Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η αποκάλυψη της θείας δυνάμεως και η ανασκευή της ευνομιανής ταύτισης

Διευκρίνιση ότι μέσω των θαυμάτων αποκαλύπτεται η άκτιστη θεία ενέργεια και όχι η ουσία. Απόρριψη του ισχυρισμού περί δύο θεοτήτων και επιβεβαίωση της θεότητας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 13 από 15

Ἀλλ’ οὕτως ὁ Γρηγορᾶς μόνον πάσῃ σπουδῇ φεύγων τὸ εὐσεβές τι περὶ τοῦ φωτὸς ἐκείνου φρονῆσαι καὶ εἰπεῖν, τῶν ἀτόπων καὶ ἀδυνάτων, ἀσεβῶν τε καὶ δυσσεβῶν ἐφιλοτιμήσατο φάναι μηδὲν ἀφεῖναι καὶ τὰ ἑξῆς, οἷα· «θεότητα μὲν γὰρ εἶναί φησιν αὐτοῦ τοῦ Θεοῦ τὸ παρ’ αὐτοῦ περιτρεπόμενον εἰς πολλὰ καὶ τἀναντία φῶς, ἀπροσκύνητον δὲ πάντῃ ταύτην εἶναι καὶ τῆς ὑπ’ αὐτοῦ προσκυνουμένης ἥττονα», ὡς κατ’ αὐτὸν δύο φανερῶς εἶναι τοῦ Θεοῦ θεότητας, προσκυνητήν τε καὶ ἀπροσκύνητον, καὶ οὕτω τὴν μὲν μείζω τὴν δ’ ἐλάττω, ὡς μηδενί ποτε τρόπῳ μίαν εἶναι ταύτας. Διαβεβαιωσάμενος γὰρ μηδένα τῶν περὶ τοῦ φωτὸς εἰπόντων χωρὶς τῆς παρὰ προθέσεως δειχθῆναι φάναι τὴν θεότητα, διὰ τὸ κολαστικὴν εἶναι κατὰ τὴν αὐτοῦ γραμματικὴν τὴν πρόθεσιν, εἶτ’ αὐτὸς πάλιν, ὥσπερ ἐπιλήσμων ὧν ἔφη γεγονώς, χωρὶς τῆς προθέσεως ταύτης λέγοντα προάγει τὸν Χρυσόστομον θεολόγον· «ἔδειξεν ἐπὶ τοῦ ὄρους ὁ Χριστὸς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν». Μετὰ δὲ τοῦτο καὶ ἕτερον τῶν αὐτοῦ προτίθησιν «οὐκ ἀνέβη, λέγοντος, ὁ Ἰησοῦς εἰς τὸ πλοῖον τὸ θαῦμα μεῖζον ἐργάσασθαι καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον βουλόμενος».

Εἶτ’ αὐτός φησι· «δύο θαυμάτων ἐνταυθοῖ διειλημμένων καὶ τοῦ μὲν δεῖξιν δηλοῦντος θεότητος τοῦ δ’ ἀνακάλυψιν καὶ τῆς μὲν δείξεως εἰληχυίας τὸ ἧττον, τῆς δ’ ἀνακαλύψεως τὸ μεῖζον, ᾗ μὲν τὸ ἧττον ἔλαχε, ταύτῃ Παλαμᾶς νέμει τὴν προσκύνησιν, ᾗ δὲ τὸ μεῖζον οὐδαμῶς».

Οὐδὲν θαυμαστὸν τὸν ἐνταῦθα φανερῶς διαιροῦντα εἰς ἐλάττω τε καὶ μείζω τὴν μίαν τοῦ Χριστοῦ θεότητα καὶ κατασκευάζοντα μὴ προσκυνητὴν εἶναι τὴν ἐν Θαβωρίῳ δειχθεῖσαν τοῦ Χριστοῦ θεότητα, ὡς κατ’ αὐτὸν ἔχουσαν τὸ ἔλαττον, καὶ συκοφαντοῦντα τὸν δεῖξαι ταύτην εὐδοκήσαντα, ὡς οὐ ταύτην ἀλλὰ κτιστόν τι φῶς ὑπέδειξεν, οὐ θαυμαστὸν οὖν καὶ καθ’ ἡμῶν αὐτὸν χρῆσθαι τῇ συκοφάντῃ χειρὶ καὶ γλώττῃ, γράφοντα μὴ προσκυνητὰς ἡμᾶς εἶναι τῆς διὰ τῶν ἔργων καὶ τῶν θαυμάτων ἡμῖν φανερωθείσης τοῦ Χριστοῦ θεότητος. Ἡμεῖς γὰρ τὴν τοῦ Χριστοῦ θεότητα ὁπωσδήποτε φανερωθεῖσαν χάριτι τοῦ φανερώσαντος καὶ προσκυνοῦμεν καὶ σέβομεν, ἅτε μίαν καὶ τὴν αὐτὴν καὶ τοῦ Θεοῦ καὶ Πατρὸς οὖσαν καὶ τοῦ θείου Πνεύματος.

Οὐκ ἐν οὐσίᾳ δὲ μόνον, ὡς ὁ Γρηγορᾶς φρενοβλαβῶς φησιν, ἀλλ’ εἶπεν ἂν ὁ Νύσσης ἱερὸς φωστὴρ Γρηγόριος· «καὶ ἐν δυνάμει καὶ ἐνεργείᾳ καὶ λαμπρότητι καὶ μεγαλειότητι καὶ πᾶσι τοῖς περὶ αὐτὸν θεωρουμένοις». Ταῦτα γὰρ καὶ ὁ μέγας Ἀθανάσιος «ἄθροισμα καὶ πλήρωμα θεότητος εἶναί φησι κατὰ τὴν γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενά τε καὶ θεολογούμενα».

Ὁ δὲ μέγας. Βασίλειος πρὸς τὸν ἰατρὸν Εὐστάθιον γράφων· «εἴτε ἐνεργείας, φησίν, ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι καὶ τὴν θεότητα, εἴτε καὶ κατὰ τὰς τῶν πολλῶν δόξας φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα ὁριζόμεθα». Ἐπιστῆσαι δὲ κἀνταῦθα δεῖ, ὅτι τὴν δεῖξιν πάλιν φησὶ καὶ τὴν ἀνακάλυψιν ὁ Γρηγορᾶς, ὥσπερ ἀρχόμενος τῶν λόγων τὴν μεταμόρφωσιν ἡμῶν ἰσχυρίζετο λέγειν θεότητα, παράληρος ἅμα καὶ γελοιαστής, ὡς ἔοικεν, εἶναι φιλοτιμούμενος.

Καὶ ταῦτ’ ἐν τοῖς τοιούτοις, ἀλλ’ οὐ τῆς κατ’ εὐσέβειαν ἀληθείας ἐραστής τε καὶ φροντιστής, ἅμα δὲ καὶ δεδιὼς τοὺς ἀπὸ τῶν πραγμάτων ἐλέγχους· διὸ καὶ πανταχοῦ ταῦτα συσκιάζων ὁπόση δύναμις. Τίς δὲ καὶ ὁ τὴν τῶν θαυμάτων ἐνταῦθα σύγκρισιν ἐργαζόμενος;

Εἰ μὲν ὁ Γρηγορᾶς, ἐγκαλυπτέσθω τὰ ἀσύγκριτα συγκρίνων, οὐ τὰ δεικνύμενα λέγω, ἀλλὰ δι’ ὧν ἐκεῖνα δείκνυται. Εἰ δὲ τὸν Χρυσόστομον πατέρα ποιεῖσθαι τὴν σύγκρισίν φησιν, ὃν αὐτὸς προέθετο, καὶ τοῦ χρυσορρήμονος συκοφάντης ἐστὶ περιφανής.

Ἐκεῖνος γὰρ ποιεῖται μὲν δύο θαυμάτων σύγκρισιν, ἀλλὰ τῶν ἐπὶ τῆς θαλάσσης τηνικαῦτα γεγενημένων· τοῦ γὰρ ἐν αὐτῇ περιπάτου τρανότερον, φησὶν ὁ χρυσολόγος οὗτος, ἐκκαλύψαι τὴν θεότητα, τὸ σὺν ἑαυτῷ καὶ τὸ πλοῖον μετὰ τῶν ἐμπλεόντων ἀχρόνως ἐπὶ τὴν γῆν εἰς ἣν ὑπῆγον ἐνεγκεῖν τὸν Κύριον. Ὁ δὲ Γρηγορᾶς τὸ ἐν θαλάσσῃ παραδόξως τελεσθὲν πρὸς τὸ ἐν Θαβὼρ τῆς τοῦ Κυρίου μεταμορφώσεως φῶς τὴν σύγκρισιν πεποιῆσθαί φησι τὸν ἅγιον, μηδαμῶς εἰδὼς μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται, μᾶλλον δὲ εἰδὼς μέν, ἐπίτηδες δὲ τοῦ ἁγίου καταψευδόμενος, ἵν’ ἐντεῦθεν καὶ Θεοῦ καταψεύσηται.

Πρότερον μὲν γὰρ τὸ δειχθῆναι τὴν τοῦ Χριστοῦ θεότητα ἐπ’ ὄρους ἀπηγόρευε, τὸ παραδειχθῆναι μόνον προσιέμενος, ὡς κακουργηθῆναι παρ’ αὐτοῦ δυνάμενον, νῦν δὲ αὐτὸς τὸ δειχθῆναι προενεγκών, τὸ ἐκκαλυφθῆναι παντάπασιν ἀπαναίνεται, δηλωτικὸν εἶναι μόνον τοῦτο συντιθέμενος τῆς ἀκτίστου θεότητος. Ἵν’ οὖν πᾶσαν περιέλωμεν πρόφασιν τοῦ προφασιζομένου τούτου προφάσεις ἐν ἁμαρτίαις, ἀσεβείαις δὲ εἰπεῖν οἰκειότερον, φέρε δείξωμεν ἡμεῖς καὶ τοῦτο παρὰ τῶν ἱερῶν θεολόγων μαρτυρούμενον.

Ὁ γὰρ ἱερὸς Δαμασκηνὸς «τοὺς κορυφαίους, φησίν, ὁ Χριστὸς παραλαμβάνει μάρτυρας τῆς οἰκείας θεότητος, ἀποκαλύπτει δ’ αὐτοῖς τὴν οἰκείαν θεότητα». Ἕτερος δὲ τῶν θεολόγων, «ὑπερβαλλόντως, φησίν, ὁ Χριστὸς ἐπὶ τοῦ ὄρους ἐξήστραψεν, οὐ τότε γενόμενος ἑαυτοῦ διαυγέστερος ἢ ὑψηλότερος, ἀλλ’ ὅπερ ἦν κατὰ ἀλήθειαν θεωρούμενος». Τί δὲ πάλιν ὁ γράφων, «μετεμορφώθη Χριστὸς οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος»;

Οὐ μὴν ἀλλ’ ἐπεὶ διὰ τοῦ περιπατεῖν, προφητικῶς εἰπεῖν, ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους, καὶ τὸ πλοῖον μηδαμῶς ἀναβῆναι θελῆσαι, τρανότερον ὁ Χριστὸς ἐξεκάλυψε τὴν οἰκείαν θεότητα, λεγέτω νῦν ὁ Γρηγορᾶς, τί ἐστι τὸ τρανότερόν τε καὶ ἀμυδρότερον ἐκφαινόμενον τοῦτο; Ἆραγε τοῦ Θεοῦ ἡ οὐσία; Ἀλλ’ οὐ συγχωρήσει τοῦτο πάλιν ὁ Χρυσόστομος πατὴρ πολλαχοῦ λέγων τῆς θείας ἐνεργείας τοῦτ’ εἶναι, ἧσπερ καὶ ἡ φανέρωσις, ἀλλ’ οὐ τῆς θείας οὐσίας· ἐκείνη γὰρ οὐδαμῶς ἐκκαλύπτεται. Ἀλλὰ καὶ ἐκ τοῦ περιπατῆσαι ἐπὶ τῆς θαλάσσης καὶ μὴ θελῆσαι εἰς τὸ πλοῖον ἀναβῆναι τὸν Χριστόν, τρανότερον ἀνεκαλύφθη ἡ θεότης, ἅτινα ἦν ἔργα τηνικαῦτα τοῦ Χριστοῦ. Ἐκ τῶν ἔργων οὖν ἐδείχθη τηνικαῦτα ἡ τοῦ Χριστοῦ θεότης. Εὐνομίου δέ ἐστι καὶ τοῦτο λέγειν, ἐκ τῶν ἔργων δείκνυσθαι τὴν οὐσίαν τοῦ Θεοῦ, ἀλλ’ οὐ τῶν εὐσεβῶς φρονούντων, ὡς ὁ μέγας Βασίλειος καὶ ὁ ἀδελφὸς αὐτῷ καὶ ἀδελφὰ φρονῶν παριστᾶσιν ἐναργῶς. Οὐκοῦν ἡ ἐκκαλυφθεῖσα τηνικαῦτα τοῦ Χριστοῦ θεότης ἡ θεία δύναμίς ἐστιν, ἀλλ’ οὐχ ἡ οὐσία τοῦ Θεοῦ.

Βασιλείου μέντοι τοῦ μεγάλου πάλιν ἐν τῷ πρὸς Εὐνόμιον δευτέρῳ γράφοντος· «οὐκ ἐκ τῶν ἔργων τοῦ τεχνίτου ἐν περινοίᾳ γινόμεθα τῆς οὐσίας, ἀλλ’ ἐκ τοῦ γεννηθέντος τὴν τοῦ γεγεννηκότος φύσιν ἐπιγινώσκομεν· οὐ γὰρ ἐκ τῆς οἰκίας τοῦ οἰκοδόμου τὴν οὐσίαν καταλαβεῖν δυνατόν. Ἐκ μέντοι τοῦ γεννήματος ἐννοῆσαι ῥάδιον τοῦ γεγεννηκότος τὴν φύσιν, ὥστε εἰ μὲν δημιούργημα ὁ Μονογενής, οὐ παρίστησιν ἡμῶν τοῦ Πατρὸς τὴν οὐσίαν, εἰ δὲ γνωρίζει ἡμῖν δι’ ἑαυτοῦ τὸν Πατέρα, οὐχὶ δημιούργημα ὁ Υἱός», καιρὸς καὶ ἡμᾶς εἰπεῖν πρὸς τὸν Ἀκινδυνιανὸν καὶ Εὐνομιανὸν νῦν ἀναφανέντα Γρηγορᾶν, ἅτε τὴν οὐσίαν τοῦ Θεοῦ ἐκ τῶν ἐν τῇ θαλάσσῃ τελεσθέντων ἐκκαλυφθῆναι φάσκοντα, ταύτην γὰρ μόνην οὗτος ἄκτιστον εἶναι θεότητά φησιν, ὡς εἰ μὲν ἔργα καὶ δημιουργήματα τοῦ Θεοῦ ὑπάρχουσιν, ἥτε τῆς θαλάσσης ἐκ τοῦ αἰφνιδίου παράδοξος νηνεμία καὶ γαλήνη καὶ ὁ πρὸ τούτων ἐπ’ αὐτῆς περίπατος, ἢ καὶ τὸ τῆς αὐτῆς ὥρας εἰς ἣν ὑπῆγον γῆν εὑρεθῆναι τὸ πλοῖον μετὰ τῶν ἐμπλεόντων, εἰ ταῦτα ἔργα καὶ δημιουργήματα Θεοῦ, ἡ τηνικαῦτα διὰ τούτων ἐκκαλυφθεῖσα τοῦ Χριστοῦ θεότης ἡ θεία δύναμίς ἐστιν, ἀλλ’ οὐχ ἡ οὐσία τοῦ Θεοῦ, κατὰ τὸν μέγαν Βασίλειον.

Εἰ δ’ ἐξεκαλύφθη διὰ τῶν τοιούτων ἡ οὐσία τοῦ Θεοῦ, ὡς ὁ Γρηγορᾶς φρονεῖ, οὐκ ἔργα οὐδὲ δημιουργήματα ταῦτα τοῦ Θεοῦ, ἀλλ’ Υἱὸς ἕκαστον ὑπάρχει τούτων, βαβαὶ τῆς βλασφημίας, αὐτὸς ὁ συμφυής τε καὶ προαιώνιος. Εἰ δὲ ταῦτα καὶ τἄλλα λοιπὸν πάντα τὰ τοῦ Θεοῦ ἔργα τε καὶ κτίσματα, κατὰ τὸν Γρηγορᾶν, γεννήματά ἐστι Θεοῦ καὶ τοῦ Μονογενοῦς οὖχ ἦττον, εἰκότως δὲ καὶ ἀκολούθως τῷ κατασπῶντι πρὸς τὴν κτίσιν τὴν τοῦ Θεοῦ θείαν δύναμίν τε καὶ ἐνέργειαν ἴσα Θεῷ καὶ ἄκτιστα καὶ γεννήματα δοκεῖ τὰ κτίσματα.

Ὅτι γε μὴν ἡ ἐκκαλυφθεῖσα τοῦ Χριστοῦ θεότης διὰ τῶν ἐν τῇ θαλάσσῃ παραδόξως εἰργασμένων ἡ δύναμις ἦν, ἀλλ’ οὐχ ἡ οὐσία τοῦ Θεοῦ, καὶ αὐτοὶ διδάσκουσιν ἡμᾶς οἱ τοῦ θαύματος αὐτόπται· «τίς γάρ ἐστιν οὗτος, ἔλεγον, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ»; Εἰ γοῦν τὴν οὐσίαν ἐπέγνωσαν, οὐκ ἂν ἐθαύμαζον καὶ διαποροῦντες ἔλεγον «τίς ἐστιν οὗτος».

Ἆρ’ οὖν οὐχὶ καὶ τοῦτο μόνον τὸ παρ’ αὐτοῦ προτεθειμένον ἱκανώτατον ἀπαλλάξαι τὸν Γρηγορᾶν τοῦτον τῆς τε πρὸς Εὐνόμιον ὁμολογίας καὶ τῆς πρὸς Μασσαλιανοὺς ὁμοφροσύνης καὶ τῆς ἄλλης πάσης δυσσεβείας, παριστῶν ἐμφανῶς τὴν διαφορὰν τῆς τοῦ Θεοῦ οὐσίας καὶ τῆς δυνάμεως, οὐ κατὰ τὸ ἄκτιστον οὖσαν καὶ κτιστόν, ὡς αὐτὸς ὁ Γρηγορᾶς φησιν, ἄπαγε τῆς παρανοίας, ἀλλ’ ὅτι ἡ μὲν τοῦ Θεοῦ οὐσία ὑπὲρ ἔκφανσίν ἐστι παντοίαν, ἡ δὲ τοῦ Θεοῦ δύναμις ἐμφανὴς ἐκ τῶν ἀποτελεσμάτων γίνεται; Τοῦτο γὰρ τὸ μηδεμίαν εἰδέναι διαφορὰν οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας θείας, οἷόν τις βαλβὶς ἀνεωγμένη τούτῳ γέγονε πρὸς δυσσεβείας δίαυλον, πολλοῖς καὶ συνεχέσιν οἷον βήμασι τοῖς δυσσεβήμασι καταμετρούμενον.

Ἡμεῖς οὖν τὰς τὸ θειότατον φῶς κατασπᾶν ἐπιχειρούσας τοῦ Γρηγορᾶ φωνὰς κατεσπασμένας εἰς ἀσέβειαν δείξαντες, φέρε παραστήσωμεν ἔτι διαρκέστερον, ὅτι ἄκτιστόν ἐστι τὸ ἑωραμένον ἐν Θαβὼρ τοῖς τῶν ἱερῶν ἀποστόλων ἐκκρίτοις φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, τὰς ἄλλας αὐτοῦ μακρὰς λογολεσχίας καταλείψαντες, ὡς οὐδὲν πρὸς ἔπος τὸ τοῦ λόγου φθεγγομένας καὶ μηδὲν ἄλλο πλὴν ἀσεβείας τε καὶ ἀναισχύντους λοιδορίας οὔσας κατὰ τῶν τοῦ Θεοῦ ἁγίων καὶ τῶν εὐσεβῶν ἁπάντων.

Ἐπεὶ δὲ τὸ θεῖον τοῦτο φῶς καὶ ἦν καὶ ἔστι καὶ ἔσται, καθάπερ ἀνωτέρω παρὰ τῶν θεοσόφων ἀναπέφηνε θεολόγων, τῶν τε οὐρανίων ἀγγέλων ὑπάρχει φῶς καὶ τοῖς ἀπολέκτοις μαθηταῖς ἐν Θαβὼρ ὦπται καὶ ὡς οὐκ ἔχον παραλλαγὴν ἢ τροπῆς ἀποσκίασμα τοῖς υἱοῖς τοῦ μέλλοντος αἰῶνος ὁρώμενον ἔσται εἰς αἰῶνας, παρὰ Χριστοῦ τοῦ Πατρὸς τοῦ μέλλοντος αἰῶνος ἀπαστράπτον, ὡς κἀν τῇ θειοτάτῃ μεταμορφώσει, πόθεν ἡμεῖς τὸ νῦν εἶναι δείξομεν ἄκτιστον διατελοῦν; ἐξ οὐρανοῦ καὶ τῶν κατ’ αὐτὸν ἀγγέλων, ἐκ τῆς ἐν Θαβὼρ ἐξαισίας θέας, ἢ παρὰ τῆς ἔτι μελλούσης ἐπιφανήσεσθαι τοῖς ἁγίοις μακαριότητος καὶ λαμπρότητος; μᾶλλον δέ, ἐπεὶ καὶ παρὰ τῶν τριῶν τούτων ἀναδείκνυται περιφανέστατα, πόθεν ἂν εἴη δεικτέον πρῶτον, πᾶς τις ἂν οἶμαι φαίη, ἐκ τῶν καὶ πρώτων εὐμοιρηκότων τῆς μακαριωτάτης τοῦ φωτὸς θέας, τῶν οὐρανίων δηλονότι καὶ θεοειδῶν ἀγγέλων.

Ὅτι μὲν οὖν οἱ ἄγγελοι ἐν φωτὶ καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦσαν οὐδεὶς ἀντερεῖ τῶν πιστῶν καὶ ἐκδεχομένων ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις τὸ ὑπερουράνιον φῶς, αὐτὸ δηλαδὴ τὸ τῶν ἀγγέλων φῶς, καθ’ ὃ καὶ ὁ Κύριος ἔλαμψεν ἐπ’ ὄρους, καθάπερ ὁ μέγας Βασίλειος τοῖς προφήταις καὶ ἀποστόλοις καὶ τοῖς μετ’ αὐτοὺς θεοφόροις συνῳδά φησι.

Τί δέ ἐστι τὸ τῶν ἀγγέλων φῶς διδασκέτω νῦν ἡμᾶς δι’ ὀλίγων Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος. Ἐν γὰρ τῇ καινῇ Κυριακῇ πανηγυρίζων «βουληθείς, φησίν, ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τὸν ἐξ ὁρατῶν καὶ ἀοράτων συνεστηκότα, τὸν μέγαν καὶ θαυμαστὸν τῆς ἑαυτοῦ μεγαλειότητος κήρυκα, τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο, τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;». Καὶ ἀλλαχοῦ πάλιν· «ὃ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς ὁ Θεός». Οὐκοῦν ὁ κτιστὸν εἶναι λέγων τὸ τῶν ἐπουρανίων ἀγγέλων φῶς, καθ’ ὃ καὶ ὁ Χριστὸς ἐπ’ ὄρους ἔλαμψεν, ὃ καὶ τοῦ μέλλοντός ἐστιν αἰῶνος φῶς, φανερῶς κτίσμα τὸν Θεὸν ποιεῖ καὶ ἄθεός ἐστι σαφὴς καὶ ἀπηλλοτριωμένος τῶν θεοσεβῶν ἁπάντων.

Ἀλλ’ ὅτι μὲν τὸ παρὰ τῶν ἐπουρανίων ἀγγέλων ὁρώμενόν τε καὶ μετεχόμενον φῶς, οὗ τῇ μεθέξει καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, συνεκλάμποντες ὑπερλάμποντι, τῷ κἀπὶ τοῦ ὄρους θείως οἴκοθεν ἀστράψαντι Χριστῷ ἐν δόξῃ καὶ τῶν προφητῶν συνόντων καὶ προδεικνύντων τὴν μετὰ Χριστοῦ τῶν ἁγίων ἐν δόξῃ παρουσίαν, ὅτι μὲν οὖν ἄκτιστόν ἐστι τουτὶ τὸ φῶς οὐκέτ’ οὐδένα τῶν ἁπάντων ἀντερεῖν ἡγοῦμαι, θεοσεβεῖν αἱρούμενον· τὸ γὰρ φῶς τοῦτο ὁ Θεός ἐστιν αὐτὸς καὶ οὐδὲν ἄλλο.

Ὁ δὲ Γρηγορᾶς ἄφυκτον ἑαυτῷ τὴν δυσσέβειαν διὰ σπουδῆς ποιούμενος καὶ ταῖς τῆς ἀσεβείας θαλάτταις δίκην ἰχθύος ἐγκυβιστῶν καὶ τῶν οἰκείων ἠθῶν καὶ λόγων ἅπαν ἑστὼς καὶ βέβαιον, ὡς πορρωτάτω ῥίψας καὶ ἀπωσάμενος, νῦν μὲν τὸ φῶς τοῦτο σχέσιν εἶναί φησιν καὶ τὴν σχέσιν μηδὲν ἕτερον ἢ φωνὴν μόνην καὶ ὄνομα μόνον, ὁμοῦ τῷ πληγέντι ἀέρι διαλυόμενον καὶ ψιλὸν καὶ ἀνύπαρκτον διανοίας ἀνάπλασμα, νῦν δὲ γενητὸν καὶ αἰσθητὸν καὶ ὑλικὸν καὶ πρόσφατον καὶ αὐθημερινὸν καὶ ἀπροσκύνητόν τι φάσμα καὶ μὴ τῷ Χριστῷ συνάναρχόν τε καὶ συναΐδιον, ἀλλ’ ἐπὶ τοῦ ὄρους τηνικαῦτα γενόμενον, περιγεγραμμένον τε καὶ ἐσχηματισμένον καὶ σωματικόν· νῦν δ’ αὖθις τἀναντιώτατα παντάπασι τῶν προηριθμημένων αὐτοῦ κατὰ τοῦ θείου φωτὸς βλασφημιῶν αὐτὴν εἶναι τοῦτο λέγει τὴν ὑπερουσιότητα τὴν θείαν, ἵνα δι’ ἑνός τινος τούτων ἀντιλέγειν ἔχων ἀεὶ τοῖς εὐσεβῶς φρονοῦσιν ἀναπόβλητον ἔχῃ τὸν πονηρὸν πλοῦτον τῆς ἀσεβείας, πολυπλασιάζων ἑαυτῷ τοῦτον τῷ νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο τὸ δυσσεβὲς φρονεῖν καὶ λέγειν, τῶν εὐσεβῶν μέντοι μηδαμῇ ποτε μηδὲν προσίεσθαι.

Τίς οὖν αὐτῷ τε καὶ τοῖς κατ’ αὐτὸν φρονοῦσι πᾶσι πρὸς τὸ ὑπερουράνιον τοῦτο φῶς τὴν τῶν οὐρανίων ἀγγέλων πολυέραστον θέαν, τὴν ἐν Θαβὼρ ἑωραμένην ἀπορρήτως τοῖς τῶν μαθητῶν ἐκκρίτοις τοῦ Θεοῦ δόξαν καὶ βασιλείαν, τὴν ἀποκειμένην ἡμῖν ἐν οὐρανοῖς ἀδιάψευστον ἐλπίδα, τίς οὖν Γρηγορᾷ τε καὶ τοῖς κατ’ αὐτὸν πρὸς τὸ φῶς τοῦτο, τὸ καὶ νῦν ἀναφανέν, ὅτι ὁ Θεός ἐστιν αὐτός, ἡ ἀντίθεσις; Ὅτι τοῦτο λοιπὸν ἡ οὐσία τοῦ Θεοῦ ἐστι, μόνον γὰρ οὐσίαν εἶναι τὸν Θεὸν διϊσχυρίζονται, πᾶν ὅ,τιπέρ ἐστι περὶ αὐτὸν θεωρούμενον φυσικῶς ἐξ ἀϊδίου τοῖς κτιστοῖς συναριθμοῦντες. Ἐγκαλύφθητε οὖν, ἀθλιώτατοι ἀνθρώπων, δικαίως ἄν τις φαίη πρὸς αὐτούς. Ἡ γὰρ πολυετής τε καὶ πολυειδὴς καὶ ἀνήκεστος καὶ ἀκατάσχετος ὑμῶν μανία κατὰ τούτου τοῦ φωτός, κατ’ αὐτῆς τῆς οὐσίας τοῦ Θεοῦ λοιπόν ἐστι.

Μᾶλλον δὲ μεταμελήθητε νῦν γοῦν καὶ σωφρονήσατε καὶ ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ καὶ σπείσασθε τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἵνα καὶ τῆς προτέρας ἀπειθείας τε καὶ δυσσεβείας καὶ τῶν ἐντεῦθεν προσκομμάτων ἐν οἰκτιρμοῖς δέξησθε τὴν ἄφεσιν καὶ τὴν καθ’ ὑμῶν φρικτὴν ἀποκήρυξιν μετασκευάσητε καὶ περὶ ὧν νῦν αὖθις λέγειν πρόκειται, παρὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας διδαχθέντες, συνῆτέ τ’ ἀληθές, ὡς ἂν καὶ Θεῷ καὶ τοῖς ἐξ αἰῶνος θεοφόροις ἡμῖν τε καὶ ὑμῖν αὐτοῖς συνῳδὰ καὶ φίλια λαλεῖτε περὶ εὐσεβείας, ὡς νῦν γε καὶ ὑμῖν αὐτοῖς ἐναντιοῦσθε ἄλλοτε ἄλλα καὶ τὰ ἀντικείμενα τιθέντες.

Κἀντεῦθεν πρὸς τοῖς ἄλλοις καὶ ἀνέδραστοι δείκνυσθε διατελοῦντες, καὶ ταῦτα τηλικούτου προκειμένου πράγματος, ἀλλὰ καὶ ἡμῖν ἀνάγκην ἐπάγετε, οἷον ἀμυνομένοις ἀντεπεξιέναι καὶ τὰ παρ’ ὑμῶν ἀντιθέτως προφερόμενα συγκρούουσι πρὸς ἄλληλα.

Τί γάρ φησιν ὁ Γρηγορᾶς ἐν αὐτοῖς τούτοις τοῖς αὐτοῦ συγγράμμασι; «τίς ποτ’ εὐσεβῶς αἱρούμενος ζῆν εἶπέ ποτε ἢ λέγει ἢ δύνατ’ ἄν ποτ’ εἰπεῖν, ὡς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Θεοῦ κἀκείνου τὴν φύσιν εἶδεν ἢ ἐξηγόρευσεν; οὐδ’ ἂν αὐτὸς ὁ πάσης κακίας γεννήτωρ διάβολος τολμήσειεν ἄν ποτε τοῦτ’ εἰπεῖν».