Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Προοίμιο του τέταρτου λόγου: Το θελητόν φως και οι άκτιστες ελλάμψεις

Έναρξη του τέταρτου λόγου. Ανασκευή της θέσης ότι η φανέρωση του φωτός αποτελεί κτιστό γεγονός επειδή γίνεται κατά βούληση, με παραπομπές στη φύση της χάριτος του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 15

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΑ ΤΟΥ ΓΡΗΓΟΡΑ ΣΥΓΓΡΑΜΜΑΤΑ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ ΕΛΕΓΧΟΣ ΕΠΙ ΤΗΣ ΕΙΣ ΤΟ ΘΕΙΟΤΑΤΟΝ ΦΩΣ ΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΠΑΝΤΟΔΑΠΗΣ ΤΟΥ ΓΡΗΓΟΡΑ ΒΛΑΣΦΗΜΙΑΣ ΚΑΙ ΠΑΡΑΣΤΑΣΙΣ ΕΤΙ ΔΙΑ ΠΛΕΙΟΝΩΝ ΟΤΙ ΑΚΤΙΣΤΟΝ ΤΟΥΤΟ ΕΣΤΙΝ ΩΣ ΑΛΗΘΩΣ ΚΑΙ ΑΪΔΙΟΝ, ΟΥΧΙ ΘΕΙΑ ΦΥΣΙΣ Η ΠΑΣΙ ΠΑΝΤΑΠΑΣΙΝ ΑΝΕΚΦΑΝΤΟΣ ΟΝ, ΑΛΛΑ ΤΟ ΠΕΡΙ ΑΥΤΗΝ ΚΑΤΑ ΤΟΥΣ ΘΕΗΓΟΡΟΥΣ ΑΛΗΘΙΝΟΝ ΚΑΙ ΕΡΑΣΜΙΩΤΑΤΟΝ ΚΑΛΛΟΣ ΜΟΝΟΙΣ ΤΟΙΣ ΑΓΙΟΙΣ ΚΑΙ ΝΥΝ ΩΣ ΕΝ ΑΡΡΑΒΩΝΟΣ ΜΕΡΕΙ ΚΑΠΙ ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ ΑΙΩΝΟΣ ΑΔΙΑΛΕΙΠΤΩΣ ΥΠΑΡΧΟΝ ΜΕΘΕΚΤΟΝ ΤΕ ΚΑΙ ΘΕΩΡΗΤΟΝ Ὅτι μὲν οὖν καὶ ἦν καὶ ἔστι καὶ ἔσται τὸ τοῖς ἐκκρίτοις τῶν μαθητῶν ἐν Θαβὼρ ἑωραμένον φῶς ὑπερουράνιον ὂν καὶ προκόσμιον καὶ ὑπερκόσμιον καὶ ἀΐδιον, ὡς καὶ τοῦ μέλλοντος αἰῶνος φῶς, ἀνέσπερόν τε καὶ ἀδιάδοχον, ἀρχέτυπόν τε κάλλος τοῦ Λόγου τοῦ Θεοῦ καὶ λαμπρότης καὶ δόξα τῆς αὐτοῦ θεότητος, ἐκ τῆς αὐτοῦ θείας φύσεως προϊοῦσα φυσικῶς καὶ τῷ παρ’ ἡμῶν αὐτοῦ προσλήμματι κοινὴ δόξα γεγονυῖα διὰ τὸ ἑνιαῖον τῆς ὑποστάσεως, ἐν πολλοῖς τε ἄλλοις λόγοις τε καὶ συλλόγοις πρότερον καὶ νῦν ἀνωτέρω τοῦ λόγου διατετράνωται, συμφθεγγομένων ἡμῖν τῶν ἱερῶν θεολόγων. Καὶ Γρηγορᾶς ὁ μηδαμῶς εἶναι τοῦτο βλασφήμως ἐπιχειρῶν δεικνύναι, μόλις καὶ φανῆναι γοῦν ποτε, καθάπερ τι φάσμα συγχωρῶν, εἶναι δὲ μηδέποτε κατασκευάζων, ἀρραγεῖ, κατὰ Σολομῶντα, τριπλόκῳ φραγγελίῳ τοῦ συλλόγου τῶν εὐσεβῶς φρονούντων ἀπελήλαται δικαίως.

Ἐπεὶ δὲ προϊὼν οὗτος τοῦ οἰκείου καὶ ἀντιθέου συγγράμματος καὶ κτιστὸν εἶναι τὸ θειότατον τοῦτο φῶς ἔτι κατασκευάζειν πειρᾶται φανερώτερον, φέρε καὶ πρὸς τοῦτο στῶμεν ἔτι καὶ νῦν οἱ τοῦ φωτὸς συνήγοροι καὶ τοῦ σκότους ἀντίθετοι, οἱ Χριστοῦ χάριτι τοῖς ἐν οὐρανοῖς ἀγγέλοις τούτου συναπολαύσειν ἐλπίζοντες, οἱ καὶ νῦν, ἐφ’ ὅσον ἐφικτὸν τοῖς σαρκὸς δεσμίοις, μετ’ ἐκείνων τῶν ἄνω δυνάμεων δοξολογοῦντες αὐτὸ καὶ θειάζοντες.

Κατὰ γὰρ τὸν τῆς Κρήτης θεσπέσιον πρόεδρον «τοῦτο θαυμάζουσιν ἄγγελοι, τοῦτο δοξολογοῦσιν ἀρχάγγελοι, τοῦτο πᾶσα ἡ τῶν ὑπερκοσμίων νοητὴ διακόσμησις ἀύλως ἑστιωμένη τεκμήριον ἐναργέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας».

Ἐπεὶ τοίνυν ὁ Γρηγορᾶς μὴ μόνον ἔφη, καὶ πολλάκις ἔφη, γεννητὸν εἶναι τοῦτο καὶ κτιστόν, ἀλλὰ καὶ δι’ ἐπιχειρήματος βιαίου κατασκευάσαι διὰ σπουδῆς ἐποιήσατο, θαυμαστόν τε κἀν τούτῳ γεγονὸς ἴδοι τις ἄν, οὐ γὰρ ἐπιχειρῆσαι δεδύνηται γοῦν, εἰ μὴ τοὺς δυσσεβεστάτους τῶν αἱρετικῶν ἐζηλώκει, κἀκείνους ἐπὶ τὸ χεῖρον παραδραμών, ἅτε φαυλότερον ἢ κατ’ ἐκείνους χρησάμενος τῇ διεξόδῳ τοῦ ἐγχειρήματος. Ἐκείνων γὰρ ἐρωτώντων, εἰ θέλων ἢ μὴ θέλων ὁ Πατὴρ τὸν Υἱὸν ἐγέννησε, κἀντεῦθεν γεννητὸν καὶ κτιστὸν εἶναι κατασκευαζόντων τὸν δι’ οὗ τὰ πάντα γέγονεν, ὁ Γρηγορᾶς τὸ τοῦ σεπτοῦ Μαξίμου προθείς, ὅτι «τὸ θελήσει τοῦ πεποιηκότος γενόμενον οὐκ ἂν εἴη τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον», εἶτα κατὰ ζῆλον ἐκείνων τῶν κακοδόξων «ἡδέως ἂν οὖν ἐροίμην ἔγωγε, φησί, Παλαμᾶν τῆς θείας οὐσίας ἕτερον εἰρηκότα τὸ φῶς ἐκεῖνο, πῶς μὴ πρότερον περὶ τὸν Χριστὸν θεωρούμενον ἐξαίφνης ἐπὶ τοῦ ὄρους ἐφάνη τοῦ Θαβωρίου, θέλοντος τοῦ Θεοῦ Λόγου ἢ μὴ θέλοντος; ἀλλ’ οὐκ ἄν ποτε λέγειν τολμῴη τὸ δεύτερον. Εἰ οὖν ἄλλο μὲν λέγει παρὰ τὴν θείαν οὐσίαν αὐτό, θέλοντος δ’ ἐφάνη, θελητὸν ἄρα καὶ γενητὸν καὶ οὐκ ἂν εἴη τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον».

Οὐκ εὐθὲς οὐδὲ ἁπλοῦν οὐδὲ μονοειδές ἐστι τὸ ἐρώτημα, ἀλλὰ διάστροφον πολλαχῶς καὶ οἷον λαβυρινθῶδες, ὁμοῦ τε προφαῖνον καὶ συγκρύπτον τῆς οἰκείας γνώμης τὴν διασάφησιν. Ἐρέσθαι γάρ, φησί, βούλεται τὸν εἰρηκότα τῆς θείας φύσεως ἕτερον τὸ φῶς ἐκεῖνο. Τοιγαροῦν αὐτός, ὁ τὴν ἐρώτησιν ποιούμενος, οὐχ ἕτερον τῆς θείας οὐσίας εἶναι τὸ φῶς ἐκεῖνό φησι.

Εἰ γὰρ καὶ αὐτὸς ἕτερον ἔλεγεν ἐκείνης, ἐροίμην ἄν, ἔφη, τὸν Παλαμᾶν καὶ αὐτὸν εἰρηκότα τὸ ἕτερον. Καὶ πάλιν· εἰ οὖν ἄλλο μὲν λέγει παρὰ τὴν θείαν οὐσίαν αὐτό, σὺ τοίνυν, φαίη ἄν τις πρὸς αὐτόν, οὐκ ἄλλο εἶναι τοῦτο φής. Πῶς οὖν καὶ μὴ ἄλλο παρὰ τὴν θείαν οὐσίαν ὑποφαίνεις τοῦτο καὶ μὴ συναΐδιον ἀποφαίνῃ τῷ Λόγῳ τοῦ Θεοῦ; Τίς αὕτη ἡ ἀθεωτάτη καὶ ἀλλόκοτος καὶ πρὸς ἑαυτὴν ἀνακόλουθος δόξα καὶ ἀσύμβατος;

Ἀλλ’ οὐδ’ αὐτό, τὸ μὴ ἄλλο εἶναι τῆς θείας οὐσίας, ἀριδήλως οὗτος ἐνταῦθά φησιν, οὐδὲ πρὸς ἓν αὐτῷ βλέπει πάντῃ τὸ προτεθειμένον ὑπὸ δειλῆς καὶ ἀβεβαίου καὶ πρὸς τὰ οἰκεῖα γνώμης πρὸς τοῦτο συνελαυνόμενος ἅμα καὶ πρὸς τὰς προσδοκωμένας ἀντιρρήσεις τρέμων καὶ διὰ τοῦτο καταφυγὰς ἑαυτῷ προμηχανώμενος, ὡς ἂν μὲν δύνηται πείθειν κτιστὸν εἶναι τὸ φῶς ἐκεῖνο, λέγειν ἔχειν καὶ αὐτὸν ἄλλο τι εἶναι τοῦτο καὶ τῆς θείας οὐσίας διαφέρειν, ἂν δὲ μὴ δύνηται ἀλλ’ ἐξελέγχηται, λέγειν ἔχειν αὖθις ὡς οὐκ ἄλλο λοιπὸν τοῦτο, μηδὲν διαφέρον τῆς θείας φύσεως. Τοῦτο δὲ οὐκ ἀφεμένου τῆς δυσσεβείας ἐστίν, ἀλλὰ διπλασιάζοντος ταύτην. Παραπλήσιον γάρ τι πράττει, ὥσπερ ἂν εἰ Σαβέλλιος καὶ Ἄρειος καὶ Μακεδόνιος χεῖλος γεγονότες ἕν, πρὸς μὲν τοὺς εὐσεβῶς φρονοῦντας διαφέρειν ἀλλήλων τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἠρώτων λέγοντες, εἰ θέλοντος ἢ μὴ θέλοντος τοῦ Πατρὸς διαφέρουσιν ἀλλήλων ὁ Υἱός τε καὶ τὸ Πνεῦμα, καὶ προσεπέφερον, ὃ καὶ νῦν ὁ Γρηγορᾶς, αὐτὸ τῆς ἀρειανικῆς μανίας τὸ κεφάλαιον· ὡς ἐπειδήπερ οὐκ ἄν ποτέ τις λέγειν τολμῴη τὸ δεύτερον, θελητὰ λοιπὸν καὶ γενητὰ ὁ Υἱός τε καὶ τὸ Πνεῦμα καὶ οὐκ ἂν εἴη τῷ θελήσαντι αὐτὰ διαφέρειν ἀλλήλων συναΐδια.

Εἰ δέ τις καὶ ταῦτα συναΐδια δεικνύει, αὐτῶν εἶναι λέγων ποιήματα καὶ τοὺς αἰῶνας, μεταβαλόντες τὸ πολυπρόσωπον ἐκεῖνο τέρας, τὸ τοῦ Σαβελλίου ἀνθυπέφερον, ὡς οὐκ ἄλλο λοιπὸν παρὰ τὸν Πατέρα ὁ Υἱός τε καὶ τὸ Πνεῦμα, οὐδὲ διαφέρουσιν ἀλλήλων. Τὴν γὰρ ἐν ἐκείνοις τοῖς πάλαι κακοδόξοις μεμερισμένην δυσσέβειαν μετείληφε καὶ συνήγαγεν ὁ Γρηγορᾶς εἰς ἕν, τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διαφορὰν προφασισάμενος, εἰ καὶ μὴ περὶ ὑποστάσεων ὁ λόγος νῦν.

Ἀλλὰ καὶ ἕτερον ὁ Γρηγορᾶς συνείρει τῷ πολυπλόκῳ τούτῳ ἐρωτήματι, πῶς, λέγων, μὴ πρότερον περὶ τὸν Χριστὸν θεωρούμενον ἐκεῖνο τὸ φῶς, ἐξαίφνης ἐπὶ τοῦ ὄρους ἐφάνη τοῦ Θαβωρίου; Προσερωτάτω δέ, εἰ βούλεται, πῶς καὶ μετὰ τὴν θείαν ἐπιφάνειαν ἐκείνην, οὐχὶ περὶ τὸν Χριστὸν αὖθις ὁρώμενον ἦν τὸ φῶς ἐκεῖνο; Τί γὰρ τὰ ἐρωτήματα ταῦτα; Καθαιροῦντός ἐστιν ἢ ἀνυψοῦντος τὴν δόξαν ἐκείνου τοῦ φωτός; Ἀντερωτήσομεν γὰρ καὶ ἡμεῖς αὐτόν· πῶς τὸ φῶς ἐκεῖνο καὶ τότε λάμψαν ἐπ’ ὄρους ὡς ὁ ἥλιος, οὐδὲ τοῖς πλησιοχώροις ὦπται, οὐδ’ αὐτοῖς τοῖς κατὰ τὴν ὑπώρειαν ὑπολειφθεῖσι μαθηταῖς; Πῶς δὲ κατὰ τὴν μέλλουσαν αὐτοῦ δευτέραν ἐπιφάνειαν καὶ παρουσίαν ἀπ’ ἀνατολῆς ἕως δυσμῶν φανεῖται κατὰ τοῦτο λάμπων ὁ Χριστός, διὸ καὶ προοίμιον ἐκείνης τῆς φωτοφανείας τὴν ἐπ’ ὄρους θέαν ἀνυμνοῦσιν οἱ θεολόγοι, ἀλλὰ καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις τὸν Χριστόν φασιν, ἀνέσπερον καὶ ἀδιάκοπον καὶ ἀτελεύτητον αὐτοῖς παρέχοντα τὴν ἀπὸ τούτου τοῦ φωτὸς ἡμέραν, ὡς τῷ ἀληθινῷ φωτὶ τοῦ ἡλίου τῆς δικαιοσύνης ἐκτελουμένην;

Ἆρ’ οὖν οὐ τοῦτό ἐστι τὸ φῶς «παρ’ ᾧ», κατὰ τὸν Ἀδελφόθεον, «οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα», τὸ ἀπαύγασμα τῆς ὁμοθέου σαρκός, σαρκὸς τῆς πλουτισάσης τὴν δόξαν τῆς θεότητος; Εἰ μὲν οὖν ἐξαίρων καὶ ὁ Γρηγορᾶς τὸ φῶς ἐκεῖνο τοιαῦτ’ ἄττα ἐρωτᾷ περὶ αὐτοῦ, πῶς κτιστὸν ἐπιχειρεῖ κατασκευάζειν τοῦτο; Εἰ δὲ καθαιροῦντος τὴν δόξαν τοῦ φωτὸς ἐκείνου καὶ τοῦτο τὸ ἐρώτημα, σκοπεῖτε ποίας αὐτὸς καθαιρέσεως καὶ καταδίκης ἄξιος. Τί δ’ αὖθις, ὡς ἐπεὶ θέλοντος τοῦ Λόγου τοῦ Θεοῦ τὸ φῶς ἐφάνη, γενητὸν ἔσται καὶ κτιστὸν καὶ οὐ συναΐδιον τῷ Λόγῳ τοῦ Θεοῦ κατὰ τὸν Γρηγορᾶν; Ἐπεὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θέλοντος ἐπέμφθη, γενητὸν ἔσται καὶ κτιστὸν κατὰ τὸν Γρηγορᾶν, ἀλλ’ οὐ συναΐδιον τῷ πέμψαντι. Τοιαῦτα τὰ τοῦ Γρηγορᾶ ποικίλα καὶ σοφιστικὰ προβλήματα. Τοιαῦται τῆς αὐτοῦ φιλοσοφίας αἱ ἀληθεῖς, ὡς αὐτὸς μεγαλαυχῶν φησι, καὶ ἐπιστημονικαὶ ἀποδείξεις· τοιοῦτος τῆς αὐτοῦ θεολογίας, ἵνα μὴ λέγω βλασφημίας, ὁ στερρὸς θεμέλιος.

Ἀλλ’ ἐπαναληπτέον τὸ πολυσχιδὲς αὐτοῦ τοῦτο καὶ πολυπλανὲς ἐρώτημα, ἵνα τύχῃ μείζονος ἐλέγχου τὰ δεόμενα. Ἐπειδή φησιν ὁ θεῖος Μάξιμος, ὅτι «τὸ θελήσει τοῦ πεποιηκότος γενόμενον οὐκ ἂν εἴη τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον», «ἐροίμην ἂν ἔγωγε, φησὶν ὁ Γρηγορᾶς, τὸν Παλαμᾶν· τῆς θείας οὐσίας ἕτερον εἰρηκότα τὸ φῶς ἐκεῖνο, πῶς μὴ πρότερον περὶ τὸν Χριστὸν θεωρούμενον ἐξαίφνης ἐπὶ τοῦ ὄρους ἐφάνη τοῦ θαβωρίου, θέλοντος τοῦ Θεοῦ Λόγου ἢ μὴ θέλοντος; ἀλλ’ οὐκ ἄν ποτε λέγειν τολμῴη τὸ δεύτερον. Εἰ οὖν ἄλλο μὲν λέγει παρὰ τὴν θείαν οὐσίαν αὐτό, θέλοντος δ’ ἐφάνη, θελητὸν ἄρα καὶ γενητὸν καὶ οὐκ ἂν εἴη τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον».

Δεῖξαι μὲν οὖν ἔτι διαρκέστερον, ὡς ἔστι, δι’ ὧν, τῶν ἐνταῦθα πεύσεων αὐτοῦ, τὸ παρ’ αὐτοῦ τοῖς γενητοῖς ἐναριθμούμενον φρενοβλαβῶς καὶ οὐσίαν ὑποκατασκευάζει τοῦτ’ εἶναι τοῦ Θεοῦ, μικρὸν ὑπερθετέον. Λαμβάνων δ’ οὗτος ὡς ὁμολογούμενον, ἕτερον ἡμᾶς εἶναι φάναι τῆς θείας οὐσίας τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, κἀντεῦθεν ὑπόνοιαν διδοὺς κεχωρίσθαι λέγειν ἡμᾶς τῆς θείας φύσεως τὸ φῶς ἐκεῖνο, διέψευσται τῆς πονηρᾶς ἐλπίδος. Πάντες γὰρ ἡμᾶς ἴσασι λαμπρότητα Θεοῦ καὶ δόξαν φυσικήν, μόνοις τοῖς ἀξίοις ἀπορρήτως ἐπιφαινομένην, τὸ φῶς ἐκεῖνο συνῳδὰ τοῖς θεοφόροις πατράσιν εἰρηκότας.

Ὡς οὖν ἡ τῆς ἡμέρας λαμπρότης τοῦ μὲν ἡλίου χωρισθῆναι φύσιν οὐκ ἔχει, ὁρωμένη δὲ ὅμως οὐ σὺν ἑαυτῇ καὶ τὴν αἴσθησιν ἢ τὴν γνῶσιν δίδωσι τῆς οὐσίας τοῦ ἡλίου (τίς γὰρ οἶδε τῶν ὁρώντων εἰ πῦρ ἢ μὴ πῦρ ἐκεῖνος τὴν φύσιν; πολλὰ γὰρ ἄν τις κἀπὶ γῆς ἴδοι πῦρ μὲν οὐκ ὄντα, φῶς δ’ ἀφιέντα) τὸν αὐτὸν τρόπον, ὡς κατ’ ἀμυδρὰν εἰκόνα, τὴν μὲν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν ὁ Χριστὸς ἔλαμψεν ἐπ’ ὄρους, καὶ ὁρῶσιν ἀπορρήτως καὶ μετέχουσι ταύτης οἱ κατηξιωμένοι, κατὰ τὸν εἰπόντα· «εἰς τοῦτό με φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν», καὶ τὸν ψαλμωδὸν προφήτην λέγοντα· «ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς», καὶ τὸν τούτῳ συνῳδὰ φθεγγόμενον μέγαν Βασίλειον, ὃς ἐξηγούμενος τὸ πρὸς τὸν Θεὸν δαβιτικὸν ἐκεῖνο· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν», φησί· «κάλλος ἀληθινὸν καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητόν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστίν, οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι μεταλαμβάνει τι ἀπ’ αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς αἴγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος. Ὅθεν καὶ Μωϋσῆς τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ ὁμιλεῖν Θεῷ ἐδοξάσθη τὸ πρόσωπον».

Ἐν ἑτέρῳ δέ που τῶν ψαλμῶν τοῦ Δαβὶδ πρὸς Χριστὸν προφητικῶς εἰπόντος· «περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου», πάλιν ἐξηγούμενος ὁ μέγας οὗτος· «τῇ ὡραιότητί σου, φησί, τουτέστιν ἐν τῷ πληρώματι τῶν καιρῶν καὶ τῷ κάλλει σου, τῇ θεωρητῇ καὶ νοητῇ θεότητι». Καὶ μετά τινα· «εἶδον δὲ αὐτοῦ, φησί, τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει τὸ ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν».

Καὶ ἀλλαχοῦ πάλιν· «ἆθλον ἀρετῆς Θεὸν γενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ, ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων, ὃς ὅταν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, δηλαδὴ κατὰ τὴν μέλλουσαν αὐτοῦ δευτέραν ἐπιφάνειαν καὶ παρουσίαν, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλά, πάντα τῇ φωτιστικῇ δυνάμει περιδραξάμενος, διηνεκὲς καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος· τότε γὰρ καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος».

Τὴν μὲν οὖν λαμπρότητα τῆς θείας φύσεως καὶ ὁρῶσιν ἀπορρήτως καὶ μετέχουσιν αὐτῆς ἐν δυνάμει θείου πνεύματος οἱ κατηξιωμένοι, καθάπερ ἡμεῖς ἐν τῇ καθ’ ἡμᾶς αἰσθητικῇ δυνάμει τῆς ἡλιακῆς λαμπρότητος. Τῆς δὲ θείας οὐσίας οὐδ’ ἐν περινοίᾳ γίνονται, καίτοι τοῦ μὲν ἡλίου καὶ τὴν ὑπόστασιν αὐτὴν μετὰ τῆς λαμπρότητος ἡμεῖς ὁρῶμεν, ἀλλ’ οὐχὶ καὶ τὴν οὐσίαν ἴσμεν, «οὐδεὶς δὲ ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου», κατὰ τὸ γεγραμμένον, «καὶ θεοῦ φύσιν ἢ οἶδεν ἢ ἐξηγόρευσε». Σὺν δόλῳ τοίνυν τοῦ Γρηγορᾶ λαμβάνοντος τὸ ἕτερον, ὑπεροπτέον· πάνυ γὰρ εὐφώρατος ὁ δόλος, ἐπεὶ νοῦς καὶ ἡ διάνοια, ἀλλὰ καὶ ἕτερον τοῦ νοῦ, ὡς ἐνέργεια τούτου φυσική. Πάρεστι δὲ κἀντεῦθεν συνιδεῖν, ὡς τὸ διλήμματον αὐτῷ τοῦτο μάτην πάντῃ καὶ ἀλυσιτελῶς προενήνεκται καὶ κατὰ ζῆλον μόνον τῶν ποτε κακοδόξων.

Εἰ γὰρ οὕτω τὸ φῶς τοῦτο, ἡ τοῦ Θεοῦ λαμπρότης τῆς θείας οὐσίας ἕτερον, ὡς κεχωρισμένον εἶναι ταύτης, τίς ἑτέρα χρεία πρὸς παράστασιν τοῦ πρόσφατον εἶναι τοῦτο καὶ κτιστόν; κεχωρισμένον γὰρ τῆς θείας οὐσίας ἄκτιστον οὐδέν. Εἰ δὲ ὁ Γρηγορᾶς πᾶν τὸ τῆς θείας οὐσίας ἕτερον ὁπωσδήποτε ὑπάρχον καὶ κεχωρισμένον νομίζει τῆς οὐσίας καὶ κτιστόν, καὶ τὴν ἀγεννησίαν λοιπὸν καὶ τὴν γέννησιν κεχωρισμένα νομιεῖ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας, ἐπειδήπερ τῆς οὐσίας ἕτερα, καὶ μὴ εἶναι συναΐδια δοξάσει τῇ τοῦ Θεοῦ οὐσίᾳ τὴν ἀγεννησίαν καὶ τὴν γέννησιν, εἰ δὲ βούλει καὶ τὴν ἐκπόρευσιν τοῦ θείου Πνεύματος. Ἐπεὶ δὲ οὐκ ἦν ὅτε οὖκ ἦν ὁ Πατὴρ ἀγέννητος καί, κατὰ τὸν ἱερὸν Δαμασκηνόν, «ἔργον θείας φύσεως ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις», οὐχ ἕτερον λοιπὸν πάλιν τούτων ἑκάτερον τῆς θείας φύσεως ὁ Γρηγορᾶς ἐρεῖ, Ἀρείῳ καὶ Εὐνομίῳ καὶ Μακεδονίῳ συναινῶν, ἐντεῦθεν ἑτέρας καὶ ἀντιθέτου φύσεως τὸν Πατέρα καὶ τὸν Υἱὸν δεικνῦναι πειρωμένοις.

Οὕτως ἀσεβὲς καὶ ἀσύνετον τὸ κτιστὸν καὶ κεχωρισμένον εἶναι νομίζειν τῆς τοῦ Θεοῦ οὐσίας πᾶν τὸ ὑπάρχον ταύτης ἕτερον καὶ μὴ οὐσίαν ὄν, ᾧ Βαρλαὰμ καὶ Γρηγορᾶς καὶ Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτούς, ὡς ἑλεπόλει τινί, πυκνὰ χρῶνται κατὰ τῆς εὐσεβείας, κατὰ τῆς ἑαυτῶν δὲ μᾶλλον κεφαλῆς τε καὶ ψυχῆς, μηδὲ γοῦν τὸν θεῖον Μάξιμον, ἵνα μὴ τοὺς ἄλλους λέγω νῦν, δυσωπούμενοι λέγοντα· «ὥσπερ ἡ θεία φύσις ἡ τρισυπόστατος ἄναρχος, ἄκτιστος, ἀπερινόητος, οὕτω καὶ τὸ ταύτης θέλημα.

Οὐκοῦν εἶχε τοῦτο καὶ ὁ Κύριος». Ἀλλὰ καὶ ἕτερον ὁ Γρηγορᾶς ἐνταῦθ’ ἐρωτᾷ τῶν ἀξιολογοτάτων· «πῶς γάρ, φησί, μὴ πρότερον τὸ φῶς ἐκεῖνο περὶ τὸν Χριστὸν θεωρούμενον ἐξαίφνης ἐφάνη;», πρὸς ὃ μηδ’ ἀποκριτέον εἶναί μοι δοκῶ, τελέως γὰρ ἀνοηταίνοντος τὸ ἐρώτημα, μηδὲ γοῦν πρὸς τὸ προκείμενον τεῖνον, οὐδὲ γὰρ καὶ λόγον ἡμεῖς ὀφείλομεν ἀποδιδόναι τίνος ἕνεκα τηνικαῦτα καὶ μὴ πρώην ὁ Χριστὸς ἀνῆλθεν ἐπ’ ἐκεῖνο τὸ ὄρος, τῶν προφητῶν καὶ ἀποστόλων τοὺς ἐκκρίτους ἐπαγόμενος. Ἐπὶ δὲ τῶν ἑξῆς ἆρά τις εὑρεθήσεται τῶν καὶ μετρίως ἐπειλημμένων λόγων παιδείας τοσοῦτον ἀμαθὴς ἢ βραδύς, ὡς μὴ συνεῖναι τὸ δυσσεβὲς καὶ κατεφθαρμένον τῆς ἐνταυθοῖ τοῦ φιλοσόφου καὶ διανοίας καὶ ἑρμηνείας; Πολυειδεῖς γὰρ καὶ σαφεῖς ἑκατέρωθεν παρέχεται τὰς λαβὰς καί, ὡς εἰπεῖν, ἀηδίας μεστάς. Διὰ τοῦτο μὴ πάσας, ἀλλ’ ἔστιν ἃς ἐμφανεστέρας θεὶς ἀπαλλάξομαι.

Δεῖξαι νῦν ὁ Γρηγορᾶς βούλεται διὰ συλλογισμοῦ, ὅτι τὸ φῶς τῆς τοῦ Χριστοῦ μεταμορφώσεως οὐκ ἔστι συναΐδιον τῷ Θεῷ Λόγῳ. Καὶ παρίημι νῦν γεγωνὸν ἐπιβοῆσαι καὶ εἰπεῖν, ἄπαγε τῆς βλασφημίας! Ἦν λοιπὸν ὅτε χωρὶς ἦν ὁ τοῦ Θεοῦ Λόγος τοῦ ἀρχετύπου κάλλους τῆς θεότητος, τῆς ἐκ φύσεως φυσικῶς προϊούσης δόξης τῆς θεότητος, τῆς οὐσιώδους αὐτοῦ καὶ θείας εὐπρεπείας· τοιαύταις γὰρ ἐκεῖνο τὸ φῶς παρὰ τῶν ἐκ Θεοῦ πεφωτισμένων ἐξυμνεῖται ταῖς θεηγορίαις. Ἀλλ’ ἴδωμεν πόθεν ὁ σκοτεινὸς περὶ τὸ φῶς οὗτος συλλογίζεσθαι μὴ φυσικῶς ἐξ ἀϊδίου προσεῖναι τῷ Λόγῳ τοῦ Θεοῦ τὸ φῶς ἐκεῖνο, τὴν τῆς θείας φύσεως λαμπρότητα. «Ἐπειδή, φησί, τοῦ Θεοῦ Λόγου θέλοντος ἐφάνη». Ὅτι δὲ πᾶν τὸ θελήσει τοῦ Θεοῦ φανὲν γενητὸν ὑπάρχει καὶ κτιστόν, πόθεν ἡμῖν, ὦ Γρηγορᾶ, φέρεις τὴν παράστασιν; Ἀπὸ τοῦ σεπτοῦ, φησί, Μαξίμου λέγοντος, ὅτι «τὸ θελήσει τοῦ πεποιηκότος γενόμενον, οὐκ ἂν εἴη τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον».

Καὶ πῶς οὐκ ἀσυλλόγιστος οὗτος ὁ συλλογισμὸς καὶ ἀναπόδεικτος ἡ ἀπόδειξις; Οὐδὲ γὰρ ὁ θεῖος Μάξιμος τὸ θελήσει τοῦ Θεοῦ φαινόμενον εἶπεν, οὗ ἕνεκεν ἡ ζήτησις, ἀλλὰ τὸ θελήσει τοῦ Θεοῦ γενόμενον. Οὐκοῦν οὐδὲ τὰ ἄκρα συνάπτει πρὸς ἕνα μέσον καὶ κοινὸν ὅρον, συλλογιζόμενος ὁ Γρηγορᾶς.

Ὁ δὲ τῆς κοινωνίας ταύτης ἄνευ συλλογίζεσθαι δοκῶν, φιλοσοφίας ἐστὶν ἀμύητος. Ἀλλ’ οὐδ’ ὅταν ὁ μέσος καταφατικὸς κατ’ ἀμφοτέρων τῶν ἄκρων ᾖ, δύναιτ’ ἄν ποτε γενέσθαι συλλογισμός. Οὐκοῦν οὐκ ἐπειδὴ τὸ θελήσει τοῦ Θεοῦ γενόμενον κτιστόν, διὰ τοῦτο καὶ τὸ θελήσει τοῦ Θεοῦ φαινόμενον κτιστόν. Πρὸς γὰρ τῷ ἀσυλλόγιστον εἶναι τοῦτο καὶ ταῖς κοιναῖς καὶ ἀνωμολογημέναις ἐννοίαις ἐστὶν ὑπεναντίον. Φησὶ γὰρ τρανῶς ἡ κοινὴ γλῶττα τῶν ἐνθέων θεολόγων· «ἀνάρχως ὁ Χριστὸς ἐκ τοῦ Πατρὸς γεννηθεὶς τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται».

Ἀλλὰ πᾶν τὸ θελητὸν τῷ Θεῷ κτιστὸν ὁ Γρηγορᾶς ἡγεῖται, κἂν μὴ δύνηται δεικνῦναι. Καὶ πῶς τὸν μηδ’ ἐπὶ νοῦν ποτε τοῦτο βαλλόμενον Μάξιμον ἐπηγάγετο; Τοῦτο γὰρ πρὸς ἀσέβειαν συνωθεῖ τὸν οἰόμενον. Ἐπειδὴ γὰρ φησὶν ὁ μέγας Βασίλειος ὅτι «τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ’ ἡμᾶς ὁ Θεός, οὐκ ἔκτισεν, ἐχαρίσατο, οὐκ ἐδημιούργησεν, ἔδωκεν, οὐκ ἐποίησεν», ἀντερωτήσομεν καὶ ἡμεῖς τὸν Γρηγορᾶν νῦν, θελήσαντος τοῦ Θεοῦ πρὸς ἡμᾶς ἐκκέχυται καὶ ἐδόθη καὶ ἐχαρίσθη τὸ Πνεῦμα τὸ ἅγιον, ἢ μὴ θελήσαντος; Ἀλλ’ ἐπεὶ μὴ θελήσαντος οὐδ’ ἄν τις τῶν φανερῶς ἀσεβῶν εἴποι, θέλοντος οὐκοῦν τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν ἐδόθη. Κτιστὸν οὖν ἔσται τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸ Γρηγορᾶν, εἴπερ καὶ τὸ φῶς ἐκεῖνο κατὰ τὸν αὐτὸν κτιστόν, ὅτι θέλοντος ἐφάνη τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ ἡ τοῦ πνεύματος δόσις ἔκφανσις, πόσῳ μᾶλλον.

Ὅταν δὲ ὁ Γρηγορᾶς τὸ φανὲν ἐν Θαβωρίῳ φῶς, ὡς διενηνοχὸς τῆς πᾶσι παντάπασιν ἀνεκφάντου θείας φύσεως, εἰ καὶ μηδέποτε χωρίς ἐστιν αὐτῆς, παρὰ τοῦθ’ ὅτι κατὰ τοῦτο διαφέρει ταύτης, ὡς αὐτῆς οὔσης ὑπὲρ πᾶσαν ἔκφανσιν, κτιστὸν εἶναι ἀποφαίνηται, πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται καὶ ἀναπόδεικτα καὶ ἀσυλλόγιστα λαλεῖ καὶ ὡς ὁμολογούμενον λαμβάνει τὸ ζητούμενον, ἢ κακούργως κλέπτων ἢ κλεπτόμενος αὐτὸς ὑπὸ ἀγνοίας.

Ἐξελέγχεται δὲ κἀν τούτῳ δυσσεβῶς λέγων καὶ παρὰ τῆς ἀνωτέρω τοῦ μεγάλου Βασιλείου ῥήσεως· οὐδὲ γὰρ ἡ οὐσία τοῦ ἁγίου Πνεύματος ἐδόθη ἢ ἐχαρίσθη ἢ ἐκκέχυται, ἀλλ’ ἡ χάρις καὶ ἡ ἐνέργεια, παρ’ ἧς ἄκτιστος καὶ ἡ οὐσία δείκνυται, ὡς τῆς ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης τὴν ἐξ ἧς ὑπάρχει φύσιν, κατὰ τοὺς θεολόγους.

Ὅτι δὲ οὐχ ἡ οὐσία τοῦ Πνεύματος ἀλλ’ ἡ χάρις καὶ ἡ ἐνέργεια καὶ ἐχαρίσθη καὶ ἐδόθη καὶ ἐκκέχυται, καὶ αὐτὸς ὁ Θεὸς παρίστησιν, οὐκ εἰπὼν ἐκχεῶ τὸ Πνεῦμά μου, ἀλλ’ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου», κατὰ τὴν προφητείαν. Οὐ τοίνυν ἀπὸ τοῦ θείου Πνεύματος εἶναί τις φήσει τὴν τοῦ Θεοῦ οὐσίαν, μήποτέ τις οὕτω μανείη τῶν ἁπάντων, ἀλλὰ τὸ ἀπὸ τοῦ θείου Πνεύματος ἐκκεχυμένον καὶ κεχαρισμένον καὶ δεδομένον τοῦτο μόνοις τοῖς πιστοῖς, ἄκτιστον εἶναι τοῖς πᾶσι ἀνεκήρυξεν ὁ μέγας Βασίλειος.

Ἐπεὶ δὲ ὁ Γρηγορᾶς παμπόνηρόν τι χρῆμα δεῖξαι τοὺς αὐτοῦ λόγους φιλοτιμούμενος καὶ κρᾶμά τι καινὸν ἐξ ἀντιθέτων κακῶν, ἐν αὐτοῖς τούτοις οἷς κτιστὸν εἶναι κατασκευάζει τὸ φῶς, οὐκ ἐρυθριᾷ οὐδ’ ἀπαναίνεται καὶ οὐσίαν εἶναι δεικνῦναι τοῦτο τοῦ Θεοῦ, φέρε μηδὲ τοῦτο παρῶμεν ἀνεξέλεγκτον· τῇ γὰρ πρὸς ἡμᾶς ἐρωτήσει παρενείρει καὶ τοῦτο λέγων· «ἡδέως ἂν ἐροίμην ἔγωγε Παλαμᾶν τῆς θείας φύσεως ἕτερον εἰρηκότα τὸ φῶς ἐκεῖνο». Καὶ πάλιν· «εἰ οὖν ἄλλο μὲν εἶναι λέγει παρὰ τὴν θείαν οὐσίαν αὐτό, θέλοντος δ’ ἐφάνη τοῦ Θεοῦ». Δείκνυται γοῦν διὰ τῶν τοιούτων ἐρωτήσεων αὐτὴν εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ τὸ τοιοῦτο φῶς οἰόμενος, καθάπερ καὶ ἀρχόμενος ἔγραφε· «δέον, εἰ μὲν τῆς θείας οὐσίας ἕτερον εἴη τὸ φῶς ἐκεῖνο, μὴ εἶναι λέγειν θεότητα ἄκτιστον, εἰ δ’ οὐχ ἕτερον, αὐτὴν εἶναι λέγειν λοιπὸν τὴν θείαν φύσιν, ἀπορρήτοις τρόποις παραδειχθεῖσαν».

Κἀνταῦθα γὰρ προστεθὲν παρ’ αὐτοῦ τὸ «ἀπορρήτοις τρόποις παραδειχθεῖσαν», οὐκ ἀφίησιν αὐτὸν κἂν πάντ’ ἄνω καὶ κάτω τοῖς λόγοις στρέψῃ καὶ τὰς προθέσεις εἰς τὰ κολαστικὰ τῶν ἐπιρρημάτων ἀνεπιστημόνως τε ἅμα καὶ κακούργως παραγνωρίσῃ καὶ τὴν παρά, μὴ τὸ πᾶν δηλοῦσαν, εἰς τὸ μηδὲν αὐτὸς συκοφαντικῶς παρασύρῃ. Τὸ γοῦν «ἀπορρήτοις τρόποις ἐν Θαβὼρ τὴν θείαν οὐσίαν παραδειχθῆναι» παρὰ τοῦ Γρηγορᾶ προστεθέν, οὐκ ἀφίησιν αὐτὸν διὰ κτίσματος ἑωρᾶσθαι λέγειν ἐκεῖ τὴν οὐσίαν τοῦ Θεοῦ· τοῦτο γὰρ εἴπερ ἔλεγεν, οὐκ ἂν τὸ ἀπορρήτοις τρόποις προσέθηκε. Τί γὰρ ἀπόρρητον καὶ τίνι τῶν ἁπάντων οὐκ ἐφικτόν, νῦν γε μάλιστα, τὸν Θεὸν ἐκ τῶν αὐτοῦ ποιημάτων ὁρᾷν τε καὶ νοεῖν; Ἐκ γὰρ τῶν δημιουργημάτων ὁ δημιουργὸς καθορᾶται. Τοιγαροῦν ὁ λέγων ἀπορρήτοις τρόποις παραδειχθῆναι τὴν οὐσίαν τοῦ Θεοῦ, μηδενὸς μεσιτεύοντος ὁραθῆναί τε καὶ νοηθῆναι ταύτην δῆλός ἐστιν οἰόμενος.

Οὐ μήν, ἀλλ’ ἐπειδήπερ ἐκ τῶν δημιουργημάτων ὁ Θεὸς καθορᾶται, τίποτ’ ἄρ’ ἔστι τὸ παρὰ τῶν κτισμάτων τοῦ Θεοῦ νοούμενόν τε καὶ ὁρώμενον; Τὴν οὐσίαν ὁ Γρηγορᾶς ἐρεῖ τοῦτ’ εἶναι τοῦ Θεοῦ; Ἀλλ’ Εὐνομίου τοῦτο λέγειν ἐκ τῶν ἔργων καὶ ποιημάτων τοῦ Θεοῦ τὴν οὐσίαν τοῦ Θεοῦ καταλαμβάνεσθαι, πρὸς ὅν φησιν ὁ μέγας Βασίλειος· «δυνάμεως καὶ τέχνης καὶ σοφίας, ἀλλ’ οὐ τῆς οὐσίας ἐνδεικτικά ἐστι τὰ ποιήματα καὶ οὐδὲ τοῦ δημιουργοῦ τὴν δύναμιν πᾶσαν ἀναγκαίως παρίστησιν».

Οὐκοῦν ἡνίκα μὲν ὁ Γρηγορᾶς κτιστὸν εἶναι κατασκευάζει τὸ φανὲν ἐν Θαβωρίῳ φῶς καὶ δι’ αὐτοῦ ἑωρᾶσθαι λέγει τὴν οὐσίαν τοῦ Θεοῦ, φανερῶς Εὐνόμιός ἐστιν· ἡνίκα δὲ τὴν πᾶσι παντάπασιν ἀνέκφαντον ἐκείνην φύσιν τὸ φανὲν εἶναί φησιν ἐκεῖνο φῶς, διὸ καὶ τὸ ἀπορρήτοις τρόποις αὐτὴν παραδειχθῆναι προστίθησιν, ἐναρίθμιος τοῖς Μασσαλιανοῖς ἐστιν. Ἐκείνων γὰρ τῶν καταράτων λέγειν οὕτω καὶ φρονεῖν, τοῖς ἐκκρίτοις παρ’ αὐτοῖς ἀμέσως ὁρᾶσθαι τὴν οὐσίαν τοῦ Θεοῦ.

Τοιγαροῦν, κατὰ τὸν Γρηγορᾶν, νῦν μὲν ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, νῦν δὲ κτιστόν. Ὁ γὰρ αὐτὸς καὶ γενητὸν αὐτὸ λέγει καὶ κτιστὸν καὶ ὑστερογενὲς καὶ ἀνύπαρκτον, ἀπαγορεύων συναΐδιον τοῦτ’ εἶναι τῷ Θεῷ καὶ γράφων ἐπὶ λέξεως· «ἐξαίφνης ἐν ὄρει Θαβωρίῳ τηνικαῦτα γενέσθαι παρὰ τοῦ Σωτῆρος Χριστοῦ» καὶ τοὐναντίον πάλιν αὐτὴν ἐκείνην «ἀπορρήτοις τρόποις» ἐκεῖ παραδειχθῆναι τὴν ἀνέκφαντον οὐσίαν. Ταῦτ’ ἄρα καὶ ἄλλοτε ἄλλην τινὰ θεραπείαν τοῖς ἐκ διαμέτρου βλασφήμοις ἐπινοῶν δῆθεν, νῦν μὲν παραδειχθεῖσαν ἢ παρανοιχθεῖσαν ἀκούων ἐπ’ ὄρους τὴν τοῦ Χριστοῦ θεότητα, «δεικνῦναι, φησί, προσκειμένην τὴν παρὰ πρόθεσιν, ὡς διά τινος κτιστοῦ παραπετάσματος τοῦ φωτὸς ἐκείνου τὴν οὐσίαν τοῦ Θεοῦ δηλοῦσθαι», καθ’ ὃ καὶ μικρὸν ἀνωτέρω δέδεικται τῷ Εὐνομίῳ συναινῶν, νῦν δὲ «τὴν παρὰ πρόθεσιν ταύτην τὴν οὐ μάλα ἄμεσον ἐμφαίνειν φησὶ δήλωσιν τῆς οὐσίας τοῦ Θεοῦ». Πῶς δὲ ποτὲ μὲν κτίσμα φησὶ τὸ μέσον, κἀντεῦθεν μάλα ἐξ ἀνάγκης; ἔμμεσον τὴν τῆς οὐσίας θέαν, ποτὲ δὲ τὴν αὐτὴν μὴ μάλα ἄμεσον: καὶ τίς αὕτη ἡ μὴ μάλα ἄμεσος θέα καὶ γνῶσις τῆς οὐσίας τοῦ Θεοῦ, αὐτὸς ἂν εἴη ἄξιος διδάσκειν ὁ τὰ τοιαῦτα ἀσυνέτως ἅμα καὶ ἀπερισκέπτως λογογραφῶν· τὸ γὰρ αὐτὸ κατὰ τὸ αὐτὸ ἔμμεσον εἶναι καὶ ἄμεσον οὐκ ἔνι.

Πῶς δὲ καὶ τί τῶν ἁπάντων ἀμέσως θεωρούμενον, καὶ ταῦτα παντάπασιν ἁπλοῦν καὶ ἑνιαῖον ὄν, κατακερματίζεσθαι πεφυκὸς οὐδ’ ὁπωσοῦν, οὐ μάλα ἀμέσως θεωρεῖται;