Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Εὐχαί

Γρηγόριος Παλαμᾶς

Δ΄ Ευχή για την ανομβρία

Ικεσία προς τον Δημιουργό για την κατάπαυση της ξηρασίας και την αποστολή ευεργετικής και καρποφόρου βροχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 4

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Δʹ ΕΥΧΗ ΕΠΙ ΑΝΟΜΒΡΙΑι Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων καὶ διαμένων εἰς τοὺς αἰῶνας, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας καὶ περιθεὶς αὐτοῖς κύκλῳ τὸν οὐρανὸν ἐν συνέσει, ὁ στενάζων ἐν ὕδασι τὰ ὑπερῶα καὶ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς καὶ «ποτίζων ὄρη ἐκ τῶν ὑπερώων», ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ προμηθῶς αὐτὸ πάλιν ἐκχέων ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ὡς ἐκ καρποῦ τῶν ἔργων σου χορτάζεσθαι αὐτήν· σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν τὸν βραδὺν εἰς ὀργὴν καὶ ταχὺν εἰς ἀντίληψιν, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν δεομένων σου διὰ τὸ πλῆθος τῶν πλημμελημάτων ἡμῶν.

Ἴσμεν ἀναξίως πολιτευόμενοι τῆς σῆς ὑπὲρ ἡμῶν ἀπορρήτου κενώσεως καὶ μέχρις ᾅδου συγκαταβάσεως καὶ τῆς ὑπερδεδοξασμένης ἐπανελεύσεως, ἀλλ’ οἴδαμέν σου καὶ τὴν ἀήττητον φιλανθρωπίαν καὶ τὴν ἀδαπάνητον ἀγαθότητα· διὸ καὶ προσρίπτοντες ἡμᾶς αὐτοὺς εἰς τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν, σοὶ τὴν ἐκτενῆ ταύτην ἱκεσίαν προσάγομεν, καὶ σὲ παρακαλοῦμεν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπὸ τῶν αἰτούντων καὶ προσδοκώντων ἐκ τῆς σῆς παντουργοῦ καὶ παναγάθου προνοίας ὑετὸν ἀγαθότητος· ἀλλ’ ἔντειλαι ταῖς νεφέλαις τοῦ βρέξαι καὶ ὄμβρον δοῦναι καρποφόρον ἡμῖν, βροχὴν ἑκούσιον ἀφορίζων τῇ κληρονομίᾳ σου καὶ τὸν αὐχμὸν καὶ τὴν ἀλέαν εἰς εὐκρασίαν μετασκευάζων ὑγιεινὴν καὶ σωτήριον. Ἔμπλησον τὸ τῆς γῆς πρόσωπον καιρίως, ὑετοὺς γονίμους αὐτῇ καταπέμπων, ὡς ἐξάγειν ἄρτον ἡμῖν εἰς βρῶσιν καὶ οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου καὶ χλόην τοῖς κτήνεσιν· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, λαβεῖν παρὰ σοῦ τροφὴν εἰς εὔκαιρον, ἐπὶ σοί τε πεποίθαμεν καὶ ἐκτός σου ἄλλον Θεὸν οὐκ οἴδαμεν.

Σὺ γὰρ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.