Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η οντολογική πραγματικότητα του Θαβωρίου φωτός και της θεώσεως

Αντικρούεται η θέση του Γρηγορά που υποβαθμίζει το άκτιστο φως και τη θέωση σε ανυπόστατα ονόματα ή απλές σχέσεις, τονίζοντας τον προαιώνιο χαρακτήρα της θείας δόξας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 15

Ἀλλ’ ἐπεί, καθάπερ τὴν ἀρχὴν ἔφην καὶ νῦν ἐδείχθη, μὴ καθ’ ἡμῶν καὶ τῆς καθ’ ἡμᾶς διανοίας οἱ τοῦ Γρηγορᾶ λόγοι τείνουσιν, ἀλλὰ τοῖς οἰκείοις ἀναπλασμοῖς δῆλός ἐστιν ἀντιφθεγγόμενος, τοῦτ’ αὐτὸ δείξαντες ἀρτίως, ἀφῶμεν αὐτὸν ὑφ’ ἑαυτοῦ βαλλόμενόν τε καὶ καταβαλλόμενον. Πρὸς δὲ τοῖς τοιούτοις καὶ τὴν ἀκόλαστον αὐτοῦ γλῶτταν καὶ πρὸς ὕβρεις ἀκόρεστον παρ’ οὐδὲν θέμενοι, τοῦτο πρὸ τῶν ἄλλων ἐπισκεψώμεθα· τί ποτ’ ἆρά φησιν οὗτος εἶναι τὸ ἐν Θαβωρίῳ φῶς; Ἂν γὰρ κατ’ αὐτοῦ τοῦ θειοτάτου φωτὸς βλασφημῶν οὗτος ἅμα καὶ ἀνοηταίνων φανῇ, καὶ Θεῷ καὶ τοῖς θεολόγοις ἐναντιούμενος, αἱ καθ’ ἡμῶν, ὡς μὴ συναινούντων αὐτῷ, λοιδορίαι καὶ συκοφαντίαι μακαρισμῶν ἡμῖν πρόξενοι γενήσονται θείων καὶ χαρᾶς ἀφάτου καὶ οὐρανίων μισθῶν. Τῆς οὖν κατ’ ἐπιστήμην, φησί, διδασκαλίας προεκτεθείσης ἡμῖν, οὔπω δὲ ἦλθεν ἐπὶ τὰς ἐμὰς χεῖρας αὕτη, τεκμηριώσαιτο δ’ ἄν τις καὶ ταύτην ἀποχρώντως ἐκ τῶν ἑξῆς. Ἀλλὰ ταύτης, φησί, προεκτεθείσης, ζητητέον κἀκ τῶν ἁγίων τὰ σύμφωνα ὑποδείγματα, ἵνα σαφέστερον ἡ σχέσις μηδὲν οὖσα δειχθῇ καθ’ ἑαυτήν, πλὴν φωνὴ μόνη, ἑτέρων ὕπαρξιν ἐμφαίνουσα.

Τὴν σχέσιν ὁ Γρηγορᾶς ἐπαγγέλλεται δεῖξαι μηδὲν οὖσαν καθ’ αὑτήν, ὃ τίς τῶν ἁπάντων οὐκ οἶδε καὶ χωρὶς ἀποδείξεως; Ἀλλ’ αὐτὸς διὰ τοῦ πᾶσιν ἀνωμολογημένου τούτου κλέπτων τοὺς ἀκροωμένους, οὐκέθ’ ἑξῆς τοῦτο πειρᾶται δεῖξαι, ἀλλὰ μηδαμῇ μηδαμῶς οὖσαν τὴν σχέσιν, πλὴν φωνὴν μόνην. Τίς τῶν νοῦν ἐχόντων τοῦτο καταδέξεται, ὡς οὐδὲν ἡ σχέσις, πλὴν φωνὴ μόνη, κἂν εἰ μὴ καθ’ ἑαυτὴν ὑφέστηκεν; Ἀλλὰ δεῖξαι, φησὶν οὗτος, ταύτην τὴν κατ’ αὐτὸν φωνὴν μόνην οὖσαν ἑτέρων ὕπαρξιν ἐμφαίνουσαν. Ἆρ’ οὐχ ὁ τοῦ φιλοσόφου νοῦς οὗτος ἀμαθὴς καὶ ἀνόητος; Ἡ γὰρ φωνὴ τῆς σχέσεως, ὡς πᾶς τις ἂν εἴποι νοῦ καὶ μετρίως εὐμοιρῶν, οὐχ ἑτέρων ὕπαρξιν, ἀλλ’ ἑτέρων ἡντινοῦν ἕνωσιν ἐμφαίνει σαφῶς. Ἡ γὰρ τούτων ὕπαρξις καὶ χωρὶς τῆς σχέσεώς ἐστι κατάδηλος.

Ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἴωμεν, ἵν’ εἰδῶμεν ἔτι μᾶλλον τὴν τοῦ φιλοσόφου διάνοιαν. Προάγει τοίνυν οὗτος τὸν πολὺν τὰ θεῖα Μάξιμον γράφοντα «συνεισάγειν ἑαυτῇ τὰ σχετὰ τὴν σχέσιν καὶ χωρὶς τούτων ἀδύνατον εἶναι ταύτην ἢ νοεῖσθαι ἢ λέγεσθαι».

Εἶτ’ αὐτὸς οὗτος ὁ Γρηγορᾶς ἀντιλέγειν διατείνεται πρός τινας τοὺς τῶν σχετῶν ἄνευ, καθάπερ αὐτός φησι, τὴν σχέσιν νοοῦντας καὶ λέγοντας, τὸ παρὰ τοῦ θείου Μαξίμου ῥηθὲν ἀδύνατον, ἔργῳ δεικνὺς αὐτὸς οὐκ ἀδύνατον. Ἀλλὰ καὶ συνεισάγειν ἑαυτῇ, φησί, τὴν σχέσιν ὁ θεῖος Μάξιμος, ὡς οὖσάν τι δηλονότι καὶ ταύτην καὶ συμπαραμένουσαν καὶ ἐνθεωρουμένην τοῖς σχετοῖς, ἃ πάντα προσκείμενον τὸ σύν, ὅτι μάλιστα παρίστησιν. Ὁ δὲ Γρηγορᾶς μηδαμῇ μηδὲν εἶναι τὴν σχέσιν σπουδάζει δεῖξαι, τῷ ἁγίῳ καθάπερ ἐπίτηδες ἀντικείμενος. Μετὰ γοῦν τὸ προθεῖναι τὴν ῥῆσιν τοῦ σοφοῦ Μαξίμου, καταμαρτυροῦσαν καὶ ταύτην αὐτοῦ μᾶλλον ἀλλ’ οὐκ αὐτῷ συμμαρτυροῦσαν, ἐπιφέρει γράφων· «ὁρᾷς ὡς ἣ μηδαμῇ μηδαμῶς ὑφίστασθαι δύναται σχέσις ἰδιαζόντως καὶ καθ’ αὑτήν, ἀλλ’ ὄνομα μόνον ἐστὶν ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον;». Τῆς λεπτότητος τῶν φρενῶν, εἶπεν ἄν τις πρὸς τὸν τὰ τοιαῦτα γράφοντα! Καὶ πῶς ὄνομά ἐστι τὸ κατὰ τὸν θεῖον Μάξιμον μηδαμῶς λέγεσθαι δυνάμενον;

Ἆρ’ οὖν οὐκ αὐτὸς εἶ ὁ τῷ θείῳ Μαξίμῳ φανερῶς ἀντικείμενος; Εἶτα τῷ μὲν ὀνόματι τῆς σχέσεως τούτῳ δίδως εἶναί τι καθ’ ἑαυτό, μηδαμῶς οὐσία ὄντι, φῇς γὰρ εἶναι τοὔνομα μόνον, ταύτῃ δὲ τῇ σχέσει διότι μὴ ἔστιν οὐσία μηδαμῇ μηδὲν εἶναι δίδως ἐνθεωρουμένῃ νῷ τούτοις, ἀλλ’ οὐχ ὧν ἐστι σχέσις χωριζομένη; Ναί, φησὶν ὁ Γρηγορᾶς, καὶ προστίθησι καταλλήλως οἷς προέθηκεν, γράφων, «ὁρᾷς ὅτι ταύτην τὴν ὄνομα μόνον οὖσαν σχέσιν, ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον, ὁ νέος δογματιστὴς Παλαμᾶς ὁρατὴν δογματίζει καὶ ἄκτιστον θεότητα»; Τί μὲν οὖν ἡμεῖς, συμφθεγγόμενοι τοῖς ἁγίοις, θεότητα ἔφημεν, οὔτε νῦν καιρὸς λέγειν καὶ ὁ Συνοδικὸς Τόμος ἀποχρῶν εἰς παράστασιν.

Ἀλλ’ ὁρᾶτε πάντες, φαῖμεν ἂν ἡμεῖς, ὅτι πᾶν τὸ μὴ καθ’ ἑαυτὸ ὑφεστηκὸς ὄνομα μόνον εἶναί φησιν ὁ φιλόσοφος οὗτος, ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον; Προϊὼν δ’ ἐνταυθοῖ τοῦ λόγου καὶ μηδὲν εἶναι πλέον λέγει τὴν σχέσιν ἢ διανοίας ἀνάπλασμα ψιλὸν καὶ ἀνύπαρκτον, ὡς μὴ θεωρουμένην καθ’ ἑαυτήν.

Οὐκοῦν, κατ’ αὐτόν, ἕν ἐστι γένος μόνον τῶν ὄντων καὶ ἓν μόνον τὸ ὄν, τὸ καθ’ ἑαυτὸ καὶ μὴ ἐν ἑτέρῳ θεωρούμενον, τοῦτο δέ ἐστιν ἡ οὐσία· ταύτης γὰρ μόνης τὸ καθ’ ἑαυτὴν θεωρεῖσθαι. Τοιγαροῦν, ἐπεὶ δέκα γένη τῶν ὄντων εἶναι, πολλοὶ καὶ τῶν πρὸς βραχὺ φιλοσοφίας ἡμμένων συμμαρτυρήσουσιν, ὡς μηδὲ πρὸς βραχὺ ταύτης ἡμμένος ὁ μέγα φυσῶν ἐπ’ αὐτῇ Γρηγορᾶς, ἀλλ’ ἀγροῖκος ὢν πάντῃ καὶ ἀφιλόσοφος, ἀνυπαρξίαν τῶν ὄντων πολλαπλασίως καταψηφίζεται· ἤ, τὸ ἐκ διαμέτρου κακὸν καὶ οὐχ ἧττον ἀφιλόσοφον καὶ ἀνόητον, τὰ ὄντα πάντα οὐδὲν ἕτερον ἢ οὐσίαν εἶναί φησι καὶ ὃ περὶ μόνου τοῦ Θεοῦ πρότερον διετείνετο, ὅτιπερ οὐσία μόνον ἐστί, τοῦτο νῦν τοῖς πᾶσι φέρων χαρίζεται καί, τό γε εἰς αὐτὸν ἧκον, τῇ κτίσει πάσῃ τὸ Θεὸν εἶναι δίδωσιν, αὐτήν τε τὴν κτίσιν θεοποιῶν ἀφρονέστατα καὶ δύο πρεσβεύων ἐξ ἀνάγκης θεούς. Τὸ γὰρ κατ’ αὐτὸν μόνου Θεοῦ ὑπάρχον, νῦν μὲν τῷ κτίστῃ, νῦν δὲ τῷ κτισθέντι παρ’ αὐτοῦ κόσμῳ προσνέμων ἀμοιβαδόν, ἄλλοτε ἄλλῳ, πῶς οὐ δύο πρεσβεύει θεούς;

Τοῦτο μὲν οὖν τὸ καὶ ἀσεβὲς καὶ δυσσεβὲς καὶ ἀνόητον ἐκ τῶν αὐτοῦ ῥημάτων καὶ δοξασμάτων κατὰ πᾶσαν ἀνάγκην ἀναπέφηνεν ἐξ ἀρχῆς εὐθὺς συναγόμενον. Ἃ δὲ αὐτὸς καθ’ ἡμῶν συνήγαγεν, ἐπειδήπερ οὐκ ἐκ τῶν ἡμῖν λεχθέντων ἢ δοκούντων, ἀλλ’ ἐκ τῶν παρ’ αὐτοῦ συκοφαντικῶς προτεθέντων μικρὸν ἀνωτέρω περαίνων δέδεικται, καὶ ταῦτα δὲ κατ’ αὐτοῦ χωρεῖ πάντως, οἴκοθεν οἴκαδε, κατὰ τὴν παροιμίαν. Πάσχει δὲ ταῦτα καὶ πολλῷ πλείω τούτων ὑπὸ τοῦ Θεοῦ δικαίως ἐγκαταλειφθείς τε καὶ μωρανθείς, ἅτε τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, κατὰ τὴν τῆς εὐσεβείας ἀλήθειαν εἴπερ ποτὲ καὶ ἄλλοτε καλῶς ἐχούσῃ, καὶ ἀσφαλῶς, ἐπὶ κακῷ τῆς οἰκείας κεφαλῆς, μᾶλλον δὲ ψυχῆς ἀντικεῖσθαι νῦν προελόμενος. «Ἀλλ’ ὅρα, φησὶν αὐτός, καὶ τὰ πλείω καὶ μείζω τῆς ἑξῆς ἀτοπίας τοῦ Παλαμᾶ, ὅτι καὶ τὴν μεταμόρφωσιν τοὔνομα, σχέσιν οὖσαν τοῦ μεταμορφοῦντος Θεοῦ Λόγου πρὸς τὸ μεταμορφούμενον σῶμα, θεότητα καὶ αὐτὴν ἰδίαν αὐτὸς ἐδογμάτισε νέαν, ἄκτιστόν τε καὶ τῆς θείας οὐσίας ἑτέραν· δέον, εἰ μὲν τῆς θείας οὐσίας ἕτερον εἴη τὸ φῶς ἐκεῖνο καὶ ὑφειμένον, μὴ εἶναι λέγειν θεότητα ἄκτιστον».

Τί μὲν οὖν περὶ τοῦ θείου φωτὸς ἐκείνου λέγομεν ἡμεῖς, καὶ ὁ Συνοδικὸς Τόμος ὑποδείκνυσι, μᾶλλον δὲ οἱ συνοδικοὶ τόμοι, ἐν οἷς καὶ βασιλεῖς καὶ πατριάρχαι καὶ ἀρχιεράρχαι καὶ ἱεράρχαι καὶ ὁ τῶν εὐσεβῶν ἅπας σύλλογος καὶ συναινοῦσι καὶ ἐπαινοῦσι καὶ συμμαρτυροῦσι τὰ κάλλιστα καὶ τοὺς πρὸς ἡμᾶς ἀντιλέγοντας ἀναθέματι παγκοσμίῳ καὶ ἐπετείῳ καθυποβάλλουσιν.

Ὁ δὲ Γρηγορᾶς οὗτος εἰπὼν τὴν μεταμόρφωσιν ἡμᾶς λέγειν θεότητα καὶ ἐπενεγκὼν ὅτι δέον, εἰ μὲν τῆς θείας οὐσίας ἕτερον εἴη τὸ φῶς ἐκεῖνο, μὴ εἶναι λέγειν θεότητα ἄκτιστον, ἔδειξε τὸ ἐν Θαβωρίῳ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως εἶναι τὴν ἐκεῖ μεταμόρφωσιν καὶ λέγειν καὶ οἴεσθαι, τὴν δὲ μεταμόρφωσιν ταύτην σχέσιν εἶναί φησι, τὴν δὲ σχέσιν ὄνομα μόνον, ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον. Ὁρᾶτε τίνα δόξαν οὗτος ἔχει περὶ τοῦ φωτὸς ἐκείνου τῆς τοῦ Κυρίου μεταμορφώσεως;

Μηδαμῇ γάρ φησι μηδαμῶς εἶναι τοῦτο καὶ χεῖρον στερήσεως, δηλονότι καὶ σκότους χεῖρον· «λέγεται μὲν γάρ, φησίν, οὐκ ἔστι δέ· τὸ γὰρ ὄνομα μόνον τοιοῦτο». Ταῖς αὐταῖς δὲ βλασφημίαις καὶ κατὰ τῆς θεώσεως χρῆται, τῇ τε ἀληθείᾳ καὶ πρὸς ἑαυτὸν ὑπεναντίον γράφων. Ἰσχυρίζεται γὰρ ἄμφω φρενοβλαβῶς κτίσμα τε καὶ ταύτην εἶναι καὶ διανοίας ἀνάπλασμα, ταῖς ἴσαις καὶ ταύτην ὑποβάλλων ἐρεσχελίαις, ἐπεὶ παρὰ τῶν θεολόγων ἡμῶν πατέρων καὶ θέωσις προσαγορεύεται τὸ φῶς ἐκεῖνο τῆς τοῦ Κυρίου μεταμορφώσεως, ὧν εἷς, πάντας ἐπαγόμενος μεθ’ ἑαυτοῦ, «κατὰ τὴν ἀψευδῆ, φησί, τῶν θεολόγων μυσταγωγίαν, ὥσπερ ἔκ τινος ἀεννάου πηγῆς κατὰ ἀπειρόδωρον χάριν τῆς ἀκηράτου θεώσεως εἰς ἡμᾶς τὸ μέγα πρόεισι δῶρον».

Καὶ πάλιν· «τοῦτο ἑορτάζομεν σήμερον, τὴν τῆς φύσεως θέωσιν, τὴν εἰς τὸ κρεῖττον ἀλλοίωσιν, τὴν ἐπὶ τὰ ὑπὲρ φύσιν ἔκτασιν καὶ ἀνάβασιν, καθ’ ἣν καὶ τοῦ κρείττονος ἡ ἐκνίκησις, ἤ, τόγε κυριώτερον εἰπεῖν, ἡ ἀνεκλάλητος θέωσις. Τοῦτο θαυμάζουσιν ἄγγελοι, τοῦτο δοξολογοῦσιν ἀρχάγγελοι, τοῦτο πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον ἐναργέστατόν τε καὶ ἀψευδέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας».

Οὕτω γὰρ καὶ ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης φησίν· «ἐν τούτῳ τῶν ἀποστόλων οἱ πρόκριτοι τῇ δόξῃ τῆς ἑαυτοῦ βασιλείας ὁρῶσι Χριστὸν ἐκλάμποντα, ᾧ ἀκλινῶς οἱ ἄγγελοι ἐνερείδειν τὸ ὄμμα οὐ σθένουσιν». Ἀλλ’ ὁ Γρηγορᾶς τὴν θέωσιν ταύτην ἀνάπλασμα διανοίας εἶναί φησι καὶ ὄνομα μόνον εἰς ἀέρα λυόμενον, ὁμοῦ δὲ καὶ κτιστήν. Οὐδὲ γὰρ αὐτοῦ τοῦ θείου Μαξίμου, ὃν αὐτὸς οἴεται προάγειν εἰς μαρτυρίαν, ἐπύθετο, μᾶλλον δὲ καὶ τούτου πυθόμενος ἀπηξίωσεν αὐτῷ πείθεσθαι, λέγοντι τὸν Χριστὸν «μισθὸν δωρεῖσθαι τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν», ὃς καὶ ταῖς τοῦ Γρηγορᾶ βδελυραῖς ἀνυπαρξίαις κατ’ ἄκρας ἀντιταττόμενος καὶ κατ’ εἶδος ἔφη ταύτην ἐνυπόστατον ἔλλαμψιν, οὐχ ὡς αὐθυπόστατον οὖσαν («οὐδεὶς γὰρ ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου», κατὰ τὸ γεγραμμένον, «καὶ Θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν») ἀλλ’ ὡς παραμένουσαν τοῖς κεχαριτωμένοις θείως καὶ μὴ βροντῆς καὶ ἀστραπῆς δίκην ἀνυπόστατον οὖσαν.

Ὁ δὲ Γρηγορᾶς οὐδ’ ἐκεῖνο συνιδεῖν ἐδυνήθη, καίτοι τεχνολόγος τῆς ματαιότητος εἶναι φιλοτιμούμενος, καὶ τῇ διαιρέσει τῶν ὀνομάτων ἐπιγαυρούμενος καὶ τὴν τῶν ὁμωνύμων ἐπιστήμην ἐκμελετῆσαι μὲν βρενθυόμενος, ἀνεπιστήμων δὲ κἀπὶ ταύτῃ διὰ τῶν αὐτοῦ διδαγμάτων ἀποδεικνύμενος· οὐδ’ ἐκεῖνο γοῦν ἐδυνήθη συνιδεῖν οὗτος, ὅτι καθάπερ δωρεὰ καὶ χάρις καὶ πρόσληψις λέγεται μὲν καὶ αὐτὸ τὸ προσειλῆφθαι καὶ τὸ κατὰ χάριν καὶ δωρεὰν δεδόσθαι, λέγεται δὲ ἔστιν ὅτε πρόσληψις καὶ δωρεὰ καὶ χάρις καὶ τὸ προσειλημμένον πρᾶγμα καὶ αὐτὸ τὸ δεδομένον κατὰ χάριν τε καὶ δωρεάν, οὕτω δὴ καὶ θέωσις, νῦν μὲν αὐτὸ τὸ θεοῦσθαι λέγεται, νῦν δ’ αὖθις ὃ λαμβάνον παρὰ τοῦ Θεοῦ τὸ θεούμενον θεοῦται, οὐ χωριζόμενον ἐκεῖνο πάντως τοῦ θεοῦντος, ἄπαγε τῆς τοῦ Γρηγορᾶ παραφροσύνης, ἀλλ’ ἑνοῦν μᾶλλον τοὺς κατηξιωμένους τῷ Θεῷ, καθάπερ ἡ παρὰ τοῦ ἡλίου λάμψις αὐτοῦ διασπωμένη μηδαμῶς ἡλίῳ συνάπτει τοὺς ὁρῶντας. Κατὰ γὰρ τὸν ἅγιον Μάξιμον «ὅλος μένων ἄνθρωπος ὁ τεθεωμένος κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν φύσιν, ὅλος γίνεται Θεὸς κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν χάριν καὶ τὴν ἐμπρέπουσαν αὐτῷ διόλου θείαν τῆς μακαρίας δόξης λαμπρότητα, μεθ’ ἣν οὐκ ἔστιν ἐπινοῆσαί τι λαμπρότερον ἢ ὑψηλότερον. Τί γὰρ θεώσεως τοῖς ἀξίοις ἐρασμιώτερον, καθ’ ἣν ὁ Θεὸς θεοῖς γενομένοις ἑνούμενος τὸ πᾶν ἑαυτοῦ ποιεῖται δι’ ἀγαθότητα»;

Ὁ δὲ Γρηγορᾶς θέωσιν λέγων ἐκεῖνο τὸ φῶς καὶ ταύτην ὄνομα μόνον ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον, ὄντως «εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ», μᾶλλον δὲ καὶ ὑπὸ τοῦ ἀντιθέτου τῷ Θεῷ σκότους διενεργούμενος, ἀντίκειται φρενοβλαβῶς καὶ κατ’ αὐτὰ τὰ ῥήματα τῷ Χριστῷ καὶ τῷ Εὐαγγελίῳ τούτου σαφῶς. Εἰ γὰρ ὄνομα μόνον ἐστὶν ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον, οὐκ εἶδον οἱ τῷ Χριστῷ συναναβάντες ἔκκριτοι τῶν μαθητῶν ὀφθαλμοῖς τοῦτο καὶ τὴν εἰς αὐτὸ τῆς δεσποτικῆς ὄψεως μεταμόρφωσιν, ἀλλ’ ὠσὶν ἤκουσαν. Ἀλλὰ ἀψευδὴς Χριστὸς ἡ αὐτοαλήθεια, τὴν θέαν πρῴην ἐπαγγειλάμενος· ὁ δὲ Γρηγορᾶς σχέσιν εἰπὼν εἶναι τὸ φῶς ἐκεῖνο καὶ τὴν τοῦ Χριστοῦ μεταμόρφωσιν, μετά τινα τὴν σχέσιν εἶναι διατείνεται μηδὲν πλέον ἢ διανοίας ψιλὸν καὶ ἀνύπαρκτον ἀνάπλασμα.

Ὁρᾶτε σαφέστερον, ὡς μηδὲν μηδαμῇ καὶ μὴ ὂν παντάπασι καὶ ψεῦδος ἄντικρυς τὸ φῶς ἐκεῖνο τῆς τοῦ Κυρίου μεταμορφώσεως κακῶς οὗτος δοξάζει καὶ ἀσεβῶς κατασκευάζει καὶ ἀποφαίνεται καὶ αὐτῆς τῆς στερήσεως τοῦ φωτός, ὡς ἔφημεν, χεῖρον ἢ σκότος ἐστί τε καὶ ὀνομάζεται;

Σκότος μὲν οὖν, κατὰ τὸν Μωϋσῆν, ὑπῆρχεν «ἐπάνω τῆς ἀβύσσου», ἀλλὰ πρὶν ἢ τὸ φῶς παρῆχθαι πρὸς γένεσιν. Νῦν δὲ αὐτὸς ὁ Κύριος μετὰ τὸ λάμψαι θείως ἐπ’ ὄρους ὡς εὐδόκησε, κατὰ τὸν Γρηγορᾶν—ὢ τῆς ἀρρήτου βλασφημίας—τὸ καὶ χεῖρον τῆς στερήσεως ἐπιφαινόμενον εἶχε τῷ προσώπῳ φῶς!

Κατ’ αὐτὸν οὖν οὔτε ἦν, οὔτε ἔστιν, οὔτε ἔσται τὸ τοιοῦτο φῶς, μᾶλλον δὲ οὐδὲ ὑπῆρξεν ὅλως. Ἂν οὖν ἡμεῖς, τοῦ Θεοῦ διδόντος, δείξωμεν ἀρτίως παρὰ τῶν θεοειδῶν θεολόγων μαρτυρούμενον, ὡς καὶ πρὸ τοῦ πρωτογόνου κατ’ αἴσθησιν φωτὸς καὶ πρὸ τοῦ σκότους, ὃ διέκοψε τὸ φῶς ἐκεῖνο, προϋπῆρχε τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, ἦν τε καὶ ἔστι καὶ ἔσται εἰς αἰῶνας, πάντως εἰ μὴ τὸ τῶν φρενῶν ὄντως σκότος ἀποθέμενος ὁ Γρηγορᾶς, πρὸς τὸ φῶς νῦν γοῦν ἀναβλέψαι θελήσει τῆς ἀληθείας, τῷ αἰωνίῳ παραπεμφθήσεται σκότει τῷ ὑπὸ ζόφον αἰώνιον ἐνδίκως τετηρημένῳ συζυγείς.