Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον Ιωάννη Γαβρά

Θεολογική πραγματεία με τη μορφή διαλόγου, η οποία ελέγχει τις θέσεις του Ακινδύνου. Προβάλλεται η διάκριση μεταξύ της αμέθεκτης θείας ουσίας και των μεθεκτών άκτιστων ενεργειών, αντικρούοντας την κατηγορία περί πολυθεΐας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Τῼ ΣΟΦΩΤΑΤῼ ΚΑΙ ΛΟΓΙΩΤΑΤῼ ΚΑΙ ΕΜΟΙ ΕΝ ΚΥΡΙῼ ΠΟΘΕΙΝΟΤΑΤῼ ΙΩΑΝΝῌ Τῼ ΓΑΒΡᾼ Φησί που τῶν παροιμιῶν ὁ Σολομών, «δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται». Πεπεισμένοι μὲν οὖν ἡμεῖς ἐγκελευομένῳ καὶ παραινοῦντι τῷ σοφισθέντι κατὰ τὸ γεγραμμένον ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ παρέχομεν ἀφορμὴν ὑπὲρ εὐσεβείας τῇ σῇ σοφίᾳ διὰ τουτωνὶ τῶν γραμμάτων, τέχνῃ μὲν καὶ χάρισιν ἀττικαῖς οὐκ ἐσταλμένην ἄγαν πρὸς κάλλος—ῥήμασι γὰρ ἀκομψότερον ἔχουσιν ὡς τὰ πολλὰ προενήνεκται—, τῷ δὲ φωτὶ τῆς ἀληθείας ἐνωραϊζομένην εὖ μάλα, συναπαστράπτον ἔνδοθεν κεκτημένῳ κατ’ ἐμὴν δύναμιν τὸ τῆς ὑγιοῦς διανοίας εἰλικρινὲς καὶ συμπαρομαρτοῦν ὑποφαῖνον διαρκῶς, ὡς ἐγᾦμαι, τὸ πρὸς παράστασιν τοῦ προκειμένου πάντοθεν ἠκριβωμένον. Τούτων γὰρ ἐμοὶ καὶ λίαν ἐμέλησεν· εἰ δ’ ἀνύσιμός τε καὶ λυσιτελὴς ἡ προτροπὴ τοῦ σοφοῦ τοῖς ὑπείκουσι, σὸν ἔτι δεῖξαι τοῦ προσεμένου τὴν ἀφορμήν.

Χθὲς τοίνυν περὶ δείλην ἑῴαν, τινὰ τῶν ἱερογράφων δέλτων ἐπὶ τὼ χεῖρε λαβών, ἐκ τοῦ ἐνδοτέρου τῆς κέλλης ἐπὶ τὸ μᾶλλον ἀναπεπταμένον εἰς φῶς ἐξῄειν ἀναγνωσόμενος. Ὁ δὲ τῆς μονῆς μοι πυλωρὸς ὑπαντήσας, ἥκειν ἐθέλειν ὡς ἐμέ τινα τῶν γνωρίμων ἀπήγγειλεν, ἐπὶ τῆς προαυλίου πύλης ἑστῶτα, τοὔνομα ἐπειπών. Ὁ δὲ ἦν, ὡς ἐκ τοῦ ὀνόματος ἐγὼ κατενόησα, τῆς Ἀκινδύνου ἑταιρείας τὰ πρῶτα καὶ τῷ Βαρλαὰμ ἐκείνῳ πεφοιτηκώς, Ἀκινδύνου πρότερος οἶμαι.

Προσίτω δ’ ὅμως, ἔφην τῷ ἐφεστῶτι τῇ πύλῃ καὶ τὴν ἀνὰ χεῖρας παρῆκα βίβλον. Ἀπηντηκότος τοίνυν ἐκείνου, πίστευσον, καὶ πρὶν ἢ καθίσαι διὰ στόματος ἔρρει τὰ τῆς πονηρᾶς ἐνστάσεως ῥήματα, ἣν ἁπὸ τῆς Πύρρωνος ἐφεκτικῆς οὗτοι κακῶς ἐπὶ τὰ θεῖα μετήνεγκαν. Ἐγὼ δ’ ὑπομειδιᾶν ἐπήρθην ἀκούων, καί, κάθισον γοῦν, ἐπεφώνουν αὐτῷ πυκνά. Καθίζει μὲν οὖν ἐκεῖνος· ἐμοὶ δ’ ἐπὶ νοῦν ἦλθεν ὁ μέγας Βασίλειος μετὰ τὸ εἰπεῖν, «πῶς οὖν ἐγὼ καινοτόμος, ὁ τοῖς διαπρεπέσιν ἐν δυνάμει λόγου καὶ πνεύματος συμφθεγγόμενος· ἀλλὰ πλήρη πάντα τῶν ἡμετέρων διαβολῶν ἐπιφέρων, λυπηρὰ μὲν οὖν ταῦτα καὶ ὀδυνηρὰ ταῖς καρδίαις τῶν τὴν εἰρήνην ζητούντων». Τούτου τοίνυν μνησθεὶς ἀντὶ τοῦ μειδιᾶν σκυθρωπάζειν ἠρξάμην. Ὡς δ’ ὁ παρακαθήμενος οὐκ ἀνῄει τοῖς παραλογισμοῖς, ἀλλόκοτά τινα καθ’ ἡμῶν συμπεραίνων, ἠναγκάσθην προσδιαλέγεσθαι. Καὶ ὁ πολὺς τὰς ἀποδείξεις, ὡς ᾤετο πρότερον, ἐμοῦ πρὸς τὰς προτάσεις ἀπαντῶντος ἐκείνου καὶ ταύτας ἀνιστάντος σὺν οὐδενὶ πόνῳ, συμπεραίνειν εἶχεν οὐδέν.

Καὶ τέλος ἀπειπὼν καὶ εἰπών, οὕτω καὶ τὸν Ἀκίνδυνον ἔστιν ἐφ’ ὧν δοκεῖτε νικᾶν τὰς διαλέξεις συγχέοντες, ἀλλ’ ἄκουσον, ἔφη, τῶν συγγεγραμμένων αὐτῷ ῥητορικῶς τουτωνὶ πρὸς τὴν Διάλεξιν, ἣν ὑμεῖς ὀρθοδόξου πρὸς βαρλααμίτην ἐπιγεγράφατε.

Ταῦτ’ οὖν εἰρηκώς, εἰς χεῖρας ἐκ τοῦ κόλπου λαβὼν καθ’ ἑαυτὸν ἐπῄει τὸ σύγγραμμα, τὰ γενναιότερα τῶν ἐπιχειρημάτων ἐκλεγόμενος, ἃ καὶ κηρῷ προσημηνάμενος ἦν. Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· οὐκοῦν ἔδειξε σαφῶς, ὃ πολλάκις ἀρνεῖται, βαρλααμίτης ὢν ὁ Ἀκίνδυνος· ἀντιλέγει γὰρ ὡς πρὸς αὐτὸν οὔσης τῆς πρὸς βαρλααμίτας πεποιημένης ἡμῖν Διαλέξεως. Τὸ δὲ καὶ ῥητορικῶς περὶ θεοῦ γράφειν αὐτόν, ὡς κατάλληλόν τε καὶ πρεπωδέστατον. Ἀναγίνωσκε δ’ ὅμως ὃ βούλοιο· τάχα νῦν ὄψει τὸ τῆς παροιμίας, «ἵππον εἰς πεδίον ἕλκεις». Ἀνάπλεως γὰρ ἦν ἐγὼ θάρσους ἅτε τὰ τοιαῦτα προεσκεμμένος, τοῦ σοφῶς ἐπίτηδες ὑποκρινομένου τὴν πρὸς αὐτοὺς ὁμολογίαν πρὸ τριῶν ἡμερῶν ἐμοὶ πάντα προσενεγκόντος. Οἶσθα τοίνυν οὗ τῆς Διαλέξεως ἐκ τῶν πατερικῶν ἀναπέφηνε λόγων, ὡς πάσης δυνάμεως καὶ ἐνεργείας θείας ἡ οὐσία τοῦ θεοῦ κατὰ τὸ ἄφραστον καὶ ἀπροσπέλαστον διαφερόντως ὑπέρκειται. Μηδὲν οὖν ἔχων πρὸς τὴν φανερὰν παράστασιν ἀντειπεῖν ὁ Ἀκίνδυνος πρὸς βδελυρὰν ἐρεσχελίαν ἐτράπετο, ἣν προβαλλόμενος ὁ παρὼν ἀνεγίνωσκεν, ἔχουσαν οὕτω. Μᾶλλον δὲ ἐμοὶ μὲν ἐρωτητέον, σοὶ δὲ ἀποκριτέον.

Εἰπὲ δή μοι· δημιουργοὺς τῶν ὄντων εἶναι λέγεις τὰς ὑφειμένας ταύτας δυνάμεις τε καὶ θεότητας, ἢ θεοὺς μὲν καὶ θεότητας ἀκτίστους καὶ τῷ μεγάλῳ καὶ πάντων ὑπερκειμένῳ συναϊδίους θεῷ, μὴ μέντοι καὶ ποιητὰς τοῦ παντός; Εἰ μὲν δὴ τὸ πρότερον, ἐναντία τοῖς θείοις ἡμῶν πατράσι καὶ τοῖς ὅροις τῆς εὐσεβείας λέγεις, ἐξ ὧν ἕνα καὶ μόνον δημιουργὸν τοῦ παντὸς παρειλήφαμεν, τὸν ἀνωτάτω θεόν· εἰ δὲ τὸ δεύτερον, ἄκουσον θείας φωνῆς, ἧσπερ οἱ θεοὶ τῶν Ἑλλήνων ἀκηκοότες ἀπώλοντο· «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν». Καὶ οἱ σοὶ τοίνυν θεοὶ τοῦτ’ ἀκούσαντες ἀπολέσθωσαν, οἱ ἀπειράκις ἀπείρως ὑφειμένοι τοῦ πάντων ὑπερκειμένου, καὶ εἰ δημιουργοὺς αὐτοὺς λέγεις καὶ εἰ μὴ δημιουργοὺς τοῦ παντός.

Ὧν περὶ ἑνὸς σὺ σὺν παρρησίᾳ βοᾷς—πῶς γὰρ οὐ θεὸς τὸ θεοποιοῦν ἐμέ; —θεοποιεῖν σε λέγων τὴν ἀνούσιον χάριν καὶ ἀνυπόστατον καὶ ἐνεργουμένην καὶ ἀπειράκις ἀπείρως ὑφειμένην τῆς παντουργοῦ τριάδος. Καὶ ὃ περὶ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ παναγίου πνεύματος οἱ θεῖοι πατέρες ἡμῶν ἔλεγον, πρὸς τοὺς κτιστὰ ταῦτα δυσσεβεῖς ἡγουμένους, τοῦτο σὺ λαβών, περὶ τῆς ἀνουσίου καὶ ἀνυποστάτου καὶ ἐνεργουμένης καὶ ἀπειράκις ὑφειμένης ἀπείρως τοῦ πάντων ἐπέκεινα τρισυποστάτου θεοῦ ἐνεργείας ἀμαθῶς ἀποφαίνῃ καὶ οὑτωσὶ δυσσεβῶς, ὥστε δυοῖν θάτερον ἐξ ἀνάγκης συμβαίνειν, ἢ τὰς τοιαύτας ἐνεργείας τοῦ ἐκείνων κοινωνεῖν ἀξιώματος καὶ ὑποστάσεις εἶναι καὶ πρόσωπα, ὡς εἶναι μηκέτι τὴν τριάδα τριάδα, μυριάδα δὲ τοῖς προσώποις καὶ ὑποστάσεσιν, ἢ ἐκεῖνα τοῦ τούτων ὡς εἶναι τὸν υἱὸν τοῦ θεοῦ πατρὸς καὶ θεὸν ἡμῶν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀνούσια καὶ ἀνυπόστατα καὶ ἐνεργούμενα, καὶ οὕτω τῆς θείας οὐσίας ἀλλότρια καὶ ὑφειμένα, ὡς τὰ ἐνεργούμενα τοῦ ἐνεργοῦντος καὶ τὰ ἀνούσια τῆς οὐσίας καὶ τοῦ ἀμερίστου τὰ μεριστὰ καὶ τοῦ ἀοράτου τὰ ὁρατὰ καὶ ὅλως εἰπεῖν ἀπειράκις ἀπείρως· ὧν ἀσεβέστερόν τι τίς ἂν ἐννοήσειεν;

Ἐγὼ δ’ ἐκαθήμην ἀκούων ὁμοῦ τε τὸ καταγέλαστον ἐπ’ ἐμαυτοῦ λογιζόμενος τῆς φλυαρίας τοῦ συγγραφέως καὶ τὸ τῆς ἀναπεφυρμένης αὐτῇ δυσσεβείας ἐλεεινόν, ἃ δὲ καὶ πρὸς τὸν ἀνεγνωκότα διῆλθον, μᾶλλον δὲ τούτων πρὸς ἃ μηδ’ ἀντιλέγειν ἐκεῖνος εἶχε, δοκεῖ μοι παίζειν, ἔφην, ἐν οὐ παικτοῖς ὁ Ἀκίνδυνος καὶ σκιαμαχεῖν μέν, ἀλλὰ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τε καὶ ψυχῆς καὶ τῶν τοῖς αὐτοῦ λόγοις προσεχόντων ὑμῶν. Τίς γὰρ ἡμῶν πολλοὺς εἶναι λέγει δημιουργούς;

Τίς δὲ μεγάλους δοξάζει καὶ μικροὺς θεούς; Τίς δὲ τὰς θείας δυνάμεις καὶ ἐνεργείας τῆς θείας οὐσίας ἀποτεμόμενος, εἶτα ποιητὰς ἢ μὴ ποιητὰς τῶν ὄντων ἐδόξασε; Τίς δὲ πλὴν αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτῷ τὰς δυνάμεις τοῦ θεοῦ, τὴν θεατικήν, τὴν θεοποιόν, αὐτὴν τὴν ἐπ’ ὄρους παραδειχθεῖσαν τοῦ θεοῦ λαμπρότητα καὶ τὰ παραπλήσια τούτοις, ἅτε μὴ οὐσίας ὄντα, τῆς ἀκτίστου θεότητος ἀπαλλοτριώσας τοῖς κτιστοῖς συνέταξεν ἀφρόνως;

Τοιγαροῦν ἢ μάτην καὶ κατ’ οὐδενὸς ἢ καθ’ ἑαυτοῦ τὰς φληνάφους ταύτας συνέθηκεν ἀντιρρήσεις. Ἐπεὶ δὲ καὶ τὸ ὑφειμένον καὶ ὑπερκείμενον πολὺ πανταχοῦ τῶν λόγων αὐτῷ, ἐνταῦθα δὲ μὴ μόνον ἀρχόμενος καὶ μεταξὺ λέγων καὶ τελευτῶν εἰς διαβολὴν ἡμετέραν προὔθηκεν, ἀλλὰ καὶ τὸ ἀπειράκις ἀπείρως προσέθηκε· ποῦ τοῦθ’ εὗρε τῶν ἐμῶν συγγραμμάτων; Οὐδαμοῦ γὰρ ἐγὼ τοῦτ’ οἶδα παρ’ ἐμαυτοῦ γεγραμμένον. Ὁ δὲ προσδιαλεγόμενος, ἐν αὐτῇ, φησί, τῇ Διαλέξει κἀν τῷ Ἁγιορειτικῷ τόμῳ κεῖται. Κόμισόν μοι τοίνυν τῷ ὑπηρετουμένῳ τὸν Τόμον ἐκεῖνον εἰπών, ὑπὸ τὸ πρὸς κεφαλῇ πῖλον κείμενον, τῷ συντυγχάνοντι ἔφην.

Οὐκοῦν ὁ Ἀκίνδυνος τῷ ἐπωνύμῳ τῆς ἁγιότητος ὄρει προστρίβεται τὰς δυσσεβείας, ἐναγὴς αὐτὸς ὡς ἔοικεν ὤν. Εἶτα λαβὼν εἰς χεῖρας τὸν Τόμον καὶ ἀναπτύξας εὗρον κἀκείνῳ ὑπέδειξα, οὐ τὸν Παλαμᾶν, ἀλλὰ τὸν θεῖον Μάξιμον τοῦτο γράφοντα. Τούτου γὰρ ἐκ τῆς πρώτης τῶν θεολογικῶν ἑκατοντάδος ὁμοῦ τρία κεφάλαια προενήνεκται, πρὸς μαρτυρίαν τοῦ τῶν θείων ἐνεργειῶν ἀκτίστου. Τὰ δύο τοίνυν τούτων ἑκατέρωθεν τὸ ἄκτιστον ταῖς μετοχαῖς ἁπάσαις προσμαρτυρεῖ. «Τὰ μὲν γὰρ τούτων», φησί, «μετέχοντα χρονικῶς ἦρκται, τουτέστιν ἄγγελοί τε καὶ ἄνθρωποι καὶ ἡ κατὰ φύσιν ἐν αὐτοῖς ζωή τε καὶ ἀθανασία· μόνον γὰρ τὸ θεῖον ἄχρονόν ἐστιν». «Οὐκ ἦρκται δὲ χρονικῶς», φησί, «τὰ μεθεκτά, οἷον ἡ ἀγαθότης καὶ ἡ ὀντότης καὶ ἡ ζωὴ καὶ ἡ ἀθανασία καὶ ἁπλῶς ὅσα περὶ τὸν θεὸν οὐσιωδῶς θεωρεῖται, κἂν τὰ μετέχοντα αὐτῶν κατ’ αὐτὰ ἦρκται τοῦ εἶναι χρονικῶς»· μὴ ἦρχθαι δὲ τὰ μεθεκτὰ εἰπών, προσέθηκε τὸ χρονικῶς, ἐπεὶ κατ’ αἰτίαν ταῦτ’ οὐκ ἔστιν ἄναρχα, τὸν θεὸν ἀρχὴν ἑαυτῶν ἔχοντα ὡς αἴτιον τούτων κατ’ οὐσίαν, καθάπερ καὶ αὐτὸς τελευτῶν τοῦ προτέρου κεφαλαίου φησίν· «ἄναρχος πᾶσα ἀρετὴ μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, οἷα τὸν θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα».

Χρόνον δὲ ἐνταῦθα καὶ τὸν αἰῶνα προσηγόρευσε, καθάπερ καὶ ὁ περὶ τοῦ υἱοῦ θεολογῶν· «εἰ δὲ τὴν ἀπὸ χρόνου», φησί, «λαμβάνεις ἀρχήν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνου, οὐχ ὑπὸ χρόνου». Ὁ δὲ κτίσματα πάντα λέγων Ἀκίνδυνος καὶ τὰ μεθεκτὰ καὶ τὰ μετέχοντα, μανθανέτω μηδὲν εἶναι τῶν κτισμάτων, ὃ μὴ μετοχῇ τὸ εἶναι ἔχει, καὶ ἀκουέτω τοῦ λέγοντος· «μόνος ὁ θεὸς μετέχεται μόνον, ἡ δὲ κτίσις μετέχει μόνον τοῦ εἶναι, ἀλλ’ οὐ μεταδίδωσι τοῦ εἶναι». Εἰ μὲν οὖν τὰ μεθεκτὰ ταῦτα, δηλονότι τὴν μετεχομένην ὀντότητά τε καὶ ζωήν, μὴ μετοχῇ φησιν ὁ Ἀκίνδυνος τὸ εἶναι ἔχειν, οὐκ ἐκτός ἐστι ταῦτα τοῦ θεοῦ· μόνος γὰρ οὗτος ὁ μὴ μετοχῇ τὸ εἶναι ἔχων. Οὐκοῦν φανερῶς κτίσμα τὸν θεὸν ποιεῖ τοῖς κτιστοῖς αὐτὰ συντάττων, οὐδ’ ἐκεῖνο λογισάμενος, ὡς τέχνῃ τοῦ παντὸς ἐν τῷ τεχνίτῃ αἱ ἀρχαί. Εἰ δὲ μετοχῇ τὸ εἶναι ἔχειν καὶ τὰ μεθεκτά φησι, τῶν μετεχόντων καὶ ταῦτ’ ἔσται πάντως, ἀλλ’ οὐ τῶν μεθεκτῶν.

Δεῖ δὴ ζητεῖν ἕτερ’ ἄττα μεθεκτά, κἂν ταῦτα πάλιν μετοχῇ τὸ εἶναι ἔχῃ, πάλιν ἕτερα ζητεῖν καὶ τοῦτο ἐπ’ ἄπειρον, μέχρις ἂν ἔλθωμεν εἰς τὰς ἀκτίστους ἐνεργείας τῆς θείας φύσεως, δηλονότι τὴν μετεχομένην μὲν ὑπὸ τῶν ἠργμένων πάντων εἶναι, μηδενὸς δὲ αὐτὴν μετέχουσαν ὀντότητα καὶ τὴν συντηρητικὴν τῶν ὄντων πρόνοιαν, ἧς τὰ ὄντα μετέχοντα τηρεῖται καὶ συνέστηκε, καὶ τὴν ζωήν, ἧς τῇ μετοχῇ τὰ ζῆν ἠργμένα πάντα ζῇ, κατ’ αἴσθησιν καὶ νοῦν καὶ λόγον.

Ἡ μὲν οὖν τοῦ αὐτοεῖναι μετοχὴ κατ’ οὐδένα τρόπον οὐδενὸς μετέχει, καθάπερ καὶ ὁ μέγας Διονύσιός φησι, τὰ δ’ ἄλλα μεθεκτά, ᾗ μὲν ὑπάρχει μεθεκτὰ καὶ τῶν ὄντων ἀρχαί, μετέχει τὸ παράπαν οὐδενός· οὐδὲ γὰρ ἡ πρόνοια προνοίας οὐδὲ ἡ ζωὴ ζωῆς μετείληχεν· ᾗ δ’ ἔχουσι τὸ εἶναι, μετέχειν λέγονται τοῦ αὐτοεῖναι, ὡς χωρὶς αὐτοῦ μὴ οὖσαι μηδὲ μετεχόμεναι, καθάπερ οὐδ’ ἡ πρόγνωσις χωρὶς τῆς γνώσεως. Διὸ καὶ κοινῇ περὶ αὐτῶν ἁπάντων ἐν τοῖς Κεφαλαίοις τούτοις καὶ ὁ θεῖος Μάξιμός φησιν· «οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς τὸ οὐκ ἦν οὐδέ τινος ἄλλου τῶν εἰρημένων»· καὶ πάλιν, «ἄναρχος γὰρ πᾶσα ἀρετὴ μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, οἷα τὸν θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα». Καὶ μικρὸν ἀνωτέρω τελέως ἐμφράττων ἔτι τὸ ἀπύλωτον Ἀκινδύνου στόμα, τοῦ κατασπῶντος διὰ τούτων εἰς κτίσμα τὸ θεῖον, «περὶ τὸν θεόν», φησί, «ταῦτ’ οὐσιωδῶς θεωρεῖσθαι», κἀν τῷ πεντηκοστῷ τῶν Κεφαλαίων ὡς «οὐκ ἦν ὅτε οὐκ ἦν τὰ τοιαῦτα» φανερῶς ἀποφαίνεται.

Τοσοῦτον γὰρ ἀπέχει τοῦ εἶναι κτίσμα τὸ μεθεκτὸν καὶ μὴ μετέχον, ὡς καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον τοῦτ’ ἀναφέρειν εἰς ὕμνον τῷ θείῳ πνεύματι, τὸ πνεῦμα, λέγοντα, τὸ ἅγιον μεταληπτόν ἐστιν, οὐ μεταληπτικόν, καὶ τὸν μέγαν Ἀθανάσιον ἐντεῦθεν παραστῆσαι τὸ ἄκτιστον αὐτοῦ γράφοντα, «πάλιν καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ πνεῦμα τὸ ἅγιον ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον—τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον—· ‘ἀδύνατον γάρ’, φησί, ‘τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους πνεύματος ἁγίου γενομένους καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα’. Εἰ δὲ ἄγγελοι καὶ τὰ ἄλλα κτίσματα μετέχοντά ἐστιν αὐτοῦ τοῦ πνεύματος—διὰ τοῦτο γὰρ ταῦτα μὲν καὶ ἐκπίπτειν οὗ μετέσχον δύναται, τὸ δὲ πνεῦμα ἀεὶ τὸ αὐτό ἐστι καὶ μεθεκτόν, τὰ δὲ κτίσματα μετέχοντά ἐστιν αὐτοῦ—, οὐκ ἂν εἴη τὸ πνεῦμα τὸ ἅγιον οὔτε ἄγγελος οὔτε ὅλως κτίσμα. Μεθεκτὸν δέ ἐστι τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὰς ἐνεργείας, ἀλλ’ οὐ κατ’ οὐσίαν».

Πάλιν γὰρ ὁ αὐτὸς Μάξιμος βοᾷ, «κατ’ οὐσίαν ἀμέθεκτόν ἐστι τὸ θεῖον. Οὐκοῦν καὶ ἄκτιστά ἐστι τὰ μεθεκτά, ὧν μετέχουσιν ἄγγελοί τε καὶ ἄνθρωποι καὶ οὐσία θεία οὐκ ἔστι». Ταῦτ’ ἄρα τὰ μὲν ἑκατέρωθεν ἐκεῖνα τοῦ σεπτοῦ Μαξίμου Κεφάλαια τὰς μετεχομένας θείας ἐνεργείας φησὶν ἀνάρχους, θάτερον δὲ τὸ μεταξὺ τοῖν δυοῖν πάντων, φησί, καὶ τῶν μετεχόντων καὶ τῶν μεθεκτῶν ἀπειράκις ἀπείρως ὁ θεὸς ὑπερεξῄρηται, κατ’ οὐσίαν πάντως. Εἰ δέ τις πρὸς τὸ ἀπειράκις ἀπείρως δυσχεραίνει, μετρήσας αὐτὸς ἐξαγγελλέτω τὴν ὑπεροχὴν ὅση τῶν τε μεθεκτῶν πρὸς τὰ μετέχοντα καὶ τῆς θείας οὐσίας πρὸς τὰ μεθεκτά.

Ἀλλὰ γὰρ ταῦτα δείξας παρακαθημένῳ τῷ προσδιαλεγομένῳ, οὐκ ἄρα κατὰ τῶν ἁγίων φανερῶς μέμηνεν ὁ Ἀκίνδυνος, ἔφην, καὶ τὸν Παλαμᾶν καθάπερ τι προσωπεῖον τῆς εἰς αὐτοὺς βλασφημίας διατελεῖ προβαλλόμενος; Εἶτα καὶ τῆς πρὸς βαρλααμίτας ἐνεχθείσης Διαλέξεως εὕρομεν καὶ ἐν αὐτῇ ταύτῃ γεγραμμένον, «πάντων τῶν μετεχόντων ὡς μὴ μετοχῶν ὄντων, ἀρχὴν τοῦ εἶναι σχόντων». Αἱ μετοχαὶ οὐδέποτε τοῦ εἶναι ἤρξαντο κατὰ τὸν θεῖον Μάξιμον, καίτοι κατ’ αὐτὸν καὶ τούτων πασῶν ἀπειράκις ἀπείρως ὁ θεὸς ὑπερεξῄρηται.

Πῶς οὖν ὑπεύθυνος ἐγκλήμασιν ὁ Παλαμᾶς, ὅτι ὁ Μάξιμος εἶπεν οὕτω, μᾶλλον δὲ πῶς οὐ πάσης διαβολῆς ὑψηλότερος ὁ Παλαμᾶς, αἰσχύνῃ λαμπρᾷ περιβάλλων τοὺς αὐτοῦ κατηγόρους, ὅτι τε τῷ θείῳ Μαξίμῳ συμφωνεῖ καὶ ὅτι τοῦτον αὐτὸν θεολογοῦντα προάγει;

Καὶ πῶς, φησὶν ἐκεῖνος, ὁ ἅγιος Μάξιμος οὕτως ἔγραψεν; Ἕπεσθαι τοῖς ἁγίοις, ἔφην, ἐδιδάχθημεν ἡμεῖς, ἀλλ’ οὐ λογοθετεῖν τε καὶ λογοπραγεῖν αὐτούς. Οὐ μὴν ἀλλ’ ἴσμεν καὶ πάντων τῶν ὅπως ποτὲ λεγομένων τε καὶ νοουμένων καὶ μετεχομένων κατ’ οὐσίαν ὑψηλότερον τὸ θεῖον ὄν· πάσαις γὰρ ἐπινοίαις ἄψαυστον ἐκεῖνο τὸ ὕψος, ὡς κατ’ αὐτὴν πάντων ἀπολελυμένον, διὸ καὶ ὑπὲρ πᾶσαν ἔκφρασιν καὶ μετοχὴν ὑπάρχον. Οὐ μὴν διὰ τοῦτο πάντα τὰ περὶ αὐτὴν θεοπρεπῶς νοούμενα κτιστὰ νοοῦμεν τοῦ λέγοντος ἀκούοντες, «πᾶν ὅ,τι πέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, ἀλλ’ ὀνομάζεσθαι ταῦτά φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα». Καὶ παρὰ τοῦ μεγάλου διδασκόμενοι Ἀθανασίου, ὃς μετὰ τὸ εἰπεῖν, οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτήρ, «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», ἀπαριθμούμενος ταῦτα τὰ κοινὰ πατρός, υἱοῦ καὶ πνεύματος, «τὸ ἀγαθὸν εἶναι», φησί, «καὶ τὸ δίκαιον καὶ τὸ ἄπειρον καὶ τὸ ἀθάνατον καὶ πάντα τὰ περὶ τὴν οὐσίαν ὡς αὐτὸς ἐν ἄλλοις διδάσκει, θεωρούμενα καὶ θεολογούμενα καὶ ὑμνούμενα, ὧν ἕκαστον, ὡς αὐτὸς πάλιν καὶ τοῦτό φησιν, οὐκ οὐσία ἐστίν, ἀλλὰ περὶ τὴν οὐσίαν».

Ὑμεῖς δ’ οἱ πᾶν ὅ,τι διενήνοχεν ὁπωσοῦν τῆς οὐσίας τοῦ θεοῦ καὶ πᾶν ὃ μὴ ἐφικνεῖται τοῦ κατὰ τὸ ἀμέθεκτον καὶ ἀνέκφραστον καὶ παντάπασιν ἀπερινόητον ἐκείνης ὕψους κάτω τιθέντες μετὰ τῆς κτίσεως καὶ τὴν ὑπερουσιότητα ῥᾳδίως ἂν κατασπάσαιτε. Καὶ ταύτης γὰρ ὑπερεξῃρῆσθαι τὸν θεὸν ὁ μέγας ἐθεολόγησε Μάξιμος, ἐπέκεινα τῶν λεγομένων πάντων τιθέμενος, ὡς ἀνώνυμόν τε καὶ ὑπερώνυμον, ἐπεὶ καὶ ὁ μέγας Διονύσιος πάσης θέσεως καὶ ἀφαιρέσεως ὑπερκεῖσθαι τὸν θεόν φησιν, ἡ δ’ ὑπερουσιότης θέσις ἐστί, κἂν ὑπεροχικῆς ἀφαιρέσεως ἔχῃ δύναμιν· ἀλλὰ καὶ ταύτης ὑπερκεῖσθαι τὸ θεῖον, ὡς ἀκήκοας, οἱ θεολόγοι φασίν. Ὑμᾶς δ’ ἔοικεν ὁ φθόνος οὐ κατὰ τοῦ Παλαμᾶ κινεῖν, ἀλλὰ κατ’ αὐτῆς τῆς μεγαλωσύνης τοῦ κτίσαντος. Οὐδὲν γὰρ ἕτερον ὁ Παλαμᾶς εἶπεν ἢ ὅτι πάντων τῶν λεγομένων καὶ μετεχομένων καὶ νοουμένων ὁπωσοῦν ὁ θεὸς κατ’ οὐσίαν ἀνώτερος, ὑπερυψώσας εὐγνωμόνως τὸν ἀπαναστήσαντα τῆς κάτω τύρβης αὐτόν, τὸ δ’ ἔτι μεῖζον εἰς εὐλαβείας λόγον, ὅτι μηδὲ παρ’ ἑαυτοῦ τὸ θεῖον ὕμνον συντίθησί τε καὶ δείκνυσι, καίτοι πρὸς ἀνάγκην τοῖς κτιστὸν ἅπαν ὅπερ οὐκ οὐσία θεία καὶ πᾶν ἄκτιστον οὐσίαν τοῦ θεοῦ τιθεμένοις ἀντιφθεγγόμενος, ἀλλὰ διὰ τῶν πατερικῶν φωνῶν ὑπερυψοῖ τὸν τῶν πατέρων θεὸν καὶ τοὺς ὑπεναντίως τοῖς πατράσι θεολογοῦντας κατὰ κράτος αἱρεῖ. Τί γὰρ εἰ θορυβοῦσι πάλιν, καιροῦ λαβόμενοι λίαν αὐτοῖς προσήκοντος;

Εἰ μὲν οὖν ἐλπίς ἐστι τῷ Ἀκινδύνῳ μηδέποτε πεπαῦσθαι τὴν νῦν κατέχουσαν ἐμφύλιον στάσιν καὶ τὰ συνηγοροῦντα ταῖς πατερικαῖς παραδόσεσιν ἐν γωνίᾳ που κεῖσθαι τὸν ἅπαντα χρόνον, αὐτὸν δὲ κατορχεῖσθαι τῆς ἀληθείας ἀνέδην, ὡς κατάλληλον ὄντα τῇ τοιαύτῃ καταστάσει τοῦ βίου, μὴ ἀνείτω γράφων τὰ τοιαῦτα παραληρήματα παρ’ οὐδὲν τιθέμενος τὴν ἄνωθεν δίκην· εἰ δὲ τὰ τῆς στάσεως λήξει, πολὺν ὀφλήσων, ἴστω, τὸν γέλωτα· παρίημι γὰρ λέγειν ὅτι καὶ νῦν ὀφλισκάνει τοῖς εὖ φρονοῦσι.

Τίσι μὲν οὖν προσάπτει τὴν μέμψιν διὰ τοῦ ὑφειμένου καὶ ὑπερκειμένου; Φανερὸν πάντως γέγονεν, ὅτι τοῖς ἁγίοις πατράσιν, ὅτι τε πρὸς τὴν κτίσιν κατασπᾷ φρενοβλαβῶς αὐτὸς τὰ περὶ τὸν θεὸν οὐσιωδῶς, τουτέστι φυσικῶς θεωρούμενα, ταὐτὸ δ’ εἰπεῖν, τὰ περὶ τὴν θείαν οὐσίαν θεολογούμενα καὶ ὑμνούμενα, διασπάσας ἐκείνης σαφῶς καὶ ὡς παρ’ ἑαυτοῦ εἰσάγει κατὰ τῶν ἁγίων τὸ ὑφειμένον, οὐ παρ’ ἡμῶν εἰρηκότων προτέρων εὑρηκώς, ἀλλ’ ὡς ταῖς τῶν ἁγίων θεολογίαις ἑπόμενον, καθάπερ καὶ ὁ Βαρλαὰμ πρὸ αὐτοῦ. Τὸ δὲ ἀμφίκρημνον λῆμμα καὶ τὸ ἀμφίστομον φάσγανον, ὃ προὔτεινε καθ’ ἡμῶν, ὡς, κἂν δημιουργοὺς φῶμεν τὰς τοῦ θεοῦ δυνάμεις κἂν μὴ δημιουργούς, ἀσεβήσομεν, τῷ μὲν δημιουργοὺς τὰς θείας δυνάμεις λέγειν ἄλλου ποιοῦντες ἔργα τὰ κτίσματα καὶ οὐ τοῦ μόνου θεοῦ, τῷ δὲ μὴ λέγειν δημιουργοὺς τὰς θείας δυνάμεις καὶ ἐνεργείας ἀσεβοῦντες πάλιν ὅτι λέγομεν ἄκτιστον εἶναί τι καὶ θεολογοῦμεν, ὃ μὴ τὸν οὐρανὸν ἐποίησε καὶ τὴν γῆν. Καὶ τοῦτο τοίνυν τὸ ἀμφίθηκτον ξίφος οὐ καθ’ ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου καὶ Δαμασκηνοῦ τοῦ θεοσόφου θεολόγου καὶ τῶν ἄλλων πάντων ἁγίων ἐπανατείνεται.

Ὁ μὲν γὰρ ἐκ Δαμασκοῦ θεολόγος φησὶν ἐν ὀγδόῳ κεφαλαίῳ τῶν δογματικῶν· «ἡ μὲν γέννησις ἐπὶ θεοῦ ἄναρχος καὶ ἀΐδιος, φύσεως ἔργον οὖσα καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα μὴ θεὸς πρῶτος καὶ θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται· ἡ δὲ κτίσις θελήσεως ἔργον οὖσα, οὐ συναΐδιός ἐστι τῷ θεῷ, ἐπειδὴ οὐ πέφυκε τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον, συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι». Ὁ δὲ μέγας θεολόγος Γρηγόριος πρὸς τοὺς λέγοντας θελήσεως, ἀλλ’ οὐ τοῦ πατρὸς υἱὸν εἶναι τὸν υἱόν, εἰ θέλων ὁ πατὴρ ἐγέννησεν αὐτόν, «ἀλλ’ ἕτερον», φησί, «θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν· τὰ μὲν ὁ κινούμενος, τὰ δ’ οἷον ἡ κίνησις. Οὔκουν θελήσεως τὸ θεληθὲν οὐδὲ τὸ γεννηθὲν γεννήσεως οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος καὶ τοῦ γεννήσαντος καὶ τοῦ λέγοντος». Ὅτι μὲν οὖν ἡ θεία θέλησις διενήνοχε τῆς θείας φύσεως καὶ ἄκτιστός ἐστι, παραστήσει διὰ βραχέων καὶ ὁ Δαμασκηνὸς θεολόγος· φησὶ γὰρ ἔχειν τὸν Χριστὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικὰ ἰδιώματα, δύο τε θελήσεις φυσικάς, τήν τε θείαν καὶ ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον.

Πῶς γὰρ τὰ ἰδιώματα, τῆς φύσεως οὐ διαφέρει τῆς φύσεως, ἧς ἐστιν ἰδιώματα καὶ ταῦτα καταλλήλως εἶναι ταύτῃ λεγόμενα; Πῶς δὲ ἡ φυσικὴ τοῦ θεοῦ θέλησις καὶ ἐνέργεια καὶ αὐτεξουσιότης οὐκ ἄκτιστός ἐστι; Κατὰ γὰρ τὸν αὐτὸν πάλιν εἰπεῖν, ἡ θεία τοῦ Χριστοῦ θέλησις ἄναρχός τε ἦν καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν. Τί οὖν, ἐπειδήπερ ὁ μέγας Γρηγόριος ὁ θεολόγος, «ἕτερόν ἐστι», φησί, «θέλων καὶ θέλησις κἀπὶ θεοῦ» καὶ τὰ θελήματι προηγμένα τοῦ θεοῦ, μὴ τῆς θελήσεως, φησίν, ἀλλ’ αὐτοῦ τοῦ θέλοντος— κοινὸν γὰρ ἐπὶ πάντων ἀποδέδωκε λόγον—, ἐρεῖ πρὸς αὐτὸν ὁ Ἀκίνδυνος μετὰ τῆς φίλης αὐτῷ τοῦ ἤθους ἀναιδείας, «ἄκουσον θείας φωνῆς, ἧς οἱ θεοὶ τῶν Ἑλλήνων ἀκηκοότες ἀπώλοντο· θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐκ μὴ ὄντων οὐκ ἐποίησαν ἀπολέσθωσαν». Καὶ οἱ σοὶ τοίνυν θεοί, ὧν οὐ φῂς ἔργα εἶναι τὰ ποιήματα, τοῦτ’ ἀκούσαντες ἀπολέσθωσαν.

Ἀλλ’ οὐχὶ τὴν τοῦ θεοῦ θέλησιν καὶ θεότητα κέκληκεν ὁ τῆς θεολογίας ἐπώνυμος, ὁ προσδιαλεγόμενος εἴρηκεν. Ἀλλ’ ὑμεῖς, αὖθις ἔφην ἐγὼ πρὸς ἐκεῖνον, οὐχ ὡς πολλὰς ἡμῶν λεγόντων ἁπλῶς θεότητας κατηγορεῖτε, ἀλλ’ ὡς ἄκτιστον ἕτερόν τι καὶ διαφέρον ὁπωσοῦν τῆς οὐσίας τοῦ θεοῦ. Τῇ γὰρ προσηγορίᾳ τετιμῆσθαι τῆς θεότητος καὶ ὑμεῖς ἔστιν ἃ τῶν παρὰ τὴν οὐσίαν τοῦ θεοῦ φατε, ἀλλὰ πάντα τὰ τοιαῦτα κτιστὰς καλεῖτε θεότητας. Ἐπεὶ τοίνυν καὶ ὁ θεολογικώτατος τῶν Γρηγορίων ἕτερον ἔφη τοῦ θέλοντος θεοῦ τὴν ἄκτιστον οὖσαν, ἅτε φυσικῶς προσοῦσαν τῷ θεῷ, θέλησιν, ὑπόκειται καὶ οὗτος τῷ παρ’ ὑμῶν καθ’ ἡμῶν ἐγκλήματι; Κἀπειδήπερ οὐ δημιουργὸν τῶν θεληθέντων, δηλονότι τῶν κτιστῶν, τὴν ἄκτιστον ταύτην θέλησίν φησι—μὴ γὰρ εἶναι τῆς θείας θελήσεως εἴρηκε τὸ θεληθέν—, τῇ τοῦ Ἀκινδύνου λοιδόρῳ γλώττῃ καὶ χειρὶ μεθ’ ἡμῶν ὑποβεβλῆσθαι δίκαιος· καὶ ἡμεῖς γὰρ δημιουργικὴν δύναμιν καὶ ἐνέργειαν ἔχειν φαμὲν τὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνούμενον ἡμῖν παντοδύναμον θεὸν ἄκτιστον καὶ μίαν καὶ κοινὴν φυσικῶς προσοῦσαν τοῖς τρισίν, ἀλλ’ οὐ φύσιν οὖσαν τῶν τριῶν· «ὡς γὰρ ἕτερον θέλησις καὶ θέλων, οὕτως ἄλλο ἐνεργῶν καὶ ἄλλο ἐνέργεια· τὰ μὲν γὰρ ὁ κινούμενος, τὰ δ’ οἷον ἡ κίνησις».

Καὶ ὁ μὲν ἐνεργῶν καὶ θέλων ἡ ὑπόστασίς ἐστιν, ἡ δὲ θέλησις καὶ ἡ ἐνέργεια ἡ τῆς φύσεως κίνησις, ὡς καὶ ὁ ἐκ Δαμασκοῦ φησι θεορρήμων, «ἕτερόν ἐστι», λέγων, «ἐνεργῶν καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργεια καὶ ἄλλο ἐνέργημα.

Ἐνέργημα μὲν γάρ ἐστι τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνέργεια δὲ ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις».

Φαμὲν τοίνυν καὶ ἡμεῖς δημιουργικὴν ἐνέργειαν ἔχειν τὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνούμενον ἡμῖν θεόν, ἑπόμενοί τε τῷ μεγάλῳ Γρηγορίῳ, τοῦ παντοδυνάμου τε καὶ ἐνεργοῦντος εἶναι τὰ δημιουργήματά φαμεν, ἀλλ’ οὐ τῆς δημιουργικῆς ταύτης δυνάμεως καὶ ἐνεργείας καὶ οὕτως ἡμῖν εἷς τοῦ παντὸς δημιουργός. Ὁ δ’ Ἀκίνδυνος τοῖς ὑπ’ αὐτοῦ πλαττομένοις πολλοῖς θεοῖς, δημιουργοῖς τε καὶ μὴ δημιουργοῖς, συναπολαυέτω τῆς ὑπ’ αὐτοῦ προτεθειμένης γραφικῆς ἀρᾶς. Γένοιτο δέ, μηδ’ αὐτὸν ἐκεῖνον, ἀλλὰ τὸ σκαιὸν ἦθος καὶ τὴν ἔνοικον αὐτῷ δεινὴν βασκανίαν καὶ τὰς πονηρὰς ἐκείνου δόξας ἀπολέσθαι. Τήν γε μὴν δημιουργικὴν δύναμίν τε καὶ ἐνέργειαν οὐδ’ ἡμεῖς θεότητα καλοῦμεν, ὥσπερ οὐδὲ τὴν θελητικὴν ὁ θεολόγος. Ἢ τοίνυν κἀκεῖνος ἡμῖν τοῦ μώμου κοινωνήσει, λέγων ἕτερόν ἐστι θέλων καὶ θέλησις, ἀλλὰ τοῦ θέλοντος οὐ τῆς θελήσεως τὰ θεληθέντα, —καθάπερ ἡμεῖς ἕτερον ἐνεργῶν τε καὶ ἐνέργεια, ἀλλὰ τοῦ ἐνεργοῦντος οὐ τῆς ἐνεργείας τὰ πεποιημένα—, ἢ τοίνυν κἀκείνῳ μετέσται τῆς παρ’ Ἀκινδύνου μέμψεως ὑπ’ ἀδεκάστῳ δικαστῇ ἢ μετ’ ἐκείνου καὶ ἡμεῖς τῶν Ἀκινδύνου διαβολῶν παντάπασιν ἀνώτεροι, τῶν ἁπάντων ἕνα σέβοντες δημιουργόν.

Ἀλλ’ ἡ μὲν δημιουργικὴ δύναμις θεότης οὐ καλεῖται παρὰ τῶν πατέρων, ἡ δὲ τοῦ θεοῦ θεατικὴ δύναμις ταύτην ἔχει τὴν προσηγορίαν· προηγάγομεν γὰρ ἡμεῖς ἐν αὐτῇ τῇ Διαλέξει τὸν Νύσσης θεορρήμονα Γρηγόριον γράφοντα, «ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν. Οὐκοῦν οὐ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν τοῦ πνεύματος ἡ τῆς θεότητος προσηγορία παρίστησιν». Ὁ δὲ μέγας Βασίλειος, «κἂν φύσιν σημαίνῃ», φησί, «τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται, ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες· ἐξουσίας γάρ τινος εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει, ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος».

Οὗτοι μὲν οὖν τὴν θεατικὴν δύναμιν καὶ τὴν ἐνεργητικὴν καὶ ἐποπτικὴν ἐξουσίαν ἐνταῦθα θεότητα καλοῦσιν· ἀλλαχοῦ δὲ τῶν λόγων καὶ δυνάμεις ἑτέρας τοῦ θεοῦ· ὁ δὲ μέγας Διονύσιος καὶ τὴν τοῦ θεοῦ οὐσίαν καὶ τὴν ἐκ θεοῦ τοῦ ἀμεθέκτου προϊοῦσαν προνοητικὴν δύναμιν, τὴν αὐτοθέωσιν, ἧς τὰ ὄντα μετέχοντα ἔνθεά ἐστί τε καὶ λέγεται. Τὴν μὲν οὖν ἐποπτικὴν ἐξουσίαν τοῦ θεοῦ, ταὐτὸ δ’ εἰπεῖν τὴν πρόνοιαν καὶ τὴν θεατικὴν δύναμιν τοῦ εἰδότος πάντα πρὶν γενέσεως, οὐδεὶς ἂν τῶν ἁπάντων μετὰ τῶν κτισμάτων θεῖτο, μὴ τελέως τῶν οἰκείων φρενῶν ἐκπεπτωκώς. Ἀλλὰ καὶ ἡ θεοποιὸς δύναμις μετοχὴ οὖσα φανερῶς, ὡς μετεχομένη παρὰ τῶν ἐνθέων, ἄκτιστός ἐστι. Πᾶσαν γὰρ μετοχὴν ἄναρχον ὑπάρχειν ἀνωτέρω μικρὸν ὁ πολὺς τὰ θεῖα Μάξιμος ἐδίδαξεν· ὅτι δὲ τούτων ἡ οὐσία τοῦ θεοῦ κατὰ τὸ ἄφραστον καὶ ἀμέθεκτον ὑπέρκειται, μετὰ τοῦ μεγάλου Βασιλείου καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ἐδήλωσεν ἐνταῦθα. Καὶ τοῦτο προσεδήλωσεν, ὡς εἰ καὶ ἄκτιστός ἐστιν, ἀλλ’ οὐκ ἔστιν ἡ τοῦ θεοῦ θεατικὴ δύναμις ὁ τοῦ θεοῦ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον· ἄφραστον γὰρ καὶ τούτων ἑκάτερον καὶ οὐχ ἁπλῶς ἄφραστον, ἀλλ’ ἐπίσης τῷ πατρί.

Πρὸς δὲ τῷ μεγάλῳ Βασιλείῳ καὶ τῷ Νύσσης ἐνθέῳ Γρηγορίῳ καὶ ὁ μέγας Διονύσιος καὶ ὁ θεηγόρος Μάξιμος καὶ τῶν ἀκτίστων μετοχῶν ὡς μετεχομένων ὑπερκεῖσθαι κατ’ οὐσίαν τὸν θεόν φασι, παρ’ ὧν καὶ τοῦτο γίνεται καταφανές, ὡς καὶ τῆς θείας οὐσίας κατὰ πολλοὺς τρόπους αὗται διενηνόχασιν. Ὅτι δὲ μηδ’ ἑτέρα τούτων, τῆς θεατικῆς λέγω καὶ θεοποιοῦ, δημιουργικὴ ἐνέργειά ἐστι καὶ ὡς οὐκ αὐτῶν ἐστι τὰ ὄντα, ἀλλὰ τοῦ τὰ πάντα ἐνεργοῦντος καὶ ταῦτα καταφανῆ τοῖς νοῦν ἔχουσίν ἐστι, τὸ μὲν ἀπὸ τῆς τοῦ μεγάλου Γρηγορίου παραινέσεως, τοῦ ἐνεργοῦντος εἶναι λέγοντος τῶν ἐνεργηθέντων ἕκαστον ἀλλ’ οὐ τῆς ἐνεργείας, ὥσπερ καὶ τὸ ἐκφωνηθὲν τοῦ λέγοντος ἀλλ’ οὐ τῆς ἐκφωνήσεως, τὸ δὲ πρότερον ἀπὸ τοῦ θεᾶσθαι μὲν τὸν θεὸν καὶ πρὸ γενέσεως τὰ ὄντα, μὴ δημιουργεῖν δὲ αὐτὰ καὶ πρὸ γενέσεως, τῶν τε γεγονότων ἔστιν ἃ θεοῦν, ἀλλ’ οὐχ ἅμα τῇ γενέσει. Τί οὖν;

Ἐρεῖ καὶ πρὸς τούτους πάντας ὁ Ἀκίνδυνος ἀναιδεῖ προσώπῳ τὸ κομψότατον ἐκεῖνο, «ἀκούσατε θείας φωνῆς, ἧς οἱ θεοὶ τῶν Ἑλλήνων ἀκηκοότες ἀπώλοντο, θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐκ μὴ ὄντων οὐκ ἐποίησαν ἀπολέσθωσαν», καὶ «αἱ παρ’ ὑμῶν τοίνυν ἄκτιστοι κεκλημέναι θεότητες ἀκούσασαι τοῦτ’ ἀπολέσθωσαν ὡς ὑφειμέναι τοῦ πάντων ὑπερκειμένου, κἂν εἰ δημιουργοὶ εἶεν κἂν εἰ μὴ δημιουργοί», τὰς θείας τοῦ θεοῦ δυνάμεις ὁ τάλας τοῖς ψευδωνύμοις συντάττων θεοῖς καὶ τούτοις ἐκείνας συγκαταρώμενος;

Ἐπεὶ δὲ καὶ τούτων ἑκάστη δύναμις ἢ ἐνέργεια αὐτός ἐστιν ὁ θεός—ὡς γὰρ ἐν ἑαυτῷ προέχων καὶ ὑπερέχων πᾶσαν δύναμιν καὶ ὡς ἀπειροδύναμος κατὰ τὸν μέγαν Διονύσιον δύναμίς ἐστιν, ἅμα δὲ καὶ τῶν ἀδυνάτων ἐστὶ τοῦ κινουμένου τὴν κίνησιν διαζεύξαντα καταλαβεῖν ἐφ’ ἑαυτοῦ τὸ λειπόμενον, ἀλλ’ ὁ τοῦ ἐνεργοῦντος μνησθεὶς καὶ τὴν ἐνέργειαν πάντως κατὰ τὸ σιωπώμενον αὐτῷ συνεσήμηνε, καὶ ὁ τὴν ἐνέργειαν εἰπών, τὸν κατ’ αὐτὴν ἐνεργοῦντα τῷ λόγῳ συμπεριέλαβεν—, αὐτὸν ἄρα τὸν θεὸν ὁ Ἀκίνδυνος, ὢ τῆς φρικωδεστάτης ἀκοῆς, οὐκ εἰς κτίσμα κατήνεγκε μόνον, ἀλλὰ καὶ τοῖς ψευδωνύμοις θεοῖς, ταὐτὸ δ’ εἰπεῖν τοῖς δαιμονίοις συνέταξεν—οἱ γὰρ θεοὶ τῶν ἐθνῶν δαιμόνια—, καὶ τούτοις, ὢ τῆς τόλμης, ἐκεῖνον συγκατηράσατο. Εἰς τοῦτο καταστρέφει τὰ διεστραμμένα καθ’ ἡμῶν τοῦ Ἀκινδύνου συγγράμματα.

Τοιαύτην αὐτῷ παρίστησι τὴν ἀκριβεστάτην εὐσέβειαν, ὡς εἴ τίς ποτε τῶν ἁπάντων ἐπὶ τοῖς ἄγαν αἰσχίστοις δι’ ἐφέσεως ἔσχεν ὑπερβαλέσθαι τοὺς κατ’ αὐτόν, οὐκ ἂν οἶμαι κατὰ τούτου τὸ κράτος ἄρασθαι. Τοσοῦτον ὑπερβάλλει τῇ πονηρίᾳ τοὺς πονηρούς, ἀκλεὲς κλέος νίκης κατ’ αὐτῶν φερόμενος.

Ἡμεῖς δὲ τῆς ἀμφιλαφοῦς αὐτῷ πάγης θάτερον μέρος γενναίως ὑπεραλλόμενοι, μᾶλλον δὲ κατάξαντες καὶ συντρίψαντες καὶ δι’ αὐτοῦ τὴν τοῦ νοητοῦ ὄφεως συνθλάσαντες κεφαλὴν δι’ αὐτοῦ βλασφημίαν εἰς τὸ ὕψος λαλοῦσαν—εἷς γὰρ ἡμῖν ἀναπέφηνε δημιουργός, ὁ τρισυπόστατος κύριος, μηδὲν τῆς ἀκτίστου ἐνεργείας λυμαινομένης τῷ ἑνιαίῳ· τοῦ γὰρ ἐνεργοῦντος ἀλλ’ οὐ τῆς ἐνεργείας λέγονται τὰ ποιήματα—, φέρε καὶ τὸ ἕτερον διασπάσωμεν μέρος· κἂν γὰρ τῆς θείας ἐνεργείας ἢ δυνάμεως φῶμεν εἶναι τὰ ποιήματα καὶ οὕτως ἡμῖν εἷς ἔσται δημιουργός. Ὁ δ’ Ἀκίνδυνος οἰμώξει μετὰ τῶν αὐτοῦ καὶ διλημμάτων καὶ σοφισμάτων. Ἀκήκοας γὰρ τοῦ εἰπόντος, ἔργον μὲν θείας φύσεως ἡ γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις. Ἀμφοτέρων οὖν οὐσῶν ἀκτίστων, ἕτερόν ἐστι τῆς φύσεως ἡ θέλησις, ἑκατέρας γὰρ ἕτερον ἔργον, ὡς ἀκούεις. Ἔστω δὴ καὶ οὗτος διθεΐτης καθ’ ὑμᾶς, ὁποῖός ἐστιν ὁ Παλαμᾶς· διαφορὰν γὰρ καὶ οὗτος ἀκτίστου φύσεως καὶ ἐνεργείας, δηλονότι τῆς θελήσεως, ὑπέδειξεν ἡμῖν. Ἀλλ’ ἐπειδή, φησί, καὶ τὴν κτίσιν ἔργον εἶναι τῆς θείας θελήσεως, ἀλλ’ οὐχὶ τῆς θείας φύσεως, ἆρα οὐχ ἕνα παρὰ τοῦτό φησι δημιουργόν, οὐδ’ αὐτὸν τὸν κατὰ φύσιν ἐπὶ πάντων θεόν; Καὶ ταῖς Ἀκινδύνου παροινίαις ὁ Δαμασκηνὸς θεῖος Ἰωάννης ὑπεύθυνος;

Ἄπαγε τῆς παρανοίας! Ἀλλὰ καὶ δεύτερος παρίτω μάρτυς τὸν ἴσον τρόπον θεολογῶν· φησὶ γὰρ ἐν τοῖς Θησαυροῖς ὁ μακάριος Κύριλλος περὶ τῆς ἀνωτάτω γεννήσεως γράφων· «εἰ τὸ γεννᾶν ταὐτόν ἐστι τῷ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον καὶ ὁ ποιῶν γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν». Ἔστω δὴ καὶ οὗτος καθ’ ὑμᾶς διθεΐτης, ὁποῖος ὁ Παλαμᾶς· φύσιν γὰρ καὶ οὗτος καὶ ἐνέργειαν οὐ ταὐτὸν εἶναι φανερῶς ἀπεφήνατο. Πρὸς ὃ δὲ νῦν ἡμῖν ὁ λόγος· καὶ οὗτος τὸ ποιεῖν τῆς ἐνεργείας, ἀλλ’ οὐχὶ τῆς φύσεως ὑπάρχειν ἔφη καθὰ καὶ ἀνωτέρω, θεραπεύει, λέγων, ὁ Χριστὸς ἐξουσιαστικῶς, οὐκ εὐχῆς ἔργον ἐπιδεικνύων, καθάπερ οἱ ἅγιοι, ἀλλ’ οἰκείας καὶ οὐσιώδους ἐνεργείας ἀποτελέσματα.

Μὴ τοίνυν καὶ οὗτος πολλοὺς δημιουργούς φησιν ἢ τὸν ἕνα καὶ κατὰ φύσιν ἐπὶ πάντων ἀθετεῖ δημιουργόν, ὅτι μὴ ταὐτόν φησι τῇ ἀκτίστῳ φύσει τὴν ἄκτιστον ἐνέργειαν; Πῶς γὰρ οὐκ ἄκτιστος, ἧς τὸ ποιεῖν τὰ ποιητὰ καὶ ἧς ἀποτελέσματα τὰ θαύματα καὶ ὅτι ταύτης τὸ ποιεῖν ἐστιν, ἀλλ’ οὐ τῆς φύσεως; Τούτοις καὶ τοῖς τοιούτοις καὶ οὕτω διαπρεπέσιν ἐν δυνάμει λόγου καὶ πνεύματος ὁμόλογος ἡ παρὰ τοῦ Παλαμᾶ συγγεγραμμένη συνηγορία τῆς εὐσεβείας καὶ τῇ τούτων θεολογίᾳ συγκατειλέχθαι καὶ συνεπαινεῖσθαι δικαία τοῖς γε νοῦν ἔχουσι καὶ μὴ τῷ ἀρχεκάκῳ φθόνῳ πεπηρωμένοις τὸ τῆς ψυχῆς λογιζόμενον.

Ὁ δὲ κατήγορος τῶν ἐπαινουμένων Ἀκίνδυνος ἐπεὶ μηδὲν διαφέρειν οἴεται τῆς θείας φύσεως τὴν θείαν ἐνέργειαν, εἰ μὲν μὴ τυγχάνειν ἔργα τῆς θείας ἐνεργείας τὰ κτίσματα λέγει, φανερὸν ὅτι μηδὲ τῆς φύσεως· οὐ γὰρ διαφέρουσι κατ’ αὐτὸν ἀλλήλων ἄκτιστος φύσις τε καὶ ἐνέργεια. Τοιγαροῦν, ὃν αὐτὸς λέγει μέγαν θεὸν καὶ τοῦ παντὸς ὑπερκείμενον, οὐκ αὐτός ἐστιν ὁ ποιητὴς τοῦ παντός. Καὶ ἀκουέτω δικαίως ὁ τοιοῦτον εἰσάγων θεὸν τῆς παρ’ αὐτοῦ καθ’ ἑαυτοῦ προτεθειμένης γραφικῆς ἀρᾶς· «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν». Καὶ εἰ μὴ βούλοιτο συναπολέσθαι τούτοις συντεταγμένος, ὁμολογησάτω τὴν διαφοράν, ἣν μεμυήμεθα παρὰ τῶν ἁγίων, ὡς ἀνωτέρω φανερῶς ἀναπέφηνε, τῶν μηδαμῇ μηδέποτε χωριστῶν ἀπ’ ἀλλήλων τούτων τῆς ἀκτίστου καὶ θείας ἐνεργείας καὶ φύσεως.

Ἀλλὰ μηδὲ τὴν μὲν τούτων λεγέτω πατέρα, τὴν δὲ υἱόν, ἵνα μὴ πλείοσι καὶ χείροσι περιπέσῃ ταῖς ἀσεβείαις· τό τε γὰρ ἀπερινόητον καὶ ἄφραστον καὶ ἀμέθεκτον ἐπίσης αὐτοῖς, καὶ τὸ δύνασθαι καὶ θέλειν καὶ ποιεῖν αὐτοῖς ἕν.

Ἔστιν οὖν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον μία ἐνέργεια, μία δύναμις, μία φύσις, ἀλλ’ οὐ παρὰ τοῦτο τῆς θείας δυνάμεως καὶ ἐνεργείας ἡ θεία φύσις οὐ διενήνοχεν. Ὧν γὰρ μία δύναμις καὶ ἐνέργεια, τούτων καὶ οὐσία ἡ αὐτή, σχεδὸν πάντες οἱ θεολόγοι φασί· καὶ ὡς ἡ ἄκτιστος ἐνέργεια ἄκτιστον χαρακτηρίζει οὐσίαν, παρ’ ὧν δείκνυται μὴ ταὐτὸν παντάπασιν εἶναι οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν· ἀεὶ γὰρ ἐκ τῶν κειμένων ἕτερόν τι τὸ συναγόμενον καὶ τὸ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διενήνοχεν. Εἰ δὲ τῆς κατ’ αὐτὸν ἐχούσης διαφορὰν οὐδεμίαν πρὸς τὴν ἄκτιστον φύσιν ἀκτίστου ἐνεργείας, ἔργα τὰ κτίσματα διατελεῖ τιθέμενος ὁ Ἀκίνδυνος, ἔργα ταῦτα τίθεται τῆς φύσεως· διαφέρει γὰρ οὐδὲν ἡ φύσις τῆς ἐνεργείας κατ’ αὐτόν. Ἀλλὰ κατὰ τὸν θεῖον Κύριλλον, τὸ γεννᾶν ἐστι τῆς φύσεως, καὶ κατὰ τὸν Δαμασκηνὸν θεολόγον, ἔργον θείας φύσεως ἡ γέννησις· οὐκοῦν ὁ Ἀκίνδυνος ἢ τὰ κτίσματα γεννήματα δοξάζει καὶ τῷ γεννήσαντι θεῷ ὁμοούσια, καὶ οὕτω πάλιν θεὸν εἰσάγει μηδενὸς ποιητὴν ἢ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσματα νομίζει, ὡς τῆς τοῦ πατρὸς φύσεως, ταὐτὸ δ’ εἰπεῖν κατ’ αὐτὸν θελήσεως μετὰ πάντων γεννήματα.

Καὶ τοίνυν ἢ τοῖς τὸν οὐρανὸν εἰς γῆν κλίνασι καὶ μετὰ τῆς κτίσεως ἀριθμοῦσι τὸν κτίστην ἴστω συντεταγμένος ἢ τῆς καθ’ ἑαυτοῦ παρ’ αὐτοῦ προενηνεγμένης γραφικῆς ἀρᾶς πάλιν ἀκροάσθω δικαίως· «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν». Καὶ εἰ μὴ βούλοιτο τούτοις συναπολέσθαι καὶ μετὰ τῶν ἐπανιστάντων τὴν κτίσιν κατὰ τοῦ κτίσαντος συντετάχθαι, τὴν διαφορὰν ὁμολογησάτω τῆς ἀκτίστου καὶ καὶ θείας ἐνεργείας τε καὶ τῆς φύσεως καὶ πρὸς τὸν Παλαμᾶν μὴ διαφερέσθω μάτην, συνῳδὰ τοῖς ἁγίοις κατὰ πάντα φθεγγόμενον.

Εἰ γὰρ μὴ καθ’ ἡμᾶς καὶ αὐτὸς ἔστιν ὡς ἐρεῖ διενηνοχέναι τῆς θείας φύσεως τὴν θείαν δύναμιν καὶ ἐνέργειαν, ἀθέλητον ἡμῖν εἰσάγει φύσιν θεοῦ καὶ τοὺς μονοθελήτας παρελάσας ἐπὶ τὸ χεῖρον· ἡ γὰρ θέλησις τῆς θείας φύσεως ἐνέργειά τε καὶ δύναμις, ἥν, εἰ μηδὲν διαφέρει τῆς φύσεως, οὐδὲ δυνησόμεθα τῆς φύσεως λέγειν ἢ ἐκ τῆς φύσεως. Πῶς γὰρ ἡ αὐτὴ τῆς αὐτῆς εἰρήσεται ἢ ἐξ αὐτῆς; Τίς δ’ εἴρηκέ ποτε τῆς θείας φύσεως εἶναι τὴν θείαν φύσιν ἢ τὴν φύσιν ἔχειν καὶ φύσιν; Οὕτως ἀλόγιστον τὸ λέγειν ἀδιάφορον παντελῶς οὐσίαν τε καὶ ἐνέργειαν. Πῶς δὲ καὶ τὸ ἐν Θαβὼρ τοὺς ἀποστόλους περιλάμψαν φῶς οὐκ ἔσται πάλιν κτιστὸν κατὰ τὸν Βαρλαάμ, εἰ πᾶν ἄκτιστον μηδαμῇ διενήνοχε τῆς οὐσίας τοῦ θεοῦ; Τὸ μὲν γὰρ ὦπται καὶ κατὰ τὸν μέλλοντα αἰῶνα τοῖς ἀξίοις ὀφθήσεται καὶ κατ’ αὐτὸ λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος καὶ συνδιαιωνίσουσιν αὐτὸ θεώμενοι καὶ ὑπ’ αὐτοῦ λαμπρυνόμενοι καὶ αὐτῷ συνεκλάμποντες. «Οὐδεὶς δ’ ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ κατὰ τὸ γεγραμμένον καὶ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε». Καὶ τὸ μὲν μέτρῳ δίδοται, σωστικῇ δικαιοσύνῃ τοῦ μεταδιδόντος ἑκάστῳ κατ’ ἀξίαν ἀμερίστως μεριζόμενον, ὃ τῆς θείας ἐνεργείας, ἀλλ’ οὐ τῆς θείας οὐσίας εἶναι ὁ Χρυσόστομος Ἰωάννης ἐδίδαξεν, εἰ καὶ ὁ βαπτιστὴς αὐτὸ τὸ πνεῦμα εἶναι ταύτην ἀπεκάλυψεν ἡμῖν.

Μερίζεται μὲν οὖν αὕτη ἀμερίστως, ἡ δὲ τοῦ θεοῦ οὐσία παντάπασίν ἐστιν ἀμέριστος. Καὶ τὸ μὲν φῶς ἐκεῖνο λαμπρότης θείας φύσεως, ἡ δὲ θεία φύσις, ἧς ἐστι λαμπρότης τοῦτο. Καὶ κατὰ τοῦτο μὲν «ἡ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς» ὁ μελῳδὸς προφήτης ψάλλει· καὶ γὰρ οὐχ ὁρῶσι μόνον, ἀλλὰ καὶ μακαρίως πάσχουσιν οἱ ἅγιοι τὴν τοῦ θεοῦ λαμπρότητα. Καὶ μία λαμπρότης ἐστὶν αὐτῶν καὶ τοῦ θεοῦ αὐτῶν, ὡς καὶ μίαν ἐνέργειαν τοῦ θεοῦ καὶ τῶν ἁγίων εἶναι ὁ πολὺς τὰ θεῖα Μάξιμός φησι. Μίαν δὲ φύσιν θεοῦ καὶ τῶν ἁγίων οὐδείς πω μέχρι καὶ νῦν ἐτόλμησεν εἰπεῖν.

Προάγειν δή με περαιτέρω τὸν περὶ τοῦ θειοτάτου φωτὸς ἐκείνου λόγον προθυμούμενον διέκοψεν ὁ τὰς Ἀκινδύνου ῥητορείας ἐκείνας προβαλλόμενος, ἀλλ’ οὐ δοκεῖ σοι, λέγων, ἐναντία τὸν ἱερὸν Δαμασκηνὸν τῷ τῆς θεολογίας ἐπωνύμῳ μεγάλῳ Γρηγορίῳ φάναι; Τούτῳ γὰρ εἰπόντι μὴ εἶναι τῆς θελήσεως τὸ θεληθέν, ὁ Δαμασκηνὸς πατὴρ τῆς θελήσεως ἔφησεν εἶναι τὰ ποιήματα. Ταῦτα δέ ἐστι τὰ θεληθέντα πάντως. Οὐκ ἔστιν ἐπ’ οὐδενὸς τῶν τοιούτων ἐναντία λέγειν τοὺς ἁγίους ἢ γοῦν διαφωνεῖν πρὸς ἐκεῖνον αὖθις εἶπον αὐτός· εἰ καὶ ὑμεῖς ὑπ’ ἀμαθίας οὐ πρὸς ἀλλήλους μόνον, ἀλλ’ οὐδὲ πρὸς ἑαυτοὺς συμβαίνοντας διὰ πολλῶν εἰσάγετε τοὺς θεοφόρους. Ἀκούοντες γὰρ αὐτῶν θεότητα τήν τε θείαν φύσιν καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως ὀνομαζόντων, οὐ ταύτην δὲ μόνον, ἀλλὰ καὶ τὴν ἐξουσίαν καὶ τὴν θεατικὴν δύναμιν τοῦ πάντα πρὶν γενέσεως εἰδότος, ἥτις καὶ ἄκτιστός ἐστι σαφῶς—πῶς γὰρ οὔ; —καὶ τὴν θείαν φύσιν κατὰ τὸ ἄφραστον πάντη καὶ ἀμέθεκτον καὶ ἀπερινόητον ὑπερκειμένην ἔχει ἑαυτῆς, ὡς ἐναντιουμένοις αὐτοῖς ἀντεπιφέρετε τοὺς λέγοντας, εἷς θεός, ὅτι μία θεότης. Καὶ ὥσπερ ἕνα θεὸν φρονεῖν παρελάβομεν, οὕτω καὶ μίαν θεότητα ὁμολογεῖν ἐδιδάχθημεν, καίτοι μηδ’ ἑτέρων θάτερον λεγόντων, ἀλλὰ τῶν αὐτῶν ἀμφότερα.

Διὸ καὶ ἡμῶν ὡς δύο λεγόντων ἀκτίστους θεότητας κατηγορεῖτε, μὴ εἰδότες μήτε τί λέγετε μήτε περὶ τίνων διαβεβαιοῦσθε. Καὶ γὰρ ἡμεῖς ὥσπερ ἕνα θεὸν ἐν τρισὶ προσώποις παρελάβομεν φρονεῖν, τὸν αὐτὸν οὐ μόνον ἀπολύτως καὶ ἀσχέτως ὑπερεξῃρημένως ὄντα, ἀλλὰ καὶ παντοκράτορα ὄντα καὶ προνοητὴν ἁπάντων καὶ σοφὸν καὶ δίκαιον καὶ ἀγαθὸν καὶ συνελόντα φάναι παντοδύναμον, οὕτω καὶ μίαν θεότητα ὁμολογεῖν ἐδιδάχθημεν οὐκ ἐν μιᾷ μόνον ὑπερουσιότητι τῶν τριῶν προσκυνητῶν προσώπων, ἀλλὰ καὶ μιᾷ ἀκτίστῳ ἐξουσίᾳ καὶ μιᾷ ἀκτίστῳ προνοίᾳ καὶ τοῖς ἄλλοις ἅπασιν. Οὕτως ἡμῖν εἷς θεός, ὅτι μία θεότης, καὶ οὕτω μίαν θεότητα ὁμολογοῦμεν πατρός, υἱοῦ καὶ πνεύματος, οὐ καθάπερ ὑμεῖς ἀθέσμως ἀποσχίζειν τολμῶντες τὴν ὑπερηνωμένην παντοδύναμον μονάδα εἰς ἄκτιστον οὐσίαν καὶ κτιστάς τινας δυνάμεις τὰς ἐξ αὐτῆς καὶ ἐν αὐτῇ ἀεὶ κατὰ τοὺς θεολόγους.

Καὶ πῶς οὐχὶ καὶ ὑμεῖς τοῦ θεοῦ φανερῶς χωρίζετε τὰς ἀκτίστους, ἅς φατε δυνάμεις καὶ ἐνεργείας; Ὁ τοῦ Ἀκινδύνου συμφοιτητὴς ἐκεῖνος ἔφη· τοῦ θεοῦ γὰρ αὐτάς φατε καὶ περὶ τὸν θεὸν καὶ ὑπερκεῖσθαι τούτων τὸν θεόν. Πρὸς ὃν αὐτὸς ἀπολελόγημαι, μὴ τομὴν ἐνεργάζεσθαι τὸ πεφυκέναι τὸν λόγον οὕτω πως διατίθεσθαι τὴν ἑρμηνείαν· οὐ γὰρ ὅτε λέγομεν κεφαλὴν ἢ καρδίαν ἀνθρώπου χωρὶς κεφαλῆς καὶ καρδίας ἄνθρωπον εἶναί φαμεν, οὐδ’ ὅτε τὸ κρεῖττον εἶναι τοῦ ἐντὸς ἀνθρώπου τὸν νοῦν, εἶναι χωρὶς νοῦ τὸν ἐντὸς ἄνθρωπόν φαμεν, οὐδ’ ὅτε περὶ τὸν νοῦν εἶναι τὴν δόξαν καὶ τὴν διάνοιαν, εἶναι νοῦν λέγομεν χωρὶς αὐτῶν, οὐδ’ εἰ τὰς ὑποστάσεις περὶ τὴν οὐσίαν εἴποι τις, εἶναι λέγει χωρὶς ὑποστάσεως οὐσίαν ἢ χωρὶς οὐσίας ὑπόστασιν. Καὶ τοίνυν οὐ μόνον ἡμεῖς κτιστὴν καὶ ἄκτιστον θεότητα θεοῦ ἥκιστά φαμεν, ἀλλ’ οὐδὲ πολλὰς ἀκτίστους λέγομεν θεότητας. Ἀλλ’ ὑμῶν ἅμα πονηρῶς τε καὶ ἀθέως κατατομὴν ἔκφυλον καὶ περιτομὴν ἀλλόκοτον καινοτομούντων ἐπὶ τῆς μιᾶς θεότητος, τὸ μὲν διὰ τοῦ λέγειν ἀδιάφορον τῆς ἀκτίστου οὐσίας τὴν ἄκτιστον ἐνέργειαν—οὐσία γὰρ ἂν οὕτως εἴη μόνον ὁ θεὸς πάσης ἀπεστερημένος ἐνεργείας—, τὴν δ’ ἔκφυλον κατατομὴν διὰ τοῦ λέγειν πᾶσαν δύναμιν κτιστήν, ἥτις οὐκ οὐσία, μηδὲ γοῦν τῆς θελητικῆς δυνάμεως ἐπιμνησθέντων, ὑπὲρ ἧς πολλὰ καὶ εἰρήκασιν οἱ πατέρες καὶ πεπόνθασι.

Ταῦτ’ οὖν ὑμῶν οὕτω λεγόντων καὶ μὴ κατὰ τὰς τῶν πατέρων ὑποθήκας καὶ συναγόντων τὴν τῶν τριῶν ὑποστάσεων θεότητα καὶ διαιρούντων, εἰς ἀνάγκην ἤλθομεν ἡμεῖς οὐ τὴν θεοπρεπεστάτην μόνον αὐτῆς ἁπλότητα κατὰ τὸ ἐγχωροῦν δηλοῦν, ἀλλὰ καὶ τὴν οὐχ ἧττον εὐσεβῆ τῶν αὐτῆς ἐνεργειῶν διάκρισιν. Ὥσπερ οὖν εἴ τις ἔφη μία δύναμις ἄκτιστος, ἡ ἀγεννήτως ὑφεστῶσα, παρ’ αὐτὰ τὴν δυσσεβῆ φωνὴν οὐκ ἐνεγκὼν πᾶς τις εὖ φρονῶν ἐξεβόησεν ἄν, ἄπαγε τῆς ἀσεβείας!

Καὶ ἡ γεννητῶς γὰρ ὑφεστῶσα θεία δύναμις ὁμοίως ἄκτιστός ἐστι, κατὰ μὲν τὸν τῆς αἰτίας λόγον ἐκείνης δευτερεύουσα τῷ ἐξ ἐκείνης εἶναι, κατὰ δὲ τὸν τοῦ ἀκτίστου λόγον ἀχώριστος οὖσα καὶ ὁμότιμος ἐκείνη, καθάπερ καὶ τὸ ἐκπορευτῶς ὑπάρχον πνεῦμα ἅγιον, καὶ οὕτω μία δύναμις ἄκτιστος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι προσκυνουμένη· οὕτω καὶ ὑμῶν λεγόντων, μία μόνη ἄκτιστος θεότης, ἡ πᾶσι καὶ ἀεὶ ἀνέκφαντός τε καὶ ἀπερινόητος φύσις τοῦ θεοῦ, συγχωρεῖν ἡμεῖς οὐκ ἀνεχόμεθα, λέγοντες, ὡς οὐχ ἡ θεία φύσις μόνον, ἀλλὰ καὶ ἡ λαμπρότης τῆς θείας φύσεως ἄκτιστός ἐστιν, οὐ καθ’ ἑαυτὴν μὲν ὑφεστῶσα, τοῖς ἀξίοις δὲ τῆς θείας κοινωνίας ἐκεῖθεν ἐγγινομένη τε καὶ ἐπιφαινομένη θείως· εἰς τοῦτο γὰρ ἐμέ, φησί, φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας λαμπρότητα θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἣν ἐξυμνῶν ἅμα καὶ αἰνῶν Μητροφάνης ὁ θεῖος μουσικός φησιν, «ἡ φυσικὴν συναΐδιον δόξαν προβαλλομένη μοναρχικωτάτη τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄφθεγκτον καὶ μίαν αὐγὴν τὴν τρισήλιον».

Αὕτη τοίνυν ἡ δόξα καὶ λαμπρότης, ἡ καὶ κατὰ τὸ Θαβώριον ἑωραμένη Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ, κατὰ μὲν τὸν τῆς αἰτίας λόγον καὶ τὸ μετέχεσθαί γε καὶ ὁρᾶσθαι, εἰ καὶ τοῖς ἀξίοις μόνοις, καὶ τούτοις ἀπορρήτως, ὑποβέβηκε τὴν ἐξ ἧς ἐστι πηγήν, κατὰ δὲ τὸν τοῦ ἀκτίστου λόγον καὶ τοῦ ἀΰλου καὶ ἀσωμάτου καὶ τὸ ἡνῶσθαι ταύτῃ ἀϊδίως, ὡς λαμπρότης καὶ δύναμις φωτιστικὴ τῆς ἀρχιφώτου φύσεως, ἀχώριστός ἐστιν αὐτῆς καὶ οὕτω μία θεότης ἄκτιστος ἐν οὐσίᾳ θείᾳ καὶ θεοποιῷ δυνάμει καὶ χάριτι γνωριζομένη. Τοῦτον δὴ τὸν τρόπον καὶ πολλῶν πνευμάτων παρὰ τῶν πατέρων λεγομένων καὶ τῶν τοῦ πνεύματος ἐνεργειῶν ἐν ἡμῖν ἐστι τὸ πνεῦμα, κἂν ὁ Ἀκίνδυνος ἐν αὐτῇ προϊὼν τῇ Διαλέξει πλῆθος ἀκτίστων πνευμάτων ἡμᾶς συκοφαντῇ δοξάζειν, αὐτὸς ἵνα μὴ τοῦτο πάθῃ, κτιστὰς ἰσχυριζόμενος εἶναι τὰς δυνάμεις καὶ ἐνεργείας καὶ τὰ θεοπρεπῆ χαρίσματα τοῦ πνεύματος. Καὶ ταῦτα τοῦ μεγάλου Βασιλείου φανερῶς λέγοντος, ὅτι πάντα ταῦτα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον μηδὲν ἔχον ἐπίκτητον, ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν, ὧν καὶ τὴν μίαν ἐν Αἰγύπτῳ τε τὸν χοῦν εἰς ζῷα μεταβαλοῦσαν καὶ κατὰ τὴν ἐπὶ γῆς τοῦ σωτῆρος ἐπιδημίαν τὴν πληθὺν τῶν παραδόξων ἐκτελοῦσαν, δάκτυλον θεοῦ κεκλῆσθαι ὁ αὐτός φησιν.

Ἃ δὲ λέγει πάλιν ὁ Ἀκίνδυνος περὶ τῆς θείας βασιλείας ὡς δῆθεν ἀντιλέγων τοῖς μὴ προσκυνοῦσι μίαν θείαν βασιλείαν, ὅπου καὶ τὰ εἰρημένα τῷ σεπτῷ Μαξίμῳ προάγει πρὸς ἐκεῖνο τὸ τοῦ Ζοροβάβελ, ὡς ὑπερισχύουσιν αἱ γυναῖκες καὶ ὑπερνικᾷ ἡ ἀλήθεια, νομίζων αὐτῷ συνάρασθαι πρὸς τὸ κτιστὴν δεῖξαι τὴν παραδειχθεῖσαν ἐπ’ ὄρους τοῦ θεοῦ βασιλείαν.

Ταῦτα δὲ καὶ τὴν περικεχυμένην ἐν τούτοις τοῖς ἐκείνου ῥήμασιν ἄνοιαν καὶ ληρωδίαν, πῶς ἄν σοι δι’ ὀλίγων ἐνδειξαίμην; Οὗτος γὰρ ὁ ἄνθρωπος τὰ μὲν τῶν τοιούτων δοκεῖ πάσχειν μᾶλλον ἢ ποιεῖν, παντελῆ τῶν θείων περικείμενος ἄγνοιαν καὶ ἀμύητος καθάπαξ ὤν. Πόθεν γὰρ ἂν ταῦτα καὶ μεμύηται; Παρὰ τῶν γεννησάντων; Ἀλλ’ οὐδ’ ὄνομα τούτων ἔχει τις εἰπεῖν, πλὴν ὅτι τῶν ἔσθ’ ὅπου τῶν δυτικῶν ἐσχατιῶν ὁδοστατούντων καὶ λωποδυτούντων ἢ τῶν τοῦτο πασχόντων μᾶλλον δὲ ἀντιπασχόντων παρὰ τῶν ὁμόρων ἦσαν· τοιούτοις τὴν ἀρχὴν ἐντεθραμμένος ἤθεσι, νῦν ἀξιοῖ προκαθηγεῖσθαι μοναχῶν τε καὶ μοναζουσῶν. Ἀλλὰ παρὰ τῶν διδασκάλων, οἷς ἐχρήσατο παραγενόμενος ἐκεῖθεν, μετεδιδάχθη τὸν βελτίω τρόπον καὶ τὸ τῶν δογμάτων ἀκριβές;

Ἀλλὰ τούτων ὁ μέν, ᾧ καὶ θητεύων ὑπῆρχεν, αὐτοφόνῳ κακίᾳ βρόχον ἑαυτῷ, φεῦ, ἀνάψας τὸν βίον ἔλιπεν, ὁ δὲ τῇ εὐσεβείᾳ φανερῶς ἐπαναστάς, εἶτα φυγὰς ἐπ’ αἰσχύνης γεγονὼς τοῖς δυσσεβέσι διὰ βίου προῄρηται συζῆν. Ἀλλὰ παρὰ τῶν ἑταίρων, οὓς ἥγηται φιλτάτους; Ἀλλὰ καὶ οὗτοι τῶν τοῖς αὐτοῖς αὐτῷ πεφοιτηκότων καὶ μὴ τῆς περὶ λόγους παιδείας μόνης, ἀλλὰ καὶ τῆς περὶ τὰ θεῖα κακονοίας μετειληχότων. Τοῖς μὲν οὖν ὑπὸ παντελοῦς ἀμαθίας κακοηθείᾳ συμμιγοῦς ὁ Ἀκίνδυνος ἀντίκειται, καθάπερ ἡνίκα κατ’ αὐτὴν ταύτην τὴν Διάλεξιν καὶ τὴν αὐτοζωὴν καὶ αὐτοαγαθότητα καὶ τὰ τοιαῦτα τίθεται κτιστά, ὅτι μετέχει τῆς τῶν ὄντων κοινῆς ἐπωνυμίας, μὴ συνιεὶς ὅλως, ὡς εἰ καὶ ὄντα λέγεται, ἀλλὰ καὶ ὑπὲρ τὰ ὄντα ἐστί, καθὰ καὶ αὐτὸς ὁ μέγας Διονύσιός φησι, ῥᾳδίως δ’ ἂν ὁ διὰ τοῦτο τὰς αὐτομετοχὰς τοῖς κτίσμασι συντάττων καὶ τὸ πνεῦμα τὸ ἅγιον μετὰ τῶν κτισμάτων θοῖτο, τοῦ μεγάλου Βασιλείου λέγοντος μετέχειν αὐτὸ τῶν θεοπρεπῶν ὀνομάτων, τοῖς δὲ ὑπὸ κακοηθείας μόνης ἐπαιρόμενος ἀντικαθίσταται καὶ δῆλον ἀπὸ τοῦ μηδ’ ἐπιθέσθαι δύνασθαι μὴ πρότερον συκοφαντικῶς περιτρέψας εἰς ἕτερον τὸν λόγον, ὁποῖόν ἐστιν αὐτῷ μετὰ πολλῶν ἑτέρων καὶ τὸ κατὰ ταύτην αὖ τὴν Διάλεξιν ἐκεῖνο.

Καὶ μὴν εἰ ἄλλοις ἄλλη θεοῦ ἄκτιστος δύναμις καὶ θεότης μετέχεται—δυνάμεως γὰρ θείας ἄλλον ἄλλης μετέχειν καὶ ὁ μέγας Διονύσιός φησι· τὰ μὲν γὰρ ἁπλῶς ὄντα τῆς οὐσιοποιοῦ, τὰ δὲ ζῶντα τῆς ζωοποιοῦ καὶ τἄλλα καταλλήλως ἑαυτοῖς—, θεότητος δὲ ἄλλης ἄλλο μετέχειν, τίς ὁ εἰρηκώς, πλὴν αὐτοῦ τοῦ καὶ πρὸς τοῦτο ἀντιλέγοντος; Ἀλλ’ «εἰ ἄλλοις ἄλλη», φησί, «τοῦ θεοῦ ἄκτιστος δύναμις καὶ θεότης μετέχεται καὶ ἄλλων ἄλλη κτισμάτων ἐπιτροπεύει», τοῦτο δὲ πάλιν τὸ ἐπιτροπεύειν τὰς δυνάμεις τοῦ θεοῦ τῶν κτισμάτων, παρὰ τίνος ἤκουσε; Τὸ γὰρ ἐπιτροπεύειν οὐ τῶν φύσει τὸ ἄρχειν ἐχόντων ἐστὶ καὶ τῶν συγκεκληρωμένην ἐξ ἀρχῆς ἐχόντων τὴν διοίκησιν τῶν ἐπιτετραμμένων σφίσιν. Αἱ δὲ τοῦ παντοδυνάμου θεοῦ προνοητικαὶ δυνάμεις οὐκ ἦν ὅτε μὴ τοιαῦται ἦσαν. Ὁ δ’ Ἀκίνδυνος οὕτω διατίθεται τὸν λόγον, ὡς ἂν ἡμῶν λεγόντων κεχωρισμένας εἶναι τὰς τοῦ παντοδυνάμου θεοῦ δυνάμεις ἀλλήλων τε καὶ τοῦ θεοῦ καὶ μηδὲ τοῦτ’ αὐτὸ τὴν ἀρχὴν οὐσῶν προνοητικῶν τῶν προνοητικῶν δυνάμεων, ἀλλ’ ἄλλο τι πρότερον, εἶτα τὴν ἐξουσίαν τοῦ προνοεῖσθαι τῶν κτισμάτων ἐξ ἐπιτροπῆς εἰληχυιῶν.

Ὁρᾷς αὖθις τὴν συκοφαντίαν ὅση; Ἀλλ’ «εἰ ἄλλοις ἄλλη θεοῦ ἄκτιστος δύναμις καὶ θεότης μετέχεται καὶ ἄλλων ἄλλη κτισμάτων ἐπιτροπεύει, φησί, καὶ τῶν ἀνθρώπων οὐ πάντες μιᾶς θεότητος ἀπολαύουσιν, ἀλλ’ ἄλλων ἄλλοι μετέχουσι καὶ ἄλλαις ἄλλοι ἐπιτροπεύονται». Ἰού, ἰού, κατ’ αὐτὸν γάρ, ὡς ἔοικε, πάντες ἄνθρωποι καὶ οἱ δυσσεβεῖς καὶ οἱ ἀσεβεῖς ἀπολαύουσι τῆς θεότητος ἐν μετουσίᾳ καὶ ἀπολαύσει ταύτης ὑπάρχοντες, ὃ μόνων τῶν ἁγίων ἐδιδάχθημεν εἶναι· «ἕκαστον γάρ», φησί, «τῶν ἀνθρώπων ὁ κύριος προσάξει τῇ συναφείᾳ τῆς θεότητος εἰ μηδὲν ἐπάγοιτο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. Ἀλλ’ εἴ τις ἀληθῶς εἴη ναὸς θεοῦ μηδὲν κακίας εἴδωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέχων, οὗτος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος παραληφθήσεται». Τῆς μὲν γὰρ δημιουργικῆς δυνάμεως καὶ τοὺς πονηροὺς καὶ ἀνόμους μετόχους ὄντας ὡς ἀποτελέσματα ἐκείνης ἴσμεν, καθάπερ καὶ τὰ ἄλογα τῶν ζῴων καὶ τὰ ἄψυχα καὶ τοὺς δαίμονας αὐτούς, τῷ δὲ δημιουργικῇ δυνάμει προῆχθαι ἐκ μὴ ὄντων ἐν ἀπολαύσει καὶ μετουσίᾳ εἶναι τῆς θεότητος καὶ τοὺς ἀνόμους οὐδέπω καὶ τήμερον ἀκηκόαμεν· ὁ γὰρ τοῦτο λέγων καὶ αὐτὸν τὸν ἀρχέκακον ἢ μὴ εἶναι κτίσμα τοῦ θεοῦ φησιν ἢ καὶ τοῦτον ἐν ἀπολαύσει καὶ μετουσίᾳ τυγχάνειν τῆς θεότητος.

Τὰ δὲ τῆς ἑξῆς κατηγορίας, ἣν συνηρτημένην ἔχει καθ’ ἡμῶν ὡς λεγόντων, ὅτι τῶν ἀνθρώπων ἄλλαις ἄλλοι θεότησιν ἐπιτροπεύονται, δείκνυσιν αὐτὸν ἐπιτροπεύειν ἁπάντων δοξάζοντα, τὴν μίαν ἧς ἀπολαύειν τοὺς πάντας, φησί, θεότητος καὶ οὕτω περιπίπτων αὐτὸς ἀληθῶς πεφώραται τῇ καθ’ ἡμῶν παρ’ αὐτοῦ συκοφαντίᾳ. Τὴν γὰρ μίαν, ἣν αὐτός φησι πρεσβεύειν θεότητα, οὐκ ἐξ ἀρχῆς φησι τὸ κράτος ἔχειν τοῦ παντός· ἐπιτροπεύειν γὰρ αὐτήν φησιν ὁ δ’ ἐπιτροπεύων ἐπίκτητον ἔχει τὴν ἀρχήν. Ἀλλὰ γὰρ ὡς ἡμῶν λεγόντων τὴν ἀτοπίαν, ᾗ περιέπεσεν αὐτός, ἐπιφέρει φθέγμα θαυμαστῆς κομψείας γέμον· «εἰ γὰρ ἄλλαις ἄλλοι τῶν ἀνθρώπων ἐπιτροπεύονται», φησί, «θεότησι καὶ δυνάμεσι, πῶς οὐκ ἔστησεν ὁ θεὸς ὅρια ἐθνῶν κατὰ ἀριθμὸν τῶν θεοτήτων αὐτοῦ καὶ τῶν ἀκτίστων δυνάμεων, ἀλλὰ κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ»· ὑφ’ ὧν γὰρ ἐπιτροπεύονται καὶ διοικοῦνται, κατὰ τούτων τὸν ἀριθμὸν εἰκὸς ἦν αὐτοὺς ὑπὸ θεοῦ καὶ στῆναι.

Φαῖμεν δ’ ἂν ἡμεῖς ἀντερωτῶντες τὸν τῆς πρὸς ἑαυτὴν ἀνακολούθου ταύτης λέσχης συγγραφέα, κατὰ τὴν αὐτοῦ σοφίαν αὐτῷ διαλεγόμενοι καὶ τὸ μεγαλεπήβολον τῆς οἰκείας διανοίας τῷ ποριστῇ τῶν τοιούτων ἀντεπάγοντες· ἐπειδὴ μίαν σὺ φῂς θεότητα ἐπιτροπεύειν πάντων, πῶς οὐχ ἓν ἔστησεν ὅριον ἐθνῶν ὁ θεὸς κατὰ τὴν μίαν ταύτην, ἀλλ’ εἰς πλείω διεῖλε τὰ ὅρια κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ; Καὶ ἡ μία δέ, ἣν φῂς αὕτη, πῶς ἐπιτροπεύει; Παρίημι γὰρ νῦν, ὅτι τὸ ἐπιτροπεύειν οὐ τῶν φύσει προεχόντων καὶ προϊσταμένων, ὡς κυρίως δεσποζόντων· ἀλλ’ ἡ μία θεότης, ἣν αὐτὸς εἰσφέρεις πάσης δυνάμεως ἐστερημένην, ὡς μὴ δῆθεν σύνθετος εἴη, καί σοι περιθείη διθεΐας ἔγκλημα, πῶς χωρὶς προνοητικῆς δυνάμεως ἐπιτροπεύει; Τὸ γὰρ ἐπιτροπεύειν προνοίας· ἀλλ’ ἐρεῖς τὴν πρόνοιαν αὐτὴν ὑπάρχειν; Ἀλλ’ οὐ τοῦτ’ ἂν εἴη ταύτῃ φύσις, ἡ πρόνοια· καὶ γὰρ οὐδὲ τοῖς ὑπ’ αὐτῆς διοικουμένοις τοῦτο μόνον φύσις, τὸ προνοίας παρ’ αὐτῆς τυγχάνειν. Οὐκοῦν εἰ μὴ ταύτῃ φύσις ἡ πρόνοια, προνοητικὴν ἄρα δύναμιν ἔχουσα δι’ ἐκείνην πρόνοια καλεῖται τῶν διοικουμένων, αὐτὴ καθ’ ἑαυτὴν ὅ,τι ποτέ ἐστιν ἡ τοῦ θεοῦ θεότης, ἄσχετος οὖσα καὶ ἀπολελυμένη πάντων καὶ ἀνώνυμος, ὡς ὑπερώνυμος. Πῶς οὖν, εἰπέ, μὴ καθ’ ἑκατέραν τούτων τὰ τῶν ἐθνῶν ὅρια διέστησεν ὁ θεός, ἀλλὰ κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ;

Λέγω γὰρ οὕτω καὶ αὐτὸς κατὰ τὴν σὴν ἀγροικίαν, ὃς οὐδὲ τοῦτο συνιδεῖν ἐδυνήθης, ὡς εἰ κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ τὰ τῶν ἐθνῶν ὅρια διέστη, ποῖον ἂν πλάτος οἰκουμένης ἐχώρησε τὸ πλῆθος; Παρίημι γὰρ τὰς ὑπὸ Δανιὴλ ἑωραμένας μυρίας μυριάδας τῶν παρεστηκότων.

Ἀλλ’ ἐπεὶ καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, ἆρα κατὰ τὸν ἀριθμὸν τούτων καὶ χίλιαι χιλιάδες ἐθνῶν ὁρίων εἰσί; Καὶ μὴν ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδὰμ καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμόν, τοῦτο δὲ κατὰ τὴν ἱστορίαν ἐπὶ τῶν υἱῶν καὶ υἱιδῶν τοῦ Νῶε γέγονε καὶ τῆς περιβοήτου δι’ αὐτῶν πυργοποιίας, τηνικαῦτα τοίνυν, οὐ τῶν ἑβδομήκοντα πλείους, ἦσαν οἱ διαμεμερισμένοι; Τοιγαροῦν οὐ κατὰ ἀριθμὸν ἀγγέλων τὰ ὅρια τῶν ἐθνῶν, ἀλλὰ καθ’ ἕκαστον ἀριθμὸν τῶν ἐθνῶν ὅρια ἔστησεν ἀγγέλων ὁ θεός, τουτέστιν εἰς περιοχὴν καὶ φυλακὴν ἑκάστου ἔθνους ἀγγέλους ἐπέστησεν ἢ ἄγγελον. Ὁ δὲ Ἀκίνδυνος, «εἰ δὲ κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ καὶ μὴ τῶν δυνάμεων ὑπέστησαν», φησίν, «οὐδ’ ἔστι τούτων ἀριθμὸς οὐδὲ πλῆθος». Οὐκ ἔχει τοίνυν ὁ θεὸς ἐνεργητικὴν δύναμιν οὐ θεατικήν, οὐ θεοποιόν, οὐ παντοκρατορικήν; Πῶς οὖν ὁ μέγας Διονύσιός φησιν, «εἰ τὴν ὑπερούσιον κρυφιότητα θεὸν ἢ ζωὴν ἢ οὐσίαν ἢ φῶς ἢ λόγον ὀνομάσαιμεν οὐδὲν ἕτερον νοοῦμεν ἢ τὰς ἐξ αὐτοῦ προαγομένας δυνάμεις, ἐκθεωτικὰς ἢ οὐσιοποιοὺς ἢ ζωογόνους ἢ σοφοδώρους», ἃς καὶ ἀλλαχοῦ που τῶν θεωνυμιῶν ὑπὲρ τὰ ὄντα τίθεται; Τούτων γάρ, φησί, «τὰ ὄντα μετέχοντα οἰκείως ἑαυτοῖς καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα ἔστι τε καὶ λέγεται». Ἀλλὰ καὶ ὁ μέγας Βασίλειος, «τὸ πνεῦμα», φησί, «τὸ ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν».

Ὁ δ’ Ἀκίνδυνος, «οὐδ’ ἔστι, φησί, πολλὰς ἀκτίστους δυνάμεις φάναι τοῦ θεοῦ, ἀλλ’ εἷς μέν, ὁ πάντων δημιουργὸς καὶ ἐπίτροπος». Τίνος, ὦ νέε θεολόγε, τὴν ἐπιτροπὴν αὐτῷ παρασχόντος; Εἰ μὲν γὰρ δημιουργὸς καὶ κύριος, οὐκ ἐπίτροπος, εἰ δ’ ἐπίτροπος, οὐκ ἐκεῖνο· πῶς γάρ;

Πῶς δ’ ὢν ὅλως καὶ εἷς, ὁ μηδεμίαν κατὰ τὸν Ἀκίνδυνον δύναμιν ἔχων; Τὸ γὰρ μηδεμίαν ἔχον δύναμιν οὔτε ἔστιν, οὔτε τί ἐστιν, οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδὲ ἀφαίρεσις κατὰ τοὺς θεολόγους. Οὐκοῦν τοῦτ’ ἔστι κατάλληλον τῷ οἰκείῳ δόγματι λέγειν τὸν Ἀκίνδυνον, ὡς οὐδεὶς ὁ πάντων δημιουργός. Πόθεν δὲ καὶ δημιουργὸν ὀνομάζει τὸν θεόν;

Παρὰ τὸ δημιουργεῖν αὐτὸν ἐρεῖ; Τοιγαροῦν εἰ τοῦτ’ αὐτοῦ φύσις, ἀλλὰ μὴ πρόσεστι τῇ θείᾳ φύσει, πρὸς δὲ τούτῳ καὶ δύναμις θελητική, συναΐδια ἔσται τῷ θεῷ τὰ δεδημιουργημένα. Εἰ δ’ ὅτε ἠθέλησεν, ἐδημιούργησεν, ἔχει ἄρα ταῦτ’ ἀμφότερα προσόντα τῇ φύσει ὁ θεός, ἀλλὰ καὶ ὅτε μήπω ἤθελε δημιουργῆσαι, τότε δύνασθαι θελῆσαι καὶ δύνασθαι δημιουργῆσαι εἶχεν ἡνίκ’ ἂν βουληθείη. Ἀλλὰ τὸ μὲν δύνασθαι εἶχε, δύναμιν δὲ οὐκ εἶχε; Καὶ τίποθ’ ἕτερόν ἐστι τὸ δύνασθαι παρὰ τὸ δύναμιν ἔχειν; Ὄντως φρενὸς κατεφθαρμένης τὰ τοιαῦτα διανοήματα.

Τὸ δὲ λέγειν ὡς, ἐπεὶ κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ τὰ ὅρια ἔστη τῶν ἐθνῶν, οὐκ ἔστιν ἐπὶ θεοῦ ὅλως ἀριθμός, ἀναιροῦντός ἐστι καὶ τὴν τῶν ὑποστάσεων τριάδα. Καὶ Σαβέλλιος γὰρ ἂν ἡδέως φαίη· πῶς οὐ κατὰ τὸν ἀριθμὸν τῶν ὑποστάσεων, εἴπερ εἶεν πλείους ἀληθῶς, ἀλλὰ κατὰ ἀριθμὸν ἀγγέλων τὰ ὅρια διέστη τῶν ἐθνῶν; Διὰ τούτου καὶ αὐτὸς κατασκευάζων προσώπων θείων ἀριθμὸν μὴ εἶναι. Τί δὲ ὁ μέγας Διονύσιος καὶ Βασίλειος ὁ μέγας καὶ ὁ ἀδελφὸς καὶ ἀδελφὰ φρονῶν καὶ πᾶς τῶν θεολόγων ὁ χορός, καὶ τὴν θείαν φύσιν ὀνομάζοντες θεότητα, μᾶλλον δὲ προσήκειν τοὔνομα λέγοντες τῇ προνοίᾳ τοῦ θεοῦ καὶ τῇ ἐξουσίᾳ καὶ τῇ θεατικῇ δυνάμει καὶ τοῖς παραπλησίοις, ἆρ’ οὐχ ἕνα ἴσασιν ὄντα τὸν δημιουργὸν ἁπάντων; Ἢ ἕνα μέν, ἀλλὰ τρισυπόστατον καὶ παντοδύναμον καὶ ὡς μὲν τρεῖς ὑποστάσεις ἔχοντα τρισυπόστατον αὐτόν, ὡς δὲ πολλὰς καὶ διαφόρους δυνάμεις μᾶλλον δὲ πάσας παντοδύναμον; Εἰ δέ τις φαίη πάλιν τῷ πάντα δύνασθαι, ἀλλ’ οὐ τῷ δυνάμεις ἔχειν, καλεῖσθαι παντοδύναμον, οὐκοῦν οὐδὲ τῷ τρεῖς ὑποστάσεις ἔχειν, ἀλλὰ τῷ τρισσῶς ὑφίστασθαι, τρισυπόστατος ἔσται κατ’ αὐτόν.

Κἂν τούτοις διακόψας τὸν λόγον ὁ τὴν ἀρχὴν προκομιστὴς τῆς Ἀκινδύνου λέσχης, ὡς εἶδε μὴ μόνον τὸ παρ’ ἐκείνου προενηνεγμένον, ἀλλὰ καὶ τἄλλα τῶν πεποιημένων Ἀκινδύνῳ κατὰ τῆς ἀληθείας ἐμὲ πρὸς ἀκρίβειαν εἰδότα, σὺν θαύματι λέγειν ἤρξατο· «καὶ πόθεν ἔχεις ταῦτ’ εἰδὼς καὶ ποῦ ποθ’ εὑρηκὼς καὶ ταῦθ’ ἅπαντα συλλήβδην»; Ὁ γὰρ ταλαίπωρος ἐκεῖνος ἀθεάτους ἡμᾶς τούτων οἴεται διαγενήσεσθαι καὶ εἰς τὸν ἔπειτα χρόνον, μοχλοῖς τε καὶ κλείθροις ἀσφαλίζεται, μᾶλλον δὲ σκότῳ δή τινι καὶ ἀφανείᾳ ὡς πλὴν ἑνὸς ἢ δύο τῶν γνησιωτάτων μηδ’ εἰδέναι τοὺς ἄλλους ποῦ γῆς ἐκεῖνα κεῖται. Πόθεν οὖν καὶ ὅπως ἐπὶ τὰς ὑμετέρας ἥκει χεῖρας οὐκ ἔχω συνιδεῖν. Οἶδα, πρὸς αὐτὸν ἔφην, φυλαττόμενον τὰς ἡμῶν ὄψεις τὸν Ἀκίνδυνον καὶ τὰ συγγεγραμμένα οἱ καθ’ ἡμῶν λίαν ἐκθύμως περιστέλλοντα καὶ ταῦτα κατὰ τὴν νῦν ἐμφύλιον στάσιν παρρησίας μετειληφότα καὶ καταπολαύοντα τῆς τοῦ καιροῦ μοχθηρίας. Οἶδα τοίνυν ἐκεῖνον καὶ νῦν περιφεύγοντα τὰς ἡμετέρας ὄψεις. Καὶ τοὺς ἱεροσύλους γὰρ ἴσμεν κρυπτομένους τὰς τῶν ἱερέων ὄψεις, ἀφ’ ὧν τά τε κλέμματα ἐκεῖνα καὶ τὰς κατὰ τῶν ἱερῶν σκευῶν ἀνιέρους ἐγχειρήσεις ἐς τὰ μάλιστα περιαιροῦσιν.

Ἀλλ’ ὁ θεὸς οὐκ ἀφίησιν ἀνέκφορα τὰ παρακεχωρημένα γεγενῆσθαι εἰς τὸ καταπαίζεσθαι ὑπὸ τῶν θεραπευτῶν τῆς ἀληθείας. Φέρε δὴ νῦν ἐπειδὴ διέκοψας τὴν ἐπὶ τἄλλα τῶν Ἀκινδύνου πρόοδον τῆς ὁμιλίας ἐπὶ τὴν ἀνεγνωσμένην παρὰ σοῦ τὴν ἀρχήν, ἣν αὐτὸς ἔφης ἐκείνου ῥητορείαν ἐπανέλθωμεν, ἀνετάσοντες τὸ πρῴην ὑπολελειμένον εἰ μὴ καὶ τοῦτο ληρωδία μᾶλλον ἢ ῥητορεία. Φησὶ τοίνυν πρὸς ἡμᾶς, ἵνα συνελὼν ὡς οἷόν τε πάλιν ἐνταῦθα προκομίσω· «πῶς θεοποιεῖν λέγετε τὴν ἀνούσιον καὶ ἀνυπόστατον τοῦ θεοῦ χάριν καὶ ἐνέργειαν; Καὶ ὃ περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος οἱ πατέρες ἔλεγον, πῶς οὐ θεὸς τὸ θεοποιοῦν, τοῦθ’ ὑμεῖς περὶ τῆς τοιαύτης χάριτος ἀμαθῶς καὶ δυσσεβῶς φατε. Ὥστε δυοῖν θάτερον, ἢ τὰς τοιαύτας ἐνεργείας κοινωνεῖν τοῦ ἐκείνων ἀξιώματος καὶ ὑποστάσεις εἶναι πάσας ἢ τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ ἐκείνων ὡς εἶναι καὶ ταῦτα ἀνούσια καὶ ἀνυπόστατα καὶ ἀλλότρια τῆς θείας οὐσίας καὶ ὅσα τούτοις ἕπεται». Πρὸς ὃν φαῖμεν ἂν ἡμεῖς· ἆρ’ οὐκ αἰσθάνῃ σὺ σαυτοῦ καταμαρτυρῶν ἀρτίως;

Σὺ γὰρ νῦν τυγχάνεις ἀποφαινόμενος ἴδιον εἶναι τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὸ θεοποιεῖν καὶ ὁμολογεῖς τοὺς ἁγίους φάναι, πῶς οὐ θεὸς τὸ θεοποιοῦν, ἡνίκα τοίνυν τοῦ μεγάλου Διονυσίου λέγοντος ἀκούων, «εἰ θεότητα νομίσαις τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου καθ’ ὃ θεούμεθα καὶ τοῦτό ἐστιν ἀρχὴ τοῦ θεοῦσθαι, τῆς οὕτω λεγομένης θεότητος ὁ ὑπεράρχιός ἐστιν ἐπέκεινα», κτιστὸν ἀποφαίνῃ τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου καὶ τὴν θεοποιοῦσαν θεότητα, δηλαδὴ τὴν χάριν τοῦ πνεύματος, ὡς ἀρχὴν τῶν θεουμένων οὖσαν, δῆλος εἶ τὸ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰς κτίσμα κατασπῶν. Ἐπειδὴ γὰρ ἰδιαίτατον καὶ μόνου τοῦ υἱοῦ καὶ τοῦ πνεύματος εἶναί τε λέγεις τὸ θεοποιεῖν καὶ κτίσμα τὸ θεοῦν καὶ τὸ θεοποιόν, τὸ δὲ θεοῦν καὶ τὸ θεοποιεῖν καὶ τὸ θεοποιὸν διενήνοχεν οὐδέν, πῶς οὐχ ὁ θεὸς καὶ αὐτὸς ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ θεοποιόν τε καὶ θεοῦν καὶ κτίσμα ὑπάρχον κατὰ σέ; Σὺ μὲν οὖν, εἰ μὴ μετάμελον λήψῃ τῆς ἀσεβείας μετ’ Ἀρείου καὶ Εὐνομίου καὶ Μακεδονίου κείσῃ καὶ τοῦ καταλόγου τῶν ἀποκηρύκτων ἔσῃ δι’ αἰῶνος. Ἡμεῖς δὲ οὐ τοῦ υἱοῦ μόνου καὶ τοῦ πνεύματος εἶναι τὸ θεοποιεῖν φαμεν, ἀλλὰ καὶ τὸν πατέρα θεοποιὸν οὐχ ἧττον ἴσμεν· μετ’ αὐτοῦ γὰρ ἐπὶ τοὺς ἀξίους κατὰ τὴν ἐπαγγελίαν ἀφικνεῖται καὶ ἑνοῦται τούτοις ὁ Χριστός, πάντως δὲ οὐκ ἄνευ τοῦ ἁγίου πνεύματος.

Τριῶν δὲ τοῖς ἑνουμένοις ἐνθεωρουμένων, οὐσίας, ἐνεργείας, ὑποστάσεως, ἑνὶ τούτων ἢ δυσίν, ἀλλ’ οὐ πᾶσιν ἡνῶσθαι τὰ ἐκ διαφόρων ἡνωμένα ἀναγκαῖον, εἰ μὴ μέλλει πείσεσθαι τὴν πρὸς ἄλληλα σύγχυσιν, ἀλλὰ δι’ ἑνὸς ἀμφοτέρων ὄντος τοῦ αὐτοῦ συνδούμενα τῆς τε οἰκείας καταλλήλου σωτηρίας ἀραρότως ἔχειν καὶ τῆς πρὸς ἑκάτερα ἀλληλουχίας. Ἡνῶσθαι τοίνυν θεὸν ἀνθρώπῳ κατ’ οὐσίαν, ὡς μίαν εἶναι τὴν οὐσίαν τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου, μηδ’ εἰς νοῦν ἔλθοι ποτέ τινι τῶν πάντων, τὸ δὲ καθ’ ὑπόστασιν ἡνῶσθαι θείαν ὡς μίαν εἶναι τῶν ἀσυγχύτως ἡνωμένων τὴν ὑπόστασιν, μόνου τοῦ δεσποτικοῦ προσλήμματος, ὃ παντὸς ἀνεπίδεκτον ὑπάρχον σπίλου καὶ τὴν θείαν χάριν καὶ ἐνέργειαν ὁλόκληρον ἐπλούτησεν· οὐ γὰρ ἐκ μέτρου διδόναι τὸ πνεῦμα τὸν πατέρα, ταὐτὸ δ’ εἰπεῖν, λαμβάνειν τὸν υἱὸν ὡς ἄνθρωπον, ὁ βαπτιστής φησιν.

Ὁ δὲ μετ’ ἐκεῖνον ἑρμηνεὺς ἀξιολογώτατος ἐκείνου μὴ τὴν οὐσίαν τοῦ θείου πνεύματος ἐνταῦθα, φησίν, εἰπεῖν τὸν βαπτιστήν, ἀλλὰ τὴν ἐνέργειαν· αὕτη γὰρ ἡ μεριζομένη. Καὶ τοίνυν ἐπεὶ μήτε οὐσίᾳ μήτε ὑποστάσει θείᾳ τῶν θεουμένων ἕκαστος θεοῦται τῷ θεῷ ἑνούμενος, λείπεται τοιγαροῦν ἐξ ἀνάγκης κατὰ τὴν θείαν θεοῦσθαι χάριν τε καὶ ἐνέργειαν, ὃ καὶ Γρηγόριος συνιεὶς ὁ τῆς θεολογίας ἐπώνυμος, «Χριστός», φησί, «διὰ τὴν θεότητα, χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Ὁ δὲ θεόληπτος Μάξιμος, «νεύματι», φησί, «θεοῦ ἐκινοῦντο καὶ Μωυσῆς καὶ Δαβὶδ καὶ ὅσοι τῆς θείας ἐνεργείας χωρητικοί, τῇ ἀποθέσει τῶν ἀνθρωπίνων καὶ σαρκικῶν ἰδιωμάτων γεγόνασιν», οὓς ὁ αὐτὸς καὶ ζώσας ἀλλαχοῦ φησὶν εἰκόνας Χριστοῦ καὶ ταὐτὸν αὐτῷ μᾶλλον κατὰ τὴν χάριν ἢ ἀφομοίωμα.

Καὶ πάλιν, «τῆς εἰκόνος ἀνελθούσης πρὸς τὸ ἀρχέτυπον, ὡς τῆς θείας ἐπειλημμένης ἐνεργείας καὶ πλέον ἡδομένης τῇ ἐκστάσει τῶν ἐπ’ αὐτῆς καὶ ὄντων καὶ νοουμένων διὰ τὴν ἐκνικήσασαν αὐτὴν χάριν τοῦ πνεύματος ὥστε εἶναι μίαν καὶ μόνην διὰ πάντων ἐνέργειαν τοῦ θεοῦ καὶ τῶν ἀξίων θεοῦ». Ὁρᾷς ὅτι κατὰ τὴν τοιαύτην χάριν τε καὶ ἐνέργειαν ἑκάστῳ τῶν θεουμένων ὁ θεὸς ἑνούμενος τὸ ἡνωμένον θεοῖ μίαν δεικνὺς τὴν ἑαυτοῦ τε κἀκείνων ἐνέργειαν;

Τοιαύτην οὖν δύναμιν καὶ ἐνέργειαν ἔχων ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸς καὶ θεοποιός ἐστί τε καὶ λέγεται. Καὶ ὁ θεοποιὸν ἕκαστον τούτων εἰρηκὼς κατὰ ταύτην τὴν ἐνέργειαν θεοποιὸν προσεῖπε· καθ’ ἑαυτὸ γάρ, τουτέστι κατ’ οὐσίαν, τὸ θεῖον ἀνώνυμον. Καὶ ὁ ταύτην εἰρηκὼς θεοποιόν, ὡς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δύναμιν καὶ ἐνέργειαν, οὕτω προσηγόρευσε καὶ δι’ αὐτῆς ἐκεῖνον καὶ οὐχ ἕτερον φησὶ θεοποιόν. Οὐ γάρ ἐστι τῆς δυνάμεως καὶ ἐνεργείας τὸν ἐνεργοῦντα καὶ δυνάμενον διαζεύξαντα καταλαβεῖν ἐφ’ ἑαυτοῦ τὸ λειπόμενον.

Ταῦτ’ ἄρα καὶ ὁ μέγας Διονύσιος ὡς θεαρχίαν καὶ ἀγαθαρχίαν καὶ θεοποιὸν θεότητα καὶ ἀρχὴν τῶν θεουμένων ἐξυμνήσας, ταύτην καὶ ἄκτιστόν τε καὶ ἄναρχον διὰ τῶν ὑψηλῶν τούτων ὀνομάτων δείξας, πῶς γὰρ ἂν εἴη ἡ ἀρχὴ τῶν θεουμένων ἀγγέλων καὶ ἀνθρώπων κτίσμα, ἡ μετεχομένη παρὰ τῶν ὑπερκοσμίων ἁπασῶν λειτουργικῶν δυνάμεων καὶ τὴν ἐν θεῷ μονὴν αὐταῖς παρεχομένη καὶ θεότης ὑπάρχουσα καὶ θεαρχία, ὡς θέωσις ἁπάντων, ἀλλ’ οὐχ ὡς θεώσεως μεταλαχοῦσα;

Πῶς γὰρ ἔσται θέωσις θεώσεως; Ταύτην οὖν ἐξυμνήσας ὁ μέγας ἐκεῖνος ὡς θεοποιόν, ἀλλ’ οὐ θεοπεποιημένην, καὶ ἀμίμητον μίμημα, εἶτα φυλαττόμενος τὴν τῶν πολλῶν διάνοιαν, μή τις τὴν οὐσίαν τοῦτ’ εἶναι νομίσῃ τοῦ θεοῦ καὶ Πρὸς Γάϊον ἐρόμενον πῶς ὑπέρθεος ὁ θεὸς ἀποκρινόμενος, οὐχ ὡς τῶν θέσει θεῶν ὑπερέχων ὁ θεὸς ὑπέρθεός ἐστι, φησίν· οὐ γὰρ ἂν ἦν καὶ πρὸ τῆς κτίσεως ὑπέρθεος, ἀλλ’ ὡς καὶ τῆς θεοποιοῦ ἐνεργείας καὶ θεαρχικῆς θεότητος ὑπερκείμενος, ἅτε κατ’ οὐσίαν ὑπεράρχιος ὑπάρχων καὶ ἀμέθεκτος, οὐ δύο θεοὺς καὶ θεαρχίας ἐνουσίους καὶ ἀνουσίους, ἐνυποστάτους καὶ ἀνυποστάτους, ὑπερκειμένους τε καὶ ὑφειμένους δεικνύς, κατὰ τοὺς Βαρλαὰμ καὶ Ἀκινδύνου λήρους, ἀλλὰ τὰ ἀδιαίρετα τῷ λόγῳ διαιρῶν καὶ τὴν διαφορὰν αὐτῶν ἡμῖν γνωρίζων, ἀλλ’ οὐ διιστὰς ταῦτα καὶ χωρίζων ἀπ’ ἀλλήλων.

Οὕτω γὰρ καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Ἀμφιλόχιον, τὴν ἀγάπην, τὴν χαράν, τὴν εἰρήνην, τὴν χρηστότητα, τὴν σοφίαν, τὴν σύνεσιν, καὶ τὰ παραπλήσια τούτοις διελὼν τοῦ πνεύματος καὶ ἀπαριθμησάμενος, εἶτά φησι, ταῦτα πάντα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ «τὸ μὲν ἐκ θεοῦ πηγάζον, ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν», οὐχ ὡς ἀνυπάρκτους, ἀνυποστάτους τιθέμενος τὰς ἀϊδίους ἐνεργείας τοῦ πνεύματος. Πῶς γὰρ ἂν ἀπηριθμεῖτο ταύτας, ἀλλ’ ὡς μὴ ἐν ἰδίᾳ ὑποστάσει θεωρουμένας; Καὶ τὴν ὑπόστασιν γὰρ τῆς οὐσίας διαιροῦμεν καὶ τὴν πρὸς ἐκείνην διαφορὰν ἐπιδείκνυμεν περὶ αὐτῆς διαλεγόμενοί τισιν ἀλλ’ οὐκ ἔστιν ἰδεῖν ὑπόστασιν χωρὶς οὐσίας. Εἰ δὴ χωρίσας ὁ λόγος ἑκάτερον ὁρῴη καὶ περὶ ἑκατέρου σκέπτοιτο καὶ ἰδίᾳ διεξίοι πρὸς τοὺς δύο ὑποστάσεις λέγοντας ἐπὶ Χριστοῦ κατὰ Νεστόριον, ἐπεὶ καὶ δύο φύσεις, ἢ μίαν τῆς ἁγίας τριάδος ὑπόστασιν κατὰ Σαβέλλιον, ἐπεὶ καὶ μία ἡ οὐσία, δύο θεοὺς ἢ ἕνα σύνθετον ἐξ ἀνουσίων καὶ ἐνουσίων ἐδημιούργησεν; Ἄπαγε τῆς φρενοβλαβοῦς ὄντως ὑπονοίας καὶ τῶν κατηλογημένων λόγων.

Τὸ δ’ ἡμῖν ἐπάγειν τὸν Ἀκίνδυνον τοῖς διαφορὰν δεικνῦσι τῆς θείας οὐσίας τε καὶ ἐνεργείας καὶ πάντων τῶν κατ’ εὐσεβῆ διάκρισιν θεωρουμένων ἐπὶ τοῦ ἑνὸς θεοῦ, ὅτι μεταλήψονται τῶν ἀλλήλων ἕκαστα ἰδιοτήτων, ὡς εἶναι μὲν τὰς ἐνεργείας καθ’ ἑαυτὰς ἐν ὑποστάσει, τὴν δ’ οὐσίαν ἀνούσιον, τὸν υἱόν τε καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀνυπόστατον καὶ μὴ συνορᾶν ὡς τοῦτ’ ἐπ’ ἀληθείας πέπονθεν αὐτός, ὁ τὴν διαφορὰν καὶ τὴν κατ’ αὐτὴν διάκρισιν τῶν θείων ἐνεργειῶν καὶ τῆς θείας οὐσίας ἠρνημένος, πῶς οὐ περιφανῶς ἀνοηταίνοντος;

Καὶ γὰρ ἔστιν οὗ τῶν κατὰ τῆς αὐτοῦ δυσσεβείας ἐξενηνεγμένων μοι βιβλίων, πεντήκοντα ταῖς μεγίσταις τῶν πονηρῶν αἱρέσεων περιπίπτων ὁ Ἀκίνδυνος ἀριδήλως ἀποδέδεικται, τῷ μηδεμίαν διαφορὰν λέγειν οὐσίας τε καὶ ἐνεργείας θείας.

Ἐνταῦθα δὴ τῶν λόγων, ἅλις τῶν τοιούτων, ἐπεφώνησεν ὁ προσδιαλεγόμενος· σὺ γὰρ ὥς γε νῦν πάρεστιν ὁρᾶν, οὐκ ἀναιροῦντι τὰ συγγράμματα καὶ ἀνασκευάζοντι τὰς Ἀκινδύνου καθ’ ὑμῶν ἔοικας κατασκευάς, ἀλλ’ οἷον ἐκφυσῶντι ταύτας οἱονεί τινα χοῦν ἢ τὴν ἀχύρου λεγομένην ἄχνην πρὸς ἄνεμον λικμῶντι. Τῶν τοιούτων οὖν ἀπόχρη. Βίᾳ τοίνυν κατασχὼν σαυτόν, ῥᾳδίως γὰρ οὐκ οἶμαί σε διεσπάσθαι σχεῖν τῆς πρὸς τοὺς ἀντιλέγοντας ἐναγωνίου συμπλοκῆς, ἐκεῖνο φράσον ὃ καὶ πρότερον ἠρόμην, πῶς οὐκ ἐναντία δοκοῦσι πρὸς ἀλλήλους λέγειν, ὅ τε θεολόγος Γρηγόριος καὶ ὁ Δαμασκηνὸς πατήρ, ὁ μὲν θελήσεως τὰ θεληθέντα λέγων, ὁ δὲ μὴ εἶναι θελήσεως τὰ θεληθέντα.

Πρὸς ὃν αὐτὸς ἔφην αὖ· μὴ πολὺς ἴσθι τῷ τῆς θεολογίας γράμματι προσκείμενος· ἀποκτείνει γὰρ τοὺς μὴ περαιτέρω διορῶντας. Οὐκοῦν ἀναπεταννὺς ἀεὶ τὰ πρόθυρα τῆς θεορρημοσύνης, εἴσω πέμπε τὸ τῆς διανοίας ὄμμα καὶ τὸν σκοπὸν καὶ τὸ νόημα κατανόει μοι τῶν ἐνθέων συγγραφέων· οὐδὲν γὰρ ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

Ὁ μὲν γὰρ θεολογικώτατος τῶν Γρηγορίων πρὸς τοὺς διατεινομένους μὴ τοῦ πατρὸς υἱὸν εἶναι τὸν υἱόν, ἀλλὰ τῆς γεννήσεως, ἔτι δὲ καὶ τῆς θελήσεως καὶ ἁπλῶς τῆς οἱασοῦν ἐνεργείας καὶ κινήσεως τὰ γεγονότα, μὴ εἶναι, φησί, τῆς θελήσεως τὸ θεληθὲν ἢ τῆς οἱασοῦν κινήσεως τὸ τελεσθέν, ἀλλὰ τοῦ κινουμένου καὶ τοῦ θέλοντος· αὕτη γὰρ ἐκείνου εἶναι παρίστησιν αὐτό. Καὶ παρὰ τοῦτο τῆς ἐκείνου θελήσεως τὸ θεληθὲν καὶ τῆς κινήσεως εἴη ἂν τὸ τελεσθέν, ἐπειδήπερ ἐκείνου τοῦτό ἐστι τοῦ προκαταρκτικοῦ αἰτίου.

Εἰ δὲ σὺ τὸ δεικτικὸν τῆς πρὸς τὸν θέλοντα σχέσεως, τοῦ θεληθέντος δηλαδὴ τὴν θέλησιν, ὡς διαιρετικὸν ἀπατώμενος ἐκδέχῃ τὸ ὑφεστὸς καὶ μᾶλλον αἴτιον τοῦ θεληθέντος, σκόπει μοι, φησίν, αὐτὸν τὸν θέλοντα, τούτου τιθέμενος τὸ θεληθέν· ἡ γὰρ κίνησις καὶ θέλησις οἱονεί τις σύνδεσμός ἐστι τούτων μεταξύ, οὐχ ἑαυτῆς, ἀλλὰ τοῦ θέλοντος τὸ θεληθὲν δεικνῦσα. Ταῦτα μὲν ὁ μέγας θεολόγος. Ὁ δ’ ἐκ Δαμασκοῦ τῶν θείων εἴπερ τις ἀσφαλὴς διδάσκαλος, πρὸς τοὺς ὁμοίως τοῖς κτίσμασι τὸν υἱὸν λέγοντας ἐκ τοῦ πατρὸς καὶ ὁμοίως ἔχειν ἰσχυριζομένους πρὸς ταῦτ’ ἄμφω τὸν πατέρα, τῶν οἱονεὶ συνδέσμων τούτων, ὧν ἔφθημεν εἰπόντες τὴν διαφορὰν ἐπιδεικνύς, «ἡ μὲν τοῦ θεοῦ δημιουργική», φησίν, «ἐνέργεια, τουτέστιν ἡ χρῆσις καὶ ἡ διὰ τῶν ἀποτελεσμάτων φανέρωσις τῆς τοῦ θεοῦ δημιουργικῆς δυνάμεως, αὐτὸ τὸ κτίζειν, θελήσει καὶ ἀθελησίᾳ ὑπόκειται. Ἡ δὲ γέννησις, δηλονότι τὸ γεννᾶν, ἕπεται τῇ φύσει, ἀλλ’ οὐχ ὑπόκειται θελήσει. Διὸ φύσεως ἔργον οὖσα μόνης, ἀλλ’ οὐχὶ καὶ θελήσεως· ἄναρχος καὶ ἀΐδιός ἐστιν, ἅμα τῇ πηγαίᾳ καὶ θεογόνῳ τοῦ πατρὸς θεότητι καὶ ἀδιαστάτως παντάπασι συνεπινοουμένη».

Ἡ γὰρ κτίσις, δηλαδὴ τό τε κτίζειν ἢ καὶ αὐτὸ τὸ τελεσθὲν ἔργον θελήσεως· ὅτε γὰρ ἠθέλησεν ὁ θεὸς ἐφανέρωσε διὰ τῶν ἀποτελεσμάτων τὴν δημιουργικὴν δύναμιν αὐτοῦ. Διὸ οὐ συναΐδιον τῷ θεῷ τὸ κτίζειν καὶ τὸ κτίσμα. Τὸ δὲ γεννᾶν καὶ τὸ γεγεννημένον φύσει συναΐδιον.

Οὔκουν ὁ Δαμασκόθεν θεολογικὸς φωστὴρ εἶναι τοῦ θέλοντος τὸ θεληθὲν ἀπαγορεύει, καθάπερ ἐκεῖνοι πρὸς οὓς ὁ θεολόγος ἀντιλέγων τοῦ θέλοντος εἶναι κατεσκεύασε τὸ θεληθέν, ἀλλὰ καὶ οὗτος διὰ τῆς θελήσεως τοῦ δι’ ἀγαθότητα θελήσαντος προαγαγεῖν εἶναι κατασκευάζει τὰ τεθελημένα καὶ διὰ τῆς γεννήσεως, υἱόν τε τοῦ πατρὸς τὸν υἱὸν καὶ συναΐδιον αὐτῷ. Βλέπεις πῶς ἓν τὸ παρ’ ἀμφοτέρων περαινόμενον; Ἡμεῖς οὖν κἂν περὶ τὸν λόγον κάμνειν δέῃ τό γε εἰς ἡμᾶς ἧκον οὐδένα τῶν ἁπάντων ἀνήσομεν νομίζειν, ἀλλ’ οὐδ’ ἄλλου του λέγοντος παραδεξαίμεθ’ ἂν ὑπεναντίως ἑαυτοῖς καὶ ἀλλήλοις τοὺς πατέρας ἡμῶν θεολογεῖν, ὃ καὶ ὑμεῖς εἴπερ ἐζητεῖτε, πάλαι ἂν ὁμόλογοι διετελεῖτε τοῖς τε ἁγίοις καὶ ἡμῖν. Ἀλλὰ γὰρ ἐπὶ τῶν ἄρτι μοι προειρημένων, πόσας οἴει τὸν Ἀκίνδυνον συμπλάσαι διθεΐας;

Πολλαὶ γάρ, νῦν ἀναπεφήνασι διαφοραὶ καὶ κατ’ αὐτὰς πολλὰ τὰ ἄκτιστα, ἡ ἀΐδιος φύσις, ἡ ἀΐδιος γέννησις· ἡ μὲν γὰρ ἔργον, ἡ δὲ θεία φύσις, ἧς ἡ θεία γέννησις ἔργον. Ἡ δ’ αὖ θεία θέλησις καὶ αὐτὴ διαφέρει τῆς θείας φύσεως—ἄλλο γὰρ ἔργον ἑκατέρας—ἀλλὰ καὶ τῆς γεννήσεως· ἡ μὲν γὰρ ἔρρον εἴρηται φύσεως, τῆς δὲ θελήσεως ἔργον, ὃ μηδαμῶς προσήκει τῇ γεννήσει.

Πρὸς ταῦτα μειδιάσας ἡδὺ λίαν ὁ προσδιαλεγόμενος, ἐξαναστάς τε καὶ τὰ τελευταῖα προσειπών, οὐκέτι μετὰ τοῦ ὁμοίου θράσους, ἐπανήκει πρὸς τὰς φίλας αὐτῷ διατριβάς. Ἐγὼ δὲ ταῦτ’ ἐπέστειλα τῇ σῇ συνέσει, κἂν μὴ πόρρω βάλλω τοῦ εἰκότος, καὶ τἄλλα τῆς Ἀκινδύνου κακονοίας ὑμῖν ἀντὶ σκοποῦ προθείς, τούτων εὐθὺ πέμπειν παρακαλέσω τὰς ἐκ λόγων βολίδας· χρῆσθαι γὰρ ὑπὲρ εὐσεβείας τῇ δυνάμει τῶν λόγων τοῖς καθ’ ὑμᾶς διὰ βίου περὶ λόγους ἐσχολακόσι τῶν ὀφειλομένων διαφερόντως. Εἰ γὰρ καὶ βίος ὑμῖν ὁ λόγος, ἀλλὰ καὶ πρὸ τοῦ βίου τὸ εὐσεβεῖν ἄνωθεν ἐκ προγόνων, οἷά τινα κλῆρον ὑπερκόσμιον ὄντως, ἐφ’ ὑμᾶς εἰλικρινῆ καὶ ἀμείωτον καταβαίνοντα κεκτημένοις, τὸ τὰ θεῖα φρονεῖν, ὡς εἶναι πολλαχῶς, ἀλλ’ οὐχ ἑνὶ τρόπῳ, πρὸς ὑμᾶς λέγειν ἐκεῖνο τὸ ἀποστολικόν, «ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». Ἐρρωμένος μοι διαβιῴης καὶ τῆς συουργοῦ τροφῆς παραβαλλομένης δαψιλοῦς παρὰ τῆς Ἀκινδύνου Κίρκης ἄγευστος μετὰ τῶν φίλων ἑτέρων· ἀνύσιμον δ’ ἕξεις τὴν εὐχήν, εἰ παρ’ εὐαγοῦς Ἑρμοῦ λαβὼν ἔχεις τὸ λωτόν, καὶ μάλιστ’ ἐπὶ νοῦν, τοὺς τῇ εὐσεβείᾳ δηλονότι συνηγόρους λόγους.