Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η εμμονή στη θύραθεν παιδεία και η διαστρέβλωση της πατερικής διδασκαλίας

Κριτική της πολεμικής του Γρηγορά κατά της Εκκλησίας, της αλαζονείας του, των αιρετικών αντιλήψεών του περί της ενσαρκώσεως και της παραχάραξης των πατερικών κειμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 15

Ἆρ’ οὐ γελᾶτε τοιοῦτον τῆς περὶ τῶν θείων δογμάτων διδασκαλίας ἀκούοντες τὸν θεμέλιον; Ἀλλ’ ὁ Γρηγορᾶς ὡς αὐτὸς ταῦτ’ εἰδὼς ἀξιοῖ μόνος εἶναι τῆς θεολογίας ἀσφαλὴς διδάσκαλος, ἐπεὶ καὶ περὶ Μωϋσέως εἰπεῖν, φησί, τὸν Νύσσης θεῖον Γρηγόριον, ὡς «τοῖς Αἰγυπτίων μαθήμασιν ἐγγυμνασάμενος οὕτω προσῆλθε τῇ θεωρίᾳ τοῦ ὄντος». Οὐ γὰρ ἤκουσεν αὐτοῦ πρὸς Εὐπάτριον γράφοντος· «ἡ περὶ τοὺς ἔξωθέν σου τῶν λόγων σπουδὴ τοῦ μηδεμίαν σε τῶν θείων μαθημάτων ἐπιμέλειαν ἔχειν ἀπόδειξις ἡμῶν ἐγένετο». Ἐνεγυμνάσθη μέντοι καὶ Μωϋσῆς τοῖς ἔξω μαθήμασιν, ἀλλ’ ἕως ἀτελὴς ὑπῆρχε τὴν ἡλικίαν, ὥσπερ καὶ Παλαμᾶς κατ’ ἐκείνην τὴν ἡλικίαν ἐπὶ τοῖς τοιούτοις ἐθαυμάζετο παρὰ πάντων. Δεῆσαν γοῦν ποτε παρὰ βασιλεῖ τῷ μεγάλῳ, Ἀνδρονίκῳ τῷ προπάππῳ τῶν βασιλέων ἐκείνῳ, περὶ τῆς Ἀριστοτέλους λογικῆς πραγματείας εἰπεῖν, ἑπτακαιδεκέτην ὄντα, τοσαῦτα καὶ τοιαῦτα φιλοσοφῆσαι τὸν Παλαμᾶν, ὡς ἐκπλῆξαι τοὺς περὶ τὸν βασιλέα τηνικαῦτα συνειλεγμένους σοφούς, καὶ τὸν πολὺν καὶ τὰ πάντα σοφὸν λογοθέτην ἐκεῖνον τὸν μέγαν, ὅλον γεγονότα τοῦ θαύματος, εἰπεῖν πρὸς τὸν βασιλέα· «καὶ Ἀριστοτέλης αὐτὸς εἴ γε περιὼν παρῆν ἐπῄνεσεν ἄν», καὶ προσθεῖναι· «τοιούτους ἔδει τὴν φύσιν εἶναι τοὺς τὴν λογικὴν πραγματείαν Ἀριστοτέλους μετιέναι προῃρημένους».

Ὅτι δὲ καὶ τὸν Μωϋσῆν ὁ Νύσσης θεῖος Γρηγόριος κατὰ τὸ ἀτελὲς τῆς ἡλικίας φησὶ τὴν τῶν ἔξω μαθημάτων καταδέξασθαι γυμνασίαν, πάλιν αὐτὸς παρ’ ἑαυτοῦ πιστούσθω, ἅμα καὶ τὸν Γρηγορᾶν, ὡς ἐπὶ τῇ μελέτῃ τῶν ἔξω μαθημάτων καταγηράσαντα, δεικνὺς ἄμβλωμά τι μᾶλλον ἀτελεσφόρητον ἀλλ’ οὐκ ἄνθρωπον. «Εἰ γὰρ ἡ ἄγονός τε καὶ στεῖρα βασιλέως οὖσα θυγάτηρ, ἣν οἶμαι, φησί, τὴν ἔξω κυρίως νοεῖσθαι φιλοσοφίαν, ὑποβαλλομένη τὸν νέον μήτηρ τοῦ τοιούτου κληθῆναι κατασκευάσειεν, ἕως τότε συγχωρεῖ ὁ λόγος μὴ ἀπωθεῖσθαι τὴν τῆς ψευδωνύμου μητρὸς οἰκειότητα, ἕως ἄν τις τὸ ἀτελὲς τῆς ἡλικίας ἐν ἑαυτῷ βλέπῃ. Ὁ δὲ πρὸς ὕψος ἀναδραμών, ὡς περὶ τοῦ Μωσέως ἐμάθομεν, αἰσχύνην ἡγήσεται τῆς ἀγόνου παῖς ὀνομάζεσθαι· ἄγονος γὰρ ὡς ἀληθῶς ἡ ἔξωθεν παίδευσις, ἀεὶ ὠδίνουσα καὶ μηδέποτε ζωογονοῦσα τῷ τοκετῷ. Τίνα γὰρ ἔδειξε καρπὸν τῶν μακρῶν ὠδίνων ἡ φιλοσοφία; Οὐ πάντες ὑπηνέμιοί τε καὶ ἀτελεσφόρητοι πρὶν εἰς τὸ φῶς ἐλθεῖν τῆς θεογνωσίας ἀμβλίσκονται, δυνάμενοι ἴσως γενέσθαι ἄνθρωποι εἰ μὴ διόλου τοῖς κόλποις τῆς ἀγόνου σοφίας ἐνεκαλύπτοντο;». Οὐκοῦν τοσοῦτόν τις ταύτῃ συζήσῃ, ὅσον μὴ δοκεῖν ἄμοιρος εἶναι τῶν παρὰ ταύτῃ σεμνῶν.

Ὁ δὲ Γρηγορᾶς κατασαπεὶς καὶ καταγηράσας καὶ κατατριβεὶς ἐν τῇ τῶν ἔξω μαθημάτων μελέτῃ καὶ συνεζηκὼς τῇ ματαιοπονίᾳ τῆς ἀκάρπου φιλοσοφίας καὶ τῇ ἀγόνῳ μητρὶ ταύτῃ διὰ τέλους ὅλον ὑποβαλὼν ἑαυτόν, ὡς καὶ ἀπὸ ταύτης καλεῖσθαι φιλοτιμεῖσθαι, καὶ οὕτω κατάκρας ἁλοὺς τοῖς δοκοῦσι παρ’ ἐκείνῃ σεμνοῖς, ὡς μεγαλαυχεῖν κἀπὶ τοῖς ἐλαχίστοις αὐτοῖς (τί γὰρ μεῖον τοῦ εἰδέναι τί ὄνομα καὶ τί ῥῆμα, ὃ καὶ τοῖς ἐν γραμματιστοῦ παιδαρίοις οὐκ ἀγνοεῖται;)· γαυριῶν οὖν ὁ Γρηγορᾶς ἐπὶ τῇ τούτων εἰδήσει, ἆρ’, ἔστιν ἢ γένοιτ’ ἄν ποθ’ οὗτος ἄνθρωπος γοῦν; Οὔμενουν κατὰ τὴν ἀνωτέρω ψῆφον Γρηγορίου τοῦ θεηγόρου. Οὐδὲ γοῦν συνιδεῖν ἕξει ποθ’ οὗτος τὸ τοῦ ἀποστόλου ἐκεῖνο «ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; ἐμώρανε γὰρ ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου».

Ἐπεὶ δὲ καὶ κατὰ τῆς Χριστοῦ Ἐκκλησίας ὁ Γρηγορᾶς ἐπιστρατεύει τοῦ μεμωραμένου καὶ κατηλογημένου λόγου τὴν δύναμιν καί, κατὰ τὸ γεγραμμένον, «δόξας οὐ τρέμει» «κυριότητος καταφρονεῖ», παρ’ οὐδὲν τιθέμενος τὰς ἐπὶ τῶν θείων συνόδων, τὰς ἐπὶ τῶν ἱερῶν τόμων, τὰς ἐπ’ Ἐκκλησίας ἐπετείους φρικώδεις ἀποκηρύξεις αὐτοῦ, ἀλλὰ καὶ κατὰ τοὺς παραθεωρήσαντας ἐκείνους καὶ τῷ κτίστῃ τὴν κτίσιν ἐπαναστήσαντας, παραθεωρῶν καὶ αὐτὸς τὰ τοῦ Πνεύματος λόγια, τῇ εὐσεβείᾳ δι’ αὐτῶν ἐπιτίθεται, ἆρ’ οὐ δῆλός ἐστιν ἐκείνης τῆς σοφίας ὑπάρχων θεραπευτής, ἥτις κατὰ τὸν Ἀδελφόθεον Ἰάκωβον «ἐπίγειός ἐστι ψυχικὴ δαιμονιώδης», ἐν ᾗ, κατὰ τὸν αὐτὸν εἰπεῖν πάλιν, «ζῆλος καὶ ἐριθεία καὶ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα»;

Διὸ κἀν τοῖς οἰκείοις συγγράμμασιν, ἴδοις ἂν αὐτὸν οὐδ’ ὁμόλογον ἀλλ’ ἀλλοπρόσαλλον καὶ οἷον ἀλλοπρόσωπόν τινα καὶ ἀντιπρόσωπον πολλάκις γινόμενον, ἐξ ὧν ἐστι τὸ φίλερι τοῦ ἤθους, τάχα δὲ καὶ τὴν πρὸς λόγους ἀφυΐαν τούτου στοχάσασθαι, μηδ’ ἑαυτῷ γοῦν ἀκολουθεῖν δυναμένου μηδὲ συνορᾷν τὰ ἑπόμενα.

Ἐκ ταύτης δ’ οἶμαι τῆς ἀφυΐας καὶ ἀγροίκῳ μὲν ἔοικε τὴν ἀπὸ στόματος ὁμιλίαν καὶ ἀηδεῖ καὶ ἀμούσῳ καὶ ἀναρμόστῳ παντάπασι, κἂν ἐν τῇ γραφῇ δοκεῖ τι δεινότερον ἐπιδείκνυσθαι, ὅσον εἰς φράσιν ἧκον. Ὥσπερ γὰρ ὁ σίδηρος, μέλας ὢν τὴν φύσιν, τῇ σφοδρᾷ πρὸς τὸ πῦρ ὁμιλίᾳ πρὸς ὀλίγον τὴν χροιὰν ἀμείψας, μετ’ οὐ πολὺ πρὸς τὴν ἔμφυτον ἐπανέρχεται μελανίαν, οὕτω καὶ Γρηγορᾶς ἐν τῇ μελέτῃ φανείς τις ἐλλογιμώτερος, πρὸς τὴν ἔμφυτον ἀγροικίαν ἐπανέρχεται πάλιν τῆς μελέτης ἀφέμενος, μᾶλλον δὲ κἀν τῇ μελέτῃ στρατηγούμενος οἷον ὑπὸ τῆς ἐμφύτου ταύτης ἀγροικίας καὶ ἀφυΐας, οἷά τις σκαπανεὺς ἐπὶ τὸ θεολογεῖν ὡρμημένος, τοιαῦτα πρεσβεύει καὶ κατασκευάζειν πειρᾶται δόγματα, ὄντως «ἄκραντα γαρύων» κατὰ Πίνδαρον, ἅτε μαθήσει μόνῃ λαλεῖν ἐπιχειρῶν πρὸς τὸν καὶ φύσει καὶ μαθήσει καὶ χάριτι θείᾳ κεκοσμημένον Γρηγόριον. Ἔστι δ’ οὗ καὶ μακρῷ χείρων τῶν σκαπανέων ὁ Γρηγορᾶς τὴν διάνοιαν ἀναφαίνεται, μὴ μόνον οὐ δυνάμενος συνορᾷν τὸ ἡνωμένον ἐν τῇ διακρίσει τοῦ Θεοῦ καὶ ἐν τῇ ἑνώσει διακεκριμένον καὶ συμφύρων οὕτω τὰς τῶν θεοφόρων φωνάς, ἀλλὰ καὶ τὴν κατὰ διάθεσιν ἐπὶ τῶν θείων νοσῶν ἄγνοιαν, ὡς μὴ μόνον αὐτῷ τὸ σοφὸν ἠλίθιον εἶναι καὶ ἀλόγιστον τὸ ἐλλόγιμον, ἀλλὰ καὶ βωμολοχίαν εἶναι τούτῳ τὴν ἐκ τῶν Γραφῶν χρῆσιν καὶ τὴν θεολογίαν ἄκραν δυσσέβειαν.

Ὅθεν πολὺ τὸ δέος, μὴ καὶ σκεῦος οὗτος κατηρτισμένον εἰς ἀπώλειαν ᾖ, παραχωρήσει θείᾳ καθ’ ἑαυτοῦ τὴν ἐκ μαθήσεως τοῦ λόγου προσλαβὼν δύναμιν, ὡς ὁ Φαραὼ τὸ βασίλειον, ὡς ὁ Μίδας τὸν πλοῦτον, ὡς οἱ γίγαντες τὴν τοῦ σώματος ῥώμην, δι’ ὧν ἀπώλοντο. Καθάπερ γὰρ λόγος πτερὰ τὸν μύρμηκα προσλαμβάνειν, ὅταν ὀργισθῇ τούτῳ Θεός, καὶ γὰρ ἐπιχειρῶν ἵπτασθαι κατὰ μικρὸν κατασπᾶται κάτω καὶ συντρίβεται διακενῆς, οὕτω καὶ Γρηγορᾶς· χαμαίζηλος ὢν τὴν διάνοιαν καὶ περὶ τὴν κάτω καὶ κενὴν δόξαν ἐπτοημένος, εἶτ’ ἐπιχειρῶν τῇ δυνάμει τοῦ λόγου πρὸς τὴν τοῦ ὄντως ὄντος θεωρίαν ἀνίπτασθαι καὶ περὶ θείων δογμάτων λογογραφεῖν, πυκνὰ κατασπᾶται κάτω πρὸς δυσσεβῆ καὶ ἀπηγορευμένα τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ φρονήματα, εὐήθειαν ἀσεβείᾳ μίξας ἀθλίως καὶ δι’ ἀμφοτέρων ἀπαιδευσίας χείρω δείξας τὴν ἐν λόγοις παιδείαν καὶ τὴν αὐτοῦ σοφίαν ἐπιγνώσεως ἔλλειψιν. Ταῦτ’ ἄρα νῦν μὲν ἅπερ οἱ θεοφόροι πατέρες προεῖπον κατ’ αὐτοῦ, ὡς ὑπὲρ ἑαυτοῦ φρενοβλαβῶς προάγει, μὴ εἰδὼς «μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται». Νῦν δέ, ὥσπερ τις κριτὴς αὐτὸς ἢ τύραννος ὑπερηφάνως προκαθήμενος, τὰ μὲν τῶν ἐκείνοις εἰρημένων ἐκβάλλει καὶ ἀκυροῖ, τὰ δὲ ἐγκρίνει καὶ εἰσποιεῖται μετὰ πολλῆς ἐξουσίας. Πολλαχοῦ δὲ καὶ τῶν παρεσπασμένων ἐκείνων διαστρέφει τὴν δύναμιν, ἔστι δ’ οὗ καὶ αὐτὰ τὰ ῥήματα παραχαράττει φανερῶς.

Ἴδοις δ’ ἂν τὰ αὐτὰ τοῦτον ποιοῦντα κἀν τοῖς τοῦ Παλαμᾶ, πρὸς ὃν ἀντιλέγειν οἴεται, λόγοις, ὡς ἐντεῦθεν καθ’ ἑαυτοῦ μᾶλλον ἢ κατ’ ἐκείνου ποιεῖσθαι τὸν ἀγῶνα. Ταῖς γὰρ αὐτοῦ προσθήκαις καὶ ὑφαιρέσεσι καὶ παντοδαπαῖς διαστροφαῖς ἀντικείμενός ἐστι, πρὸς τὸ περιφανὲς τῆς ἀληθείας ἄλλως ἀντειπεῖν οὐκ ἔχων.

Πολλὰ δὲ καὶ τῶν θεολόγων πατέρων ὄντα φανερῶς, οὐκ οἶδ’ ὅ,τι παθὼν αὐτός, ὡς ὄντα τοῦ Παλαμᾶ προτίθησιν αὐτολεξεὶ καὶ πρὸς ταῦτα ἀντιλέγει καὶ τἀναντία τούτων συμπεραίνειν ἀγωνίζεται, καὶ νῦν μὲν τὰ θεῖα καὶ αὐτοῖς τοῖς πονηροῖς κτίσμασι δυσσεβέστατα συντάττει, νῦν δὲ τὸ αὐτὸ καὶ οὐσίαν εἶναι τοῦ θεοῦ καὶ κτίσμα δείκνυσιν. Ἄλλοτε δὲ πάλιν τὸ αὐτὸ μηδαμῶς εἶναι μηδαμῇ κατασκευάζει, καὶ νῦν μὲν τὴν θείαν ἕνωσίν τε καὶ διάκρισιν ἐπανίστησιν ἀλλήλαις, νῦν δὲ τὴν καταφατικὴν καὶ ἀποφατικὴν θεολογίαν καὶ ἁπλῶς τὰ πρὸς ἄλληλα διαφωνεῖν δοκοῦντα τῶν ἁγίων, δι’ ὧν καὶ πᾶσαν τὴν θεόπνευστον Γραφὴν αὐτὴν ἐφ’ ἑαυτὴν ἐγείρει καὶ τοὺς θεοφόρους θεολόγους ἐπιστρατεύει καθ’ ἑαυτῶν τε καὶ ἀλλήλων, καὶ νῦν μὲν τὴν θείαν διάκρισιν καὶ ἐπ’ αὐτῶν τῶν θείων ὑποστάσεων τελέως ἀθετῶν τῷ Σαβελλίῳ σύμπνους γίνεται, νῦν δὲ τὴν θείαν ἕνωσιν ἀποσειόμενος καὶ εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομῶν τὸ θεῖον, Ἀρείῳ καὶ Εὐνομίῳ καὶ Μακεδονίῳ τοῖς χριστομάχοις καὶ πνευματομάχοις, οὐχ ὁμόφρων μόνον, ἀλλὰ καὶ σύμφωνος καθίσταται, πολλαχοῦ καὶ αὐταῖς ταῖς φωναῖς ἐκείνων χρώμενος καὶ ἁπλῶς ὑπερβολήν τε καὶ ἔλλειψιν ὄντα τε ἀεὶ καὶ τὰ μὴ ὄντα πάντῃ κίρνησι πρὸς σύστασιν τῆς αὐτοῦ παντοδαπῆς καὶ ἀσυστάτου πλάνης, τὰ ἀσύγκλωστα συγκλώθων καὶ τὰ ἄμικτα μιγνύς.

Ἀλλ’ οὐδὲ τὴν θείαν ἐνανθρώπησιν ἀνεπηρέαστον ἀφῆκεν, ἀλλ’ ἐξ ὧν λέγει μίαν μὲν ἐνέργειαν ἔχειν τὸν Χριστὸν κατασκευάζει τὴν κτιστήν, τὸ δὲ παρ’ ἡμῶν προσκυνητὸν ἐκείνου πρόσλημμα ἄσαρκόν τε εἶναι καὶ ἀσώματον παρίστησιν, ἀντιστρόφως Ἀπολιναρίῳ καὶ οὐχ ἧττον ὅτι μὴ καὶ μᾶλλον δυσσεβῶς.

Τοιαῦθ’ ὁ Γρηγορᾶς συγγράφεται κατὰ τῆς εὐσεβείας καὶ τῶν ἀσφαλῶς ἀντεχομένων αὐτῆς φρικτὰ μὲν ἀκοῦσαι καὶ εἰπεῖν, ἀλλ’ οὐ τοῦ λέγοντος ἁπλῶς ταῦτα, τοῦ δὲ φρονοῦντος καὶ γράφοντος ἐκεῖνα δι’ ὧν κατὰ πᾶσαν ἀνάγκην τοιαῦτα συνάγεται καὶ τῷ διαστρέφειν καὶ μεθέλκειν τοὺς πάντας ἐγχειρεῖν πρὸς τὴν οἰκείαν κακόνοιαν τοὺς εὖ φρονοῦντας καὶ δυναμένους αὐτὸν ἐξελέγχειν καταναγκάζοντος. Εἴτε δὲ ἑκὼν οὗτος εἴτε μὴ ἑκὼν εἶναι πρὸς τὰς τοιαύτας ἐκβαίνει τερατείας ὁμοῦ καὶ δυσσεβείας, ἔστιν ἐφ’ ὧν οὐκ ἔχω διϊσχυρίζεσθαι, τοῦτο δὲ καὶ λίαν ἐπίσταμαι, ὅτι τὴν τοῦ ἀγαθοῦ πνεύματος ἐνέργειαν καὶ χάριν οὐκ ἀθετήσας μόνον καὶ ἀρνησάμενος, ἀλλὰ καὶ κατ’ αὐτῆς χωρήσας καὶ ὁπλισάμενος, τῆς τοῦ ἐναντίου πνεύματος ἐνεργείας πλήρης ἐγένετο, καὶ ταύτῃ καθάπαξ παραδοὺς ἑαυτὸν καὶ ὑπ’ αὐτῆς ἐνεργούμενος τοιαῦτα λογοποιεῖ καὶ συγγράφεται τοῦ φωτὸς τῆς κατ’ εὐσέβειαν ἀληθείας τελέως ἐκκρουσθείς.

Ἐντεῦθεν κατὰ σκότον ὄντως ἠλάσκει καὶ παραπαίει καὶ συντρίβεται διακενῆς· ἐντεῦθεν «ἐματαιώθη ἐν τοῖς διαλογισμοῖς» αὐτοῦ, «φάσκων εἶναι σοφὸς ἐμωράνθη» καί, κατὰ τὸν Ἰερεμίαν, «ὁδὸν ἐπιστήμης οὐκ ἔγνω» καὶ «κατεδίωξεν αὐτὸν πλάνησις», ὡς Ἠσαΐας φησί, καὶ οὐκ οἶδα τίς ἂν ἀνθρώπων ἢ ἀπελέγξοι καὶ ἐπεξέλθοι τοῦτον ἀξίως, ἄγχων καὶ βίᾳ πρὸς ἐπιστροφὴν ἕλκων ἀφηνιάζοντα, ἐπεὶ παραινετικῶν οὐκ ἐπαΐει λόγων, ἢ μηδ’ οὕτω τῆς τηλικαύτης πλάνης ἀφεῖσθαι προῃρημένον, ἀποχρώντως θρηνήσαι καὶ ἀποδύραιτο ἄνθρωπον ἐν γήρᾳ τοσούτῳ νεάζοντα τὴν δυσσέβειαν, ἐν τοσαύτῃ παιδείᾳ λόγων ἀπαιδαγώγητον τὰ θεῖα δεικνύμενον, ἐν οὕτω σταθερᾷ μεσημβρίᾳ τοῦ τῆς ἀληθείας καὶ εὐσεβείας φωτὸς σκότος βλέποντα, ψεῦδος λαλοῦντα, πονηρίαν καὶ δυσσέβειαν ἐκδικοῦντα καὶ συγγραφόμενον· «γράφων γὰρ πονηρίαν γράφει» κατὰ τοὺς ὑπὸ Ἠσαΐου ταλανιζομένους ἐκείνους. «

Καὶ τί ποιήσει», κατὰ τὸν αὐτὸν πάλιν εἰπεῖν, «ἐν ἡμέρᾳ ἐπισκοπῆς», μὴ ὅτι τῆς ἐπενεχθησομένης αὐτῷ ἡνίκα ὁ τῶν ἐκδικήσεων κύριος «τοιοῦτος ἥξει», κατὰ τοὺς ἀψευδεῖς θεολόγους, «οἶος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος», ἣν οὗτος, ὢ τῆς ἀσεβείας, συντάττει τοῖς κτίσμασιν, ἀλλὰ καὶ τῆς παρ’ ἡμῶν ἀρτίως κατὰ τὰς σεπτὰς καὶ πατρικὰς ὑφηγήσεις καὶ τὴν ἐπιμετρηθεῖσαν ἡμῖν παρὰ τῆς τοῦ Χριστοῦ χάριτος ὑπὲρ ἀληθείας ἐπίγνωσιν.