Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η αμέθεκτη θεία ουσία, η μεθεκτή χάρις και ο επίλογος

Τελική συνοπτική ανάπτυξη της θεολογίας περί της μεθεκτής άκτιστης χάριτος έναντι της αμέθεκτης ουσίας, απόκρουση του Σαβελλιανισμού και κατακλείδα του έργου με προσευχή και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 15 από 15

Κατ’ οὐσίαν γὰρ ὁ Θεὸς ἀμέθεκτός τε καὶ ἀνώνυμος κατὰ τοὺς θεολόγους. Διὰ τοῦτο καὶ ὁ περιφανὴς καὶ ἠκριβωμένος, εἴπερ τις, κατὰ τὴν θεολογίαν Γρηγόριος, φῶς εἰπὼν ἀκρότατον καὶ πρῶτον καὶ τὰ τοιαῦτα τὸν Θεόν, ἐπάγει· «ὀλίγα τοῖς ἔξω χεόμενον».

Τὸ δὲ χεῖσθαι τῆς χάριτος εἶναι τῆς θείας, ἀλλ’ οὐ τῆς θείας οὐσίας, οἱ θεηγόροι πάντες διδάσκουσιν ἡμᾶς. Ἡ γὰρ οὐσία τοῦ Θεοῦ παντάπασιν ἀνέκφαντός τε καὶ ἀνεκφοίτητος. Ἔνθεν τοι κἀν τῇ καινῇ Κυριακῇ πανηγυρίζων ὁ τῆς θεολογίας ἐπώνυμος καὶ φῶς κἀκεῖ τοιοῦτο τὸν Θεὸν εἰπών, ἐπήγαγεν· «ὀλίγοις ὅσον ἐστὶ θεωρούμενον»· οἶμαι δὲ οὐδὲ ὀλίγοις. Τὸ δὲ ὀλίγοις θεωρούμενον ὅσον ἢ οὐχ ὅσον ἐστί, οὐκ οὐσία τοῦ Θεοῦ ἐστιν, ἀλλ’ ἐνέργεια καὶ χάρις καὶ δόξα καὶ λαμπρότης τῆς θείας φύσεως.

Ὁ δὲ χρυσοῦς τὴν γλῶτταν θεολόγος τὴν ἐν τῇ μεταμορφώσει θεϊκὴν δόξαν τοῦ Σωτῆρος ἐξυμνῶν, «ἔδειξε, φησί, τοῖς ἑαυτοῦ μαθηταῖς τὴν θεϊκὴν αὐτοῦ δόξαν ὁ Κύριος, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο χωρεῖν». Ὃς καὶ ἀλλαχοῦ τὸ μερίζεσθαι τῆς θείας εἶναί φησιν ἐνεργείας ἀλλ’ οὐ τῆς θείας οὐσίας.

Τοῦτο δὴ καὶ ὁ θεολόγος Γρηγόριος δεικνύς, ὡς «φῶς ὁ Θεὸς οὐ κατὰ τὴν φύσιν, ἀλλὰ κατὰ τὴν δόξαν καὶ χάριν καὶ λαμπρότητα καλεῖται», τοὺς φωτεινοὺς ἀγγέλους ἀπορροὴν ἔφη τούτου καὶ μετουσίαν, ὅπερ ἐπὶ τῆς θείας οὐσίας οὐκ ἄν ποτε εἶπεν, ἀμέθεκτον εἰδὼς ἐκείνην καὶ ἀνεκφοίτητον. Ἀλλαχοῦ δὲ καὶ ἄλλους φωτίζειν αὐτούς φησι δύνασθαι, ταῖς τοῦ πρώτου φωτὸς ἐπιρροαῖς τε καὶ διαδόσεσιν, ἀμέλει κἀν τῷ Περὶ τοῦ Βαπτίσματος λόγῳ, μετὰ τὸ περὶ τοῦ πρώτου φωτὸς εἰπεῖν «ὀλίγα τοῖς ἔξω χεόμενον» ἐπήγαγε· «φῶς δὲ λέγω τὸ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον, ὧν πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος». Τῶν τριῶν τοιγαροῦν ἐστι καὶ ἐκ τῶν τριῶν, Πατρός, Υἱοῦ καὶ Πνεύματος, αὕτη ἡ λαμπρότης, ἡ δὲ φύσις τῶν τριῶν ἐστιν, ἀλλ’ οὐκ ἐκ τῶν τριῶν, ἄπαγε τῆς δυσσεβείας.

Ἐπεὶ δὲ ἡ λαμπρότης αὕτη τοῦ Θεοῦ, κατὰ τὸν αὐτὸν θεολόγον, καὶ μετέχεται τοῖς ἀξίοις ἀγγέλοις καὶ ἀνθρώποις, «εἰς τοῦτο γάρ με φέρει, φησί, τὸ μέτριον ἐνταῦθα φέγγος, λαμπρότητα Θεοῦ ἰδεῖν τε καὶ παθεῖν», εἴπερ μηδεμίαν διαφορὰν εἶχε πρὸς τὴν θείαν φύσιν, παντοδύναμον τῶν μετεχόντων ἕκαστον ἐποίει ἄν. Τῆς γὰρ οὐσίας καὶ τὸ μέρος οὐδὲν ἧττόν ἐστιν οὐσία καὶ πάσας ἔχει τὰς αὐτῆς δυνάμεις. Τοιγαροῦν, εἴπερ τῆς οὐσίας τοῦ Θεοῦ μετέχουσιν οἱ θεοφόροι, κἂν εἰ πάσης κἂν εἰ μορίου μετέχει τις αὐτῆς, παντοδύναμος ἔσται, ὃ μηδὲ πάντες ἔχουσιν ὁμοῦ, κἂν τοὺς ἄνω καὶ τοὺς κάτω συμπεριλαβὼν εἴπῃς.

Τοῦτο δεικνὺς ὁ Παῦλος καὶ αὐτοῖς τοῖς εὐμοιρηκόσι τῶν θεοποιῶν χαρισμάτων τοῦ Πνεύματος, οὐ πάνθ’ ἑκάστῳ προσεῖναι μαρτυρεῖ, ἄλλῳ δ’ ἄλλο τι κατὰ τὸ αὐτὸ πνεῦμα. Ὁ δὲ Χρυσόστομος πατὴρ φανερῶς ἐντεῦθεν προαναγγέλλων τὴν Βαρλαὰμ καὶ Ἀκινδύνου καὶ Γρηγορᾶ κατὰ τῆς εὐσεβείας λύμην, «οὐ πάντα τις ἔχει, φησίν, ἵνα μὴ φύσιν εἶναι τὴν χάριν νομίσῃ», παρ’ οὗ δείκνυται καὶ ἄκτιστος ἡ χάρις αὕτη.

Τίς γὰρ ἄν ποτε δείσειε μὴ τὸ κτίσμα νομίσῃ τις Θεοῦ φύσιν, ὃ μὴ συνορῶντες οἱ κατὰ τὸν Γρηγορᾶν, νῦν μὲν φύσιν εἶναι, νῦν δὲ κτίσμα, τὴν θείαν ἰσχυρίζονται χάριν, μηδὲ τοῦ Νύσσης ἐνθέου Γρηγορίου λέγοντος ἀκούοντες ἐν τοῖς κατὰ Μακεδονίου λόγοις· «ὥσπερ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἐπὶ τοὺς ἀξίους ῥέουσα φέρεται, οὕτω καὶ ἡ βλασφημία εἰς τὸ ἔμπαλιν κατὰ διάδοσιν ἀναλύουσα ἀπὸ τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν διεξέρχεται».

Πῶς γὰρ ἂν εἴη Θεοῦ φύσις ἡ ἐκ τῶν τριῶν προσκυνητῶν ἐκείνων ὑποστάσεων ῥέουσα ἢ κτιστὴ χάρις, ἡ ἀδιασπάστως ἐκεῖθεν ἐπὶ τοὺς ἀξίους ῥέουσα καὶ δι’ ἑαυτῆς Θεῷ συνημμένους κατ’ αὐτὴν δεικνῦσα τοὺς αὐτῆς ἠξιωμένους; Ἥ γε μὴν οὐσία παρ’ ὅσων ἐστὶ μετεχομένη, τοσαύτας καὶ τὰς ὑποστάσεις ἔχει· καὶ γὰρ ὁπόσας ἂν ἀνάψῃ τις λαμπάδας ἀπὸ τῆς μιᾶς, τοσαύτας καὶ τὰς ὑποστάσεις τοῦ πυρὸς ἐποίησε.

Συμβαίνει τοίνυν ἐντεῦθεν, εἰ κατὰ τοὺς ἡμῶν ἀντικειμένους ἡ οὐσία τοῦ Θεοῦ μετέχεται, μηκέτι τρισυπόστατον αὐτήν, ἀλλὰ μυριοϋπόστατον ὑπάρχειν. Τὸ δ’ ἔτι χεῖρον ἅμα καὶ παραδοξότερον, ὅτι μυριοϋπόστατον ἐντεῦθεν ποιοῦντες οἱ ἀντιλέγοντες ἡμῶν τὴν οὐσίαν τοῦ Θεοῦ, τὰς τρεῖς θείας ὑποστάσεις εἰς μίαν συναλείφουσι κατὰ Σαβέλλιον, ἐν ἑνὶ γὰρ ἑκάστῳ τῶν μετεχόντων τὰς τρεῖς ἐς μίαν συνάγουσιν ὑπόστασιν, ὡς ἕκαστον τῶν τὴν οὐσίαν τοῦ Θεοῦ μεθεκτὴν δογματιζόντων, μυριάκις ἄλλον Σαβέλλιον διατελεῖν. Ἔδει δὲ τῷ πονηρῷ, μὴ δι’ ἑνὸς ἰσχύσαντι κατὰ τῆς εὐσεβείας, διὰ μυρίων αὖθις προσβαλεῖν, ἀλλ’ οὐδ’ οὕτω τῆς ἀληθείας περιέσται· τὴν δὲ τῶν αὐτῷ πειθομένων ἀφροσύνην ἐκδηλοτέραν εἰργασμένος ἔσται. Πρὸς γὰρ ταῖς ἄλλαις δυσσεβείαις, ἴσους ἑαυτοὺς καὶ τῷ Χριστῷ ποιοῦσι καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοῦ Θεοῦ ὅλῃ, ὡς αὐτοί φασιν, ἑνούμενοι, ὡς μὴ μερισμὸν αὐτοῖς, φασί, πάθῃ ὁ Θεὸς καὶ δύο γένηται ὁ εἷς.

Ἐπεὶ γὰρ κατ’ αὐτοὺς μηδὲν διαφέρει τῆς οὐσίας ἡ ἐνέργεια, κατ’ αὐτοὺς λοιπὸν ἀμέριστος ἔσται καὶ ἡ ἐνέργεια παντάπασιν. Οὐκοῦν ὅλῳ τῷ Θεῷ σφᾶς αὐτοὺς ἁγιάζεσθαί φασιν. Ἀλλ’ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, τοὺς φρενοβλαβεῖς τούτους φληνάφους πόρρωθεν ἀνασκευάζων, «Χριστός, φησί, διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Τοιγαροῦν οὔτε κατὰ τὴν οὐσίαν οὔτε καθ’ ὑπόστασίν τινα μέτοχός τις γίνεται Θεοῦ. Μερίζεται γὰρ τούτων ἑκάτερον οὐδ’ ὁπωσοῦν, οὐδὲ μεταδίδοται τὸ παράπαν οὐδενί, διὸ καὶ πᾶσι παντάπασιν ἀχώρητος, κατὰ ταῦτα, ὁ Θεός, εἰ καὶ πανταχοῦ, κατὰ ταῦτα, πάρεστιν. Ἡ δὲ κοινὴ τῆς τρισυποστάτου φύσεως θεία δύναμίς τε καὶ ἐνέργεια, ἀπεργαστική τε τῶν ἐκτός ἐστι καὶ εἰς μυρία κατ’ αὐτὴν μερίζεται θεοπρεπῶς τὸ θεῖον, παντοδύναμον ὑπάρχον. Ταῦτ’ ἄρα καὶ πολλοὶ κατὰ ταύτην ἑνοῦνται τῷ Θεῷ, ποικίλως καὶ διαφόρως αὐτοῦ μετέχοντες, ἀμερίστως τῆς αὐτοῦ θείας ἐνεργείας μεριζομένης, ἐπεὶ καὶ τὸ μέρος αὐτῆς πάλιν μερίζεται, κατὰ τὸν Χρυσόστομον πατέρα.

Προθεὶς γὰρ οὗτος ἐκεῖνο τὸ προφητικὸν «ἐξεχύθη χάρις ἐν χείλεσί σου», «τίς ἐστι, φησίν, αὕτη ἡ χάρις, δι’ ἧς ὁ Χριστὸς ἐδίδασκε, δι’ ἧς ἐθαυματούργει;». Τὴν χάριν λέγει τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα. Κτιστὴ τοίνυν ἡ ἐπ’ ἐκείνην ἐλθοῦσα τὴν σάρκα χάρις; Ἄπαγε τῆς ἀσεβείας· ἐπεὶ καὶ προϊών φησι· «πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον». Οὐ γὰρ ἐκ μέτρου δίδωσιν αὐτὸ τὸ Πνεῦμα ὁ Πατήρ, ὅπερ αὐτὸς τὸν εὐαγγελιστὴν Ἰωάννην ἐξηγούμενος, οὐ τὴν οὐσίαν ἀλλὰ τὴν ἐνέργειαν εἶναι τοῦ Πνεύματος ἐδίδαξεν ἡμᾶς. «Ἡμεῖς μὲν γάρ, φησί, πάντες μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν λαμβάνομεν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη, οὗτος δὲ ἀμέτρητον καὶ ὁλόκληρον ἔχει πᾶσαν τὴν ἐνέργειαν.

Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία». Ὁρᾷς ἐνταῦθα σαφῶς ὅτι καὶ οὐσίαν ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, ἥτις ἡ αὐτή ἐστι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος καὶ ἐνέργειαν ἄκτιστον ὁμοίως; Καὶ ὡς ἡ μὲν αὐτοῦ ἐνέργεια μερίζεται, ἡ δὲ οὐσία παντάπασίν ἐστιν ἀμέριστος; Καὶ ἡ μὲν μέτρῳ δίδοται κατ’ ἀξίαν τῶν ὑποδεχομένων, ἡ δὲ οὐσία παντάπασίν ἐστιν ἀμέθεκτος; Καὶ ὡς ἀμέτρητος μὲν καὶ ἡ ἐνέργεια, πολλῷ δὲ μᾶλλον ἡ οὐσία; Καὶ πάλιν ὁ αὐτὸς ἐκεῖ· «ἡμεῖς δέ, φησί, μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν· ἐκ γὰρ τοῦ πληρώματος, φησίν, αὐτοῦ πάντες ἐλάβομεν, ὡς ἂν εἴποι τις ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος». Καὶ πάλιν· «οὐκ εἶπε δίδωμι τὸ Πνεῦμα, ἀλλ’ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», δηλαδὴ τὴν πιστεύσασαν, Γρηγόριός φησιν ὁ τῆς θεολογίας ἐπώνυμος. Τοῦτο οὖν φησιν ὁ Χρυσόστομος πατὴρ καὶ ἐξέβη· «πᾶσαν γὰρ τὴν οἰκουμένην ἡ σταγὼν αὕτη καὶ ἡ ῥανὶς τοῦ Πνεύματος ἐνέπλησε τῆς γνώσεως, διὰ ταύτης τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα ἐλύετο· ἀλλ’ ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη χάρις μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀρραβών. Δοὺς γάρ, φησί, τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν, τὸ μέρος λέγει τῆς ἐνεργείας, οὐ γὰρ δὴ ὁ Παράκλητος μερίζεται».

Ἡ σταγὼν οὖν αὕτη καὶ ἡ ῥανὶς τοῦ Πνεύματος, τὸ ἀπὸ τοῦ Πνεύματος ἐπὶ τοὺς ἀξίους ἐκχεόμενον, ὁ ἀρραβὼν τῆς δωρεᾶς, τὸ μέρος τῆς ἐνεργείας, ἡ οὐσία ἀλλ’ οὐχ ἡ ἐνέργεια τοῦ Πνεύματός ἐστι; Ἄπαγε τῆς βλασφημίας.

Ταύτης γὰρ ἡμᾶς ἀπάγων καὶ ὁ χρυσοῦς οὗτος θεολόγος, μικρὸν ἀνωτέρω τὴν ἐνέργειαν τοῦ Πνεύματος εἶναι τὴν μεριζομένην ἐδίδαξεν ἡμᾶς, ἀλλ’ οὐ τὴν οὐσίαν. Τί δέ; κτίσμα πάλιν, διότι οὐκ ἔστιν οὐσία τὸ ἀπὸ τοῦ θείου Πνεύματος παρὰ Πατρὸς ἐκχεόμενον, τὸ ἀπὸ τοῦ Χριστοῦ πληρώματος τοῖς ἀξίοις λαμβανόμενον καὶ χριστοειδεῖς αὐτοὺς ἀπεργαζόμενον, δι’ οὗ τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα ἐλύετο;

Καὶ τίς εἰ μὴ παραπαίει τοῦτ’ ἐρεῖ, τοῦ μεγάλου προδήλως Ἀθανασίου λέγοντος, «μετόχων Χριστοῦ καὶ μετόχων Θεοῦ λεγομένων ἡμῶν, δείκνυται τὸ ἐν ἡμῖν χρίσμα καὶ ἡ σφραγίς, μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως»; Τὸ γὰρ Πνεῦμα τὸ ἅγιόν ἐστι σαφῶς δι’ οὗ τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα ἐλύετο, ἐν ᾧ καὶ ὁ Χριστὸς αὐτὸς ἐκβάλλειν ἔφη τὰ δαιμόνια. Ὁ δὲ μέγας Βασίλειος «ἐξέχεε, φησίν, ὁ Θεὸς τὸ Πνεῦμα, οὐκ ἔκτισεν· ἐχαρίσατο, οὐκ ἐδημιούργησεν· ἔδωκεν, οὐκ ἐποίησεν». Ἆρ’ οὖν τὴν οὐσίαν τοῦ θείου Πνεύματος ἔδωκεν ὁ Θεὸς ἢ ἐχαρίσατο ἢ ἐξέχεεν; Ἄπαγε τῆς δυσσεβείας. Οὐκοῦν ἡ πρὸς τοὺς ἀξίους διδομένη θεία χάρις τοῦ θείου Πνεύματος ἄκτιστός ἐστιν αὐτοῦ ἐνέργεια καὶ οὐκ οὐσία, ὡς καὶ ὁ μέγας πάλιν Βασίλειος ἔφη, γράφων ἐπὶ λέξεως· «τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἑνὶ μέτρῳ τοῖς ἀξίοις μετεχόμενόν ἐστιν, ἀλλὰ κατὰ ἀναλογίαν τῆς πίστεως διαιρεῖ τὴν ἐνέργειαν». Διὰ γὰρ τοῦτο καὶ χωρητὸν γίνεται κατ’ ἐνέργειαν τοῖς κεχαριτωμένοις, ἀνθρώποις μέντοι τὴν φύσιν οὖσι, τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ κατὰ ταύτην οὕτω καὶ μερίζεται.

Κατ’ οὐσίαν δὲ καὶ ὑπόστασιν ὑπάρχον ἀμερές, πῶς ἄν τινι χωρηθείη τὸ παράπαν; Ἔτι τὸ μετέχον μέρος ἔχει τοῦ μετεχομένου. Κἂν γὰρ εἰ μὴ μέρους, ἀλλὰ τοῦ παντὸς μετέχει, ἔχειν ἂν κυρίως τοῦτο λέγοιτ’ ἄν, ἀλλ’ οὐχὶ μετέχειν τούτου. Μεριστὸν ἄρα τὸ μετεχόμενόν ἐστιν, εἴπερ μέρους μετέχειν ἀνάγκη τὸ μετέχον, ἡ δὲ οὐσία τοῦ Θεοῦ παντάπασίν ἐστιν ἀμέριστος, οὐκοῦν καὶ παντάπασίν ἐστιν ἀμέθεκτος. Ἡ θεία τοίνυν ἐστὶν ἐνέργεια ἡ καὶ παρὰ τῶν ἠξιωμένων τῆς θεουργοῦ χάριτος μετεχομένη· καὶ τοῦτο γὰρ εἶναι τῆς θείας χάριτος ἴδιον, ὁ πολὺς τὰ θεῖα Μάξιμός φησι· «τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης».

Ἄκουσον πάλιν τοῦ Χρυσοῦ τὴν γλῶτταν διδάσκοντος τό τε τὴν ἐνέργειαν ἀλλ’ οὐ τὴν οὐσίαν εἶναι τὴν μετεχομένην καὶ τὸ ταύτην εἶναι τὴν μεριζομένην ἀμερίστως, τὴν καὶ μετεχομένην, ἀλλ’ οὐχὶ τὴν ἀμέθεκτον οὐσίαν, ἐξ ἧς ἡ θεία πρόεισιν ἐνέργεια.

Προθεὶς γὰρ τὸ εὐαγγελικὸν ἐκεῖνο· «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν», «εἰ γὰρ ἐπὶ τοῦ πυρός, φησίν, ἔνθα οὐσία ἐστὶ τὸ ὑποκείμενον καὶ σῶμα καὶ μερίζεται καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν».

Ἀλλ’ ὁ μὲν Χρυσόστομος θεολόγος, ἵνα μὴ τοὺς ἄλλους νῦν προάγωμεν, τοιαῦτα περὶ τῆς θείας ἐνεργείας καὶ χάριτος ἡμᾶς διδάσκει, σαφέστατα πάντα προτιθείς, τό τε διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν καὶ τὸ ταύτην εἶναι τὴν μεριζομένην ἀμερίστως καὶ μετεχομένην, ἀλλ’ οὐ τὴν θείαν οὐσίαν ἤ τινα τῶν θείων ὑποστάσεων. Ἔτι δὲ καὶ τὸ μὴ ἄλλο εἶναι τὸ ἐκ τοῦ Χριστοῦ πληρώματος τοῖς ἀξίοις λαμβανόμενον καὶ ἄλλο τὸ ἀπὸ τοῦ θείου Πνεύματος τοῖς πιστοῖς ἐκχεόμενον καὶ διδόμενον, ἀλλ’ ἓν καὶ τὸ αὐτό. Ὅθεν δείκνυται σαφῶς καὶ τὸ κοινὴν καὶ μίαν καὶ τὴν αὐτὴν ἐνέργειαν καὶ χάριν εἶναι τῆς ἁγίας καὶ προσκυνητῆς Τριάδος. Οὐ γὰρ ἐκ τοῦ Πνεύματός ἐστιν ὁ τοῦ Πατρὸς Μονογενής, οὐδ’ ἐξ αὐτοῦ τὸ Πνεῦμα, ἀλλ’ ἄμφω ταῦτα ἐκ μόνου τοῦ Πατρός. Ὅτι δὲ καὶ ἄκτιστός ἐστιν αὕτη ἡ ἐνέργεια καὶ τοῦτο τοῦ Θεοῦ συναιρομένου, παρὰ τῶν ἁγίων λαμπρῶς ἡμῖν ἀποδέδεικται καὶ διὰ πάντων ἡμῶν τῶν συγγραμμάτων τοῦτό ἐστι σὺν Θεῷ τὸ δεικνύμενόν τε καὶ σπουδαζόμενον.

Διὸ καὶ καθ’ ἡμῶν μεμήνασιν οἱ κτίσμα ταύτην φρονοῦντες δυσσεβῶς. Ἡ θεία τοιγαροῦν ἐνέργεια καὶ χάρις καὶ λαμπρότης Θεοῦ, ὑφ’ ἧς, κατὰ τὸ μέτρον τῶν ὑποδεχομένων ἀμερίστως μεριζομένης, τῶν κεχαριτωμένων ἕκαστος ἐλλάμπεται καὶ ἐνεργεῖται θείως, οὐχὶ θεία φύσις, οὔτε τις τῶν θείων ὑποστάσεων, ἀλλ’ ἄκτιστός ἐστιν ἐνέργεια μία καὶ κοινὴ τῆς τρισυποστάτου καὶ παντοδυνάμου θεότητος, κἂν ὁ βαρλααμίτης καὶ ἀκινδυνιανὸς Γρηγορᾶς ἀπαρέσκηται καὶ καθ’ ἡμῶν μαίνηται καὶ πλείω συγγράφηται.

Καὶ οὕτως ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν, ἵν’ εἴπω κατὰ τὸν μέγαν Ἀθανάσιον, θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ ὅσα ἄλλα «περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα λέγεται θεότητος, κατὰ τὴν Γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα».

Ὁ δὲ Γρηγορᾶς τὴν θείαν ταύτην καὶ κοινὴν τῆς ἁγίας Τριάδος ἐνέργειαν καὶ χάριν ἀθετήσας καὶ ἀρνησάμενος καί, κατὰ τὸν βαρλααμίτην Ἀκίνδυνον, κατ’ αὐτῆς χωρήσας, τῆς τοῦ ἐναντίου πνεύματος ἐνεργείας πλήρης ἐγένετο καὶ ὑπ’ αὐτῆς ἐνεργούμενος, ὡς ἐκ πολλῶν τῶν αὐτῷ συγγεγραμμένων ἐστὶ καταφανές, τὰ παρ’ ἡμῶν διὰ τοσούτων καὶ νῦν ἐξεληλεγμένα λόγων καθ’ ἡμῶν, ἢ μᾶλλον εἰπεῖν, ὡς καὶ αὐτὸς γράφει, κατὰ τοῦ θειοτάτου φωτὸς τῆς τοῦ Θεοῦ θείας ἐνεργείας καὶ χάριτος ὁμοφρόνως Ἀκινδύνῳ καὶ Βαρλαὰμ συνεγράψατο, νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο καὶ ἁπλῶς εἰπεῖν τἀναντία πάντῃ περὶ αὐτῆς, ὡς πολλάκις καὶ διὰ πολλῶν ἐδείξαμεν, ἀμυήτως ἀποφαινόμενος, ἅτε τὴν κατὰ διάθεσιν ἄγνοιαν ἐπὶ τῶν θείων ὄντως νοσῶν καὶ τῇ δυνάμει τοῦ θύραθεν λόγου περὶ θείας καὶ θεοποιοῦ ἐλλάμψεως καὶ ἐνεργείας λογογραφεῖν ἐπιχειρῶν, παντὶ τρόπῳ πειρώμενος καὶ σπεύδων ἀφανῆ ποιεῖν τὴν τοῦ Θεοῦ φανέρωσιν, ἣν αὐτὸς ὁ Θεὸς διὰ φιλανθρωπίαν εὐδόκησε τελέσαι καὶ δι’ ἧς, ὡς ὁ τὰ θεῖα πολὺς Μάξιμός φησιν, «πᾶν εἶδος θεολογίας ἀσφαλοῦς καὶ τοὺς τῶν μυστηρίων πνευματικοὺς ἐκπαιδευόμεθα λόγους».

Ἡμεῖς δὲ ἐκ τῶν πνευματικῶν τούτων λόγων, ὧν ἐπαιδεύθημεν, Χριστοῦ χάριτι, καθάπερ τὰ τῷ Βαρλαὰμ καὶ Ἀκινδύνῳ πρότερον, οὕτω καὶ τὰ τῷ Γρηγορᾶ νῦν κατὰ τῆς τοῦ Θεοῦ θείας ἐνεργείας καὶ χάριτος συγγεγραμμένα καὶ μάλιστ’ ἐν οἷς ἐδόκει τι λέγειν, Θεοῦ τὴν ἡμῶν ἀσθένειαν ὑπερείδοντος, ὡς δυνατὸν ἐξελέγξαντες καὶ τὴν μίαν ταύτην καὶ κοινὴν Πατρός, Υἱοῦ καὶ Πνεύματος ἐνέργειαν καὶ χάριν ἄκτιστον τοῖς πᾶσι πολυειδῶς καὶ πολυτρόπως ἀνακηρύξαντες καὶ τέλος ἤδη τῷ λόγῳ δῶμεν.

Γένοιτο δὲ ἡμῶν μὴ μόνον ἄκτιστον δοξάζειν καὶ τρανῶς ὁμολογεῖν, τοῖς θεοφόροις ἅπασι συμφώνως, τὴν τοῦ Θεοῦ δόξαν καὶ βασιλείαν, τὴν τῆς φύσεως αὐτοῦ λαμπρότητα, τὸ μέγα ἐκεῖνο καὶ ἄναρχον καὶ ἀΐδιον καὶ ἀπόρρητον φῶς, ἀλλὰ καὶ φωτὸς ἔργα τῇ πίστει τοῦ φωτὸς ἐποικοδομεῖν καὶ δι’ ἐμμελοῦς ἀγωγῆς πρὸς τὴν ἐκείνου λάμψιν ὁδεύειν, ὡς ἂν ἐντεῦθεν τῷ φωτὶ πλησιάσαντες καὶ κατὰ τὴν ἐπηγγελμένην αὐτοῦ μέλλουσαν ἄφραστον ἔκφανσιν ἀκαταισχύντως πρὸς αὐτὸ βλέποντες καὶ πνευματικῶς ἀγαλλόμενοι τῇ ἀπορρήτῳ ἐκείνῃ αἴγλῃ θείως καὶ ἀπορρήτως ἐνσημανθείημεν, τὴν τῆς ψυχῆς ὄψιν, καὶ δι’ αὐτῆς τὴν τοῦ σώματος τοῦ ἀδύτου φωτὸς υἱοὶ γεγονότες καὶ τὴν μίαν καὶ θεωροῦντες καὶ ἀνυψοῦντες Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος δόξαν καὶ βασιλείαν καὶ λαμπρότητα, εἰς δόξαν αὐτῆς τῆς τρισηλίου καὶ μοναρχικωτάτης λαμπρότητος, ᾗ πρέπει πᾶς αἶνος, εὐχαριστία τε καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας· ἀμήν.