Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Ιστορικό πλαίσιο και έλεγχος της ψευδούς διήγησης του Νικηφόρου Γρηγορά

Αναίρεση των συκοφαντιών του Γρηγορά για τα ιστορικά γεγονότα, τον αυτοκράτορα, τον Συνοδικό Τόμο και υπεράσπιση της Ορθοδοξίας και του προσώπου του Γρηγορίου Παλαμά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 15

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΓΡΗΓΟΡΑ ΨΕΥΔΟΓΡΑΦΙΑΣ ΟΜΟΥ ΚΑΙ ΔΥΣΣΕΒΕΙΑΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ Μεταλαχεῖν ἀθλίως τὸν Γρηγορᾶν, τῶν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου κακοδόξων δοξῶν, ἐκ πολλοῦ τε καὶ διὰ πολλῶν ἐμάθομεν· ὅτι δὲ καὶ τῶν κακοήθων ἐκείνων μετείληχεν ἠθῶν ἐντυχόντες τῇ παρ’ αὐτοῦ συγγεγραμμένῃ καὶ ὠνομασμένῃ διηγήσει ἔγνωμεν καὶ τοῦ πάθους ᾠκτείραμεν. Ὠνομασμένῃ δὲ εἶπον, ἐπεὶ μὴ διήγησίς ἐστι μᾶλλον ἢ διηγήσεως πλάσμα· τοσοῦτον αὐτῇ τὸ ψεῦδος καὶ ἐγχεῖται καὶ περιχεῖται κύκλῳ περιλιμνάζον καὶ πρὸς τὰ ἔνδον χωροῦν, κατὰ μίμησιν τῆς παρὰ τοῦ Ἀκινδύνου συγγεγραμμένης καὶ ὠνομασμένης διηγήσεως, ἣν ἐποιήσατο μετὰ τὸ καταδίκῃ συνοδικῇ καὶ ἀναθέματι καθυποβληθῆναι, τῆς συνόδου ὡς αὐτὸν δικαιωσάσης ἀνερυθριάστως καταψευδόμενος.

Ἴδοις δ’ ἂν οὐ μόνον μίμησιν οὖσαν πρὸς τὴν Ἀκινδύνου, τὴν παρὰ τοῦ Γρηγορᾶ νῦν ὠνομασμένην διήγησιν, ἀλλ’ ἐν τοῖς πλείστοις καὶ μετάληψιν οὖσαν ἐκεῖθεν μᾶλλον ἢ μίμησιν. Πάντα γὰρ ὅσα ἐκεῖνος ὁ ἄθλιος ἐκεῖ κατὰ τοῦ Θεοῦ λέγει καὶ ἃς οἴεται τῆς οἰκείας κακοδοξίας προβάλλεσθαι μαρτυρίας μεταλαβὼν ἐκεῖθεν ὡς οἰκείοις ὁ Γρηγορᾶς αὐτολεξεὶ χρῆται.

Τὸ δὲ ἀνόητον, εὐθὺς αὐτῷ τῆς κατὰ τὴν ὠνομασμένην ταύτην διήγησιν ἀρχῆς, ἄριστον εἶναι φίλων ἑαυτῷ λέγει τὸν διηγούμενον, μᾶλλον δὲ τὸν ὑπ’ αὐτοῦ πεπλασμένον ὡς διηγούμενον, οὐδὲ τοῦτο συνείς, ὡς πᾶσιν εὐθὺς κατάδηλος ἔσται προάγων τὸν συγκαλύψοντα τὴν αἰσχύνην, ἣν ὑπέστη παρρησίᾳ τοῦ θειοτάτου βασιλέως καὶ τῶν περικαθημένων καὶ περιϊσταμένων ἐνώπιον, ἐξελεγχθεὶς παρὰ τοῦ σοφοῦ τὰ θεῖα Θεσσαλονίκης, ὡς μεμωραμένος ὑπάρχων σοφὸς καὶ φρενοβλαβὴς καὶ κακόδοξος.

Ἔδει δὲ αὐτὸν τοῦτο γοῦν συνιδεῖν, εἰ μηδὲν ἄλλο, τῶν αὐτῷ φίλων ἐκλέξασθαι τὸν πιθανόν τι γοῦν δυνάμενον εἰπεῖν· οὕτω γὰρ ἂν ἴσως ἐδυνήθη σκεπασθῆναι τῷ ψεύδει. Νῦν δ’ ὃν πλάττεται προαγαγεῖν, ὃν ἑαυτὸν δείκνυσιν εἶναι διὰ τῆς ἐπιγραφῆς, ἀνακόλουθα καὶ αὐτεπίβουλα καὶ ἀσύστατα κἀντεῦθεν καὶ ἀπίθανα τελέως φθέγγεται. Λέγει μὲν γὰρ «ὀψὲ τῆς ὥρας» γενέσθαι τὴν διάλεξιν, «μετὰ δύσιν ἡλίου» τοῦτο μόνον ἀληθὲς προθείς· εἶτα τοσαῦτά φησι τῶν ὑπὸ τοῦ Παλαμᾶ παραλιπεῖν, μάτην, ὡς αὐτός φησι, καὶ περιττῶς εἰρημένων, ὡς μηδὲν τῇ παρούσῃ προσήκοντα χρείᾳ.

Τοσαῦτα τοίνυν δείκνυσι παραλιπών, ὡς μὴ ἂν ἀρκέσαι πρὸς ἐκεῖνα μόνα πᾶσαν ἐκείνην τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν· τοσαῦτα δὲ τὸν Γρηγορᾶν εἰπεῖν ἔπειτα, νῦν μὲν τὰ καθ’ ἑαυτὸν διηγούμενον, νῦν δὲ τὴν τραγῳδίαν τῶν, ὡς αὐτὸς λέγει, κατὰ τῶν ὁμοδόξων ἐν πολλοῖς ἔτεσι γεγονότων, ἀνυμνοῦντα μεγαληγόρως, νῦν δὲ ὡς διδάσκαλον οἷον προκαθεσθέντα τοῦ Παλαμᾶ περὶ τῶν θείων δογμάτων, τὸν περὶ τὰ θεῖα πλημμελῆ, τοῦ περὶ ταῦτα παντάπασιν ἀσφαλοῦς καὶ συνηγόρου τῆς ἀσφαλείας τὸν μωρανθέντα σοφὸν τοῦ σοφισθέντος παρὰ Θεοῦ, τὸν μηδὲ μαθητὴν ἠξιωμένον εἶναι τῆς Ἐκκλησίας Χριστοῦ, τοῦ κεχειροτονημένου καὶ διὰ τῶν ἔργων διδασκάλου περιφανῶς δεικνυμένου τῆς ἐκκλησίας Χριστοῦ, τοσαῦτα γοῦν ἔπειτα τὸν Γρηγορᾶν εἰπεῖν δείκνυσιν, ὡς μηδὲ πρὸς ταῦτα νυχθήμερον ἕτερον ἀρκέσαι. Ἃ δὲ καὶ ὡς ἐν κεφαλαίῳ φησὶν αὐτὸς κατὰ τὴν διήγησιν προθεῖναι ταύτην, πλειόνων κἀν τῷ μέσῳ παρειλημμένων, ὡς αὐτὸς λέγει, ταῦτα δὲ πάρεστιν ὁρᾶν οὐχ ἡμισείας νυκτός, καθ’ ἣν ἡ διάλεξις ἐκείνη συνετελέσθη, ἀλλὰ πολλῶν νυκτῶν τε καὶ ἡμερῶν δεόμενα.

Οὕτω καὶ ἀπ’ ἀρχῆς ταύτης, τοῖς καὶ μικρὸν ἐφιστᾶσι, καταγέλαστόν ἐστι καὶ κατάκριτον ὡς ψεῦδος αὐτόχρημα τὸ τοῦ Γρηγορᾶ τοῦτο σύγγραμμα. Πόσοις δὲ καὶ ἄλλως ψεύδεσι κατὰ τοῦ Παλαμᾶ χρῆται, πόσαις δὲ διαβολαῖς καὶ συκοφαντίαις ἀσυστάτοις μέντοι καὶ ἀνακολούθοις, πόσαις δὲ ὕβρεσι καὶ λοιδορίαις ἐκτόποις ἄγαν καὶ τὸν μὲν ἀκούοντα κακῶς μακαριστὸν ἀποφαινούσαις κατὰ τὴν δεσποτικὴν καὶ θεσπεσίαν ψῆφον, τὸν δὲ λέγοντα μᾶλλον αἰσχυνούσαις καὶ δεικνύσαις αὐτὸν κατὰ τὸ γεγραμμένον «οἷόν τι κῦμα ἄγριον, ἐπαφρίζοντα τὰς ἑαυτοῦ αἰσχύνας». Πῶς δ’ ἂν ἐφείσατο τοῦ Παλαμᾶ ὁ μὴ τοῦ εὐσεβεστάτου φεισάμενος βασιλέως, μηδ’ αὐτῆς αὐτοῦ τῆς εὐσεβείας ὁ δείλαιος· μᾶλλον δὲ πῶς ἂν ἐφείσατο καὶ βασιλέως καὶ ἀρχιερέως ὁ τοῦ Θεοῦ μὴ φειδόμενος, ἀλλὰ καὶ τοῦτον νῦν μὲν εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομῶν, νῦν δὲ συστολῇ πονηρᾷ πρὸς ἀνυπαρξίαν ἀπάγων, μᾶλλον δὲ αὐτὸς διχοτομούμενος ἀληθῶς καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀθέων τιθέμενος. Οὐκ ἀπέχρησε δὲ αὐτῷ τἄλλα, ὅσα παρ’ ἑαυτοῦ τοῦ θειοτάτου καταψεύδεται βασιλέως, ἀλλὰ καὶ αὐτὸν ἑαυτοῦ καταμαρτυροῦντα, βαβαὶ τῆς τόλμης, προάγει λέγοντα, ὡς αὐτὸς ὁ πάντολμος πλάττει, «ἄκων τὸν τόμον ὑπέγραψα, βιασθεὶς ὑπὸ τοῦ τὴν ἐξουσίαν ἔχοντος τηνικαῦτα, οὐκ ἔχων ὅπως ἂν ἐκφύγοιμι τὸ τῆς ὥρας βίαιον». Βαβαὶ τῆς ἀνερυθριάστου ψευδορρημοσύνης!

Ὁ βασιλεὺς βιασθεὶς ἐκύρωσε τὸν κατὰ τῆς εὐσεβείας, ὡς αὐτὸς λέγεις, ὦ σοφὲ κοῦφε Γρηγορᾶ, τόμον; Βασιλεύς, ᾧ καθάπερ ἡ τοῦ κράτους σφραγὶς ἐκ μητρικῆς νηδύος ὡς πᾶς τις ἂν εἴποι καὶ μόνον προσιδών, οὕτω καὶ τὸ εὐσεβὲς ἔμφυτον τῇ τοῦ βασιλεύσαντος αὐτὸν Χριστοῦ χάριτι;

Βασιλεύς, ὃς μόνος, καίτοι μηδ’ εἰς ἡλικίαν παραγγείλας πω μειρακίων, τῷ Βαρλαὰμ εὐμενῶς ποτε προσιδεῖν οὐκ ἠνέσχετο; Βασιλεύς, ὃς τοῖς περιεστῶσιν ἀνδράσι, παῖς ἔτι ὤν, προσέταττεν οἴκοθεν, μᾶλλον δὲ θεόθεν καὶ παρ’ ἡλικίαν ἄρα κινούμενος, τοὺς ἀκινδυνιανοὺς ἐξελαύνειν τῶν βασιλείων; Καίτοι περὶ ὑπογραφῆς, καὶ ταῦτα βασιλικῆς, ἐπ’ ἐκείνης τῆς διαλέξεως οὐδὲν οὐδαμῇ παρ’ οὐδενὸς ἐρρήθη.

Ὁ δὲ Γρηγορᾶς ποθῶν ὡς ἔοικεν εἶναι πάντας ἢ νομίζεσθαι κατ’ αὐτὸν δυσσεβεῖς, ὡς ἐν τῷ κοινῷ τὸ κατ’ αὐτὸν κρύπτοιτο, καὶ τοῦ θειοτάτου τοιαῦτα κατετόλμησε βασιλέως, ὃς ὑπέγραψε μὲν τὸν τόμον, ὡς καὶ αὐτὸς ὁ Γρηγορᾶς ἐμαρτύρησεν, ὑπέγραψε δὲ οὐ βιασθείς, ἄπαγε, ἀλλὰ πρῶτον μὲν κατ’ ἴχνος ἑπόμενος τῷ μακαρίτῃ καὶ ἀοιδίμῳ καὶ θειοτάτῳ βασιλεῖ καὶ πατρί, ἔπειτα δὲ καὶ τῷ βασιλεῖ καὶ πενθερῷ, ὃν ἔτι καὶ νῦν εὐσεβέστατον αὐτὸς ἀνακηρύττει πολλαχῶς, οὗ τίς οὐχ ὑμνεῖ τὴν σύνεσιν; Τίς οὐ θαυμάζει τὴν αὐτοφυᾶ περὶ λόγους, καὶ μάλιστα τοὺς θειοτέρους ἰσχύν; Τὶς οὐκ οἶδε τὸ γαληνὸν καὶ προσηνὲς ἦθος καὶ τὴν ἔμφυτον ἐπιείκειαν, εἰ μὴ Γρηγορᾶς οὗτος, ὁ καὶ τὸ τοῦ Θεοῦ γνωστὸν ἀγνοήσας καὶ μετὰ τῶν κτισμάτων ἀφρόνως τάξας; Πρός γε μὴν τοῖς βασιλεῦσιν ὁ βασιλεὺς καὶ τῷ πατριάρχῃ καὶ τῇ ἀληθείᾳ πειθόμενος τὸν ὑπὲρ τῆς κατ’ εὐσέβειαν ἀληθείας τόμον ὑπέγραψε· πατριάρχῃ ὃν αὐτὸς ἔτι καὶ νῦν εὖ μάλα στέργων ἔργοις τε καὶ λόγοις καὶ γράμμασιν εὐσεβέστατον, μᾶλλον δὲ παναγιώτατον καὶ ζηλωτὴν θερμότατον τῆς εὐσεβείας καὶ τῆς βασιλείας ἀνακηρύττει. Τί δὲ ὅτι καὶ τὸν τόμον ὁ Γρηγορᾶς φησι τὰς ἔριδας καὶ τὰς διαφωνίας ἐγεῖραι καὶ τὰ χείριστα πρὸς κακίαν ἀναρρῆξαι κύματα κατὰ τῶν θείων τῆς Ἐκκλησίας δογμάτων, εἶτα κατὰ τοῦ Παλαμᾶ μαίνεται, μανίαν ὡς ἀληθῶς δαιμονιώδη ὡς τούτου πάλιν ταῦτα κινήσαντος;

Ὁ γὰρ τόμος ἐκεῖνος, μᾶλλον δὲ οἱ τόμοι, πολλοὶ γὰρ καὶ ταῖς ἱεραῖς καὶ μεγάλαις ἐφ’ ἡμῶν ἐκείναις συνόδοις ἰσάριθμοι, κἂν εἷς ὁμοῦ πάντες ὡς ἀλλήλοις ἄκρως συνᾴδοντες· ἐκεῖνοι τοίνουν οἱ τόμοι τρισὶ μὲν βασιλεῦσι τὸ κῦρος ἔσχον, ὧν ὁ πρῶτος καὶ τῶν ἄλλων ἔξαρχος ταῖς ἐκεῖ γεγραμμέναις ὑπὲρ εὐσεβείας τὴν ψυχὴν ἐναφῆκε φωναῖς, τρισὶ δὲ πατριάρχαις ἐπεσφραγίσθη, ὧν τὸν ἕνα καὶ μαρτυρικῷ φασιν ἐν Ἱεροσολύμοις τέλει κατακλεῖσαι τὸν βίον, ἀρχιεπισκόποις δὲ πλεῖν ἢ πεντήκοντα. Τί γὰρ δεῖ λέγειν τοὺς ὑπ’ αὐτοὺς ἀρχιερεῖς καὶ τοὺς ὑπ’ αὐτοὺς αὖ προκρίτους; Εἰ γοῦν ὁ παρὰ τοσούτων καὶ τηλικούτων κεκυρωμένος τόμος τὰς ἔριδας ἤγειρεν, ὡς ὁ Γρηγορᾶς νῦν ἐμαρτύρησεν ἐγγράφως, πῶς αὖ Παλαμᾶν αἰτιᾶται τὸν Θεσσαλονίκης ἱερὸν πρόεδρον, ὃς εἷς τῶν προέδρων τῆς ἐκκλησίας ἐστίν; Εἰ δὲ τῷ Παλαμᾷ τούτῳ πάντες συνᾴδουσι, κἀκείνῳ προσμαρτυρεῖ παρρησίᾳ πᾶσα ἡ τοῦ Χριστοῦ Ἐκκλησία τὴν τῶν θείων δογμάτων ἐπὶ τῶν ἄρτι κινηθέντων ἀλήθειαν καὶ ἀκρίβειαν καὶ τὴν πρὸς τοὺς ἐξ αἰῶνος ἀληθεῖς θεολόγους ἀσφαλεστάτην ὁμολογίαν, πῶς οὖτος, ὦ καλὲ Γρηγορᾶ, κατὰ τῶν θείων δογμάτων τῆς Ἐκκλησίας κεκίνηται;

Ἠγνόησε δὲ καὶ τοῦτο ὁ παρ’ ἑαυτῷ σοφὸς Γρηγορᾶς, ὡς καὶ ὁ Χριστὸς «λίθος ἐστὶ προσκόμματος καὶ πέτρα σκανδάλου», ἀλλὰ τοῖς ἀπειθοῦσι· καὶ ὁ τοῦ Χριστοῦ σταυρὸς σκάνδαλον, ἀλλὰ τοῖς Ἰουδαίοις, καὶ μωρία, ἀλλὰ τοῖς Ἕλλησι· καὶ Παῦλος ἀναστατῶσαι τὴν οἰκουμένην ἐμαρτυρεῖτο παρὰ τῶν ἀντιθέτων, ὁ τῆς κατὰ Χριστὸν εἰρήνης διανομεύς. Οὕτως οὖν καὶ ὁ τόμος ἐκεῖνος καὶ ὁ ὑπ’ ἐκείνου μαρτυρούμενος τῆς κατ’ εὐσέβειαν ἀληθείας ὑπέρμαχος ἔριδός ἐστιν ἀφορμή, ἀλλὰ τοῖς ἀπειθοῦσι «τῇ κατ’ εὐσέβειαν ἀληθείᾳ», ὧν καὶ Γρηγορᾶς εἶναι προείλετο, τοῦ σοφοῦ παρακούσας λέγοντος «μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη». Γρηγορῶν οὖν ὁ Γρηγορᾶς οὗτος ἐπὶ τῷ ψεύδεσθαι λέληθεν ἑαυτὸν πολλαχοῦ καὶ καθ’ ἑαυτοῦ τοῖς ψεύδεσι χρώμενος. Φησὶ γὰρ κἀνταῦθα τῆς διηγήσεως πρὸς τὸν βασιλέα δῆθεν ἀποτεινόμενος· «Μετὰ τὸν θάνατον τοῦ θειοτάτου καὶ μακαριστοῦ πατρός σου, τοῦ ἀοιδίμου φημὶ βασιλέως ἐκείνου».

Ἀλλ’ εἴποι τις ἂν πρὸς αὐτόν, περικόψας καὶ τὸ πλάσμα κἀνταῦθα τῆς διηγήσεως· καὶ εἰ θειότατος καὶ μακαριστὸς καὶ ἀοίδιμος ὁ βασιλεὺς ἐκεῖνος, ὥσπερ οὖν ἔστι, καὶ εὐσεβέστατος, ἄρα καὶ εὐσεβῶς ἐστι λέγων, ὡς ἀναγέγραπται κἀν τῷ συνοδικῷ τόμῳ, ἄκτιστον μὲν καὶ θείαν ἔλλαμψιν, καὶ ἐνέργειαν καὶ χάριν τὸ ἑωραμένον ἀπορρήτως ἐν Θαβὼρ τοῖς ἀποστόλοις φῶς, ἄκτιστον δὲ καὶ κατ’ οὐσίαν εἶναι τὸν θεόν, τὴν καὶ ὑπὲρ τὰς τῶν θεολήπτων ἀπορρήτους θέας. Σὺ δὲ τοὐναντίον ἅπαν, δυσσεβέστατός τε ὁμοῦ καὶ ἀθλιώτατος, τὸ μὲν φῶς ἐκεῖνο τῆς θεότητος μετὰ Βαρλαὰμ ὁμοῦ καὶ Ἀκινδύνου κτιστὸν εἶναι διατεινόμενος, μόνην δὲ τὴν τοῦ Θεοῦ οὐσίαν ἄκτιστον δοξάζων, περιῃρημένην τῶν ἑαυτῆς ἐνεργειῶν καὶ δυνάμεων, καὶ διχοτομῶν εἰς κτιστὴν καὶ ἄκτιστον τὴν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ τρισυπόστατον μίαν θεότητα. Ὁ δὲ Παλαμᾶς, καθ’ οὗ σὺ μαίνῃ καὶ χωρεῖς ἀκρατῶς, ἀσφαλὴς ἐς τὰ μάλιστα καὶ εὐσεβής, τοῦτο μὲν ὡς μίαν πρεσβεύων θεότητα, κἂν σὺ διαρραγῇς, τρισυπόστατον μέντοι καὶ παντοδύναμον, τοῦτο δὲ ὡς ἐπ’ εὐσεβείᾳ μαρτυρούμενος ἐγγράφως ὑπὸ τοῦ θειοτάτου καὶ μακαρίτου καὶ ἀοιδίμου βασιλέως ἐκείνου.

Ἀλλὰ τοῦ θειοτάτου βασιλέως ἀποθανόντος, φησὶν ὁ Γρηγορᾶς, «πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα καὶ ἅμα κατὰ τῶν θείων τῆς Ἐκκλησίας δογμάτων τὰ χείριστα δόγματα καὶ τοὺς ἀντεχομένους τῆς Ἐκκλησίας τὰ καὶ τά, συνελόντα δ’ εἰπεῖν ἀνήκεστα, περιέσχε δεινά». Καὶ μαρτυρίαν δὲ ὁ Γρηγορᾶς εἰς τοῦτο προάγει τινὸς τῶν θύραθεν γράφων· «ἐν γὰρ διχοστασίῃ φασὶ τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέχοντα τοῦ βελτίονος πολλῶν ἀπολαύειν τῶν δυσχερῶν».

Εὖγε· τοῦ γὰρ βασιλέως τηνικαῦτα ἐκείνου, ὡς μήποτ’ ὤφειλεν, ἐξ ἀνθρώπων γεγενημένου καὶ τῆς στάσεως ἐγερθείσης τίνα συνηγέρθη καὶ παρρησίας ἔλαχε δόγματα καὶ τίνες οἱ τιμῆς μεταλαχόντες καὶ τίνες οἱ τῶν δεινῶν πειραθέντες; Οὐχ ὁ Παλαμᾶς τότε προόδων εἴργεται; οὐχ οἱ σὺν αὐτῷ τῶν ὑπὸ τοῦ βασιλέως ἐκείνου στηριχθέντων ἀντεχόμενοι δογμάτων τῶν δεινῶν ἐπειρῶντο; οὐχ ὁ Ἀκίνδυνος ἀθέσμως μὲν ἱερατικῆς δὲ τότε μετέλαχε τιμῆς; οὐχ οἱ τὰ τούτου φρονοῦντες καὶ κατὰ τοῦ Παλαμᾶ καὶ τοῦ τόμου καὶ τῶν ἐν αὐτῷ γεγραμμένων χωροῦντες παρρησίας ἔτυχον οὐχὶ μικρᾶς, προεδριῶν τε ἅμα καὶ τιμῶν;

Οὐκοῦν ἐκ τῶν νῦν τούτων τοῦ Γρηγορᾶ λόγων, ἄκοντος τοῦ λέγοντος, πάγκακος μὲν ἀναφαίνεται ὁ προκαθηγησάμενος αὐτῷ τῆς πλάνης Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτόν, ὡς ἐν διχοστασίῃ τῆς τιμῆς τυχόντες καὶ χείριστα τὰ τούτων δόγματα, ὡς τῇ ἐμφυλίῳ στάσει συνηυξημένα καὶ κατὰ τῶν εὐσεβῶν δογμάτων τῆς Ἐκκλησίας κεκινημένα, τῆς βελτίονος δὲ μοίρας ὁ Παλαμᾶς οὗτος καὶ ὅσοι κατ’ αὐτὸν καὶ τὰ τούτων δόγματα θεῖα εἶναι δόγματα προσμαρτυρεῖται, ὡς ὑπὸ τῶν χειρίστων Ἀκινδύνου δογμάτων, ταὐτὸ δ’ εἰπεῖν τοῦ Γρηγορᾶ, τηνικαῦτα μᾶλλον πεπολεμημένα.

Ὁρᾶτε τῶν τοῦ Γρηγορᾶ λόγων καὶ διηγημάτων τὸ αὐτεπίβουλον καὶ αὐτέλεγκτον; Πάσχει δὲ τοῦτο σχεδὸν διὰ πάντων αὐτοῦ τῶν λόγων, οὐκ οἶδα εἴθ’ ὑπ’ ἀγνοίας, ὡς μωρανθεὶς ὢν φιλόσοφος, εἴθ’ ὑπὸ κακίας, ἣν ἐκ περιουσίας ἐνεστερνίσατο, αὐτεπίβουλον γάρ φασιν ἡ κακία, εἴθ’ ὑπὸ θείας καὶ ἀφανοῦς καὶ ἀπορρήτου ἀνάγκης, μετασκευάζοντος ἄκοντος αὐτοῦ τὴν ὁρμὴν τοῦ θείου, καθάπερ ποτὲ τὴν τοῦ Βαλαὰμ ἐκείνου τοῦ μάντεως, ὡς αἱρεσιώτην μὲν εἶναι τοῦτον τοῦ κακοδόξου Βαρλαάμ, πάσχειν δὲ ὁμοίως τῷ μαντικῷ Βαλαάμ.

Προϊὼν δὲ τοῦ λόγου καὶ τοῦ χρηματίσαντος πατριάρχου μνήμην ποιεῖται, οὐ χρηματίσαντά ποτε καὶ καθῃρημένον ἔπειτα λέγων αὐτός, ἀλλ’ ὡς διαμείναντα δοξάζων αὐτόν, ἐπεὶ τῇ τοῦ Ἀκινδύνου δυσσεβείᾳ συνεῖπεν ὕστερον, ἀκινδυνιανὸν κἀντεῦθεν ἑαυτὸν παριστάς. Ὅτι δὲ ὁ ποτὲ πατριαρχεύσας ἐκεῖνος ὡς τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου, νυνὶ δὲ εἰπεῖν καὶ τὰ τοῦ Γρηγορᾶ, φρονήσας ὕστερον παρὰ τῆς οἰκείας τηνικαῦτα καθῃρέθη συνόδου, κἂν εἰ μὴ μεταμεληθείη καὶ ἀποσταίη τῆς συναυλίας Ἀκινδύνου καὶ Γρηγορᾶ καὶ τῶν ὁμοφρόνων, καὶ ἀναθέματι καθυπεβλήθη, τοῦτο οὐδὲ πλάττων καὶ μεταπλάττων ὡς βούλεται τὴν διήγησιν ἐδυνήθη πρὸς ὑπόμνησιν ἀγαγεῖν.

Ἐκεῖ δ’ ἐπὶ τοῦ θειοτάτου βασιλέως, μικροῦ καὶ τῶν εἰρῆσθαι παρ’ αὐτοῦ γεγραμμένων οὐδὲν (ἤδει γὰρ ὡς αὐτοῦ προκαθημένου τοῦ βασιλέως μετὰ τῆς ἁγίας αὐτοῦ μητρὸς καὶ δεσποίνης ἡμῶν, ἣν πᾶσα γλῶσσα πρὸς εὐσέβειαν ἀσφαλὴς εὐσεβεστάτην οὖσαν καὶ φιλόχρηστον ἀνακηρύττει, κἂν Γρηγορᾶς καὶ πρὸς τοῦτο βύειν ἐθέλῃ τὰς ἀκοάς, ᾔδει τοίνυν οὗτος ὡς, τῶν βασιλέων τούτων τῆς ἱερᾶς συνόδου προκαθημένων, ἁπάσαις καθῄρηται ψήφοις ὁ ποτὲ πατριαρχεύσας ἐκεῖνος, ὡς Ἀκινδύνῳ προσχωρήσας καὶ πρὸς κοινωνίαν αὐτὸν προσηκάμενος, ὃν ἔναγχος ἡ θεία σύνοδος καθυπαχθέντα ταῖς τοῦ Βαρλαὰμ ἐκείνου κακοδοξίαις ἐφώρασε, καὶ τῶν ἱερῶν περιβόλων τῆς ἐκκλησίας ἀπήλασε)· διόπερ ἐπὶ τοῦ βασιλέως οὐδὲν ὁ Γρηγορᾶς περὶ αὐτοῦ κινῆσαι τεθάρρηκεν, ἅμα καὶ ὑπὸ τῆς περιφανοῦς ἀληθείας τῶν τοῦ Παλαμᾶ τηνικαῦτα λόγων ἐμφραγεὶς τὸ στόμα καὶ πρὸς ἀφωνίαν τελείαν κατενεχθείς, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις καὶ μάλιστ’ ἐπὶ παντὸς δογματικοῦ κεφαλαίου τηνικαῦτα κεκινημένου.

Νῦν δ’ ὥσπερ ἂν εἰ γλαῦξ, πρὸς μὲν τὸ τῆς ἡμέρας φῶς ἀντωπεῖν οὐκ ἔχουσα, μᾶλλον δὲ μὴ βλέπειν ὅλως, ἀλλὰ καὶ τὴν φωνὴν ὑπὸ τῆς λαμπρότητος ἀφῃρημένη, τυχοῦσα δέ που σκότου γεμούσης ὀπῆς ἐγκαλινδηθεῖσα τῷ σκότει φωνὴν ἀφῆκεν, εἶτ’ ἐνόμισεν ὑπὸ τῆς φωνῆς ταύτης ἀκουσθείσης τοὺς ἀνθρώπους ἀναπεισθῆναι νύκτα τὴν ἡμέραν τελέσαι, ὡς ἄρα τοῦ σκότους τῆς ἡμέρας ἐπικρατήσαντος, καθ’ ὃ πεφύκασιν αἱ γλαῦκες φωνεῖν, οὕτω καὶ ὁ Γρηγορᾶς οὗτος, μισοφαεῖ δαίμονι παραδοὺς τὰς φρένας καὶ πρὸς τὸ φῶς τῶν τῆς ἀληθείας λόγων ἀηδῶς ἔχων καὶ μηδ’ ὁρᾶν πρὸς αὐτὸ δυνάμενος, ὑπὸ δὲ τῆς λαμπρᾶς ἀληθείας τῶν ἐν τῇ πρὸς αὐτὸν Διαλέξει τοῦ πανιέρου Παλαμᾶ λόγων καὶ τὴν φωνὴν ἀφῃρημένος αὐτὴν καὶ εἰς ἀφωνίαν περικλεισθεὶς κἀπὶ τοῦ θειοτάτου βασιλέως ἐνώπιον, εἶτα τοίνυν ἐξ ὀπῆς οἱασοῦν ἐγκαλινδούμενος ὡς βαθεῖ σκότῳ πολλῷ τῷ ψεύδει καὶ φωνῶν ἐκεῖθεν τοὺς ἀνθρώπους οἴεται πείσειν ὡς ἐπικρατέστερον ἐγένετο νῦν τὸ ψεῦδος τῆς ἀληθείας, νῦν ὅτε (τί τἄλλα δεῖ λέγειν, ἀλλὰ μὴ τὴν ἐσχάτην ἅμα καὶ φρικωδεστάτην καταδίκην τῶν ἀποφράδων καὶ ἐπ’ ἄμβωνος γὰρ ἱεροῦ;) τῶν χριστιανῶν κοινῇ συνειλεγμένων ἁπάντων ἐπετείως, ἀναθέματι καθυποβάλλονται τὰ Γρηγορᾶ καὶ Ἀκινδύνου καὶ Βαρλαὰμ φρονήματα, αὐτά τε καὶ αὐτοὶ καὶ εἴ τις τούτοις εἰς τέλος καθυπαχθείη.

Ὁ δὲ κατεγνωκέναι μὲν καὶ τὸν βασιλέα φησὶ τῶν τοῦ Παλαμᾶ βλασφημιῶν, ὅσα εἰκός, ἐκφῆναι δὲ μηδὲν μηδαμῇ. Πόθεν εἰκὸς εἶναι λέγεις τὸν βασιλέα κατεγνωκέναι, ὦ μηδὲν τῶν εἰκότων λαλῶν; Βασιλέα ὃς τῇ μὲν Θεσσαλονίκῃ παρὼν ἐνδημοῦντος καὶ τοῦ ἱερωτάτου τῆς Θεσσαλονίκης ἀρχιεράρχου, τοῦ Παλαμᾶ τούτου, τοῖς ἐκεῖ καὶ λειτουργοῦντος Θεῷ καὶ ἁγιάζοντος ἅπαντας, πολλάκις καὶ αὐτὸς συνεκκλησιάζων ὁ βασιλεὺς τῶν ἁγιαζομένων ὁ πρῶτος ἦν. Τῇ δὲ βασιλευούσῃ τῶν πόλεων ὕστερον ἀμφοτέρων παρόντων καὶ τῷ παναγιωτάτῳ καὶ οἰκουμενικῷ πατριάρχη τοῦ Θεσσαλονίκης συλλειτουργοῦντος καὶ αὐτὸς ἔστιν ὅτε παρὼν ὁ βασιλεὺς καὶ τὴν παρὰ τοῦ Θεσσαλονίκης ἱερὰν εὐλογίαν ἠσπάζετο παρρησίᾳ· τὸ δὲ μέγιστον, ὅτι καὶ μετὰ τὴν πρὸς σὲ Διάλεξιν τούτου, πρὸς ἐντροπὴν ἄρα σήν. Ὀλίγου δὲ μετὰ τὴν Διάλεξιν ταύτην παραρρυέντος καιροῦ, ἐπεὶ πρὸς τὴν οἰκείαν ἐκκλησίαν Θεσσαλονίκην ὁ ἱερὸς Παλαμᾶς ἐπανήρχετο, θείοις καὶ προσκυνητοῖς προστάγμασι τοῦτον ἐφοδιάζει συνιστῶσιν αὐτὸν καὶ τὰ κάλλιστα προσμαρτυροῦσιν αὐτῷ.

Ἆρ’ οὖν ἐκ τούτων αὐτῶν τῶν πραγμάτων οὐ πᾶν τοὐναντίον εἰκὸς τῶν ἐκ τοῦ εἰκότος παρὰ τοῦ Γρηγορᾶ γραφομένων; Μᾶλλον δὲ οὐ σαφές τε καὶ ἀναμφίλεκτον ἐκ τῶν πραγμάτων αὐτῶν, ὅτι τὸν Παλαμᾶν ὁ βασιλεὺς ἀσφαλῆ κατ’ εὐσέβειαν οἶδε καὶ τῆς εὐσεβείας συνήγορον, ἵνα καὶ τοῦτ’ εἰπεῖν οὐκ ὀκνήσω, καθάπερ καὶ τὸν οἰκεῖον πατέρα καὶ βασιλέα καὶ τὴν τῆς εὐσεβείας μᾶλλον ἢ τῆς ψυχῆς ἀντεχομένην οἰκείαν μητέρα καὶ δέσποιναν, εἰ δὲ βούλει καὶ τὸν πενθερὸν καὶ βασιλέα, οὓς οἶδε πάντας ψήφοις ἁπάσαις ἀσφαλῆ τῆς εὐσεβείας πρόμαχον τὸν Παλαμᾶν τοῦτον ἀνακηρύξαντας, ὡς θεοσόφῳ γλώττῃ τοὺς κατὰ Θεοῦ σοφιζομένους ἐπιστομήσαντα καὶ θεοφορήτῳ παλάμῃ τὰς καινοφανεῖς αἱρέσεις ἀπορραπίσαντα;

Ἀλλ’ ἀναλφάβητον εἶναί φησι τοῦτον ὁ Γρηγορᾶς. Εἶπεν ἂν καὶ ἡ γλαῦξ ἀφεγγὲς εἶναι τὸ φῶς, εἴπερ σημαντικὴν γλῶτταν εἶχε τῶν αὐτῆς παθημάτων. Ἀλλ’ οὐδεὶς ἂν ἀμαυρὸν εἶναι τὸ τῆς ἡμέρας ἐνόμισε φῶς, εἰ μὴ σκοτεινὸς καὶ αὐτὸς περὶ τὸ φῶς ὑπῆρξεν, ὡς ὁ Γρηγορᾶς οὗτος ψευδὴς τῆς ἀληθείας ὑπέρμαχος καὶ δὴ καὶ συνείρων τῷ ψεύδει ψεῦδος. Καὶ διδάσκειν τὸν Παλαμᾶν αὐτὸς ἐπὶ τῆς Διαλέξεως ἐκείνης φησὶ καὶ ἡ διδασκαλία ὡς θαυμασία, ἣν νῦν πλασάμενος ἐντίθησι τῷ ψευδεῖ διηγήματι. Μεταγράψας γὰρ τὸ τοῦ Ἀριστοτέλους ἐκεῖνο, «δεῖ πρῶτον θέσθαι τί ὄνομα καὶ τί ῥῆμα» καὶ τὴν ἐπωνυμίαν τοῦ πατρὸς τῶν ῥημάτων ἀποκρυψάμενος, ὡς αὐτὸς παρ’ ἑαυτοῦ ταῦτα λέγων, καὶ καθάπερ ἕδραν βεβαίαν τῇ θεολογίᾳ ὑποτιθεὶς μεγαλαυχῶν διαδείκνυται. Εἶτα «καθάπερ ἀπὸ στερροῦ» φησὶ «θεμελίου» τούτου δεῖν ἐπαναβαίνειν καὶ μανθάνειν, «τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος».