Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Το άκτιστο των θείων ελλάμψεων και η μέθεξη των αγγέλων

Ανάλυση της διδασκαλίας του Διονυσίου Αρεοπαγίτη και του Γρηγορίου Θεολόγου για τις άναρχες θείες ελλάμψεις και το φως των αγγέλων, διαψεύδοντας την περί κτιστότητάς τους θεωρία του Γρηγορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 14 από 15

Ἆρ’ οὖν ὁ ταῦθ’ οὕτω καὶ μετὰ τοσαύτης σφοδρότητος ἀποφηνάμενος, νῦν δὲ πᾶν τοὐναντίον λέγων, ὡς ἐπειδήπερ ὁ Θεός ἐστιν ἐκεῖνο τὸ φῶς, ἡ οὐσία τοῦτο τοῦ Θεοῦ ἐστιν, οὐκ αὐτὸς ἑαυτὸν καὶ τοῦ διαβόλου χείρω φανερῶς παρέστησεν; Οὐ γὰρ ἂν ἔχοι λέγειν, ὡς ἀνθρώπων μὲν οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Θεοῦ καὶ Θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν. Τῶν ἀγγέλων δὲ τίς ἢ τῶν ἀρχαγγέλων τὴν ἀνέκφαντον ἐκείνην καὶ ἀμέθεκτον ἐθεάσατο φύσιν; Τοῦ γὰρ εὐαγγελιστοῦ λέγοντος, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», οἱ θεῖοι πατέρες ἐξηγούμενοί φασιν· οὐδεὶς κτιστός, οὐ μόνον ὑλικός, ἀλλ’ οὐδὲ ἄϋλος, ἐπεὶ καὶ αὐταῖς ταῖς ἀΰλοις δυνάμεσιν ἀόρατός ἐστι κατὰ φύσιν ὁ Θεός.

Λεγέτω δὴ νῦν ὁ Γρηγορᾶς· ἐπειδήπερ οὐδὲ τοῖς ἁγίοις ἀγγέλοις ὁρᾶται ἡ οὐσία τοῦ Θεοῦ, ἔστι δὲ αὐτοῖς φῶς ὁ Θεός, κατὰ τοὺς θεολόγους, καὶ οὐκ αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς υἱοῖς τοῦ μέλλοντος αἰῶνος, ὡς ἐν τῷ πρὸ τούτου λόγῳ διὰ πλείστων δέδεικται, τὸ αὐτὸ προσέσται φῶς, ὅπερ ὁ Θεός ἐστιν αὐτὸς καὶ οὐδὲν ἄλλο· τί γὰρ ἔδει καὶ δεήσει φωτὸς ἑτέρου τοῖς τὸ μέγιστον ἔχουσι; Λεγέτω τοίνυν ὁ Γρηγορᾶς, τί ποτέ ἐστι τὸ φῶς τοῦτο, ὅπερ ἄλλο παρὰ τὸν Θεὸν οὐκ ἔστιν; Εἰ γὰρ μηδὲ νῦν γοῦν ὁμολογήσει καὶ οὐσίαν ἔχειν τὸν Θεὸν πᾶσι παντάπασιν ἀνέκφαντόν τε καὶ ἀμέθεκτον, καὶ ἔλλαμψιν καὶ δόξαν καὶ λαμπρότητα τῆς φύσεως αὐτοῦ προϊοῦσαν φυσικῶς, τοῖς ἀξίοις ἀγγέλοις καὶ ἀνθρώποις μεθεκτήν τε καὶ θεωρητήν, ὡς οἶδεν αὐτός, εἰ μὴ τοῦτο νῦν ὁ Γρηγορᾶς ὁμολογήσει, πᾶν ὅ,τι ἂν ἕτερον εἴποι τὸ δυσσεβὴς εἶναι οὐ διαφεύξεται, κἂν πλείους ἢ καὶ μακροτέρους λόγους συγγράφεται, μὴ τὰ ἡμέτερα μόνον ἀλλὰ καὶ τὰ τῶν ἁγίων παραφθείρων καὶ συκοφαντῶν δυσσεβῶς τε καὶ φρενοβλαβῶς.

Εἰ μὲν γὰρ οὐσίαν ἐρεῖ τὸ φῶς ἐκεῖνο, καὶ παρὰ τῶν ἑαυτοῦ λόγων δυσσεβῶς λέγων ἐξελέγχεται. Εἰ δὲ κτίσμα τοῦτ’ ἐρεῖ, ὃ μηδὲν ἄλλο ἢ ὁ Θεός ἐστιν αὐτός, ὑπὸ τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀναθέματι δικαίως καθυποβληθήσεται, ὡς τὸν Θεὸν αὐτὸν κτίσμα λέγων φανερῶς, μᾶλλον δὲ καὶ ἥλω ταῦτα λέγων, καὶ τὸ αὐτὸ νῦν μὲν οὐσίαν εἶναι κατασκευάζων τοῦ Θεοῦ, νῦν δὲ τοῖς κτίσμασι συντάττων, ἄλλοτε δὲ μηδαμῇ μηδὲν ὑπάρχειν διαβεβαιούμενος.

Καὶ ἀπεκηρύχθη διὰ ταῦτα καὶ ἀποβέβληται καὶ ἀναθέματι καθυποβέβληται δικαίως. Ὁ δὲ μηδ’ αἴσθησιν οἷον λαμβάνων ᾗ κακοῦ γέγονεν, ἀλλὰ καὶ προστιθεὶς κακίαν ἐπὶ κακίᾳ καὶ οὕτως, ἀποστολικῶς εἰπεῖν, θησαυρίζων ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ καὶ κατὰ τῶν ἱερῶν συνοδικῶν τόμων λογογραφεῖν ἐπεχείρησε, πάντ’ ἄνω καὶ κάτω τιθείς, τάς τε κειμένας ἐν αὐτοῖς τῶν θεολόγων ῥήσεις πολυειδῶς διαστρέφων καὶ φανερῶς ἀντιλέγων, ὡς ἡμετέρας, καὶ τοὺς κατ’ αὐτοῦ ταύταις χρησαμένους συκοφαντῶν, ὡς διαστρόφους τιθέντας, τοιαῦτα μάλιστα καθ’ ἡμῶν λοιδορούμενος, ἐπεὶ μετὰ τῶν ἄλλων ἐν τῷ κατ’ αὐτοῦ καὶ τῶν οἷος αὐτὸς συνοδικῷ τόμῳ τοῦ μεγάλου Βασιλείου ῥῆσις προὐτέθη φάσκουσα, «ὁ τετοκὼς βόλους δρόσου, οὐχ ὁμοίως τάς τε βόλους καὶ τὸν Υἱὸν ἐτεκνώσατο», ῥητὰ καὶ ἄρρητα λέγων καὶ συγγραφόμενος, ὡς τὸ ὑπεστήσατο γεγραφότων ἀντὶ τοῦ ἐτεκνώσατο τῶν τὸν ἱερὸν ἐκεῖνον τόμον κατὰ τῆς αὐτοῦ δυσσεβείας συγγραψαμένων.

Περὶ μὲν δὴ τῆς τοιαύτης τοῦ μεγάλου Βασιλείου ῥήσεως καὶ τῆς ὑπεστήσατο λέξεως καὶ ὅπως ἔν τισι μὲν τῶν αὐτοῦ βίβλων τὸ ὑπεστήσατο, ἔν τισι δὲ τὸ ἐτεκνώσατο γέγραπται καὶ ὡς οὐδὲν θάτερον θατέρου πλὴν τῇ προφορᾷ τῆς λέξεως διενήνοχεν, ὁ γὰρ ὑποστησάμενος τὸ τεχθέν, τεκνωσάμενος ὑπεστήσατο καὶ ὅτιπερ ὑπὸ τῶν πραγμάτων ἡ σημασία τῶν ὀνομάτων μετασκευάζεται, ἀλλ’ οὐχ ὑπὸ τῶν ὀνομάτων τὰ πράγματα, διαρκῶς ἡμῖν εἴρηται καὶ τὴν λύσιν ἀποδεδώκαμεν, Χριστοῦ χάριτι, πρὸς τὸν δι’ ἐπιστολῆς αἰτησάμενον καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἡμετέρας τὰ τοῦ Γρηγορᾶ περὶ τούτων συγγράμματα, καὶ πάρεστι τῷ βουλομένῳ καὶ περὶ τούτου μαθεῖν ἀκριβέστερον, ἐκ τῆς ἀντιγράφου πρὸς ἐκεῖνον ἐπιστολῆς ἡμετέρας.

Ὁ δὲ Γρηγορᾶς μηδόλως εἰς νοῦν, τὸ τοῦ λόγου, βάπτων, μηδὲ τῆς ἀκριβείας ἢ ἀληθείας τῶν περὶ Θεοῦ λεγομένων ἐχόμενος, ἀλλ’ ἵν’ εἴπω, κατὰ τὸν μέγαν Βασίλειον, «περὶ τὴν ματαίαν φιλοσοφίαν ἐσχολακὼς καὶ γλαυκὸς δίκην πρὸς μὲν τὴν τῆς ματαιότητος θεωρίαν ὀξυτάτην ἔχων τὴν διάνοιαν, ὡς ἐν νυκτὶ τὴν ὄψιν ἐκείνη, πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς κατανόησιν ἀπημαυρωμένην», περὶ μὲν τῆς ἐγκειμένης τῷ τόμῳ τοῦ μεγάλου λέξεως ἀκριβολογεῖται καὶ μανικῶς οἷον καθ’ ἡμῶν φέρεται, φανερῶς δὲ τὸν Θεὸν τοῖς κτίσμασιν αὐτὸς συντάττων, ὡς τὴν παρ’ αὐτοῦ τοῖς ἁγίοις ἀγγέλοις δωρουμένην ἔλλαμψιν κτιστὴν ἀποφαινόμενος, οὐκ ἀσεβὲς ἡγεῖται. Ὅτι γὰρ οὗτος καὶ κτίσμα λέγει προφανῶς τὸ τῶν ἀϊδίων ἀγγέλων φῶς, ὃ μηδὲν ἄλλο ἢ ὁ Θεός ἐστιν αὐτός, κατάδηλον ἐντεῦθεν. Ἀκούων γὰρ Διονυσίου τοῦ μεγάλου λέγοντος ὅτι «κυκλικῶς οἱ θεῖοι κινούμενοι νόες ἑνοῦνται ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ», οἷα πρὸς αὐτὸν οὗτος διαλέγεται, ἀκούσατε καὶ τῆς παρανοίας καὶ πρὸς τοὺς ἁγίους ἀναιδείας τὸν ἄνδρα θρηνήσατε. «Εἰ μὴ γὰρ δυνάμεις, φησί, καὶ ἐνεργείας λέγει πληθυντικῶς τὰ φαινόμενα καὶ κατ’ αἴσθησιν τοῦ Χριστοῦ θαύματα, κατὰ τὸ ‘δυνάμεις πολλὰς ἐν τῇ πατρίδι οὐκ ἐποίησε’, πόρρω τῆς νύσσης λανθάνει παρέλκων τὸν πόδα».

Ἆρ’ οὐχ ἱκανὸν τοῦτο καὶ μόνον φαινόμενον ἀπονενοημένον καὶ καταγέλαστον δεικνῦναι τὸν γράψαντα; Τίς γὰρ νοῦν ὅλως ἔχων ἀνάσχοιτο καὶ εἰπεῖν ἢ ἐννοῆσαί ποτε, ὅτι αἱ τοῦ Θεοῦ ἄναρχοι καὶ ἀτελεύτητοι ἐλλάμψεις, αἷς οἱ ἄγγελοι ἑνοῦνται, ὧν ἀγγέλων οὐδὲν ἄλλο φῶς ἢ ὁ Θεός ἐστιν αὐτός, τὰ φαινόμενα καὶ κατ’ αἴσθησιν κτίσματά τε καὶ θαύματά εἰσι; Τὰ δὲ ἑξῆς οἷα. Εἰ δ’ ἀκτίστους λέγει δυνάμεις καὶ ἐνεργείας, καὶ οὕτω παρὰ θύραν αὖθις ἥκει καὶ πολὺ τῆς ἀληθείας ἐξίσταται, τὸν τὰς θείας ἐλλάμψεις ἀνάρχους καὶ ἀτελευτήτους σαφῶς εἰρηκότα πολὺν τὰ πάντα καὶ μέγαν Διονύσιον παρὰ θύραν ἥκειν καὶ πολὺ τῆς ἀληθείας ἐξίστασθαι διατεινόμενος. Εἶθ’ ἑξῆς μετὰ σφοδρᾶς τινος ὁρμῆς ἀπαγορεύων τὰς περὶ τῶν θείων ἀποφάσεις τῶν θεοσόφων θεολόγων· ὁ μὲν γὰρ ἐν θεολογίᾳ πολὺς καὶ μέγας Γρηγόριος «ἄλλο, φησί, γεννῶν καὶ γέννησις, θέλων καὶ θέλησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν. Τὰ μὲν γὰρ ὁ κινούμενος, τὰ δ’ οἷον ἡ κίνησις». Ὁ δὲ μέγας Βασίλειος, «εἴπερ εἰς τὴν οὐσίαν, φησί, ἅπαντα φέροντες τὰ θεῖα ὀνόματα καταθήσομεν, οὐ μόνον σύνθετον ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν Θεὸν ἀποδείξομεν διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι». Ὁ δὲ ἀδελφὸς καὶ ἀδελφὰ φρονῶν αὐτῷ, «κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων, φησί, καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ Θεοῦ θεωροῦνται».

Πρὸς ταύτας τοίνυν καὶ τὰς τοιαύτας τῶν ἁγίων ῥήσεις, ὥσπερ ἐκκεκωφημένος ὁ Γρηγορᾶς καὶ δεινῇ τινι μέθῃ κάτοχος ὢν καὶ πολὺ τῆς ἀληθείας αὐτὸς ὡς ἀληθῶς ἐξιστάμενος καὶ τἀναντία σαφῶς ὑπαγορεύων, φησίν· «οὐδὲ γὰρ οὐδεμίαν οὐδεὶς οὐδαμῇ ποθ’ εὑρήσει διαφορὰν ἀκτίστου δυνάμεώς τε καὶ ἐνεργείας πρὸς τὴν ἄκτιστον οὐσίαν, ἀλλ’ ὀνόματα μὲν διάφορα, σημαινόμενον δὲ ἕν».

Πρὸς ὃν εἶπεν ἂν αὖθις ὁ πολὺς τὰ θεῖα καὶ μέγας Βασίλειος, ὡς πρὸς ἄλλον Εὐνόμιον τὸν Γρηγορᾶν τοῦτον ἀποτεινόμενος· «εἰ τὰ ἐπιλεγόμενα τῷ Θεῷ πάντα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταὐτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα, ὡς ἐπὶ τῶν πολυωνύμων. Καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν ἑκάστου τῶν ὀνομάτων σημασίαν ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος;». Καὶ πάλιν· «πῶς οὐχὶ μανία σαφὴς μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν ὀνομάτων ὑποβεβλῆσθαι λέγειν»;

Καὶ ὁ τῆς Νύσσης δὲ φανότατος φωστὴρ Γρηγόριος αὖθις πρὸς τὸν Εὐνόμιον καὶ αὐτὸς ἀποτεινόμενος, ἀπαραλλάκτως ταὐτὰ τῷ Γρηγορᾷ περὶ Θεοῦ δογματίζοντα καὶ κατὰ μηδένα τρόπον διαφορὰν εἶναι τῆς τε θείας φύσεως καὶ τῶν περὶ αὐτὴν θεωρουμένων φυσικῶς λογογραφοῦντα, καὶ «εἰ ταῦτα, φησί, νομοθετεῖ ὁ Εὐνόμιος, τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσι, Θεὸν κριτήν, δίκαιον, ἰσχυρόν, μακρόθυμον, ἀληθινόν, ἐλεήμονα καὶ ἄλλα τοιαῦτα κατονομάζουσαι; Εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύσεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαινόμενον διαφορᾶς ἀπ’ ἀλλήλων τὰ ὀνόματα διαστελλούσης».

Ἆρ’ οὐκ Εὐνόμιός ἐστιν ἄλλος ἐναργῶς ὁ Γρηγορᾶς; Κατ’ ἐκεῖνον γὰρ καὶ οὗτος μεμηνὼς καὶ τὰ θεῖα συγχέων καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος ἀντικείμενος καὶ τοῖς ἀνωμολογημένοις κοινῇ τῇ Ἐκκλησίᾳ Θεοῦ δόγμασιν ἀντιλέγων, πάλιν φησίν· «ἐπὶ μὲν τῶν συνθέτων δοίη τις ἂν διάφορα εἶναι φύσιν καὶ φυσικὸν καὶ ἔμφυτον, ἐπὶ δὲ τῆς θείας φύσεως οὐδαμῇ· ἑνὸς γὰρ ὑποκειμένου δήλωσιν ἔχει ταυτὶ τὰ ὀνόματα πάντα, τῆς θείας οὐσίας φημί». Ἀλλὰ καὶ αὖθις ὁ μέγας Βασίλειος ἐλεγχέτω τὴν ἀφροσύνην ὁμοῦ καὶ τὴν πρὸς τὸν Εὐνόμιον ἀκριβῆ συμφωνίαν τοῦ Γρηγορᾶ. «Πῶς γάρ, φησίν, οὐ καταγέλαστον τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικὸν πάλιν οὐσίαν, τὸ προγνωστικὸν πάλιν ὡσαύτως καὶ ἁπαξαπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι»; Ὁ δὲ θεσπέσιος Κύριλλος· «πολλά, φησί, τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ’ ἕκαστον τούτων οὐ τῆς οὐσίας ἐστὶ σημαντικόν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει. Εἰ γὰρ ἕκαστον τούτων οὐσίαν δηλοῖ, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ Θεός, ὅσα περ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται». Καὶ πάλιν· «οὐχ ὅσα φυσικῶς προσεῖναι λέγεται τῷ Θεῷ, ταῦτα πάντα ἔσται αὐτοῦ καὶ οὐσία».

Ἡ θεία τοιγαροῦν οὐσία παντάπασίν ἐστιν ἀνώνυμος, ἐπεὶ καὶ πάντῃ ἐστὶν ἀπερινόητος. Ὀνομάζεται δέ, κατὰ τοὺς θεολόγους, ἐκ πασῶν τῶν ἐμφύτων αὐτῆς ἐνεργειῶν, μηδενὸς ἐκεῖ τῶν ὀνομάτων πρὸς ἕτερον κατὰ τὴν σημασίαν διαφέροντος. Ἐξ ἑκάστου γὰρ καὶ πάντων τῶν ἐπὶ Θεοῦ λεγομένων οὐδὲν ἕτερον, ἢ τὸ κρύφιον ἐκεῖνο καὶ μηδαμῶς γινωσκόμενον, ὅ,τι ποτέ ἐστι, καλεῖται. Ἐπὶ δὲ τῶν θείων ἐνεργειῶν, ἕκαστον τῶν ὀνομάτων διάφορον σημασίαν ἔχει. Τίς γὰρ οὐκ οἶδεν ὅτι διενηνόχασιν ἀλλήλων τὸ κτίζειν, τὸ δεσπόζειν, τὸ κρίνειν, τὸ προνοεῖσθαι, τὸ θεοποιεῖν; Οἱ γοῦν τὰς φυσικὰς ταύτας τοῦ Θεοῦ ἐνεργείας, ὡς ἀλλήλων τε καὶ τῆς θείας φύσεως διαφερούσας μὴ μέντοι γε χωριζομένας, κτιστὰς λέγοντές τε καὶ φρονοῦντες, τί ἄλλο ἢ τὸν Θεὸν εἰς κτίσμα κατασπῶσι; Τὰ γὰρ κτιζόμενα, τὰ δεσποζόμενα, τὰ κρινόμενα, τὰ θεοποιούμενα καὶ ἁπλῶς πάντα τὰ τοιαῦτά ἐστι κτίσματα, ἀλλ’ οὐχ ὁ κτίστης καὶ κριτὴς καὶ δεσπότης καὶ Θεός, οὐδ’ αὐτὸ τὸ δημιουργεῖν καὶ κρίνειν καὶ δεσπόζειν καὶ θεοποιεῖν, ἅπερ ἐξ ἀϊδίου φυσικῶς ἐνθεωρεῖται τῷ Θεῷ.

Γρηγορᾶς δὲ οὗτος, ὁ πολὺς δοκῶν εἶναι τὴν ἔξω φιλοσοφίαν, τὰς φυσικῶς προσούσας τῷ Θεῷ ἐνεργείας, ὡς τῆς θείας φύσεως διαφερούσας τοῖς κτίσμασι συναριθμῶν ἀφρονέστατα καὶ περὶ τῶν ἀνάρχων καὶ ἀτελευτήτων τοῦ Θεοῦ ἐλλάμψεων, αἷς οἱ θεῖοι νόες ἑνοῦνται, κατὰ τὸν μέγαν Διονύσιον, λογογραφεῖν προθέμενος, ὡς ἀνωτέρω ἔφημεν, μετὰ πλατὺν καὶ δυσσεβῆ λῆρον αὐτὸς ἑαυτὸν καταβάλλει πάλιν, ὡς οὐκ οἶδεν αὐτός.

Εἰπὼν γὰρ ὁ μέγας Διονύσιος, ὅτι «κυκλικῶς οἱ θεῖοι κινούμενοι νόες ἑνοῦνται ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ», καθ’ ὃ πάντως ἀνάρχους ἔφη τὰς ἐλλάμψεις ταύτας, κατὰ τοῦτο καὶ ἀτελευτήτους καὶ καθ’ ὅπερ ἀτελευτήτους, κατὰ τοῦτο καὶ ἀνάρχους. Ὁ δὲ Γρηγορᾶς μετὰ τὸ πολλάκις καὶ διὰ πολλῶν εἰπεῖν κτιστὰς εἶναι τὰς τοῦ Θεοῦ ταύτας ἐλλάμψεις καὶ περὶ τοῦ ἀνάρχους φάναι ταύτας τὸν μέγαν, ματαίους ὄντως καὶ φρενοβλαβείας μεστοὺς καὶ μηδ’ ἀντιρρήσεις ὅλως ἀξίους λόγους προθέμενος, ὕστερον ἐπάγει γράφων· «περὶ δὲ τοῦ ἀτελευτήτους εἶναι ταύτας, δῆλόν ἐστι τοῖς πᾶσιν, ὅτι πᾶσα φύσις ἀγγέλων καὶ ψυχῶν ἀθάνατος οὖσα, πάντως καὶ ἀτελεύτητός ἐστι καὶ ὁμοίως εἴτις αὐτοῖς δι’ ἀρετὴν προσεγένετο φωτισμός τε καὶ ἔλλαμψις».

Περὶ μὲν οὖν τῶν ψυχῶν νῦν οὐκ ἀνάγκη λέγειν. Ἐπεὶ δὲ τὰς πρὸς τοὺς θεοειδεῖς ἀγγέλους ἐλλάμψεις ἐκείνας τῇ ἀθανασίᾳ τούτων συμπαρεκτείνεσθαί φησιν ὁ Γρηγορᾶς, ταὐτὸ δ’ εἰπεῖν, μηδενί ποτε χρόνου ἢ αἰῶνος περατοῦσθαι διαστήματι κατὰ τὸ μέλλον, καθ’ ὃ δὲ ἀτελεύτητοι, κατὰ τοῦτο καὶ ἄναρχοί εἰσι, προαιωνίους αὐτὰς οὐκοῦν ἀνηγόρευσεν ὁ μέγας Διονύσιος, καθάπερ καὶ ὁ Γρηγορᾶς νῦν ἄκων ἐμαρτύρησεν. Ἀλλ’ αὐτὸν μὲν καὶ τοὺς κατ’ αὐτὸν ἀφῶμεν, αὐτοκατακρίτους διὰ πολλῶν ἀναφανέντας καὶ κατὰ κρημνῶν τοσούτων καὶ τηλικούτων πολυειδοῦς δυσσεβείας ἔσθ’ ὅτε καὶ ἀνεπαισθήτως κυβιστῶντας. Λέγομεν δὲ ἡμεῖς συλλαμβανομένου τοῦ φωτὸς τῆς χάριτος, δι’ ὧν ἂν καὶ αὐτὸς καὶ ὅσοι κατ’ αὐτόν, εἴπερ ἐθελήσειαν τὸν νοῦν τοῖς λεγομένοις διαρκῶς προσχεῖν, τοῦ τοσούτου πτώματος ἀνακληθεῖεν καὶ τῆς σατανικῆς πρὸς ἣν ηὐτομόλησαν συναυλίας ἀποστάντες μετὰ τῶν ἀγγέλων σταῖεν, συνεξυμνοῦντες καλῶς τούτοις τὸ τῶν θεοειδῶν ἀγγέλων καὶ ἀνθρώπων φῶς. Μᾶλλον δὲ τὰ τοιαῦτα πάνθ’ ἡμῖν εἴρηταί τε καὶ διατετράνωται πολλάκις καὶ πάνυ τοι πολλάκις ἐν λόγοις, ἐν συλλόγοις, ἐν συγγράμμασι πολυειδέσιν, ἀντιρρητικοῖς, παραινετικοῖς, παραστατικοῖς αὐτοῦ τοῦ προκειμένου πράγματος, πανταχοῦ τῆς πνευματοκινήτου μούσης ἐξαρχούσης τῶν ἱερῶν θεολόγων, ὡς μηδεμίαν ἔτι πρόφασιν ὑπολελεῖφθαι τούτοις τῇ δυσσεβείᾳ προσκεῖσθαι.

Πάντα γὰρ ἐκεῖ λεῖα τοῖς μὴ ἐθελοκακοῦσι καὶ κακουργεῖν ὀρεγομένοις ἔκκειται. Τοῖς γὰρ κακουργεῖν αἱρουμένοις ἀπωλείας πρόξενα καὶ τὰ σωτήρια γίνεται.

Φέρε δ’ ὅμως καὶ νῦν ἀφοσιωσώμεθα, κατὰ τὸ ἐγχωροῦν, τὸ φίλον ἡμῶν καὶ ἀναπόβλητον χρέος ἕτοιμοι ὄντες, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, διδόναι λόγον ὑπὲρ τῆς ἐν Θεῷ ἀληθείας, οὐ πᾶσι μόνον τοῖς ὁπωσδήποτε ζητοῦσιν, ἀλλ’ εἴπερ οἷόν τε καὶ διηνεκῶς. Γρηγόριος οὖν, ὁ τῆς θεολογίας ἐπώνυμος, καὶ ἓν εἶναι τὸ ὑπερουράνιον ἐδίδαξε φῶς καὶ εἰς δύο διεῖλεν αὖθις, ἀδιαιρέτως δηλονότι διαιρῶν. Ἐν μὲν γὰρ τῇ καινῇ Κυριακῇ «βουληθείς, φησίν, ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τὸν ἐξ ὁρατῶν τε καὶ ἀοράτων συνεστηκότα, τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο· τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;»· ἐν δὲ τοῖς εἰς τὸ πάσχα λόγοις εἰπὼν «καὶ ὅσον ὑπερουράνιόν ἐστι φῶς», ἐπήνεγκεν· «ἔν τε ἀγγέλοις τῇ πρώτῃ φωτεινῇ φύσει μετὰ τὴν πρώτην τῷ ἐκεῖθεν αὐγάζεσθαι, καὶ ὅσον ἐν τῇ Τριάδι, παρ’ ἧς φῶς ἅπαν συνέστηκεν, ἐξ ἀμερίστου φωτὸς μεριζόμενον καὶ τιμώμενον». Ἐν δὲ τοῖς εἰς τὸ θεῖον βάπτισμα προτρεπτηρίοις, φῶς εἰπὼν τὸν Θεὸν ἀκρότατον καὶ ἀπρόσιτον καὶ τὰ τοιαῦτα, μετά τινα· «φῶς δὲ λέγω, φησί, τὸ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον, ὧν πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος· δεύτερον φῶς ἄγγελος».

Πῶς οὖν φῶς οἱ ἄγγελοι δεύτερόν εἰσιν; Ἆρα τοῦτ’ αὐτό ἐστιν αὐτοῖς ἡ φύσις, τὸ φῶς τοιοῦτον εἶναι; Καὶ πῶς αἱ ἀποστατικαὶ δυνάμεις ἄγγελοι τὴν φύσιν οὖσαι, σκότος ἀλλ’ οὐ φῶς εἰσι, καὶ σκότος ἀντικείμενον τῷ τε κατ’ αὐτοὺς φωτὶ καὶ παρ’ οὗ τοῖς θεοειδέσιν ἀγγέλοις ἐστὶν ὁ φωτισμός, παρ’ ὧν πάλιν δῆλον ὡς τοῦτο τὸ φῶς οὐσία οὐκ ἔστι; τῇ οὐσίᾳ γὰρ ἀντικείμενον οὐκ ἔστιν. Ἔτι μήπω τῆς λαμπρότητος ἐστερημένος, ἑωσφόρος ὤν τε καὶ καλούμενος, ὁ διὰ τὴν πρὸς τὰ χείρω νεῦσιν σκότος γεγονὼς καὶ τοὺς φῶς ὄντας ἀγγέλους, διὰ τὴν πρὸς τὸ ὄντως ἀγαθὸν ἀδιάπτωτον ἀνάτασιν, δείκνυσι μὴ κατὰ φύσιν ἀλλὰ κατὰ χάριν ὄντας φῶς. Καὶ μὴν τῶν ἀγγελικῶν ταγμάτων μᾶλλον ἕτερον ἑτέρου τούτου τοῦ φωτὸς μετέχον, δείκνυσιν οὐκ οὐσίαν τοῦ Θεοῦ ὑπάρχον. Οὐσία γὰρ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, ἀλλὰ καὶ τῇ πρὸς Θεὸν νεύσει καὶ ὑπουργίᾳ τὸ φῶς τοῦτ’ ἔχοντες οἱ ἄγγελοι, παριστᾶσι μὴ μόνον οὐκ εἶναι φύσιν αὐτοῖς τουτὶ τὸ φῶς, ἀλλ’ οὐδὲ φυσικῶς αὐτοῖς προσεῖναι.

Ἐπεὶ δὲ καὶ κατὰ μέθεξιν ἔχουσι τουτὶ τὸ φῶς, «δεύτερον γάρ, φησί, φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀπορροή τις ἢ μετουσία» καὶ τὸν Θεὸν οὗτοι παριστᾶσι κατ’ ἐνέργειαν, ἀλλ’ οὐχὶ κατ’ οὐσίαν φῶς καλούμενον. Τῇ γὰρ μεθέξει τοῦ φωτὸς ἐκείνου ἐνεργούμενοι φῶτα δεύτερα τελοῦνται. Ταῦτ’ ἄρα καὶ οἱ θεόσοφοι πατέρες, οὐ μόνον τῆς ἄνω δόξης φασὶν αὐτοὺς ἐπόπτας καὶ μάρτυρας καὶ τῆς θεϊκῆς λαμπρότητος ὁρᾷν τὸ κάλλος τὸ ἀμήχανον, ἀλλὰ καὶ ὡς ἔσοπτρα φωτὸς θεαρχικοῦ ταῖς τῆς θεότητος αὐγαῖς διατελεῖν ἐκλάμποντας καὶ τῇ μεθέξει τούτων φῶτα δεύτερα τελεῖσθαι τὴν ἀρχικὴν θεωμένους λαμπρότητα.