Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς την δέσποινα Παλαιολογίνα

Έπαινος προς την αυτοκράτειρα για τον ζήλο της υπέρ της Ορθοδοξίας. Ανακεφαλαιώνεται η θεολογία περί της άκτιστης ενέργειας του Θεού και η σημασία του συνοδικού τόμου για την τελική αποδοκιμασία της αίρεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Τῌ ΚΡΑΤΙΣΤῌ ΚΑΙ ΕΥΣΕΒΕΣΤΑΤῌ ΔΕΣΠΟΙΝῌ Τῌ ΠΑΛΑΙΟΛΟΓΙΝῌ Οὐδὲν οὕτως ἀναγκαιότατον, οὐδὲν λυσιτελέστατόν τε ἅμα καὶ πρεπωδέστατον τοῖς τοῦ χριστωνύμου γένους κατ’ εὐδοκίαν ἐκ θεοῦ βασιλεύουσιν, ὡς τὸ χρῆσθαι τῇ δυνάμει τῆς ἐκ θεοῦ βασιλείας ὑπὲρ τῆς ἀϊδίου τοῦ θεοῦ βασιλείας, ἣ παρὰ τῶν νῦν αὗθις ἀντικειμένων ἡμῖν εἰς κτίσμα φρενοβλαβῶς κατασπᾶται. Καὶ τοῦτο συνεὶς εἴπερ τις ὁ πολὺς ἐκεῖνος καὶ τὰ πάντα θαυμάσιος ἡμῶν βασιλεύς, ἔδειξεν ἔργῳ τὴν βασιλείαν ἐκ θεοῦ δεδεγμένος, ἅτε ζῆλον ἔνθεον ὑπὲρ τῆς ἐκείνου βασιλείας ἀνῃρημένος καὶ κατασπάσας εἰς τέλος τοὺς τὸ ὕψος ἐκείνης ταπεινοῦν αἱρουμένους.

Τοῦτο καὶ ἡ κρατίστη σὴ βασιλεία, ἁγία ἡμῶν δέσποινα, δι’ ὧν ἤδη πράττεις ἐναργῶς διατελεῖς παριστῶσα· καὶ εἴη σοι τὴν πρᾶξιν εἰς τέλος ἀγαγεῖν καὶ τοὺς τῇ εὐσεβείᾳ πάλιν, ὡς ἐκείνου μηκέθ’ ἡμῖν ὄντος, ἀναιδῶς ἀντιστάντας εἰς τέλος καθελεῖν, ἵν’ ἐκείνῳ καθάπερ τοῖς ἄλλοις ἀγαθοῖς πᾶσιν, οὕτω καὶ τὸν ὑπὲρ θεοῦ ζῆλον ἰσοστάσιος εἴης.

Ἐπεὶ δὲ τῷ θεοκινήτῳ ζήλῳ τὴν βασιλικωτάτην ἐν ἀρεταῖς συγκεκραμένην ἔχουσα φρόνησιν ζητεῖς καλῶς ποιοῦσα μαθεῖν ὡς ἐν ἐπιτόμῳ καὶ κατὰ τὸ ἐγχωροῦν σαφῶς τὰ παρ’ ἡμῶν καὶ τῶν ἀντιθέτων ἡμῶν καὶ φρονούμενα καὶ λεγόμενα περὶ τοῦ θειοτάτου φωτός, οὕτω ταῦτ’ ἔχει. Καὶ τὴν οὐσίαν τοῦ θεοῦ οἱ ἅγιοι ἔστιν οὖ θεότητα ὀνομάζουσι καὶ τὸ φῶς, καθ’ ὃ λάμψας ἀπορρήτως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τοῦ Θαβωρίου ὄρους περιήστραψε τοὺς συναναβάντας μαθητὰς θεότητα ὀνομάζουσιν.

Ὡς οὖν ἡμῶν ἄκτιστον εἶναι φρονούντων μετὰ τῆς ὑπὲρ πᾶσαν ἔκφανσιν οὐσίας καὶ τὴν τοῖς ἀξίοις ἐπιφαινομένην ταύτην ἔλλαμψιν, δύο θεότητας ἀκτίστους πρεσβεύειν, ὑπερκειμένην καὶ ὑφειμένην, ὁ Ἀκίνδυνος κατηγορεῖ, καθάπερ καὶ ὁ Βαρλαάμ, αὐτὸς δὲ μόνην ἄκτιστον εἶναι λέγει θεότητα, καθάπερ καὶ πρότερον ἐκεῖνος, τὴν οὐσίαν τοῦ θεοῦ, τὴν δὲ θείαν ἐκείνην ἔλλαμψιν κτιστήν. Ἐπεὶ δὲ κτιστὴν εἶναι λέγει τὴν θείαν ἐκείνην ἔλλαμψιν, καὶ ὑφειμένην ταύτην εἶναι λέγει πάντως· οὐκοῦν δύο λέγει καὶ αὐτὸς θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην.

Φανερὸν οὖν ὡς πρὸς ἀπάτην τῶν ἀκουόντων τὴν ὑπερκειμένην καὶ ὑφειμένην ἡμῶν κατηγορεῖ θεότητα. Τοῦτο δέ ἐστιν ἀληθῶς δι’ ὃ ἡμῶν κατηγορεῖ· ὅτι τὸ θεῖον καὶ ἀπόρρητον ἐκεῖνο φῶς, ὃ κτιστὸν εἶναί φησιν αὐτός, ἄκτιστον εἶναι πρεσβεύομεν ἡμεῖς, καθάπερ οἵ τε θεοφόροι πατέρες καὶ Χριστὸς αὐτὸς ὁ κατὰ τοῦτο λάμψας καὶ βασιλείαν τοῦ θεοῦ τοῦτο καλέσας ἐδίδαξαν ἡμᾶς. Οὐ γὰρ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ δούλη καὶ κτιστή· μόνη γὰρ αὕτη παντὸς μᾶλλον ἀβασίλευτος καὶ ἀήττητος καὶ χρόνου παντὸς καὶ αἰῶνος ἐπέκεινα.

Οὕτως οὖν ἡμεῖς ἕνα κατὰ τὸν μέγαν Ἀθανάσιον ἐν μιᾷ θεότητι σέβομεν θεόν, οὐ κατὰ τὴν οὐσίαν μόνην ἄκτιστον, ἀλλὰ καὶ κατὰ τὰ περὶ τὴν οὐσίαν θεωρούμενα καὶ θεολογούμενα, τὴν δύναμιν, τὴν θέλησιν, τὴν ἀγαθότητα, τὸ φῶς, τὴν ζωὴν καὶ τὰ τοιαῦτα, καὶ ὡς μιᾶς καὶ τῆς αὐτῆς οὔσης τῶν τριῶν προσώπων καὶ τῆς οὐσίας καὶ τῆς ἐλλάμψεως καὶ ἁπλῶς πάσης δυνάμεως καὶ ἐνεργείας θείας. Ὁ δὲ Ἀκίνδυνος ἀθέσμως εἰς κτιστὰ καὶ ἄκτιστα τὸν ἕνα θεὸν διχοτομεῖ καὶ εἰς δύο θεότητας ἐκφύλους καὶ ὄντως ὑπερκειμένην τε καὶ ὑφειμένην τὴν μίαν κατατέμνει θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὴν μὲν οὐσίαν τοῦ θεοῦ ὑπερκειμένην λέγων, ὡς μόνην κατ’ αὐτὸν ἄκτιστον θεότητα, τὸ δὲ φῶς ἐκεῖνο ὑφειμένην, ὡς κτιστὴν θεότητα. Ποιεῖ δὲ κτιστὴν ἐντεῦθεν καὶ τὴν οὐσίαν τοῦ θεοῦ· οὗ γὰρ ἡ ἔλλαμψις κτιστή, ἄκτιστον αὐτὸ οὐκ ἔστι. Τὸ δὲ πλῆθος τῶν ἄλλων πονηρῶν αἱρέσεων, αἷς ἐντεῦθεν περιπίπτει, ἡ τοῦ νῦν γράμματος συντομία οὐ χωρεῖ. Καθάπερ δὲ ὁ Σαβέλλιος ἐν τῷ μὴ διαφέρειν λέγειν τοῦ πατρὸς τὸν υἱὸν μὴ ἔχειν υἱὸν τὸν πατέρα ἐδογμάτιζεν, οὕτως ὁ Ἀκίνδυνος, ὅταν λέγῃ μηδενὶ διαφέρειν τὴν θείαν ἐκείνην ἔλλαμψιν καὶ ἐνέργειαν τῆς οὐσίας τοῦ θεοῦ, οὐκ ἔχειν φησὶν ἐνέργειαν τὴν οὐσίαν τοῦ θεοῦ.

Ὁ δὲ τοῦτο λέγων μετὰ τοῦ μεσσαλιανὸς εἶναι καὶ ἀναιρεῖ τελέως τὸν θεόν, ἑαυτὸν ἄθεον ὑπάρχοντα δεικνύς· τὸ γὰρ μὴ ἔχον ἐνέργειαν οὐδαμῶς ἐστι κατὰ τοὺς θεολόγους.

Διὰ τοῦτο τὸ θεῖον ἐκεῖνο καὶ προσκυνητὸν στόμα τοῦ τρισμακαρίστου καὶ ἁγίου μου αὐθέντου καὶ βασιλέως διὰ τοῦ συνοδικοῦ φησι τόμου, «ὡς εἰ καὶ πρὸς τοσοῦτον ὕψος θεωρίας ἀνέδραμον ἐν τῷ Θαβὼρ οἱ συναναβάντες τοῦ κυρίου μύσται, χάριν καὶ δόξαν εἶδον θείαν, ἀλλ’ οὐ τὴν φύσιν αὐτήν, τὴν χορηγοῦσαν τὴν χάριν». Καὶ γὰρ ἴσμεν ἐκείνην ὑπὸ τῶν θείων λογίων μεμυημένοι ἀμέθεκτον, ἄληπτον, ἀόρατον καὶ αὐταῖς ταῖς ὑπερκοσμίοις καὶ ἀνωτάτω δυνάμεσι. Νῦν δ’ οἱ καταφρονήσαντες καὶ θεοῦ καὶ τῶν τοῦ θεοῦ ἁγίων καὶ τοῦ ἐκ θεοῦ βασιλέως ἡμῶν ἐκείνου καὶ τῆς συνοδικῆς ἐξετάσεώς τε καὶ ἀποφάσεως καὶ τῶν ἐπὶ ταύτῃ φρικωδεστάτων δεσμῶν καὶ ἀναθεματισμῶν, ἡμᾶς μὲν οὕτως εὐσεβῶς φρονοῦντας καὶ τοὺς ἡμῖν ὁμοφρονοῦντας ἀποκηρύττουσιν, Ἀκίνδυνον δὲ καὶ τοὺς οἶος αὐτὸς τἀναντία δυσσεβῶς φρονοῦντας συνηγοροῦσι καὶ στηρίζουσι παντὶ τρόπῳ κοινωνοὺς ἔχειν καὶ συλλειτουργοὺς σπουδάζοντες.