Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Εὐχαί

Γρηγόριος Παλαμᾶς

Β΄ Ευχή προ της πύλης της πόλεως

Προσευχή κατά την είσοδο στην πόλη, που περιλαμβάνει αναδρομή στη θεία οικονομία, εξομολόγηση των αμαρτημάτων του λαού και δέηση υπέρ της Εκκλησίας και των αρχόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 4

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Βʹ ΕΥΧΗ ΠΡΟΣ ΤΟΝ ΘΕΟΝ ΗΝ ΠΡΟ ΤΗΣ ΠΥΛΗΣ ΤΗΣ ΠΟΛΕΩΣ ΗΥΞΑΤΟ ΣΥΝΗΘΩΣ ΟΤΕ ΤΗΝ ΑΡΧΗΝ ΕΜΕΛΛΕΝ ΕΙΣΕΛΘΕΙΝ Θεὲ θεῶν, ἅγιε ἁγίων, εὐδιάλλακτε, μακρόθυμε, ἀνεξίκακε δέσποτα. Σὺ πατὴρ οἰκτιρμῶν ὑπάρχεις, σὺ κύριος ἐλέους, σὺ Θεὸς πάσης παρακλήσεως· σοῦ τὸ πλῆθος τῆς εὐσπλαγχνίας ἀνεκδιήγητον καὶ τὸ τῆς φιλανθρωπίας πέλαγος ἄφατον· σὲ πατέρα κατὰ χάριν ἐπιγραφόμεθα, τὸν μόνον φύσει Θεὸν καὶ βασιλέα ἡμέτερον, καὶ σὲ μόνον ἐπικαλούμεθα, ὅτι καὶ τὸ σὸν ὄνομα διὰ μόνην τὴν σὴν ἀγαθότητα καὶ τὴν δι’ ἡμᾶς ἀπόρρητον συγκατάβασιν ἐφ’ ἡμᾶς ἐπικέκληται.

Τὸν γὰρ ἄνθρωπον ἐκ γῆς πλάσας καὶ παρ’ αὐτοῦ διπλασιάσας αὐτόν, ἵν’ ἔχῃ βοηθὸν κατ’ αὐτόν, ἐνδιαιτᾶσθαι τοῦτον εὐδόκησας τῇ τοῦ ἀκηράτου παραδείσου τρυφῇ ζωῆς αὐτῷ παρασχόμενος ἐντολήν. Ἀλλὰ καὶ τὴν ζωοποιὸν ταύτην ἐντολὴν οὐκ εἰς μακρὰν ἀπωσάμενον αὐτὸς τοῦτον οὐκ εἰς τέλος ἀπώσω, πολυέλεε δέσποτα· θανάτῳ δὲ διακόψας τὴν ἁμαρτίαν ταῖς ἐξ ἀλλήλων διαδοχαῖς, οὐκ ἀθάνατον μόνον, ἀλλὰ καὶ πολυπληθὲς τὸ γένος ἐποίησας. Καὶ συναυξηθεῖσαν αὐτῷ πάλιν τὴν ἁμαρτίαν ἰδών, τῷ παγκοσμίῳ ἐκείνῳ κατακλυσμῷ περιέτεμες μὲν συμφερόντως, οὐκ ἐξέτεμες δέ, ἀλλὰ δευτέρου κόσμου σπέρματα ἐφύλαξας, Νῶε τὸν ἐν τῇ γενεᾷ αὐτοῦ κατ’ ἀρετὴν τέλειον πατέρα τῶν ἐφεξῆς καταστήσας, ᾧ καὶ ὑπέσχου μηκέτι δι’ ὀργῆς ποιήσασθαι μηδ’ ἐπ’ ἀπωλείᾳ κατακλῦσαι πᾶσαν τὴν γῆν.

ᾨκονόμεις δὲ πολυτρόπως τοὐντεῦθεν πελάγει χρηστότητος διὰ τῆς σῆς ἐπὶ γῆς παρουσίας ἐπικλῦσαι πᾶσαν τὴν γῆν· ὃ καὶ προδιατυπώσας καὶ πολυειδῶς προκαταγγείλας, ὕστερον δὲ τελέσας ἐμφανῶς διὰ σαρκὸς ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης, λουτρῷ παλιγγενεσίας δι’ ὕδατος καὶ πνεύματος ἀναγεννήσας ἡμᾶς καὶ ζωοποιοὺς πάλιν ἐντολὰς ἡμῖν χαρισάμενος· τοῖς δὲ σοῖς πάθεσι τὰ πάθη θεραπεύσας ἡμῶν καὶ τῷ θανάτῳ σου καταργήσας τὸν θάνατον καὶ διὰ τῆς ἀναστάσεως τελέως ἀνακαινίσας τὴν παλαιωθεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν, ἀνήγαγες αὐτὴν καὶ ἐνίδρυσας ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· ἵνα καὶ ἡμεῖς ἐν οὐρανῷ τὸ πολίτευμα ἔχοντες διὰ τοῦ πρὸς σὲ βλέπειν καὶ τῶν σῶν ζωοποιῶν ἐντολῶν ἀντεχόμενοι καὶ τὴν σὴν εἰρήνην, ἣν ὡς κληρονομίαν ἀκήρατον ἡμῖν ἐδωρήσω, κατέχοντες, πρὸς ἀλλήλους ἓν ὦμεν ἐν σοὶ τῷ τῆς εἰρήνης δοτῆρι καὶ χορηγῷ.

Ἀλλ’ ἡμεῖς πάλιν ἀπωσάμεθα τὰς ἐντολάς σου, ἠγνοήσαμεν ἀλλήλους, ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε μήπω συνήγαγες ἡμᾶς εἰς ἕνα Θεόν, μίαν πίστιν, ἓν βάπτισμα, μίαν κοινωνίαν ἀπόρρητον καὶ ἑνοποιόν, τὸ σὸν αἷμα· ὃ ἐξέχεας μὲν εἰς λύτρον ὑπὲρ ἡμῶν πεπραμένων ταῖς ἁμαρτίαις ἡμῶν, ἔδωκας δὲ ἡμῖν εἰς πόμα σεαυτῷ καὶ ἀλλήλοις ἡμᾶς ἀνακιρνῶν τε καὶ συναλλάττων. Καὶ μετὰ τὸ λαβεῖν τὴν τῆς σῆς χάριτος περιουσίαν ἀπεδημήσαμεν εἰς χώραν μακρὰν ἐστερημένην τοῦ φωτὸς τῆς χάριτος, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας ὡς ἀνεπιγνώμονες τῶν ἐντολῶν σου ἐπορεύθημεν· τοιοῦτοι δὲ γεγονότες κατ’ ἀλλήλων μεμήναμεν, καὶ ταῖς ἀλλήλων ἐπιχαίρομεν οὐ συμφοραῖς μόνον, ἀλλὰ καὶ σφαγαῖς, μηκέτι φέροντες ἐν ἑαυτοῖς εἰκόνα σοῦ τοῦ τῆς ἀγάπης πατρός, ἀλλ’ ἐκείνου, φεῦ, ὃς ἐξ ἀρχῆς ἀνθρωποκτόνος ἐστί. Τί δεῖ λέγειν τὰς ἡμετέρας ἐπιορκίας, τὰς αἰσχρολογίας, τὰς αἰσχρουργίας, τοὺς κατ’ ἀλλήλων ἀφανεῖς δόλους, τὰς κατ’ ἀλλήλων συκοφαντίας, τοὺς κατ’ ἀλλήλων φανεροὺς πολέμους, τὰς πλεονεξίας, τὰς ἁρπαγάς;

Ὄντως εἰς βάθος κακῶν ἐνεπέσομεν, ὄντως δειναῖς σειραῖς ἁμαρτημάτων περιεσφίγχθημεν. Σοῦ μόνου λῦσαι τὰς σειρὰς πάλιν· σοῦ μόνου τῆς ἁμαρτίας ἀνακαλέσασθαι. Μνήσθητι δὴ τῶν ἀρχαίων σου οἰκτιρμῶν. Μνήσθητι τοῦ ἀπ’ αἰῶνος ἐλέους σου· ὡς ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἐταράχθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐπίστρεψον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα διὰ τὰς δεήσεις ἡμῶν καὶ τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Ἔχομεν τὸν ἡμεδαπὸν καὶ ἡμέτερον πολιοῦχον, τὸ μέγα τῆς οἰκουμένης θαῦμα, τὸ μέγα τῶν σῶν μαρτύρων ὡράϊσμα, τὸν πολὺν ἐν πᾶσι καὶ θαυματουργὸν καὶ μυροβλήτην Δημήτριον, ὑπὲρ ἡμῶν πρεσβεύοντα· τούτῳ συνᾴδων συνεξιλάσκεταί σου καὶ συνεκκαλεῖται τὸν ἔλεον χορὸς ἀποστόλων, δῆμος μαρτύρων, στῖφος προφητῶν, ἀρχιερέων κατάλογος, ὁσίων πάντων ὁμήγυρις.

Τούτων καὶ αὐτὸς θαρρῶν ταῖς πρεσβείαις ὁ σὸς διὰ τὴν σὴν χάριν λειτουργὸς καὶ σὲ κατὰ τοῦτο μιμούμενος τὸν ἄραντα τὴν ἁμαρτίαν τοῦ κόσμου, τὰς ἁμαρτίας καὶ αὐτὸς ἄρας καὶ τὰ παραπτώματα τοῦ λαοῦ τούτου, ὃν λόγοις ἀρρήτοις προνοίας ἐνεπίστευσας τῇ ἐμῇ ταπεινότητι, τῷ πελάγει προσάγω τῶν σῶν οἰκτιρμῶν, καὶ σοῦ δέομαι τοῦ τὴν παλαιὰν ἀρὰν ἀφανίσαντος καὶ τὴν ἡμετέραν φύσιν ἀνακαινίσαντος, ἔκπλυνον καὶ νῦν τὸν ἐξ ἀφροσύνης προσγενόμενον ῥύπον τῷ λαῷ τούτῳ καὶ τὸ αἶσχος ἀνακαθάρας αὐτῶν, «πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις αὐτῶν» καὶ δὸς αὐτοῖς μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον.

Ἀπάλλαξον αὐτοὺς τῆς πρὸς ἀλλήλους ἔριδος. Κατάλλαξον αὐτοὺς πρὸς σεαυτὸν καὶ ἀλλήλους. Εὐδόκησον αὐτοὺς ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ τὸν ἑξῆς βιῶσαι χρόνον, ὑποταγὴν καὶ εὐμένειαν ἔργοις καὶ λόγοις ἐνδεικνυμένους τὴν ἐποφειλομένην τε καὶ προσήκουσαν πρός τε τοὺς θειοτάτους ἡμῶν βασιλεῖς, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν σὴν ἱερὰν ἐκκλησίαν καὶ ἡμᾶς τοὺς κατὰ τὴν σὴν μόνην χάριν ταύτης προεστηκότας· ἵνα καὶ βασιλεῖς καὶ βασιλευόμενοι, καὶ ποιμένες καὶ ποιμαινόμενοι, πρὸς ἓν βλέποντες, τὸ σὸν ἅγιον θέλημα, καὶ ὑπὸ σοῦ ποδηγούμενοι, καὶ τὴν νῦν εὕρωμεν εὐζωίαν καὶ τῆς μελλούσης ἐπιτύχωμεν μακαριότητος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ συνανάρχου σου πατρός, μεθ’ οὗ σοὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ σου πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.