Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τους γέροντες του Αγίου Όρους

Απολογία του Γρηγορίου Παλαμά για τη στάση του κατά τον εμφύλιο πόλεμο. Εξιστορούνται οι συκοφαντικές διώξεις, ο εκούσιος περιορισμός του στην Ηράκλεια και ο μετέπειτα εγκλεισμός του σε δημόσια φυλακή από την πατριαρχική αρχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥΣ ΓΕΡΟΝΤΑΣ Ὑμεῖς μὲν εὖ ποιοῦντες καὶ ὑμῖν αὐτοῖς πρεπωδέστατα, τὸ γνήσιον τῆς ὑμετέρας πρὸς ἡμᾶς ἀγάπης διὰ τῶν ὑμετέρων ὑπὲρ ἡμῶν ἐπεδείξατε γραμμάτων, ἐναργῶς καὶ τοῖς ἐνταῦθα παραστήσαντες, ὅτι ὁ θεὸς ὄντως ἐν ὑμῖν ἐστιν· «ὁ γὰρ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ». Καὶ καθάπερ μύρου προκείμενον πλῆρες σκεῦος οὐκ ἂν λάθοι τοὺς ἀκραιφνεστάτην κεκτημένους τὴν ὄσφρησιν, γνωστὸν δὲ γίνεται πᾶσι καὶ τοῖς ἀμβλυτέροις τὴν αἴσθησιν ἐν τῇ μεταδόσει πρὸς τὰ ἔξω χεόμενον, οὕτω καὶ ὁ τὸν θεὸν ἐν ἑαυτῷ φέρων διὰ τῶν τῆς ἀγάπης ἔργων τοῖς πᾶσι καθίσταται γνώριμος. Καὶ τοῦτο δηλῶν ὁ κύριος πρὸς τοὺς οἰκείους ἔλεγεν· «ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις».

Οὕτω τὸ χρήσιμον τῆς κατὰ Χριστόν, ἀγάπης οὐ τοὺς εὖ πάσχοντας ὀνίνησι μόνον, ἀλλὰ καὶ πρὸς τοὺς εὖ ποιοῦντας ἐπανακάμπτον τὸ λυσιτελὲς ἐπιδείκνυσιν. Εἰ δὲ καὶ μηδὲν ἤνυσεν ὑπὲρ ἡμῶν τὰ πρὸς τοὺς ἐπηρεάζοντας ἡμᾶς ἐπεσταλμένα παρὰ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἡμᾶς οὐ μετρίως παρεμυθήσατο, τοὺς ἐν ἁγίῳ κατοικοῦντας ἁγίους συμπαθοῦντας καὶ συμπάσχοντας ἐγνωκότας ἡμῖν. Τοῦτο μὲν γὰρ ὑμέτερον καὶ τῆς ὑμῖν ἐνδιαιτωμένης ἀγάπης ἔργον, ἐκεῖνο δὲ τῶν ἐμῶν ὑπῆρξε πλημμελημάτων, ἃ δεῖται μακροτέρων, ὡς ἔοικε, καὶ πλειόνων ἐπιφορῶν, τάχα δὲ καὶ τῆς τῶν ἐκεῖνα τὰ γράμματα δεξαμένων σκληρότητος, περὶ ὧν ἀκούσεσθε καιροῦ διδόντος.

Νῦν δ’ ὃ τοῖς πᾶσιν ἔσται κατάδηλον, οὐ μόνον ἀμείλικτοι πρὸς τὰς παρ’ ὑμῶν παρακλήσεις διέμειναν, ἀλλὰ καὶ συκοφαντικοῖς αὐτάς, ὡς ἔμαθον, ἀμείβονται γράμμασι καὶ τοσαύτης δυστροπίας γέμουσιν, ὡς καὶ αὐτοὺς τοὺς αὐτὰ πέμψαντας, μᾶλλον δὲ τὸν πάντων τῶν τοιούτων ἔξαρχον, ὃς νῦν ὡς βούλεται καὶ τὰ βασίλεια στρέφει, κρυφῇ μὲν ὅση δύναμις αὐτὰ συνθεῖναι, κρυφῇ δὲ πρὸς ὑμᾶς διεκπέμψαι τὴν ἀπὸ τῶν ἐνταῦθα τἀληθὲς εἰδότων κατάγνωσιν ὑφορώμενον. Τί γὰρ ἕτερον δέος ἢ πόθεν τῷ πάντων ἀρτίως ἐπειλημμένῳ τῆς δυναστείας; Ἐγὼ δὲ κατὰ τὸν ψαλμῳδόν, «ἐγενόμην ἂν ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς», εἰ μὴ καὶ περὶ εὐσεβείας ὁ λόγος ἦν. Ἐπεὶ δὲ ταύτην ἐνόμισαν εὐπρόσωπον οὗτοι πρόφασιν, ὡς αὐτοῖς καὶ τοῦτο δοκεῖ, συγκαλύψαι δυναμένην, «ὅτι ἐμίσησαν ἐμὲ καὶ τοὺς κατ’ ἐμὲ δωρεάν», ἀναγκαῖον, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν μετρίως γοῦν ὑμῖν τοῖς ἐμοῖς πατράσι καταστῆσαι τὰ τῆς ὑποθέσεως γνώριμα, πρὸς τὰ γεγραμμένα παρὰ τούτων ἀπολογούμενον. Γεγράφασι γοῦν, ὡς ἔμαθον, ἵνα τὸ πᾶν ἐκείνων εἴπω συνελών, κακοὺς ἡμᾶς ἐνταῦθα καὶ τῇ ἐκκλησίᾳ καὶ τῇ βασιλείᾳ φανῆναι. Τὸ δ’ ἔγκλημα τοῦ Ναβουθαὶ τί; Ὅτι ἠλόγησε θεοῦ καὶ βασιλέως. Ὁρᾶτε τὴν ὁμοιότητα τῶν ἐγκλημάτων;

Εἰ δὲ μὴ καὶ ἡμεῖς παραπλησίως ἐκείνῳ συκοφαντούμεθα νῦν, πῶς πρὸ τῆς ἐμφυλίου στάσεως καὶ συγχύσεως καὶ παρὰ τῆς ἐκκλησίας καὶ παρὰ τῆς βασιλείας πολλή τις ἡμῖν ὑπῆρχε φιλοφροσύνη καὶ σχεδὸν ἑκάστης ἡμέρας εὐκλεεῖς ἀναρρήσεις καὶ τόμοι συνεγράφοντο καὶ τοῖς πόρρω συστατικὰ γράμματα διεπέμπετο, πολλῶν γέμοντα τῶν ἡμετέρων ἐπαίνων; Πῶς δὲ καὶ τῶν ἐκκλησιῶν τὰς μείζους, εἴπερ βουλομένοις ἡμῖν ὑπῆρχεν, ἐπίστευον ὡς ἀντιστᾶσι γενναίως καὶ κεκρατηκόσι τελέως τῶν οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς ἐπαναστάντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ λόγοις κιβδήλοις ἐπικεχειρηκότων οὐ μικρὰν λύμην τοῖς δόγμασι τῆς εὐσεβείας ἐπενεγκεῖν; Πῶς δὲ καὶ βουλομένους ἡμᾶς ἀπαίρειν τῆς Κωνσταντίνου μετὰ τὴν ἧτταν ἐκείνων εὐθὺς αὐτοὶ κατέσχον ἔτι πολλὰ δεηθέντες, ἅτε κοινὸν ὄντας ὄφελος, ὡς αὐτοὶ τότε διισχυρίζοντο κοινῆ πάντες;

Ἀλλὰ τῆς στάσεως, ὡς μὴ ὤφελε, κινηθείσης, τί ποιεῖν ἡμᾶς ἔδει; Συνεξορμᾶν κατ’ ἀλλήλων τοὺς ὁμοφύλους ἢ παραινεῖν ἐπιγινώσκειν ὡς ἀλλήλων μέλη καὶ μὴ χρῆσθαι τοῖς ὁμογενέσιν ὡς ἀλλοφύλοις; Ἐν τῷ ἀγαθῷ τὸ κακὸν ἰᾶσθαι τοῖς παρ’ ἡμῶν αἰτοῦσι συμβουλὴν εἰσηγεῖσθαι καὶ νικᾶν ἐν τούτῳ τοὺς ἀντιταττομένους κατὰ τὴν τοῦ κυρίου φωνὴν ἢ τοῖς κακοῖς ἀντεπάγειν τὰ χείρω καὶ μάχῃ μάχην ἐκκρούειν ἐπιχειρεῖν, ἀλλ’ οὐ διὰ τῆς εἰρήνης τὰς ἔχθρας διδάσκειν λύειν, καὶ ταῦθ’ ἡμᾶς τοὺς τῆς εἰρήνης εἶναι διακόνους κεκληρωμένους; «Ναί, φησὶν ὁ νῦν προστάτης, ὡς ἐχθρῷ δεῖ καὶ σὲ χρῆσθαι τῷ δόξαντι νῦν ἡμῖν πολεμίῳ καὶ πάντα λέγειν καὶ πράττειν, δι’ ὧν ὁ πρὸς ἐκεῖνον ἀναρριπίζεται πόλεμος». Ἀλλ’ ἐμὲ τὸ εὐαγγέλιον ἀγαπᾶν κελεύει καὶ τοὺς ἐχθροὺς καὶ «τὰ ἔθνη πράϋνον» πρὸς θεὸν ἑκάστης ἡμέρας ἐδιδάχθην λέγειν εὐχόμενος· πόσῳ μᾶλλον χριστιανοὺς καὶ τὴν ἄνωθεν εἰρήνην ἐπικαλεῖσθαι καὶ πρεσβεύειν ὑπὲρ τῆς ἁπάντων εἰρήνης; Πῶς οὖν ὧν εὐχόμεθα, πᾶν τοὐναντίον εἰσηγησόμεθα τούτοις, ὑπὲρ ὧν εὐχόμεθα;

Καὶ μήν, εἰ μὲν πεφώραμαι πρὸς ἐκεῖνον ἢ γράψας ἢ μηνύσας ἢ παρ’ ἐκείνου τι τοιοῦτον δεξάμενος, εἰ συνεργὸς ὤφθην τῶν πρὸς ἐκεῖνον ἀποδιδρασκόντων τινί ποτε, εἰ κοινωνὸς τῶν ὑπὲρ ἐκείνου τι πραττόντων ἐνταῦθα —πλεῖστοι δέ εἰσιν ἑαλωκότες, καὶ πῶς ἂν εἴποι τις ἀνηλεῶς ἐτασθέντες καὶ τοὺς συμφωνοῦντας καὶ συμπράττοντας ἐξειπόντες— εἴ τινι τοίνυν τούτων κατά τι καὶ τὸ βραχύτατον ἐφάνην ἐγὼ συμπράττων, καὶ αὐτὸς ἐμαυτοῦ καταψηφιοῦμαι· δίκαιον γάρ. Εἰ δ’ ὅτι τὴν ἀρχὴν ἐνταῦθα παρατυχὼν καὶ τοῖς εἶναί τι δοκοῦσιν ἐναρίθμιος παρὰ τοῖς ἀρτίως ἐξουθενεῖν ᾑρημένοις ὤν, ἔστιν ὅτε συγκαλούμενός τε καὶ ἐρωτώμενος, εἶπον ὅ μοι ἐδόκει κοινωφελές, καίτοι μηδὲν ἕτερον, πλὴν τῶν εἰς εἰρήνην φερόντων καὶ τῶν εἰς ἃ πρότερον ἐκεῖνος εἶχεν ἐπαναγόντων, παρὰ τοῦτο κακὸς ἐγὼ τῇ ἐκκλησίᾳ καὶ τῇ βασιλείᾳ, καὶ ταῦθ’ ὑπομνήσας μόνον, ἀλλ’ οὐκ ἀναγκάσας; Τοῦτο γὰρ οὐκ ἐμόν.

Ἀλλ’ ὡς εἶδον, ὦ θεσπέσιοί μοι πατέρες καὶ φίλοι καὶ ἀδελφοὶ καὶ πᾶν ὅ,τι ποθεινόν τε καὶ τίμιον, τάς τε μαχαίρας ἑκατέρωθεν θηγομένας τῶν ἀνθεστηκότων μερῶν καὶ τοὺς θυμοὺς ἀκαθέκτους καὶ μηδὲν ἕτερον ἀπειλοῦντας ἢ σφαγὰς ἀνθρώπων καὶ κόσμου παντελῆ φθοράν, ἣν καὶ τοῦ τέλους ἐκ τῆς ἀρχῆς καταστοχαζόμενος αὐτοῖς προὔλεγον ἐγὼ τηνικαῦτα, καθάπερ ἐκβᾶσα νῦν ἐπ’ αὐτῶν ὁρᾶται τῶν πραγμάτων τοῖς πᾶσιν, ὡς οὖν ταῦτ’ εἶδον, οὐκέτι μοι τόπος ἐνταῦθα πρὸς ἐμαυτὸν εἰπών, ἀπανίσταμαι τῆς πόλεως καὶ πρὸς τὴν ἀντιπέραν μονήν, τὴν εἰς ὄνομα τῶν οὐρανίων ἀρχιστρατήγων τιμωμένην παραγενόμενος, ἐμαυτὸν καὶ τὸ νῦν γένος ἐκαθήμην πενθῶν. Ὁ δὲ κοινὸς πρόεδρος ἔλεγεν, ὡς ἐμάνθανον, τοῖς βασιλεῦσιν, ὡς ἐμοὶ μᾶλλον πείθονταί τινες ἢ αὐτῷ, κἀντεῦθεν ἀφηνιάζουσιν, ὅποι τούτους ἄγειν ἐθέλει ῥᾳδίως μὴ μεθελκόμενοι· καὶ προσετίθει πολλὰ τῶν εἰς ὀργὴν πεφυκότων βασιλέας κινεῖν. Ἀλλὰ καὶ τῷ Ἀκινδύνῳ καὶ τοῖς ἄλλοις βαρλααμίταις μεταδίδωσι παρρησίας καὶ καθ’ ἡμῶν ἐπιτρέπει θορυβεῖν ὅση δύναμις, ὡς καὶ προσχήματα συνόδων πλάττεσθαι καθ’ ἡμῶν ἀπόντων, οὐδ’ ἐκεῖνο βαλόμενος ἐπὶ νοῦν, ὡς οἱ αὐτοὶ τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ πάλιν λέγοντες, ὑφ’ οὗ καὶ ἐφ’ οἷς πρῴην παρρησίᾳ κατεδικάσθησαν ἀναιδείας μᾶλλον παρὰ τῶν εἰδότων ἀποίσονται δόξαν καὶ τῷ προτρεψαμένῳ τὴν ἀδοξίαν, ἀλλ’ οὐχὶ τῷ κατηγορουμένῳ προσάψουσι φέροντες.

Ἀλλ’ ἐγὼ μαθὼν αὖθις ταῦτα, πάλιν πρὸς ἐμαυτὸν εἰπών, οὐ νῦν ἐμοὶ καιρὸς λόγων, ἀλλ’ οὐδὲ σιγῶντα καθῆσθαι πλησίον χρή, δεῖ δὲ πᾶσαν ἐκκόπτειν ἀφορμὴν τῶν ζητούντων ἀφορμήν, καὶ τῆς μονῆς ἐκείνης ἀναχωρῶ καὶ μακράν που διῆγον, μηδενὶ γινωσκόμενος· εἶτα πυθόμενος ἐν Ἡρακλείᾳ τόπον εἶναι πρὸς μετρίαν ἐπιτήδειον ἡσυχίαν, ἐκεῖσε δὴ παραγίνομαι.

Μηνῶν δὲ παρελθόντων ὡσεὶ τεσσάρων, γνοὺς οὐκ οἶδ’ ὅθεν ὁ καὶ πατριάρχης καὶ πολιτάρχης ἐκπέμπει τοὺς ἡμᾶς ἄξοντας καὶ τὰ καθ’ ἡμᾶς ἐρευνήσοντας. Ὁρῶμεν ἐξαίφνης τὸν ἐπὶ τῶν ἀναμνήσεων ἐφ’ ἡμᾶς ἀφιγμένον καὶ τὸ κελλύδριον καὶ τὸ ψιάθιον ἐρευνώμενον. Ἐρωτῶμεν· τί τὸ ζητούμενον; Ὁ δέ, «τὰ πρὸς σέ», φησί, «τοῦ Καντακουζηνοῦ γράμματα». Πρὸς αὐτὸν δ’ ἐγὼ πάλιν· «καὶ τίνα νομίζετε κομιούμενον ἐκεῖνον τὴν ὠφέλειαν παρ’ ἐμοῦ, μόνου καὶ μόνον κεκτημένον τουτὶ τὸ ψιάθιον, περὶ πολλοῦ ποιεῖσθαι πρὸς ἐμὲ γράφειν»; Ταῦτ’ ἀκούων, ὡς μηδ’ εὗρεν, ὧν ἐζήτει μηδέν, πραότερον εἶπεν· «οἶδα κἀγὼ τὴν ἁγιωσύνην σου, ἀλλὰ δεσποτικὸν πληροῦμεν ἐπίταγμα». Καὶ τὰ προστάγματα ἐξενεγκὼν ὑπεδείκνυ. Καὶ τὸν εἰς κεφαλὴν τῆς Ἡρακλείας συγκαλεσάμενος, ἐξέτασιν ἐποιήσαντο, τίνι τῶν ἁπάντων εἰς ὁμιλίαν συνῆλθον. Καὶ οὐδεὶς οὐδαμῶς ἐφάνη· καὶ γὰρ οὐδ’ ἐγίνωσκον οὐδ’ αὐτὸς ὁ εἰς κεφαλὴν τῆς πόλεως ὤν, ὅτι διατρίβων ἐκεῖ τυγχάνω.

Γράφουσι τοῦτο μετὰ μαρτύρων καὶ ἀσφαλείας, «ὡς πλὴν τοῦ πρὸς ὑπηρεσίαν συνόντος οὐδενὶ τῶν ἁπάντων ὑπῆρξεν οὗτος ὡμιληκώς, ἐπὶ τέσσαρας μῆνας ὧδε διάγων». Εἶτα κἀμὲ μεθ’ ἑαυτῶν λαβόντες ἐπὶ τὴν Κωνσταντινούπολιν ἥκομεν. Ὡς δὲ τὰ βασίλεια κατελάβομεν, εἴσεισι μόνος ὁ ἐπὶ τῶν ἀναμνήσεων καὶ ἀναφέρει τῇ δεσποίνῃ τὰ καθ’ ἡμᾶς. Καὶ τὴν ἔγγραφον ἔρευναν ἀναγινώσκει τοῦ τε πατριάρχου καὶ τῶν ἀρχόντων παρόντων.

Οἱ μὲν οὖν ἄρχοντες, ὡς ἀκριβῶς ἐμάθομεν, εἶπον· «ἐπειδήπερ ἀναίτιός ἐστιν, ἐλεύθερος ἔστω». Ὁ δὲ πατριάρχης καὶ πρὸς τὸν ἐκείνων ἐδυσχέρανε λόγον. Ἐξελθόντων δὲ καὶ ἀπελθόντων ἐκείνων ἡμεῖς ἦμεν ἐν τῷ παλατίῳ μέχρις οὗ κατὰ τὴν τοῦ πατριάρχου βούλησιν παρεδόθημεν στρατιώταις καὶ εἰς μοναστήριον ἤχθημεν· καὶ συνῆσαν οὗτοι τηροῦντες ἡμᾶς ἐκεῖ. Μεθ’ ἡμέρας οὖν ἔγραψα τῷ μεγάλῳ δουκί· «τί κακὸν ὑμῖν δράσαντας εὑρόντες ἡμᾶς τοῖς στρατιώταις φυλάττειν παραδεδώκατε; Τί κωλύσουσι τῶν πρότερον παρ’ ἡμῶν τελουμένων»; Μαθὼν ἐκεῖνος ἐκβάλλει τοὺς στρατιώτας ἐκεῖθεν. Τοῦτ’ ἀκούσας μετ’ οὐ πολὺ πάλιν ὁ πατριάρχης, πέμπει καὶ λαβὼν ἡμᾶς ἐκ τῆς μονῆς ἐκείνης ἐν ἑτέρᾳ μᾶλλον αὐτῷ προσκειμένῃ περιορίζει, παραγγείλας μήθ’ ἡμᾶς ἐξιέναι τὴς κέλλης ἐξεῖναι μήτε τινὶ συγχωρεῖν τῶν ἁπάντων πρὸς ἡμᾶς εἰσιέναι.

Καὶ μετὰ τοῦτο κοινωνεῖ καὶ συνάπτει ἑαυτὸν Ἀκινδύνῳ τε καὶ τοῖς ἄλλοις τοῦ ἐκ Καλαβρίας ἐκείνου Βαρλαὰμ φοιτηταῖς, οὓς ἡ μεγίστη σύνοδος ἐκείνη, μᾶλλον δὲ αἱ σύνοδοι, κακῶς φρονοῦντας ἐλέγξασαι τῆς ἐκκλησίας ἐξέβαλον, ἀφορισμοῖς εἰ μὴ μεταμεληθεῖεν ὑποβαλοῦσαι φρικωδεστάτοις αὐτοὺς ἐγγράφως καὶ παντὸς τοῦ χριστιανικοῦ πληρώματος τελέως ἐκκόψασαι. Τοῖς τοιούτοις οὖν μὴ μεταμεληθεῖσι συνελθὼν εἰς ἓν οὗτος λέγει τε καὶ πράττει καθ’ ἡμῶν καὶ τῆς ἡμῶν εὐσεβείας, ὅσα μηδὲ λέγειν ἔξεστι νῦν. Ἀλλὰ καταπεῖσαι μὴ δυνάμενος τοὺς νοῦν ἔχοντας τῶν ἀνθρώπων, ἔτι μᾶλλον ὁσημέραι διὰ τοῦτο θυμοῦται καὶ ἡμῶν ὡς θορυβούντων καὶ ταραττόντων καὶ καινὰ λεγόντων καταβοᾷ, τῶν ἐξ ὅτου τὰ τῆς πολιτείας συγκέχυται, τὴν ἀρχὴν μὲν πεφευγότων ἑκόντων μικροῦ πᾶσαν παντὸς ἀνθρώπου καὶ θέαν καὶ ὁμιλίαν, ὕστερον δ’ ὑπ’ αὐτοῦ περικεκλεισμένων ἀκρίτως ἐπὶ δυσὶν ὅλοις ἐνιαυτοῖς ἤδη. Πόσοι δὲ ποσάκις πρὸς αὐτὸν εἶπόν τε καὶ γεγράφασιν, ‘εἰ μὴ τὰς μεγίστας ἐκείνας συνόδους στέργεις, γενέσθω πάλιν ἑτέρα μόνον ἐκ τῶν ἱκανῶν τὰ τοιαῦτα συνορᾶν’.

Ὁ δὲ καὶ ἐκείνας φησὶ στέργειν καὶ τὸν ἐπ’ ἐκείναις γεγραμμένον Τόμον ἀθετεῖν μὴ δύνασθαι, καὶ δι’ ἔργων καὶ λόγων ἀκυροῖ τὰ παρ’ ἐκείνων ἐγγράφως κεκυρωμένα καὶ πρὸ τῶν συνόδων ἐκείνων ἐν τῷ Ἁγιορειτικῷ Τόμῳ διειλημμένα μηδὲν ἧττον, καὶ πρὸ τούτου πάλιν ἐν αὐτοῖς τοῖς θεοπαραδότοις λογίοις, κἀν τοῖς ἱεροῖς τῶν θεοφόρων πατέρων συγγράμμασι. Τούτων οὖν ἁπάντων οὖκ οἶδ’ ὅπως οὗτος ἀλογήσας ἀρτίως, εἰς τὴν ἐκκλησίαν αὖθις εἰσήγαγεν, ἃ ταῖς προϋπηργμένοις ἀπηγόρευται συνόδοις, ἵνα μὴ μόνον ἡ πολιτεία, φεῦ, ἀλλὰ καὶ ἡ ἐκκλησία τοῦ θεοῦ στασιάζῃ τε καὶ ταράττηται· κἄν τις ἐπὶ τῷ παγκοσμίῳ καὶ πολλαπλῷ τούτῳ κλύδωνι φωραθῇ δυσφορῶν, οὗτος εὐθὺς ὁ τῇ ἐκκλησίᾳ καὶ τῇ βασιλείᾳ παντάπασιν ἀπειθής, κἂν εἰ τῶν ἀρχιερέων εἶεν οἱ θρόνων ὕψει καὶ περιουσίᾳ σοφίας καὶ ἀρετῆς διαφέροντες, κἂν τῶν ἄλλως εὐλαβῶν.

Μακρὸν ἂν εἴη τὰ ἑξῆς διηγεῖσθαι καὶ τὰ μετ’ ἐκεῖνα πάλιν, ὅπως τε προσπεφευγέναι τῇ ἐκκλησία πλεῖν ἢ ἓξ καὶ δέκα μοναχῶν τοὺς ἐκκρίτους ἐβιάσατο ταῖς ἀπειλαῖς, οἷς δικαιότατον εἶναι κρίνας καὶ αὐτὸς συνδιῆγον ἐφ’ ὅλοις δυσὶ μησί, καὶ μεθ’ οἵων αὖ δόλων καὶ τίνας προτείνας τὰς ὑποσχέσεις καὶ τοῦ ταύτῃ προσεδρεύειν ἀφεῖσθαι πείσας, εἶτα μηδὲ τοὺς ἰδίᾳ τῇ ἐκκλησίᾳ ταύτῃ κειμένους αἰδεσθεὶς νόμους, ὑφαρπάσας ἡμᾶς ἐκεῖθεν δημοσίᾳ φυλακῇ παραδίδωσι. Καὶ ἃ γὰρ διῆλθον, συντεμὼν διῆλθον ὁπόση δύναμις. Εὐλαβοῦμαι γὰρ ταῖς ἱεραῖς ὑμῶν ἀκοαῖς πολλὰ τοιαῦτα ἐπαντλεῖν· πλὴν εἴ τις ἀνέγνω τὰ πάλαι συμβαίνοντα παρὰ τῶν ἀντιταττομένων τοῖς ὑπὲρ εὐσεβείας ἐνισταμένοις, τούτων νῦν ἐπὶ τῶν ἔργων ὁράτω τὰ ὁμοιώματα. Τοῦτο δὴ σχεδὸν λεῖπον ἤδη τετέλεσται παρὰ τῶν ἐπηρεαζόντων ἀρτίως, τὸ καὶ βασιλέας πείθειν καθ’ ἡμῶν γράφειν, ἵνα φοβήσαντες τοὺς ἀνθρώπους ἐντεῦθεν τῆς ἀληθείας καὶ ἡμῶν ἀποστήσωσιν.

Εἰ τοίνυν τὸ στέργειν μὲν τὰ συνοδικῶς ἀναπεφηνότα πρῴην εὖ ἔχειν καὶ τοῖς ἁγίοις ἡμῶν ἀνωμολογημένα πατράσι πᾶσι, τῶν δὲ κινούντων αὖθις καὶ θορυβούντων ἀκαίρως ἐθέλειν ἀναχωρεῖν, συγχύσεώς τε τὰ κοινὰ κατεχούσης, ἀγαπᾶν τε καὶ συμβουλεύειν εἰρήνην τοῖς ὁμοφύλοις καὶ διὰ ταῦτα πάσχειν κακῶς, εἰ ταῦτ’ ἐστὶ τὸ εἶναι τῇ ἐκκλησίᾳ καὶ τῇ βασιλείᾳ κακόν, ὑμεῖς κρίνατε καὶ ἡμῖν ὑπερεύξασθε προθυμίαν φέρειν τὰς ὑπὲρ τῆς εὐσεβείας μάλιστα νυνὶ δυσχερείας· οὐ γὰρ μικρὸν τῶν ἄνωθεν ἡμῖν ἐπ’ εὐσεβείᾳ παραδεδομένων τὸ ἀθετούμενον. Εἰ δέ τινι τὸ λέγεσθαι ταῦτα δοκεῖ βαρύ, τὸ πράττεσθαι παρ’ ἐκείνου πόσῳ βαρύτερον;

Ἡμῖν δ’ ἀρτίως ἅτε μὴ τὰ τοιαῦτα συμπράττουσι πάσχουσιν εἴ τις καὶ συμπάσχειν ὅπως ἂν οἷός τε ᾖ δικαιοῖ τε καὶ προθυμεῖται, μεμνήσθω τοῦ παθόντος ὑπὲρ ἡμῶν καὶ τοὺς συμπάσχοντας συνδοξάσοντος καὶ εἰς ἑαυτὸν ἀναφέροντος τὰ πρὸς ἀλλήλους ἡμῖν καὶ μάλιστα πρὸς τοὺς ἐλαχίστους πραττόμενα καὶ προσδοκάτω τὴν ἐκεῖθεν ἀντιμισθίαν.