Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Το υπερουράνιο φως της βασιλείας και η καταδίκη της πλάνης

Πατερικές μαρτυρίες για το φως της Μεταμορφώσεως ως άκτιστο, προκοσμικό φως του μέλλοντος αιώνος και υπενθύμιση των συνοδικών αναθεματισμών κατά των αντιλήψεων του Γρηγορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 15

Φησὶ τοίνυν ὁ μέγας Βασίλειος ὡς «εἴπερ τι ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τούτου καὶ φθαρτοῦ κόσμου συστάσεως, ἐν φωτὶ ἂν ἦν δηλονότι. Οὔτε γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι, οὔτε πᾶσαι αἱ ἐπουράνιοι στρατιαί, οὔτε ὅλως ὅ,τι ἐστὶν ὠνομασμένον ἢ ἀκατονόμαστον τῶν λογικῶν φύσεων καὶ τῶν λειτουργικῶν πνευμάτων ἐν σκότῳ διῆγεν, ἀλλ’ ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν εἶχον· καὶ τούτοις οὐδεὶς ἀντερεῖ. Οὔκουν ὅστις γε τὸ ὑπερουράνιον φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται, περὶ οὗ καὶ Σολομών φησι ‘φῶς δικαίοις διὰ παντός’ καὶ ὁ Ἀπόστολος· ‘εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί’. Εἰ γὰρ οἱ καταδικαζόμενοι πέμπονται εἰς τὸ σκότος τὸ ἐξώτερον, δηλονότι οἱ τὰ τῆς ἀποδοχῆς ἄξια εἰργασμένοι, ἐν τῷ ὑπερκοσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἔχουσιν».

Ὁρᾷς ὡς ὑπερουράνιόν ἐστι καὶ ὑπερκόσμιον καὶ προκόσμιον καὶ τῶν οὐρανίων ἀγγέλων ὑπάρχει φῶς, τὸ τοῦ μέλλοντος αἰῶνος φῶς, οὗ τῇ μεθέξει καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος; «Φῶς γάρ», φησὶ καὶ ὁ θεολόγος Γρηγόριος, «ἡ ἐκεῖθεν λαμπρότης τοῖς ἐνταῦθα κεκαθαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ θεῶν ὄντων καὶ βασιλέων διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος».

Καὶ τοῦτό ἐστιν ὃ καὶ Μάξιμος ὁ θεῖος ἐδήλωσεν εἰπών· «ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας ἡ ἀκραιφνὴς τοῦ Θεοῦ βασιλεία. Οὐ γὰρ δὴ θέμις εἰπεῖν ἦρχθαι ἢ φθάνεσθαι ὑπὸ αἰώνων ἢ χρόνων τὴν τοῦ Θεοῦ βασιλείαν. Ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σωζομένων κληρονομίαν, ὡς ὁ ἀληθὴς παραδίδωσι Λόγος. Ἡ αὐτὴ δέ ἐστιν αὕτη τῇ τῶν οὐρανῶν βασιλείᾳ».

Ἀλλαχοῦ γὰρ πάλιν ὁ αὐτὸς «ἡ τοῦ Θεοῦ βασιλεία ἐστί, φησί, τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου». Καὶ πάλιν· «ἡ παρὰ τοῦ λαοῦ τοῦ ‘εἷς ἅγιος’ καὶ τῶν ἑξῆς ὁμολογία, τὴν ἐν τῷ ἀφθάρτῳ τῶν ὄντων αἰῶνι τῶν κατὰ Θεὸν τετελεσμένων ἕνωσιν δηλοῖ, καθ’ ὃν τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης τὸ φῶς ἐποπτεύοντες τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος».

Τί δὲ ἡ πνευματοκίνητος λύρα τῶν ᾀσματογράφων καὶ οἱ κατ’ ἐκείνους ὁσημέραι ψάλλοντες ἐπ’ ἐκκλησίας, «Θεοφόρους εἶναι τοὺς ἀγαθοὺς ἀγγέλους ἄνθρακας, αἴγλῃ πυρσωθέντας τῆς οὐσίας τοῦ Θεοῦ, ὁρᾶν τε τῆς θεϊκῆς λαμπρότητος τὸ κάλλος τὸ ἀμήχανον καὶ ὡς ἔσοπτρα φωτὸς θεαρχικοῦ ταῖς τῆς θεότητος αὐγαῖς διατελεῖν ἐκλάμποντας καὶ τῇ μεθέξει ταύτης φῶτα δεύτερα τελεῖσθαι, τὴν θεαρχικὴν θεωμένους λαμπρότητα, δεῖσθαί τε τυχεῖν ταύτης τῆς ἀΰλου καὶ θεουργοῦ καὶ κρυφίας μεθέξεως»;

Ἀλλὰ τοὺς ὡς ἀληθῶς πιστούς, εἶπεν ἂν Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, ἵνα μὴ ῥαδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος καὶ ὀλίγοις ἄξιον. Τί δὲ οὐχὶ καὶ τῶν ἁγίων ἔστιν οὓς καὶ ἐμφανέστατα τῆς αὐγῆς ἐκείνης γενομένους θεωροὺς ἔτι τῷ βίῳ τούτῳ περιόντας ἴσμεν, ᾠδαῖς καὶ ἱστορίαις καὶ πολυειδέσι παραστάσεσι καταμαθόντες;

Ποῦ δὲ νῦν τῶν ἀπ’ αἰῶνος ἁγίων τὰ πνεύματα; Οὐκ ἐν τῷ ὑπερουρανίῳ φωτὶ μετὰ τῶν ἀγγέλων τῆς αὐτῆς εἰσιν ἀπολαύοντα φωτοχυσίας; Διό φησιν, ἀλλαχοῦ πάλιν ὁ μέγας Βασίλειος «ἆθλον ἀρετῆς Θεὸν γενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ, ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων». Ἆρ’ οὖν τὸ ἀληθινὸν φῶς οὐκ ἄκτιστόν τε καὶ προαιώνιον καὶ τῷ ἀπαστράπτοντι ἡλίῳ συναΐδιον; ὃς «ὅταν, φησίν, ἅπαξ ἐπιφαύσῃ ἡμῖν», δηλαδὴ κατὰ τὴν μέλλουσαν αὐτοῦ δευτέραν ἐπιφάνειαν καὶ παρουσίαν, «οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ δυνάμει περιδραξάμενος, διηνεκὲς καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος· τότε γὰρ καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος».

Τοῦ δὲ ἀληθινὸν ἀπαστράπτοντος ἡλίου τούτου διὰ σαρκὸς ἡμῖν ἐνδημήσαντος, οὐ μία Ἐκκλησία γέγονεν ἀγγέλων καὶ ἀνθρώπων τῶν ὡς ἀληθῶς πιστῶν; Ὃ κἀπὶ τοῦ μέλλοντος αἰῶνος περιφανέστατα διαδειχθήσεται, κατὰ τὴν Ἰωάννου Ἀποκάλυψιν, νυκτὸς οὐκ οὔσης ἔτι· «οὐ γὰρ χρείαν ἔχουσι, φησίν, οἱ δοῦλοι τοῦ Θεοῦ ἐκεῖ φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτοὺς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Καὶ πάλιν· «οὐ χρείαν ἔχουσι τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτοῖς, ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτοὺς καὶ ὁ λύχνος αὐτῶν τὸ ἀρνίον». ὁ μεσίτης τῶν ὑπερουρανίων καὶ τῶν ἐπιγείων Χριστός, ὁ διὰ τῆς αὐτοῦ ζωαρχικῆς σαρκός, ὡς διὰ λαμπτῆρος τοῖς εἰς αὐτὸν δι’ ἔργων τὴν πίστιν ἐπιδεικνυμένοις, εὐδοκήσας κἀντεῦθεν ἐμφανίσαι τὴν ὑπερουράνιον ἐκείνην καὶ ἀπόρρητον θέαν, ἐν ᾗ καὶ τοὺς ἐντεῦθεν πρὸς αὐτὸν μεταχωρήσαντας ἐπαναπαύει θείως. Διὸ καὶ ἡμεῖς ὑπὲρ αὐτῶν ἱκετεύοντες ἀναβοῶμεν· «ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος».

Εἶεν· ἀλλ’ ἐπακούσωμεν ἔτι καὶ Κυρίλλου τοῦ θείου «ὁ Κύριος, φάσκοντος, ἐπιδοξοτάτην ἔσεσθαι δεικνὺς τὴν τῶν ἁγίων ἀνάστασιν· τότε οἱ δίκαιοι, φησίν, λάμψουσιν ὡς ὁ ἥλιος. Ἵνα δὴ πάλιν ἀληθῆ λέγων πιστεύηται, πρόωρον τοῖς μαθηταῖς καὶ τὴν θεωρίαν ἐχαρίζετο ταύτην ἐν τῷ ὄρει μεταμορφωθείς».

Καὶ πάλιν· «ἐμφανίζει ἑαυτὸν τοῖς ὁσίοις ὁ Κύριος οὐ κατὰ μόνην τὴν ἐν εἰδήσει νοουμένην ἐπίγνωσιν, ἀλλ’ ἐξαίρετός τις αὐτῆς ὁ τῆς ἐλλάμψεως ὑπάρξει τρόπος». Γρηγόριος δὲ ὁ τῆς θεολογίας ἐπώνυμος «ἐπὶ τοῦ ὄρους, φησίν, ἀστράπτει καὶ ἡλίου φωτοειδέστερος γίνεται τὸ μέλλον μυσταγωγῶν». Ὁ δὲ Χρυσόστομος πατὴρ παραινετικὸν πρὸς Θεόδωρον γράφων «πάντα, φησί, τὰ τῆς ζωῆς ἐκείνης ἡμέρα καὶ λαμπρότης ἔσται καὶ φῶς.

Οὐ τοῦτο τὸ νῦν, ἀλλ’ ἕτερον τούτου τοσοῦτο λαμπρότερον, ὅσον λυχνιαίου τοῦτο φαιδρότερον. Οὔτε γὰρ νὺξ οὔτε ἑσπέρα ἐκεῖ, ἀλλ’ ἑτέρα κατάστασις, ἣν οἱ καταξιωθέντες εἴσονται μόνοι. Τὸ δὲ τούτων ἁπάντων μεῖζον τὸ τῆς πρὸς Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς μετὰ τῶν ἄνω δυνάμεων· καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος, τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε, καίτοι γε οὐδὲ οὕτως πᾶσαν ἡμῶν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα».

Δαμασκηνὸς δὲ ὁ σοφὸς τὰ θεῖα, ἑορτάζων σὺν λόγῳ τὸ μέγα θέαμα τῆς τοῦ Κυρίου μεταμορφώσεως, «ταῦτά ἐστι, φησίν, ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὗς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Οὕτως ἐν τῷ αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος». Καὶ μετά τινα· «οὐκ ἔστιν ἔννοια τῆς ὑπεροχῆς τὸ μέτρον εἰκάζουσα· τοῦτο τὸ φῶς κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια». Καὶ πάλιν· «φωνὴ τοῦ Πατρὸς ἐκ νεφέλης γίνεται καὶ δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται». Ἀνδρέας δὲ ὁ τῆς Κρήτης φανότατος φωστὴρ «ὑπερβαλλόντως, φησίν, ὁ Κύριος ἐπὶ τοῦ ὄρους ἐξήστραψεν, οὐ τότε γενόμενος ἑαυτοῦ διαυγέστερος ἢ ὑψηλότερος, ἄπαγε, ἀλλ’ ὅπερ καὶ πρότερον ἦν τοῖς τελουμένοις τῶν μαθητῶν καὶ μυουμένοις τὰ ὑψηλότερα κατὰ ἀλήθειαν θεωρούμενος».

Ὁρᾶτε ὅτι καὶ ἔστι καὶ εἰς τοὺς αἰῶνας ἔσται καὶ τοῦτό ἐστιν ἡ τοῦ μέλλοντος αἰῶνος λαμπρότης καὶ καλλονὴ καὶ τέρψις ἀκήρατος, τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως; Ἐπεὶ τοίνυν τὸ ἐν Θαβωρίῳ τοῦτο φῶς τοῦ μέλλοντός ἐστιν αἰῶνος φῶς, τὸ δὲ τοῦ μέλλοντος αἰῶνος φῶς πρὸ τῆς τοῦ αἰσθητοῦ τούτου καὶ φθαρτοῦ κόσμου συστάσεως ἦν, καὶ τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ διηνεκὲς καὶ ἀδιάδοχον φῶς, καθάπερ ἀνωτέρω μικρὸν ὁ μέγας Βασίλειος ἡμᾶς ἐδίδαξε, συνᾳδόντων αὐτῷ προφητῶν καὶ ἀποστόλων καὶ τῶν ἑξῆς θεηγόρων, ἦν ἄρα καὶ ἔστι καὶ ἔσται τὸ ἐν Θαβὼρ τοῖς ἀποστόλοις ἑωραμένον φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, καὶ ὑπὲρ πᾶσαν αἴσθησίν ἐστι καὶ πάντα λόγον, ὑπερουράνιόν τε καὶ ἄφθαρτον καὶ ἀΐδιον, ὃ Γρηγορᾶς, σκοτεινὸς ὄντως ὢν περὶ τὸ ὄντως φῶς, ἀνάπλασμα διανοίας εἶναι δυσσεβῶς συγγράφεται καὶ κατασκευάζει καὶ διατείνεται καὶ ὄνομα καὶ ῥῆμα μόνον ὁμοῦ τῷ πληγέντι ἀέρι συνδιαλυόμενον, μηδὲ ἐπέκεινα τῶν ὑπ’ αἴσθησιν φώτων εἶναι διανοούμενος, μηδὲ τὰ κατ’ ἐπαγγελίαν τοῖς εὐηρεστηκόσι Θεῷ ἀποκείμενα καὶ νῦν ὡς ἐν ἀρραβῶνος μέρει διδόμενά τε τούτοις καὶ προδεικνύμενα, ὑπὲρ αἴσθησιν ὄντα καὶ νοῦν ὡς ὑπερκόσμια καὶ προκόσμια πιστεύων καὶ προσδεχόμενος.

Καὶ δικαίως, εἰ μὴ μεταμεληθεῖεν, ἀναθέματα αἰωνίῳ παρὰ τοῦ Συνοδικοῦ Τόμου καθυποβέβληνται αὐτός τε καὶ οἱ κοινωνοῦντες αὐτῷ τῆς κακοφροσύνης, οἵ τε καθηγησάμενοι τῆς πλάνης αὐτῷ καὶ εἴ τις ἔπειτα τούτοις εἰς τέλος ὁμοφρονήσειεν.

Ἀρκεῖ μὲν οὖν καὶ ταῦτα πάντας τοὺς καθ’ ἡμῶν τοῦ Γρηγορᾶ λόγους μηδὲν ὄντας παραστῆσαι τοῖς πᾶσιν, ὅτι μὴ πλατεῖς ὄντως λήρους συμμιγεῖς ἀσεβείᾳ, ὁμοῦ δὲ καὶ ἀπαλλάξαι τῶν τηλικούτων κακῶν τὸν ἄνθρωπον καί, κατὰ τὸ γεγραμμένον, πατάξαι τε καὶ ἰάσασθαι τῆς ἀληθείας ἐν περινοίᾳ γενόμενον.

Πῶς γὰρ οὐκ ἂν εἴη τῶν δεόντων, ὅτι μάλιστα μηκέτι προχωρεῖν ἐς τοσοῦτον μανίας, ὡς μηδαμῇ μηδαμῶς εἶναι λέγειν τὸ διῆκον ἀπ’ αἰῶνος εἰς αἰῶνας φῶς, μηδ’ ἀπὸ τοῦ Θαβωρίου τὴν ἀρχὴν νομίζειν ἔχειν τὸ προκόσμιον ὑπάρχον φῶς, μηδὲ σωματοειδὲς καὶ ὑλικόν, πῶς γὰρ ἂν ἦν ὑπερκόσμιον καὶ τῶν ἀγγέλων φῶς, μηδὲ κτιστὸν καὶ αἰσθητόν, πῶς γὰρ ἂν εἴη τοῦ μέλλοντος αἰῶνος φῶς, ἡνίκα κατὰ τοὺς θεολόγους οὐκ ἀέρος, οὐκ αἰσθητοῦ φωτός, οὐ τόπου χρεία καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων τοῖς χριστοειδέσιν ἔσται ὁ Θεός. Εἰ δὲ τοὺς ταῦτα λέγοντας ἁγίους ὁ Γρηγορᾶς νομίζων πεπλανῆσθαι, δόλῳ παρεὶς ἐκείνους, ἡμᾶς τοὺς συνᾴδοντας ἐκείνοις ἀντ’ ἐκείνων διώκει καὶ δι’ ἡμῶν ἐπ’ ἐκείνους τὰς εὐθύνας λεληθότως ἀναφέρων, ἁλωσίμους ἅπαντας ὡς οἴεται τίθεται τῇ πλάνῃ, πεπλανημένος αὐτὸς ὡς ἀληθῶς καὶ ἔστι καὶ διαμενεῖ, πάσης ἀσεβείας καὶ ἀβελτηρίας ἀνάπλεων ἔχων τὴν ψυχήν.

Πῶς γὰρ οὐκ ἀνοίας τῆς ἐσχάτης πρὸ τῆς τοῦ αἰσθητοῦ κόσμου συστάσεως φῶς οἴεσθαι ὑπάρχειν αἰσθητόν, ὑλικόν τε καὶ σωματικόν, πρὸ τῶν ἐξ ὕλης συνεστώτων καὶ αὐτῆς τῆς ὑπάρξεως τῆς ὕλης, Μὴ σωματικὸν δ’ εἶναι νῦν λέγομεν ἐκεῖνο τὸ φῶς, οὐχ ὡς μὴ καὶ τοῦ δεσποτικοῦ σώματος ὑπάρχον νῦν, κατὰ γὰρ τὸν ἱερὸν Δαμασκηνόν, «ἐκ τῆς θείας φύσεως ἡ δόξα φυσικῶς προϊοῦσα κοινὴ καὶ τοῦ σώματος ἐγένετο, διὰ τὸ ἑνιαῖον τῆς ὑποστάσεως», ἀλλ’ ὡς ὕλη μηδαμῶς προσῆκον, κατὰ τὸν ᾄδοντα θείως, «πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος ὡράθη ἄϋλον».

Ἀρκεῖ μὲν οὖν καὶ ταῦτα πρὸς παράστασιν ἀληθείας τῆς κατ’ εὐσέβειαν καὶ πρὸς ἔλεγχον τῶν νῦν ἀντικειμένων τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καὶ συνηγόρων τοῦ ἀντιθέου κατὰ τὸ ἀκόλουθον σκότους, ὡς τοῦ τῆς θεανδρικῆς μορφῆς φωτὸς πολεμίων.

Ἀλλ’ ἐπειδὴ καὶ ἡ μνήμη μόνη τοῦ φωτὸς ἐκείνου τοὺς συνετῶς ταύτῃ χρωμένους περιφανῶς ἁγιάζει καὶ πρὸς ἔρωτα καὶ πόθον ἐπεγείρει θεῖον, πόσῳ μᾶλλον ἡ συνηγορία, προσδιατρίψωμεν ἔτι τὸν λόγον ἐπαναλαβόντες τῇ νῦν ἡμῶν ἐφικτῇ περὶ αὐτὸ θεωρίᾳ, ἡμᾶς τε αὐτοὺς καὶ τοὺς συνετῶς ἀκροωμένους ἡμῶν ἁγιάζοντες.