειράκις ἐξῃρημένη, οὐδ’ ἴχνος ὅλως καταλήψεως, κἂν ψιλὸν τοῖς μετ’ αὐτὴν καταλείψασα», καὶ πάλιν, «ὁ τοῖς οὖσι μὴ κατ’ οὐσίαν ὑπάρχων μεθεκτός, κατ’ ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται», ἀλλὰ καὶ ὁ μέγας Βασίλειος λέγων, «τὸ πνεῦμα τὸ ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ ποικίλον ταῖς δυνάμεσι», καὶ πάλιν, «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ· ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος», καὶ ὁ μέγας δὲ Ἀθανάσιος λέγων καὶ αὐτὸς σαφῶς, «ὡς οὐ τὴν οὐσίαν τοῦ θεοῦ ἔβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν», ὡς καὶ περὶ τῶν ἀποστόλων γέγραπται, ὅτι «διαγρηγορήσαντες ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ εἶδον τὴν δόξαν Χριστοῦ».

Οὕτω τοίνυν τοῦ τε Βαρλαὰμ καὶ Ἀκινδύνου τὰ αὐτὰ λεγόντων καθ’ ἡμῶν, μᾶλλον δὲ κατὰ τῶν τοῦ θεοῦ ἁγίων, καὶ οὕτω παρρησίᾳ ἐξεληλεγμένων, τίς ἡ τελευταία ψῆφος καὶ συνοδικὴ ἀπόφασις, ἐξ αὐτοῦ πάλιν ἄκουσον τοῦ τῆς Συνόδου Τόμου, ἐνῷ καὶ περὶ τοῦ ἐν Θαβωρίῳ λάμψαντος φωτὸς προδιειλημμένου, ὡς καὶ τούτου τὰ μάλιστα πρὸς τὴν αὐτὴν ὑπόθεσιν τείνοντος, ἐπιγέγραπται τελευταῖον, ὡς κοινῇ συνοδικῇ ψήφῳ, ἅτε κακῶς καὶ ἐπισφαλῶς τοῖς θείοις ἐπιβαλὼν ὁ αὐτὸς Βαρλαὰμ καταψηφισθεὶς συγγνώμην ἐπὶ τούτοις δῆθεν ᾐτήσατο. «Καὶ γοῦν ἀποφαινόμεθα, ὡς εἰ μὲν ἐνδείξεται ἀληθῶς μετάνοιαν καὶ οὐδαμῶς οὐκέτι περὶ τῶν τοιούτων λέγων καὶ συγγραφόμενος φωραθείη, εὖ ἂν ἔχοι· εἰ δ’ οὖν, ἀποκήρυκτος ἔσται καὶ ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος. Ἀλλὰ καὶ εἴ τις ἕτερός τι τῶν ὑπ’ ἐκείνου βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ τῆς ἐκκλησίας αὐτῆς, λαληθέντων ἢ συγγραφέντων φανείη πάλιν τῶν μοναχῶν κατηγορῶν, ἢ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ παρὰ τῆς ἡμῶν μετριότητος καθυποβαλλόμενος, ἀποκήρυκτος ἔσται καὶ αὐτὸς καὶ ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος».

Τί τοίνυν, ὃ βλασφήμως καὶ κακοδόξως ὁ Βαρλαὰμ λέγων ἐξηλέγχθη κατὰ τῶν μοναχῶν, οὐ πρὸς τοῖς ἄλλοις καὶ πρὸ τῶν ἄλλων, ὡς ἐπεὶ καὶ τὴν ἀόρατον καὶ ἀμέθεκτον καὶ τοῖς ἁγίοις οὐσίαν τοῦ θεοῦ καὶ τὴν μεθεκτὴν καὶ ὁρατὴν τοῖς ἁγίοις θεοποιὸν δωρεὰν καὶ χάριν καὶ ἐνέργειαν ἄκτιστόν φασι, διθεΐᾳ περιπίπτουσι; Τοῦτο δὴ καὶ ὁ Ἀκίνδυνος οὐ διέλιπε κατηγορῶν ἡμῶν. Τοιγαροῦν ὡς καὶ αὐτὸς ἀφρόνως ἑαυτὸν τῆς τοῦ Βαρλαὰμ μερίδος ποιησάμενος, ἂν μὴ παύσηται καὶ μετάμελον λάβῃ διορθώσας ἑαυτόν, κατὰ τὴν ἀπόφασιν ταύτην τῆς συνόδου ἀποκήρυκτός ἐστι καὶ ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος. Ἀλλὰ τί τὸ ἐφεξῆς τοῦ Τόμου; «Μετ’ ἐμβριθείας μέντοι καὶ πνευματικῆς αὐστηρίας καὶ ἐπιτιμήσεως λέγομεν μηκέτι ἀπὸ τοῦ νῦν δογματίζειν ὅλως τινὰ τῶν ἁπάντων, κινοῦντα περὶ τούτων τε καὶ ἄλλων δογματικῶν λόγων». Ὁρᾷς κἀνταῦθα τὸν κινοῦντα, ταὐτὸν δ’ εἰπεῖν τὸν κατηγοροῦντα, ἐπιτιμώμενον, ἀλλ’ οὐ τὸν ἀπολογούμενον;

Τίς οὖν ὁ κατηγορῶν; Οὐ φανερῶς ὁ Ἀκίνδυνος; Ἄλλως τε, εἰ μὲν ἦν αὐτὸς πεπαυμένος ὅλως μετὰ καὶ τὴν τοῦτον ἐξελέγξασαν δευτέραν σύνοδον, ἴσως ἄν τις ὑπείληφεν ἕτερον εἶναι τὸν κεκινηκότα. Τούτου δὲ διαλιπόντος οὐμενοῦν οὐδὲ μετρίως, πῶς ἂν ἔχοι τις ἕτερον εἶναι φάναι τὸν κινοῦντα; Πρὸς δὲ τούτῳ, κἂν κινῇ κἂν μὴ κινῇ, δῆλός ἐστι μὴ μετανοήσας, μηδ’ ἑαυτὸν διορθωσάμενος, ἀλλὰ τὰς αὐτὰς ἔχων ἐνερριζωμένας τῇ ψυχῇ κακοδοξίας. Ὥστε καθυποβεβλημένος ἐστὶ τῇ καταδίκῃ τοῦ συνοδικοῦ ἀφορισμοῦ, μέχρις ἂν οὖν τοιοῦτος διαμένῃ καὶ τὰς αὐτὰς τῷ Βαρλαὰμ κατηγορίας λέγῃ καθ’ ἡμῶν.

Οὕτω καὶ ἡμεῖς ἀπόβλητον ἔχομεν αὐτὸν καὶ τοὺς περὶ αὐτὸν καὶ οὐκ ὀκνήσομεν τὴν αὐτοῦ κακοδοξίαν ἐξελέγχοντες, κἂν ἐπιχαίρῃ τῇ νῦν συγχύσει τῶν πολιτικῶν πραγμάτων, ὡς ἕρμαιόν τι τὸν καιρὸν ἁρπάζων καθ’ ἡμῶν· φασὶ γὰρ καὶ τοὺς λύκους ἐν ταῖς καταιγίσι τέρπεσθαι. Ἀλλ’ ἡμεῖς τῶν δεσποτικῶν ἐκείνων ἐπακούοντες φωνῶν, δι’ ὧν ὡς πρόβατα ἐν μέσῳ λύκων πέμπων τοὺς τῆς ἀληθείας κήρυκας μὴ φοβεῖσθαι παραγγέλλει, οὐχ ὑποπτήξομεν οὐδόλως, κἂν γυναίου μανίαν περιβεβλημένου τινὰ δυναστείαν καθ’ ἡμῶν ἐπάγεται, καθάπερ οἱ ἱερεῖς τῆς αἰσχύνης τὴν Ἰεζάβελ καὶ οἱ περὶ Θεόφιλον τὴν Εὐδοξίαν. Ἀλλ’ ἡμεῖς ὁρῶντες τὴν ἔκβασιν τῆς τῶν ἁγίων ἐκείνων ἀναστροφῆς, μιμησόμεθα, σὺν θεῷ δ’ ὁ λόγος, τὴν ὑπομονήν, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες. Ἴτω τοίνυν πειραστής, ἴτω δήμιος, καιέσθω τὸ πῦρ, θηγέσθω τὸ ξίφος, ὀξυνέσθωσαν ὄνυχες· κἂν πᾶσα βάσανος ἐπ’ ἐμὲ κινῆται, δέξομαι σὺν προθυμίᾳ, μενῶ τὴν πληροφορίαν ἀκίνητος ἐν αὐτῷ τῷ πνεύματι στηριζόμενος· τοσοῦτο μᾶλλον χαιρήσω, καθ’ ὅσον μᾶλλον ὑποίσω. Καὶ γὰρ αὐξήσω μᾶλλον ἐμοὶ τὸ θειότατον δῶρον, ὃ σύζυγον ἔχει τὴν ἀναφαίρετον εὐφροσύνην, καὶ χωρητικώτερον ἔσομαι σκεῦος τοῦ πνεύματος καὶ τὴν ὑπόστασιν ἐν ἐμαυτῷ σχήσω τῶν μακαρίων ἐλπίδων, ἀρραβῶνος ἐπιτυχὼν ἐμφανέστερον.

Ἔχω μαρτύρων νέφος, ᾧ συνεπαρθήσομαι πρὸς τὴν ἐπηγγελμένην ὑπάντησιν· ἔχω δικαίων στῖφος, μεθ’ ὧν τῆς κρείττονος ἀναστάσεως τεύξομαι· τοῖς ὁμολογηταῖς συνεκκλησιάσω· τῇ πανηγύρει τῶν πρωτοτόκων συναρίθμιος ἔσομαι· γερῶν καὶ τιμῶν ἀθανάτων μεθέξω.

Καὶ τί μοι πρὸς ταῦτα λοιδορίαι καὶ συκοφαντίαι καὶ καταβοήσεις αἱ τούτων, κἄν τι τούτων ἰσχύσωσιν ἐπαχθέστερον ἢ βιαιότερον;