Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Προοίμιο του τρίτου λόγου: Η αλήθεια έναντι της συκοφαντίας

Έναρξη του τρίτου λόγου. Υπεράσπιση της ορθόδοξης σημασίας της Μεταμορφώσεως και απόρριψη των σοφισμάτων και των κατασκευασμένων από τον Γρηγορά κατηγοριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 15

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΑ ΤΟΥ ΓΡΗΓΟΡΑ ΣΥΓΓΡΑΜΜΑΤΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ ΕΛΕΓΧΟΣ ΤΗΣ ΕΙΣ ΤΟ ΘΕΙΟΤΑΤΟΝ ΦΩΣ ΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΠΑΝΤΟΔΑΠΗΣ ΤΟΥ ΓΡΗΓΟΡΑ ΒΛΑΣΦΗΜΙΑΣ ΚΑΙ ΠΑΡΑΣΤΑΣΙΣ ΕΞ ΑΝΤΙΘΕΣΕΩΣ ΟΤΙ ΑΚΤΙΣΤΟΝ ΤΟΥΤΟ ΕΣΤΙΝ ΩΣ ΑΛΗΘΩΣ ΚΑΙ ΑΪΔΙΟΝ Οὐδὲν οἷον, ὦ φίλε δέσποτα, εἰ μὴ λίαν ἐντέχνους ποιοῦμαι τοὺς λόγους, μηδὲ ῥοδωνιὰν ἀποδείκνυμι τὸ βιβλίον, ἢ λύραν ἢ σάλπιγγα, τοῦτο μὲν εὔηχόν τι φθεγγόμενος καὶ τορόν, ἐκεῖνο δ’ ὑπὸ τῆς εὐρύθμου συνθήκης καὶ τῆς τῶν σχημάτων ὑπαλλαγῆς διὰ ποικίλων τῶν τοῦ τόνου κρουμάτων μίαν ἁρμονίαν ἐμμελῆ κεραννὺς καὶ διὰ παντοίας κομψείας ὡραΐζων τὸν λόγον. Ἀττικαὶ γὰρ χάριτες καὶ ὀνομάτων κάλλη καὶ παρισότητες, οἷον ἄνθη τὸν λειμῶνα τῶν λόγων καταγλαΐζουσιν· αἷς εἰ μὴ καταχρῆσθαι δυναίμην ἢ βουλοίμην ἐν τοῖς ἑξῆς, ἐναργὲς ἂν εἴη καὶ τοῦτο δεῖγμα τοῦ μὴ πρὸς ἐπίδειξιν ἡμᾶς ἐπὶ τὸ λέγειν ἀφῖχθαι.

Τῆς γε μὴν ἐναποκειμένης διανοίας τοῖς ῥήμασι, τοῦτ’ ἂν ἐγὼ φαίην πρῶτον κάλλος, ὃ καὶ ψυχῆς, ἐφ’ ὅσον οἷόν τε πρὸς τὸν Θεὸν καὶ τὴν ἀλήθειαν βλέπειν καὶ μάλισθ’ ὅτι περὶ τοῦ φωτὸς τῆς αὐτοαληθείας ἡμῶν ὁ λόγος καὶ τοὺς αὐτοῦ κατεπαιρομένους καὶ καταψευδομένους πρόκειται καὶ νῦν ἐξελέγχειν καὶ καθαιρεῖν, ὃ καὶ πνευματικὴν θυμηδίαν ἡμῖν ἐνίησιν, ἐλλαμπρυνομένοις πῶς ἂν εἴποις, τῇ συνηγορίᾳ τῆς ἀϊδίου καὶ θείας λαμπρότητος καὶ ταῖς ὑπὲρ αὐτῆς καθ’ ἡμῶν παρὰ τῶν ἀντιθέτων ἐρεσχελίαις. Εὔληπτον δὲ θέσθαι σὺν Θεῷ τὴν περὶ τοῦ φωτὸς τῆς αὐτοαληθείας ἀλήθειαν καὶ τοῖς μὴ λίαν σοφοῖς προαιρούμενος, τὴν παρὰ τῆς σῆς ἁγιότητος ἀρτίως προτεθειμένην ὑπόθεσιν, τό γε εἰς φράσιν ἧκον, ἁπλοϊκώτερόν τε καὶ ἀκομψότερον μετελεύσομαι.

Ἡ γοῦν ἐπιγραφὴ τῶν ἀπεσταλμένων μοι νῦν τοῦ Γρηγορᾶ συγγραμμάτων οὕτως ἔχει· Γρηγορᾶ λόγος δογματικὸς κατὰ τοῦ Παλαμᾶ τόμου, διαλαβεῖν βουλόμενος κατὰ τοῦ ἐν Θαβωρίῳ φωτός. Εὖγε, ὅτι τῷ φωτὶ τῆς τοῦ Θεοῦ δόξης συνακουόμεθά τε καὶ συλλαλούμεθα, συνδιαβαλλόμεθά τε καὶ συνεξουθενούμεθα.

Σὺν αὐτῇ γὰρ ὑπὲρ αὐτῆς κακῶς ἀκούοντες χαίροντες ταύτης οὐκ ἀστοχήσομεν, ἀλλὰ πολλῶν δυσσεβῶν ἀναπεφηνότων μετὰ τὴν διὰ σαρκὸς ἐπιδημίαν τοῦ Λόγου τοῦ Θεοῦ καὶ πολλῶν κατ’ αὐτοῦ μεμηνότων ἐν γράμμασι, τοῦ τε Πατρὸς αὐτοῦ καὶ τοῦ Πνεύματος, κατά τε τοῦ παρ’ ἡμῶν προσλήμματος αὐτοῦ καὶ τῆς κατ’ αὐτὸ θελήσεως καὶ ἐνεργείας, οὐδεὶς οὐδέπω καὶ τήμερον, ὡς ὁ Γρηγορᾶς, οὕτως ἐπαρρησιάσατο τὴν δυσσέβειαν, ὡς κατὰ τοῦ Υἱοῦ ἢ κατὰ τοῦ Πνεύματος αὐτοῦ, ἢ κατὰ τῆς τοῦ Χριστοῦ θελήσεως καὶ ἐνεργείας ἐπιγράψαι τοὺς λόγους· τοῦτο γὰρ οὐκέτι δυσσεβῶν, ἀλλὰ ἀσεβούντων περιφανέστατα καὶ τῇ ἀσεβείᾳ ἐγκαυχωμένων. Οὐ τῆς τῶν δυσσεβῶν οὖν ἔτι μοίρας ὁ Γρηγορᾶς, οὐδὲ τῶν ὑπεσταλμένως θεομαχούντων, ἀλλ’ ἀσεβὴς σαφὴς καὶ ἀντίχριστος τὴν ἀρχὴν εὐθὺς ἐκ τῆς ἐπιγραφῆς ἀποδείκνυται κατὰ τοῦ φωτὸς τῆς τοῦ Κυρίου μεταμορφώσεως ἐπιγράψας τοὺς λόγους. Καὶ κατὰ τοῦ τόμου δὲ τούτους φανερῶς ἐπιγράφων, κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἁπάσης καὶ τῶν συγγραψαμένων καὶ ὑπογραφαῖς οἰκείαις ὑποσημηναμένων, ἀναιδεῖ προσώπῳ κεχώρηκεν· ἑνὸς γὰρ εἶναι καὶ μὴ συνόδου τὸν τόμον τῶν ἀδυνάτων.

Ὅτι δὲ καὶ κατὰ τῶν ἁγίων καὶ θεοφόρων ἡμῶν πατέρων τῶν ἐν συγγράμμασιν, οἷ ζώντων, λαλούντων ἀπηναισχύντηκε, προϊόντος τοῦ λόγου διαδειχθήσεται. Ὑπὲρ δὴ τούτων ἡμεῖς οὐ λόγους μόνον ἕτοιμοι προέσθαι τὸ χρέος ἀποδιδόντες νομίμως τούτοις παρ’ ἡμῶν ἐπωφειλημένον, οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον τῆς παρὰ τῶν κατὰ σάρκα παίδων ὀφειλομένης τοῖς φύσει πατράσι χάριτος. Τὸ γὰρ ποιῆσαν ἐκείνους πατέρας Πνεῦμα πρὸς ἑαυτὸ καὶ τὸν ἀνωτάτω Πατέρα τό τε χρέος ἕλκει καὶ τὴν τοῦ χρέους παρ’ ἡμῶν ἔκτισιν. Οὐ λόγους τοίνυν ἡμεῖς ὑπὲρ αὐτῶν ἕτοιμοι προέσθαι μόνον, ἀλλὰ καὶ τὰς ψυχὰς εἰ δεήσει· τί γὰρ δεῖ λέγειν ὑπὲρ τῆς ἐν Θεῷ ἀληθείας; Οὔκουν, οὐδ’ ἡμῶν αὐτῶν ἕνεκα τοὺς λόγους ποιούμεθα νῦν, ἐπεὶ μηδ’ αἱ ἀντιρρήσεις τοῦ Γρηγορᾶ πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα σχεδὸν τείνουσιν. Ὑποθέμενος γὰρ ὡς ἡμῶν, ἅπερ οὐδ’ ἂν εἰς νοῦν ἡμῶν ἔλθοι ποτὲ τῇ τοῦ Χριστοῦ χάριτι, εἶτ’ αὐτὸς καθ’ ἑαυτοῦ τὸν ἀγῶνα ποιεῖται, κατὰ τῶν οἰκείων ἀναπλασμάτων ἀγωνιζόμενος.

Τίς γὰρ ἡμῶν τὴν μεταμόρφωσιν λέγει θεότητα; Οὐδὲ γὰρ τὴν μεταμόρφωσιν ἁπλῶς, ἀλλ’ εἰς ὃ μετεμορφώθη Χριστὸς ζητοῦμεν· μᾶλλον δὲ παρὰ τοῦ Εὐαγγελίου καὶ τῶν θεοφόρων ἡμῶν πατέρων ἀκηκοότες οὐκ ἀπιστοῦμεν. Τίς ἡμῶν ἀλλοίωσιν καὶ μετουσίωσιν τῆς θείας φύσεως λέγει ταύτην τὴν ἐπὶ τοῦ ὄρους τοῦ Χριστοῦ μεταμόρφωσιν; Οὐ γὰρ κατὰ τὴν θείαν ἑαυτοῦ φύσιν, ἀλλὰ κατὰ τὴν τῆς παρ’ ἡμῶν αὐτῷ προσληφθείσης ἀνθρωπίνης φύσεως ὄψιν ὁ Χριστὸς ἐπ’ ὄρους μετεμορφώθη, καθάπερ κοινῇ πάντες συμφώνως ἐπ’ ἐκκλησίας οἱ πιστοὶ ψάλλομεν· «μεταστοιχειώσας αὐτὴν εἰς τὴν αὐτοῦ τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα». Τίς ἡμῶν μεταβολὴν τῆς ἀνθρωπίνης τοῦ Χριστοῦ φύσεως πρὸς τὴν θείαν φύσιν ᾠήθη τὴν ἐν τῷ Θαβωρίῳ τοῦ Χριστοῦ μεταμόρφωσιν; «Ὁ γὰρ πλάστης τὸ ἀρχέτυπον αὐτοῦ κάλλος ἐπ’ ὄρους ὑπέδειξεν ἐν τῷ πλάσματι μένοντι πλάσματι», καθάπερ καὶ τοῦτο ψάλλομεν. Τίς ἡμῶν εἶπέ ποτε τὸ τοῦ Χριστοῦ σῶμα πρὸς τὸ ἄκτιστον μεταβεβλῆσθαι καὶ γενέσθαι τῇ φύσει ἄκτιστον; Τίς ἡμῶν τὰ τῶν εἰκονομάχων τιμᾷ δυσσεβῆ φρονήματα; Πῶς ἡμῖν εἰκονομαχία τοῦ ἀγῶνος τὸ σκοπιμώτατον;

Ἀλλ’ ὁ Γρηγορᾶς ταῦτα πάντα προθεὶς ὡς ἡμέτερα, μηδαμῶς ἐπὶ λέξεως εὑρηκὼς ἡμετέρας, μὴ συναγαγὼν ἐκ τῶν παρ’ ἡμῶν γεγραμμένων, μὴ παρά τινος τῶν ἁπάντων ἀκούσας ἀκηκοότος, ἀλλὰ παρ’ ἑαυτοῦ ἀναιδῶς ἅμα καὶ συκοφαντικῶς ἀναπλάσας, εἶτα κινεῖ κατ’ αὐτῶν, ὡς καθ’ ἡμῶν, λέγων τὴν μεγαλεπήβολον αὐτοῦ φιλοσοφίαν καὶ ἐπαφίησι τούτοις ἀκρατῶς τὴν αὐτοῦ πολυχεύμονα γλῶτταν καὶ πολύς τις καὶ παντοδαπὸς ῥεῖ κατακλύζων πάντως οὐδένα πάντων, ὅτι μὴ τὴν πηγὴν τῶν πρὸς ἅπερ ἀντιλέγειν αἱρεῖται βλασφήμων, ἥτις ἐστὶ φανερῶς αὐτός.

Μικρὰ τοίνυν ὑπειπόντες περὶ αὐτῶν, ὅσον ἐκ κρασπέδου, τὸ τοῦ λόγου, τὴν ἐν τούτοις ἀλόγιστον τοῦ Γρηγορᾶ μανίαν ἐνδείξασθαι, μετενέγκωμεν ἐφ’ ἕτερα τὸν λόγον, ἀφέντες αὐτὸν ὑφ’ ἑαυτοῦ βαλλόμενόν τε καὶ κοπτόμενον. Τί γὰρ πρὸς ἡμᾶς δῆθεν ὁ δύστηνος οὗτός φησι καὶ τί τὸ ἀμφίκρημνον αὐτοῦ καθ’ ἡμῶν, ὡς οἴεται, λῆμμα καὶ τὸ ἀμφίστομον φάσγανον; Ἀκούσατε καὶ τῆς κακοδαίμονος παρανοίας τὸν ἄνδρα θρηνήσατε. «Ἐπειδή, φησίν, ἡ μεταμόρφωσις οὐδὲν ἕτερον πάντως δηλοῖ ἢ μορφῆς ἀλλοίωσιν, εἰ μὲν τῆς θείας οὐσίας λέγετε τὴν ἀλλοίωσιν ταύτην, τί ἂν ἀσεβέστερον εἴη τοῦ μετουσίωσιν λέγοντος τὴν ἐπὶ τοῦ Θαβωρίου ὄρους μεταμόρφωσιν τοῦ Χριστοῦ, καὶ δυοῖν τῶν ἀτοπωτάτων θάτερον πάντως εἰσάγοντος, ἢ τῆς θείας οὐσίας τὸ ἀναλλοίωτον δηλαδὴ καθαιροῦντος εἰς τὸ ὑφειμένον καὶ διάφορον ταύτης, ἢ διαιροῦντος ἐξ ἀμαθοῦς καὶ κακοτρόπου γνώμης εἰς δύο θεοτήτων ἀκτίστων διχοτομήματα τὴν μόνην ἄκτιστόν τε καὶ ἀμερῆ καὶ ἁπλῆν· καὶ τὴν μὲν λέγοντος ὁρατήν, τὴν δ’ ἀόρατον, καὶ τὴν μὲν μεθεκτήν, τὴν δ’ ἀμέθεκτον, καὶ τὴν μὲν ὑπερκειμένην, τὴν δ’ ὑφειμένην, ὃ καὶ τὴν τῶν εἰκονομάχων ὑπερβέβηκεν αἵρεσιν; Εἰ δ’ ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι φάσκετε τὴν τοῦ δούλου μορφὴν ἐπὶ φῶς ἄρρητόν τε καὶ ἄκτιστον καὶ θεότητα ξένην κατ’ αὐτοὺς ἀκριβῶς εἰπεῖν ἐστὲ τοὺς εἰκονομάχους φρονοῦντες».

Ἡμεῖς δὲ τὰς αὐτοῦ τῶν λόγων αὐτῷ δοκούσας ἀρρήκτους ἄρκυς διασπάσομεν ῥᾷστα καὶ τὰς ἀφύκτους αὐτῷ δοκούσας πάγας οὐ διαδράσομεν μόνον, ἀλλὰ καὶ λίαν εὐρώστως καταπατήσομεν καὶ συντρίψομεν λέγοντες, ὡς οὔτε τῆς θείας τοῦ Χριστοῦ φύσεως ἐπ’ ὄρους ἀλλοίωσίν φαμεν γενέσθαι τὴν μεταμόρφωσιν, ἄπαγε τῆς ἀσεβεστάτης συκοφαντίας· «συγκραθεὶς γὰρ ἡμῶν ὁ τοῦ Θεοῦ Μονογενὴς ἀσυγχύτως καὶ μὴ λαμπρυνθεὶς αὐτός, ἀλλὰ λαμπρύνας τὸ πρόσλημμα», καθάπερ κοινῇ πάντες ἐπ’ ἐκκλησίας ᾄδομεν, «ἄνθρακα θεότητος ὑπέδειξεν ἡμῖν». Οὔτε τοίνυν τῆς θείας φύσεως τὴν ἀλλοίωσιν, ἄπαγε, οὔτ’ ἐξ ὅλων ὅλην μεταβεβλῆσθαί φαμεν τὴν ἀνθρωπίνην τοῦ προσώπου τοῦ Κυρίου μορφήν. Οὐ γὰρ μετεσχηματίσθη καὶ μετέστη τῆς καθ’ ἡμᾶς ἐμφερείας, ἄπαγε ταυτησὶ πάλιν τῆς δυσσεβείας· τοῦτο γὰρ εἰκονομάχων λέγειν τῶν καταράτων, κακῶς οἰομένων διὰ τοῦτο μηκέτι δεῖν ἐν εἰκόνι γράφειν Χριστὸν τὸν δι’ ἡμᾶς περιγραπτὸν γεγονότα. Οὐ μετεσχηματίσθη τοίνυν, ἀλλὰ μόνον τὸ δεσποτικὸν ἐκεῖνο πρόσωπον τὴν φύσιν ἅμα καὶ τὴν θέσιν ἀμεταποίητον ἔλαμψεν ἐπ’ ὄρους ὥσπερ ἔλαμψε θείως.

Τοῦτο δὲ παρ’ ἡμῶν τρίτον ἀναφανὲν μεταξὺ τῆς τοῦ Γρηγορᾶ διαιρέσεως τὴν αὐτῆς καταργεῖ κατὰ τῶν εὐσεβούντων ἐπήρειαν. Αὕτη γε μὴν ὁρωμένη καθ’ ἑαυτὴν ἡ τοῦ Γρηγορᾶ διαίρεσις ἐκπίπτει τε τοῦ ἀναγκαίου διὰ τὴν ἔλλειψιν καὶ τὸν οὕτως ἐλλιπῶς διελόντα οὐκ ἀνεπιστήμονα μόνον εἶναι, ἀλλὰ καὶ τῶν εὐσεβῶν διῃρημένον παρίστησι. Δείκνυσι γὰρ αὐτὸν μὴ πιστεύειν γενέσθαι τὴν τοῦ Χριστοῦ μεταμόρφωσιν. Εἰ γὰρ ὁ πιστεύων καὶ προσδεχόμενος ταύτην, ἣ πάντως μορφῆς ὑπῆρχεν ἀλλοίωσις, ἐξ ἀνάγκης, κατὰ τὸν Γρηγορᾶν, θατέρῳ περιπίπτει τῶν ἐκ διαιρέσεως ὑπ’ αὐτοῦ συνηγμένων ἀτόπων, αὐτὸς οὐ πιστεύει γενέσθαι τὴν ἐπ’ ὄρους τοῦ Χριστοῦ μεταμόρφωσιν, ἵνα μὴ ταῖς αὐτοῦ ταύταις πάγαις, ἃς ἀμφιστόμους ἔστησεν, ἁλώσιμος γένηται. Εἰ δ’ ἐκείνην πιστεύει γενέσθαι, τὰς αὐτὸς αὐτοῦ πάγας, τό γε εἰς αὐτὸν ἧκον, οὐ διαπέφευγεν· οὕτω κατ’ αὐτὸς αὐτοῦ συγγράφεταί τε καὶ ἀγωνίζεται.

Ἀλλὰ τοῦτο μὲν ἀφῶμεν· ἐπεὶ δὲ κατ’ ἄμφω τὰ προτεθειμένα ταῦτα καταψευδόμενος ἡμῶν καὶ συκοφαντῶν ἡμᾶς ἀναπέφηνε, καὶ κατὰ πάντα τὰ τούτοις ἑπόμενα ψευδηγόρος καὶ συκοφάντης ἐστί, ταὐτὸ δ’ εἰπεῖν, κατὰ πάνθ’ ἁπλῶς ἃ καθ’ ἡμῶν ὁ Γρηγορᾶς λέγει βλάσφημα. Πάντα γὰρ ὡς ἐν ἐπιτόμῳ συνήγαγεν ἐνταυθοῖ.

Τῶν γὰρ αἰτίων ἀναφανέντων ψευδῶν συναναιρεῖται τούτοις πάντως καὶ τὰ ἑπόμενα, καὶ πρὸς τὸ περιφανῶς ἀσεβεῖν καὶ ματαιολόγος καὶ φρεναπάτης ὁ Γρηγορᾶς ἀποδείκνυται. Θαυμάσαι δὲ ἄξιον οὐ μετρίως καὶ τὸν εἰπόντα προφήτην· «ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν». Δι’ ὧν γάρ φησι καθ’ ἡμῶν ὁ Γρηγορᾶς, τοῖς εἰκονομάχοις συνηγορῶν οὐκ ἐπῄσθετο· θέλων γὰρ ἡμῖν ἐπιφορτίζειν τὰ τοῖς εἰκονομάχοις ἐκ τῆς θείας μεταμορφώσεως πεπορισμένα κακῶς, αὐτὸς ἀνωτέρω μικρὸν φυλοκρινῶν τὰ τῆς μορφῆς σημαινόμενα, εἶτα καὶ παρ’ ἑαυτοῦ ὁριζόμενος, «μορφή, φησίν, ἐπὶ τῶν αἰσθητῶν ἐστι τὸ περὶ τὴν ἐπιφάνειαν ποιὸν τύπωμα».

Εἰ γοῦν τοῦτό ἐστιν ἐπὶ τῶν αἰσθητῶν ἡ μορφὴ καὶ μηδὲν πλέον, ὡς ὁ Γρηγορᾶς ἐξ ὧν ὡρίσατο διετείνατο, μετεμορφώθη δὲ τηνικαῦτα, ταὐτὸ δ’ εἰπεῖν ἠλλοίωται, τὸ δεσποτικὸν ἐκεῖνο πρόσωπον, τοιγαροῦν κατὰ τὸν Γρηγορᾶν ὁ Χριστὸς ἐπ’ ὄρους τὸν οἰκεῖον τύπον τοῦ προσώπου μετέβαλεν, ὃ τοῖς εἰκονομάχοις ἐστὶ τὸ ποθούμενον. Τοῦτο δ’ ἔπαθεν ὁ Γρηγορᾶς ἀνεπιστημόνως ἐνδεῶς ὁρισάμενος. Ἡλίου μὲν γὰρ καὶ σελήνης τὸ μὲν κατὰ τὴν ἐπιφάνειαν τύπωμα τὸ αὐτό, σφαιρικὰ γάρ ἐστιν ἄμφω, μορφὴν δὲ προφαίνει κατά τι μὴ τὴν αὐτήν· ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης, καὶ «ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ», φησὶν ὁ Ἀπόστολος. Τῷ δὲ σχήματι καὶ τῷ τύπῳ τῆς ἐπιφανείας οὐ διενήνοχε καί, κατά τινα τῶν ἔξω σοφῶν, φθείρεται τῶν γινομένων οὐδέν, κρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ὑπέδειξεν.

Ἐντεῦθεν δὲ μηδὲ τοῖς σημαινομένοις ὑπὸ τοῦ ὀνόματος τῆς μορφῆς ἐπιστημόνως ὁ Γρηγορᾶς ἐπιβαλὼν ἀναδείκνυται. Τῇ γὰρ ἐπιστημονικῇ διδασκαλίᾳ στοιχεῖν αἱρούμενος καὶ τὴν πνευματικὴν παρὰ φαῦλον τιθέμενος, ἐγκαταλειφθεὶς ὑπὸ τοῦ Θεοῦ δικαίως, καὶ τὴν ἐκ μαθήσεως ἐπιστήμην ἀπώλεσεν. Ἔσται δὲ τοῦτο κἀπὶ τῶν ἑξῆς ἐναργέστερον.

Ὁ δὲ κείμενος ὑπὸ τὸν βόθρον ἐκεῖνον ἀνεπαισθήτως ὃν ὀρύξας εἰσπέπτωκε, καὶ τὸν ἐπὶ τοῦ προσώπου τὰ στίγματα τοῦ Χριστοῦ φέροντα Θεόδωρον προάγειν ἐπιχειρεῖ καθ’ ἡμῶν. Ἀλλ’ ἔλαθε καὶ τοῦτον καθ’ ἑαυτοῦ προβαλλόμενος· φησὶ γὰρ ὁ ἅγιος, Εὐσέβιόν τινα τῶν εἰκονομάχων προστάτην γράφειν ὡς ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον καὶ τῷ τοῦ Θεοῦ Λόγῳ πρέπον, ὃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὗς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, μεταβέβληται ἡ τοῦ δούλου μορφή.

Καὶ τοῦτο προθεὶς ὁ φερωνύμως Θεόδωρος, πρὸς μὲν τὸ ὑπὲρ πᾶσαν αἴσθησιν, ἔτι δὲ καὶ ὑπὲρ νοῦν, εἶναι τὸ φῶς ἐκεῖνο οὐδαμῶς ἀντιλέγει· μᾶλλον μὲν οὖν καὶ ἐπὶ τὸ μεῖζον αἴρει, δι’ ὧν ἑξῆς γράφει, τὴν τοῦ φωτὸς τούτου δόξαν, πρὸς δὲ τὸ δεῖξαι καὶ παραστῆσαι μὴ μεταβεβλῆσθαι τὴν τοῦ δούλου μορφὴν ἐξ ὅλων ὅλην τὸν ἀγῶνα ποιεῖται. «Ποῖος γάρ, φησί, καὶ ὅστις ὁ τῆς μεταβολῆς τρόπος ἐπισκεψώμεθα». Καὶ πάλιν τοῦ δυσσεβοῦς Εὐσεβίου εἰπόντος, ὅτι μεταμεμόρφωται καὶ ἀπηθανάτισται καὶ ἄκτιστον γέγονεν, οὐδὲ πρὸς τοῦτο ἀντεῖπεν ὁ ἅγιος, ἀλλ’ ἐπάγει λέγων· «εἶτα μεταμορφωθὲν καὶ ἀπαθανατισθὲν μεμένηκε σῶμα ἢ οὔ; Εἰ γὰρ μεμένηκε, μάταιος ὁ Εὐσεβίου λόγος καὶ οὐδὲν ἡμῖν πρᾶγμα ἔσται· εἰ δὲ μὴ μεμένηκε, πῶς ἐνδύσεται ἀθανασίαν καὶ ἀφθαρσίαν;».

Ὁρᾷς ὅτι ὁ εὐσεβὴς καὶ ὑπὲρ εὐσεβείας διαλεγόμενος πρὸς τὴν διάνοιαν βλέπει, ἀλλ’ οὐ τὰ ῥήματα κακουργῶν καὶ διαστρέφων καὶ τὴν διάνοιαν συκοφαντικῶς μεθέλκων πρὸς ἄλλο τι παρ’ ὃ δείκνυσι, πρὸς ἅπερ ἀντιλέγειν αἱρεῖται, εἶτα κακοσχόλως ἀντίκειται; «Ὁ γὰρ ἄκτιστος κτίζεται καὶ ὁ ἄναρχος ἄρχεται καὶ ὁ Λόγος παχύνεται σὰρξ γενόμενος», Γρηγόριός φησιν ὁ τῆς θεολογίας ἐπώνυμος. Ὁ δ’ ἐκ Δαμασκοῦ θεῖος ὑμνῳδὸς «Λόγος, φησί, Θεοῦ ὁ Υἱὸς τῆς Παρθένου, δημιουργὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, οὐ δημιούργημα, εἰ καὶ σάρκα εἴληφεν». Εὖ γὰρ ἔχει ταῦτα κατ’ εὐσεβῆ διάνοιαν ἐκλαμβανόμενα, κἂν εἰ δοκεῖ ἀντικεῖσθαι.