Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η ορθόδοξη διδασκαλία περί ακτίστου φωτός και η διάκριση ουσίας και ιδιωμάτων

Έλεγχος της ταύτισης θείας φύσης και ενέργειας. Ανάδειξη των ατόπων της θεωρίας του Γρηγορά που οδηγεί στις αιρέσεις του Ευνομίου και του Σαβελλίου, με έμφαση στα άκτιστα φυσικά ιδιώματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 15

Ἐπεὶ γὰρ δεῆσαν ὑποβολιμαίων αὐτῷ προσώπων, ὡς λάθοι πρὸς τοὺς ἁγίους ἡμῶν πατέρας ἀντιπαρεξάγων τὸν λόγον, ἡμῖν ἀντ’ ἐκείνων ἐχρήσατο, δικαία μέμψις γένοιτ’ ἂν ἡμῖν οὐδεμία παρ’ οὐδενὸς προῃρημένοις, μᾶλλον δὲ ἠναγκασμένοις, εἰς δύναμιν ἐπεξελθεῖν καὶ διασκέψασθαι πρὸς ἀλήθειαν ἐν ἀκριβεῖ βασάνῳ τὰ κατὰ τῆς εὐσεβείας ἐξενηνεγμένα τῷ ἀθλίῳ τούτῳ, φεῦ, ὄντως πονηρὰ συγγράμματα, δι’ ὧν πρὸς τοῖς ἄλλοις καὶ τὴν λαμπρότητα τῆς τοῦ μονογενοῦς θείας φύσεως εἰς κτίσμα κατασπᾷ, καθ’ ἣν ἐπ’ ὄρους διὰ τοῦ σώματος ἤστραψε καὶ τοὺς μαθητὰς περιήστραψε, καθ’ ἣν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτῶν τὴν κεκρυμμένην ὑπὸ τὴν σάρκα τῆς θεότητος ἀκήρατον παρεγύμνωσεν αἴγλην, καθ’ ἣν ἥξει πάντας περιλάμψων τοὺς υἱοὺς τοῦ μέλλοντος αἰῶνος, ὡς πατὴρ τοῦ μέλλοντος αἰῶνος, μᾶλλον δὲ διηνεκὲς καὶ ἀδιάδοχον τὸ φῶς ἐμποιήσων καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργασόμενος.

Τοῦτο γὰρ τὸ φῶς τὸ ἄδυτον, τὸ ἀδιάδοχον, τὸ ἀνέσπερον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὴν καλλονὴν τοῦ μέλοντος αἰῶνος, τὴν τοῦ πατρὸς δόξαν, ἐν γὰρ τῇ τοῦ Πατρὸς τὸν Υἱὸν ἥξειν πεπιστεύκαμεν δόξῃ, τὴν τοῦ Πνεύματος οὐδὲν ἧττον, μία γὰρ δόξα Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, πάλιν ἀτιμάζειν οὗτος πειρᾶται διὰ τοῦ προτεθειμένου νῦν γράμματος αὐτοῦ—βαβαὶ τῆς πλάνης!—κτιστὸν τοῦτο δυσσεβῶς πειρώμενος δεῖξαι καὶ τοὺς εὐσεβεῖς παντὶ τρόπῳ μηχανώμενος πεῖσαι, κατηγορῶν ἡμῶν αὖ, ὡς ἄκτιστον φρονούντων τὸ ἑωραμένον ἐπ’ ὄρους ἀπορρήτως τοῖς ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μεταναστᾶσι καὶ διὰ τοῦ πνεύματος τὰ τοῦ πνεύματος ὁρῶσι κατὰ τοὺς θεηγόρους.

Ἀρχήν γε μὴν καὶ ὑποβάθραν καὶ οἷόν τινα ῥίζαν καὶ θεμέλιον τοῦ οἰκείου τούτου καὶ ἀντιθέου συγγράμματος ὁ Γρηγορᾶς Βαρλαὰμ καὶ Ἀκινδύνῳ ποιεῖται τὴν αὐτήν. Ὁ μὲν γὰρ Βαρλαὰμ ἀρχόμενος ἀναίδην ἔγραψεν· «ἓν ἄκτιστον, ἡ ἄναρχος καὶ ἀτελεύτητος οὐσία τοῦ Θεοῦ, τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς ὑπάρχει φύσεως», ἵν’ ἐντεῦθεν αὐτῷ ῥᾳδίως ἐξῇ τὸ τῆς σεπτῆς ἐπ’ ὄρους τοῦ Κυρίου μεταμορφώσεως θειότατον φῶς χαμαὶ ῥίπτειν καὶ τοῖς κτίσμασι συναριθμεῖν καὶ κτιστὴν τοῦ Χριστοῦ θεότητα καλεῖν, ὥσπερ καὶ ὁ Γρηγορᾶς ἀρτίως. Πρὸς δὲ ταύτῃ καὶ πᾶσαν ἔλλαμψιν καὶ χάριν καὶ ἐνέργειαν θείαν καὶ πάντα τὰ περὶ τὸν Θεὸν ἐξ ἀϊδίου ὄντα καὶ φυσικῶς αὐτῷ προσόντα, ὡς μὴ φύσιν, ἀλλὰ περὶ τὴν φύσιν ὄντα, πρὸς τὴν κτίσιν κατασπᾶν· μηδὲ γοῦν τὸ παρ’ αὐτοῦ προτεθειμένον ἄναρχον καὶ ἀτελεύτητον τῆς θείας φύσεως δυσωπηθείς, ἃ καὶ περὶ τὴν θείαν ὑπάρχει φύσιν καὶ φύσις οὐκ ἔστιν, ὡς μὴ καθ’ ἑαυτὰ ὑφεστηκότα, ἀλλ’ ἐν ταύτῃ θεωρούμενα, οὐ τὰ ὀνόματα λέγω, μεθ’ ἡμᾶς γὰρ ταῦτα, ἀλλὰ τὰ ὑπὸ τούτων σημαινόμενα καὶ παρ’ ἡμῶν εὐσεβῶς νοούμενα, ἃ δὴ καὶ ἄκτιστά ἐστι. «

Πᾶν γὰρ ὅ,τιπέρ ἐστι περὶ τὸν Θεὸν νοούμενον», ἐν τῷ δευτέρῳ τῶν ἀντιρρητικῶν φησιν ὁ Νύσσης θεῖος Γρηγόριος, «πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, ἀλλ’ ὀνομάζεσθαι τοῦτό φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα»· φαίη δ’ ἄν τις εἰκότως καὶ νοεῖσθαι μετὰ τὸ γενέσθαι τὸν ἐπιβάλλοντα. Ταῦτα δὲ καὶ πράγματα ἔσθ’ ὅπως ἂν κληθείη, κἂν εἰ μὴ αὐθύπαρκτα.

Ὅτι δὲ ὄντα τε καὶ ἄκτιστα ταυτὶ καὶ πράγματα ἔστιν ὅτε λέγεται, τρεῖς ἡμῖν ἀρτίως εἰς παράστασιν ἀρκέσουσιν, αὐτός τε ὁ προειρημένος θεολόγος καὶ Ἀθανάσιος ὁ μέγας καὶ Μάξιμος ὁ τὰ θεῖα πολύς. Οὗτος γὰρ εἰπὼν ὅτι «πάντα ὅσα ὁ Θεὸς καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος» καὶ δείξας ὡς οὐδεὶς τὴν τοῦ Θεοῦ οὐσίαν κληρονομεῖ, τοῦτο γὰρ καὶ ἐννοῆσαι ἀσεβές, αὐτὸς πάλιν φησίν· «ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας ἡ τοῦ Θεοῦ βασιλεία· ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σωζομένων κληρονομίαν». Ὁ δὲ μέγας Ἀθανάσιος ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διαλεγόμενος «οὐχ ἕνεκεν, φησί, κτιστῶν πραγμάτων εἶπεν ὁ Σωτὴρ ‘πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν’, ἀλλ’ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ Πατρὸς αὐτοῦ ἴδια ἔφη ὁ Κύριος, οἷον τὸ ἀθάνατον, τὸ ἄναρχον, τὸ ἄκτιστον, τὸ δυνατόν, τὸ προγνωστικὸν καὶ τὰ τοιαῦτα». Ὁ δὲ Νύσσης θεῖος πρόεδρος ἐν τῷ τρίτῳ τῶν Πρὸς Εὐνόμιόν φησι· «Θεὸν λέγοντες τὸν ἔφορον καὶ ἐπόπτην καὶ διορατικὸν τῶν κεκρυμμένων ἐπινοοῦντες ἐπικαλούμεθα. Εἰ δὲ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία» (ποίων ἐνεργειῶν;

πάντως τῆς προνοητικῆς καὶ προγνωστικῆς καὶ θεατικῆς τοῦ Θεοῦ ἐνεργείας καὶ δυνάμεως, ἀφ’ ὧν αὐτὸς ἐπινοεῖσθαι τὸν Θεὸν ἔφησεν ἐνταῦθα, ὧν ἡ θεία προϋφέστηκεν οὐσία, μὴ κατὰ χρόνον—ἄπαγε—οὐδὲν γὰρ τῶν ἐν αὐτῷ πρεσβύτερον ἢ νεώτερον, ἀλλὰ κατὰ τὴν τάξιν ὡς αἰτία τούτων)· «εἰ οὖν προϋφέστηκε», φησί, «τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι’ ὧν αἰσθανόμεθα» (τίνων; τῶν ἀποτελεσμάτων, ταῦτα γὰρ τὰ αἰσθητά, νοοῦμεν δὲ τὰς ἐνεργείας ἐκ τούτων ἔφη, οὐδεμία γὰρ τούτων αἰσθητὴ), «ῥήμασι δὲ»—φησί—«ταύτας ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέγειν;» Τίνων πραγμάτων; Τῶν ἐνεργειῶν δηλονότι. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες ὀνόματα κενὰ πραγμάτων τὰ παρὰ τῶν εὐσεβῶν εὐσεβῶς νοούμενα περὶ τὴν θείαν φύσιν;

Ἀλλ’ ὁ μὲν Βαρλαὰμ τοιαύτην αὐτῷ ποιεῖται τὴν ἀρχὴν τῶν κατ’ αὐτὸν δογμάτων. Ὁ δὲ Ἀκίνδυνος ἐκείνῳ συνᾴδων ἐς τὰ μάλιστα «τὸ μόνον ἄκτιστον, φησί, φῶς καὶ ἡ ἄκτιστος δόξα ἡ φύσις τοῦ Θεοῦ ἐστι, πᾶν δὲ τὸ παρηλλαγμένον ὁπωσοῦν τῆς θείας φύσεως οὐκ ἔστιν ἄκτιστον». Γρηγορᾶς δὲ οὗτος ὁ πολὺς «ἓν μόνον ἐστὶν ἄκτιστον, φησίν, ἡ θεία καὶ τρισυπόστατος φύσις, τὰ δ’ ἄλλα πάντα καὶ μετ’ αὐτὴν κτιστά».

Συνοδικῶς μὲν οὖν ἐκεῖνοι πρότερον πολλάκις καὶ διὰ πολλῶν ἐξελεγχθέντες, ὡς καὶ οὗτος μετ’ αὐτούς, ἀναθέματι καθυπεβλήθησαν καὶ τῶν τῆς ἱερᾶς Ἐκκλησίας ἀπελήλανται περιβόλων, ὡς διχοτομοῦντες τὸν Θεὸν εἰς κτιστὰ καὶ ἄκτιστα καὶ μόνην τὴν αὐτοῦ φύσιν ἄκτιστον εἶναι διατεινόμενοι, τὰ δὲ προσόντα τούτῳ φυσικῶς καὶ περὶ τὴν θείαν φύσιν ἐξ ἀϊδίου θεολογούμενα πρὸς τὴν κτίσιν κατασπῶντες καὶ πολλαπλασίως κτίσμα τὸν Θεὸν ποιοῦντες. Τὰς γὰρ ἑξῆς ὡς ἐκ τοιαύτης ἀρχῆς ὡρμημένων δυσσεβείας, ἃς βίβλοι καὶ τόμοι φέρουσι, νῦν καταλέγειν οὐ καιρός. Φέρε δ’ ὅμως ἴδωμεν καὶ νῦν αὖ τὴν τούτων διαδοχήν, τὸν Γρηγορᾶν τοῦτον, ἐπειδὴ μήτε καταπείθεται, μήτε καταδύεται, μήτε δ’ ἀνέχεται σιγᾶν, ἀλλὰ καὶ ἀρνεῖται τὴν πρὸς ἐκείνους συμφωνίαν. Φέρε τοίνυν ἴδωμεν εἰ σύμφωνος οὗτος καὶ ὁμόλογος ἢ μὴ τοῖς διὰ πολλῶν καὶ πολλάκις ἀπεληλεγμένοις ἐκείνοις κακοδόξοις πρότερον. Κἂν μὲν σύμφωνος, ἐξ ἀνάγκης καὶ κακόδοξος, ἂν δὲ μὴ σύμφωνος, οὐκ ἐξ ἀνάκης ὀρθόδοξος.

Ἐπεὶ δ’ ἐνδέχεται εἶναί τε καὶ μή, σκεπτέον καὶ τὰ τούτου κατὰ πᾶσαν ἀνάγκην. Δοκεῖ μὲν οὖν ἄλλο τι λέγειν παρὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον, μὴ τὰ παρ’ αὐτήν, δηλαδὴ τὴν θείαν φύσιν, ἀποφηνάμενος ἅπαντα κτιστά, τὰ δ’ ἄλλα πάντα καὶ μετ’ αὐτήν. Εἰ γοῦν διὰ τῆς προσθήκης ταύτης ἄλλο τι παρὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον φησί, δείκνυσι λοιπὸν εἶναι καὶ ἄλλα τινὰ παρὰ τὴν θείαν φύσιν, οὐ μετ’ αὐτὴν δέ· εἰ δὲ μὴ μετ’ αὐτήν, καὶ ἄναρχα πάντως· εἰ δὲ ἄναρχα καὶ ἄκτιστα, καὶ δυσσεβὴς αὐτὸς παρ’ ἑαυτοῦ ἐξελήλεγκται ὁ τάλας. Εἰπὼν γὰρ «ἓν μόνον ἄκτιστον, ἡ θεία καὶ τρισυπόστατος φύσις», εὐθὺς ἐπήνεγκε τὸ ἐναντίον, ὑποδηλῶν ὡς ἔστι καὶ ἄλλα τινά, μὴ μετ’ αὐτὴν δέ, δηλονότι συναΐδια. Κατ’ αὐτὸν οὖν πάλιν οὐχ ἓν μόνον ἄκτιστον, ἡ θεία καὶ τρισυπόστατος φύσις, ἀλλὰ καὶ ἄλλα, τὰ μὴ μετ’ αὐτήν. Οὕτως ἐκ τοῦ σύνεγγυς εἰς τἀναντιώτατα περιετράπη καὶ αὐτὸς ἑαυτῷ γέγονεν ἀντίθετος ὡς δι’ ἀλλήλων ἀποδείκνυσθαι δυσσεβέστατός τε ἅμα καὶ ἀφρονέστατος, τἀναντιώτατα διαρρήδην ἑαυτῷ προσμαρτυρῶν καὶ τὰς ἐναντιωτάτας δόξας ἔχων περὶ τοῦ αὐτοῦ καὶ ταῦτα τηλικούτου πράγματος. Ἀναιρεῖται γὰρ δι’ ἀλλήλων ἄμφω τὰ νῦν εἰρημένα παρ’ αὐτοῦ.

Εἰ δὲ τὰ παρ’ αὐτὴν τὴν θείαν φύσιν ἅπαντα καὶ μετ’ αὐτὴν εἶναι λέγει καὶ ὅπερ οὐχ ὑπάρχει φύσις τοῦτο κτιστὸν εἶναι διατείνεται, κἂν τρόπος ὑπάρξεως ᾖ, κἂν ἕπηται τῇ θείᾳ φύσει, κατὰ τοὺς θεηγόρους, κἂν ἁπλότης ᾗ θεία καὶ ἀπειρία καὶ ἀρχὴ καὶ βασιλεία, κατὰ τὸν εἰπόντα· «οὐ γὰρ δὴ φύσις αὐτῷ ἡ ἁπλότης καὶ ἡ ἀπειρία καὶ οὐ φύσις αὐτῷ ἡ ἀρχή» καὶ «ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας ἡ τοῦ Θεοῦ βασιλεία»· περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις, κἂν ἀΐδιον καὶ συναΐδιον ᾖ, κατὰ τὸν ᾄδοντα θείως, «ἡ φυσικὴν συναΐδιον δόξαν προβαλλομένη μοναρχικωτάτη Τριὰς ἁγία, ταύτης ἰδεῖν ἡμᾶς τὴν αὐγὴν καταξίωσον» καὶ τὸν θεολογοῦντα ἐνθέως· «τῆς ἀνωτάτω Τριάδος πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος κἂν ἄναρχον ᾖ καὶ παντουργόν», ἢ καὶ τῷ τοιούτῳ ἑπόμενον, κατὰ τὸν εἰπόντα· «ἡ τοῦ Χριστοῦ θεία θέλησις ἄναρχός ἐστι καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν, κἂν σχέσις ᾖ θεοπρεπὴς» καὶ τοῦτο διχῶς, κατὰ τὸν εἰρηκότα· «ὡς μὲν γὰρ Θεὸς πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει, ὡς δὲ Πατὴρ πρὸς τὸν ἴδιον καὶ ὁμότιμον Υἱόν, κἂν ἔργον θείας φύσεως ᾖ», κατὰ τὸν θεολογοῦντα· «ἔργον θείας φύσεως ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις» κἂν φυσικὴ καὶ οὐσιώδης ἐνέργεια καὶ ὡς τοιαύτη φυσικῶς ἐνεργουμένη λέγηται, κατὰ τοὺς εἰπόντας· «οὐ κατ’ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν» καὶ «ὡς ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ Χριστὸς ἐκάθισε θεϊκῶς ἐνεργῶν τὴν τῶν ὅλων πρόνοιαν», εἰ ταῦτα καὶ τὰ τοιαῦτα καὶ ἁπλῶς ὅσα τὸ θεὸν ἀκτίστως ἔχειν πρεσβεύει πᾶς τις εὖ φρονῶν, νῦν ὁ Γρηγορᾶς, ὡς μὴ φύσιν ἕκαστον αὐτῶν ὑπάρχον, πρὸς τὴν κτίσιν κατασπῶν τὰ παρὰ τὴν θείαν φύσιν ἅπαντα κτίσματα δοξάζει.

Ὥσπερ οὖν δῆλός ἐστι δοξάζων, ἐπεὶ διὰ ταῦτα καὶ αὐτὸς ἡμῶν κατηγορεῖ, μηκέτ’ ἀρνείσθω τὴν πρὸς ἐκείνους μαθητείαν, ὁμόφρων γάρ ἐστιν ἀκριβῶς καὶ ὀπαδὸς καὶ σύμφωνος Βαρλαὰμ καὶ Ἀκινδύνῳ, αἱρετικός τε ἅμα καὶ κατάκριτος, ἐπεὶ κἀκεῖνοι, καὶ πρὸς ἀπάτην ἡ δοκοῦσα προσθήκη γέγονεν αὐτῷ, ἵνα, κλέψας, δόξῃ τοῖς πολλοῖς μὴ κατ’ ἐκείνους τοὺς ἀποκηρύκτους ὤν. Ἆρ’ οὐ δῆλός ἐστιν ἀρχῆς ἀπ’ ἄκρης ἀπάτῃ προσκείμενος καὶ δόλους γράφων, ἅμα δὲ καὶ συμβαίνων τῇ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου κακοδοξίᾳ, μᾶλλον δὲ καὶ ὑπερβαίνων ταύτην καὶ πρὸς ἐκείνους καὶ ἑαυτὸν ἀσύμβατός τις ὑπάρχων καὶ ὑπεναντίος καὶ ἀντίθετος;

Ἀλλ’ «οὐσία» φησὶ «καὶ οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσις καὶ φυσικὸν καὶ ἔμφυτον ἐπὶ Θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν, πλὴν τῇ προφορᾷ τῆς λέξεως». Τῶν Ἀκινδύνου καὶ τοῦτο πονηρῶν διδαγμάτων, οὐδὲ τοῦτό γε μὴν ἀμοιρεῖ παντάπασι δόλου. Φησὶ γὰρ ἐκεῖνος ἀντιλέγων πρὸς ὃν καὶ οὗτος· «φυσικὰ μὲν καὶ οὐσιώδη τὴν θείαν ἔχειν μεμαθήκαμεν φύσιν καὶ δύναμιν καὶ ἐνέργειαν, διαφέρειν δὲ ταῦτα τῆς θείας οὐσίας οὐ μεμαθήκαμεν.

Τὸ γὰρ φυσικὸν καὶ οὐσιῶδες ἐπὶ Θεοῦ φύσις ἐστὶ καὶ οὐσία, ἐπεὶ καὶ οὐσία καὶ φύσις ταὐτόν ἐστιν ἐπὶ τοῦ θείου». Ὡς οὖν οὗτος καὶ πληθυντικῶς τὰ φυσικὰ προενεγκὼν ἤκουσεν ὡς πρὸς τοῖς ἄλλοις καὶ κατὰ τοῦτο ταῦτα διαφέρει τῆς θείας φύσεως, ὅτι τὰ μὲν φυσικὰ καὶ πληθυντικῶς προάγεται, ἀεὶ δὲ ἡ φύσις ἑνιαίως, μόνον τοῦτο φυγὼν ὁ Γρηγορᾶς, τὸ πληθυντικῶς εἰπεῖν, ἵνα μὴ αὐτέλεγκτος καὶ αὐτὸς ᾖ, τἄλλα σύμφωνός ἐστι τῷ κατὰ τὴν εἰς Θεὸν πίστιν οἰκείῳ διδασκάλῳ. Φέρε δὴ νῦν ἡμεῖς δι’ ἑνὸς τῶν τῆς Ἐκκλησίας διδασκάλων ἐξελέγξωμεν αὐτόν.

Φησὶ γοῦν ἐν τῷ τριακοστῷ πρώτῳ κεφαλαίῳ τῶν Θησαυρῶν ὁ θεῖος Κύριλλος· «πολλὰ τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ’ ἕκαστον τούτων οὐ τῆς οὐσίας ἐστὶ σημαντικόν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει. Εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ Θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται». Ὁρᾷς ὅτι μὴ τὰ ὀνόματα μόνον, ἀλλὰ καὶ τὰ φυσικῶς καὶ ἀχωρίστως προσόντα τῷ Θεῷ πολλά; Καὶ πάλιν· «οὐχ ὅσα φυσικῶς προσεῖναι λέγεται τῷ Θεῷ ταῦτα πάντα ἔσται αὐτοῦ καὶ οὐσία». Ὁρᾷς ὅτι φανερῶς οὐκ εἶναι φησὶν οὐσίαν τὰ φυσικῶς προσόντα τῷ Θεῷ; οὐ τὰ ὀνόματα μόνα λέγων, ὡς ὁ Γρηγορᾶς κακῶς φρονεῖ, καὶ γὰρ οὐδὲν τῶν ὀνομάτων φυσικῶς πρόσεστι τῷ Θεῷ. Καὶ πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ· «εἰ ὅπερ ἂν ὑπάρχῃ μόνῳ τῷ Θεῷ, τοῦτο ἔσται πάντως αὐτῷ καὶ οὐσία, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται, πολλὰ γὰρ ἔστιν ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει, ἑτέρῳ δὲ τῶν ἁπάντων οὐδενί». Ἀκούεις νῦν γοῦν, ὦ Γρηγορᾶ, καὶ πολλὰ τὰ κατὰ φύσιν τῷ Θεῷ προσόντα καὶ ἄκτιστα, μόνῳ γὰρ ταῦτα πρόσεστιν αὐτῷ, καὶ ὡς εἰ φύσιν λέγει τις τὸ φυσικόν, καθάπερ σύ, πολλὰς οὐσίας ἔχειν δοξάζει τὸν Θεὸν καὶ ὄντως πολύθεός ἐστιν; Ὁ δὲ λέγων μίαν μὲν οὐσίαν ἔχειν τὸν Θεόν, τρεῖς δὲ ὑποστάσεις, ἐνεργείας δὲ καὶ πλείους, καθάπερ ἡμεῖς, οὗτός ἐστιν ὁ ἀληθῶς πιστεύων εἰς ἕνα Θεόν.

Ἀλλ’ «εἰ διαφέρει τὰ φυσικὰ πρός τε τὴν θείαν φύσιν καὶ πρὸς ἄλληλα, πολλοὶ ἔσονται Θεοί», φησὶν ὁ Γρηγορᾶς, «σύνθετος δὲ ἐκ τούτων εἴπερ εἷς».

Ὅτι μὲν οὖν διαφέρει τῆς φύσεως τὰ φυσικὰ ἐπὶ Θεοῦ, μυρίων οὐσῶν μαρτυριῶν καὶ ἀποδείξεων, μίαν ἡμεῖς ἄρτι προηνέγκαμεν. Ὅτι δὲ καὶ ἀλλήλων διαφέρουσι προσαποδέδεικται· πῶς γὰρ πολλά, εἰ μὴ διαφέρουσιν ἀλλήλων; Ὅμως προκείσθω καὶ τοῦτο παρὰ τῆς αὐτῆς ἱερᾶς γλώττης μαρτυρούμενον, ἅμα δὲ καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν τοῦ Γρηγορᾶ δυσσεβημάτων παριστώσης. Φησὶ γὰρ πάλιν ἐν ἑβδόμῳ κεφαλαίῳ τῶν Θησαυρῶν ὁ θεῖος Κύριλλος πρὸς Ἀρειανούς, νῦν δὲ εἰπεῖν καὶ πρὸς τὸν ἀκινδυνιανὸν Γρηγορᾶν, ἀποτεινόμενος· «εἰ σύνθετον οἴεσθε τὸν Θεόν, διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· ἔχει γὰρ τὸ γεννᾶν ὁ Πατὴρ φυσικῶς, ἔχει δὲ καὶ τὸ κτίζειν δι’ Υἱοῦ δημιουργικῶς καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι, μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. Ὁ δὲ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει». Παρ’ αὐτῆς οὖν ἐστιν ἀεὶ ταῦτα, οὐδέποτε γὰρ αὕτη τῶν οἰκείων ἐστέρηται καρπῶν, καὶ οὐκ αὐτῶν ὄντων ἔστιν αὕτη, ἀλλ’ αὐτῆς οὔσης ἔστι ταῦτ’ ἐξ ἀϊδίου, μηδὲν τούτων κεκτημένης κατὰ μετοχήν. Ὅ, τι γὰρ ἔχει ὁ Θεός, παρ’ ἑαυτοῦ ἔχει, οὐ παρ’ ἄλλου.

Διὸ σύνθεσις τούτῳ παρὰ ταῦτ’ οὐκ ἔστιν ὁπωσοῦν, ἐν ἡμῖν δὲ ταῦτα κατὰ μετοχήν ἐστι καὶ οὐκ ἐξ ἡμῶν ἐστίν, ἀλλὰ παρὰ τοῦ κτίσαντος, καὶ οὐχ ἡμῶν ὄντων ταῦτ’ ἔστιν· ἀλλ’ ἐκείνων ὄντων, κατὰ μετοχὴν καὶ χάριν γεγόναμεν ἡμεῖς. Διὰ τοῦτο ἐν ἡμῖν ἐστιν ὡς σύνθεσις παρὰ ταῦτ’ ἐπινοεῖται.

Ἀλλὰ γάρ, εἰ κατὰ τὴν τοῦ Γρηγορᾶ πάνσοφον θεηγορίαν τὰ φυσικῶς προσόντα τῷ Θεῷ μὴ διαφέρουσιν ἀλλήλων, ἐπεὶ τῷ ἀνωτάτω πατρί τε καὶ Θεῷ, ὡς μὲν δημιουργῷ φυσικῶς πρόσεστι τὸ κτίζειν, ὡς δὲ Πατρί τε καὶ γεννητικῷ τὸ γεννᾶν, οὐδὲν λοιπόν, κατὰ τὸν Γρηγορᾶν, διαφέρει τὸ γεννᾶν τοῦ κτίζειν. Οὐκοῦν οὐδὲ ὁ τοῦ Θεοῦ μονογενὴς τῶν κτισμάτων διαφέρει, ταὐτὸ δ’ εἰπεῖν, οὐδὲ τοῦ μονογενοῦς τὰ κτίσματα.

Ὁρᾶτε τὴν ὑπερβολὴν τῆς δυσσεβείας τῶν τοῦ Γρηγορᾶ ληρημάτων; Ἔτι δὲ πιστούσθω τὸν λόγον ὁ θεῖος Κύριλλος γράφων ἐν πεντεκαιδεκάτῳ κεφαλαίῳ τῶν Θησαυρῶν· «εἰ τὸ γεννᾷν ταὐτόν ἐστι τῷ ποιεῖν, ἔσται ὁ γεννῶν ποιῶν τὸ γεννώμενον καὶ ὁ ποιῶν γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν γεννᾷν φύσεώς ἐστιν, ἐνεργείας δὲ τὸ ποιεῖν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν».

Ὄντως τῆς κατὰ Πλάτωνα ξυνωρίδος ἣν ἐλαύνει ψυχὴ θατέρῳ τῶν ἵππων παραπλησίως αὐτὸς λασιόκωφός ἐστιν ὁ Γρηγορᾶς, εἴπερ ἔτι λέγει, ποῦ τις εἴρηκε πολλὰ τὰ ἄκτιστα καὶ ὡς ταὐτόν ἐστιν ἡ θεία φύσις τῇ θείᾳ ἐνεργείᾳ. Πολλὰ μὲν γάρ ἐστι τὰ φυσικῶς προσόντα τῷ Θεῷ, τούτων δὲ οὐδέν, ὃ μὴ ἄκτιστόν ἐστι καὶ πάντα τοίνυν ἄκτιστα ταυτὶ καὶ τῷ ἑνιαίῳ τῆς θεότητος οὐδὲν λυμαίνεται, οὐχ ὡς μὴ διαφέροντα ἀλλήλων, ὥς φησιν ὁ Γρηγορᾶς—ἄπαγε τῆς ἀντιθέου συγχύσεως—πολλὰ γὰρ ὁπωσδήποτε οὐκ ἂν ἦν τὰ προσόντα φυσικῶς, ἀλλ’ ὡς ἑνὸς ὄντα καὶ πρὸς ἓν ἔχοντα πάντα τὴν ἀναφορὰν καὶ ἀχωρίστως αὐτῷ προσόντα.

Ὁ δέ τι τούτων εἰς τὴν κτίσιν κατασπῶν, οὐκέτι δύναιτ’ ἂν ἓν ἄκτιστον λέγειν τὸν Θεόν. Ὁ δὲ καὶ πάντα ταῦτα κτίσματα ποιῶν, ὡς ὁ Γρηγορᾶς οὗτος, πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως εἶναι κτιστὸν ἀποφαινόμενος, ἆρ’ οὐ πολλαπλασίως ἀσεβεῖ, πολλαπλασίως κτίσμα τὸν Θεὸν ποιῶν καὶ πάσῃ μὲν εὐσεβεῖ θεολογίᾳ ἀντικείμενος, μάλιστα δὲ τῇ τῶν συνηθροισμένων ἑβδομήκοντα πρὸς τοῖς ἑκατὸν ἐν Κωνσταντινουπόλει;

Οὗτοι γάρ, τοῦ Κυρίου λόγῳ τὴν τῶν ἁμαρτημάτων ἄφεσιν παρασχόντος τῷ παραλύτῳ, χειρὶ δὲ καὶ λόγῳ τὴν τοῦ ἀρχισυναγώγου παῖδα ἀναστήσαντος, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς τῷ ἐκ γενετῆς τυφλῷ δημιουργήσαντος χειρί, τὸ μὲν ἅψασθαι χειρὶ καὶ λαλῆσαι διὰ γλώσσης κτιστὴν εἶναι τοῦ Χριστοῦ ἐδογμάτισαν ἐνέργειαν, τὸ δὲ ἀφεῖναι τῷ παραλυτικῷ τὰς ἁμαρτίας καὶ ζωοποιῆσαι τὴν παῖδα καὶ τοὺς ὀφθαλμοὺς δημιουργῆσαι ἄκτιστον εἶναι ἀπεφήναντο τοῦ Χριστοῦ ἐνέργειαν. Γρηγορᾶς δὲ ὁ τῆς κατ’ εὐσέβειαν ἀληθείας καὶ τῶν ἐξ αἰῶνος εὐσεβῶν πολέμιος, τὸ ζωοποιεῖν, τὸ δημιουργεῖν καὶ τὸ ἀφιέναι ἁμαρτίας κτιστὰς ἐνεργείας τοῦ Θεοῦ φησιν, ὅτι μὴ φύσις ἕκαστον τούτων τοῦ Θεοῦ, ἥτις μόνη, κατ’ αὐτόν, ἄκτιστός ἐστιν. «Ἐπεὶ γάρ, φησί, τὰ τοιαῦτα ἄρχονται καὶ παύονται, τῶν ἀδυνάτων εἶναί τι τούτων ταὐτὸν τῇ οὐσίᾳ τοῦ Θεοῦ. Εἰ δὲ μὴ ταὐτὸν παντάπασιν, οὐδ’ ἄκτιστον». Ἀλλ’ εἰ μὴ ἄκτιστον, ὦ κενὲ σοφὲ καὶ θεολόγε ψευδώνυμε, οὐδὲ φυσικῶς ἔχει ὁ Θεὸς τὸ δημιουργεῖν καὶ ἁγιάζειν, ὡς ἀρχόμενόν τε καὶ παυόμενον. Τοῦτο δὲ παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις καὶ τὸν ὀφθαλμὸν ἔλεγε μὴ φυσικῶς ἔχειν τὸ ὁρᾷν, ἐπεὶ μένοντος τοῦ ὀφθαλμοῦ, τὸ ὁρᾷν κατὰ μικρὸν ἄρχεται καὶ παύεται, ἢ τὸν ἄνθρωπον μὴ φυσικῶς ἔχειν τὸ λαλεῖν, ἐπειδήπερ ἡνίκ’ ἂν ἐθέλοι ἄρχεται καὶ παύεται λαλῶν.

Τίς οὖν οὐκ οἶδεν ὅτι καὶ ὁ Θεὸς φυσικῶς ἔχει τὸ δημιουργεῖν, τὸ ζωοποιεῖν, τὸ ἁγιάζειν καὶ πάντα τὰ τοιαῦτα, ἀλλ’ οὐ κατὰ χάριν ὡς ἡμεῖς; Πῶς οὖν ἂν εἴη ταῦτα κτίσματα; Καίτοι Γρηγορᾶς ὁ πρότερον εἰπὼν ταὐτὸν εἶναι καὶ ἀδιάφορον παντάπασι τῇ φύσει τὰ φυσικὰ ἐπὶ Θεοῦ, νῦν δὲ φανερῶς κτίσματα ταῦτ’ εἶναι διατεινόμενος, ἆρ’ οὐ φανερῶς εἶναι φάσκει τὸ αὐτὸ τὴν τοῦ Θεοῦ οὐσίαν καὶ τὰ κτίσματα, τῇ δυσσεβεστάτῃ καὶ ἀνουστάτῃ καινοφωνίᾳ τοὺς ἀπ’ αἰῶνος ἀθέους τε καὶ πολυθέους ὑπερβαλλόμενος, οὐδὲ τοῦτο συνορῶν, ὡς εἰ κτισταί εἰσιν αἱ τοιαῦται ἐνέργειαι καὶ κτίσμα τὸ δημιουργεῖν ἐστιν, ἑτέρας ἐδεῖτο τοιαύτης ἐνεργείας ὥστε δημιουργηθῆναι, κἀκείνη πάλιν ἑτέρας καὶ τοῦτο ἐπ’ ἄπειρον; Ἵνα τοίνυν, πάλιν κατὰ τὸν θεῖον Κύριλλον εἴπω, καὶ Γρηγορᾶν τοῦτον μετὰ Ἰουλιανοῦ στηλιτεύοντα προφητικῶς· «ἐπειδὴ φύσεως ἐνέργειά τε καὶ δύναμις μεγαλοπρεπὴς καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων τὸ δημιουργεῖν ἐστι θεοπρεπῶς, τί τὸ τῆς ἀνωτάτω φύσεως ἀξίωμα κατασύροντες καὶ τοὺς ἐν γενέσει καὶ φθορᾷ δωρούμενοι κατὰ τὸ δοκοῦν αὐτοῖς οὐκ αἰσχύνονται;». «Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν ὀνομάτων», ἐν τοῖς ἀντιρρητικοῖς φησιν ὁ Νύσσης θεῖος Γρηγόριος, «καὶ αἱ συμφυεῖς ἀξίαι τῷ Θεῷ θεωροῦνται».

Γρηγορᾶς τοίνυν ὁ τάλας ἀπηναισχυντηκὼς κατὰ τῶν τῆς θείας φύσεως ἀξιωμάτων καὶ κατατεμὼν εἰς κτιστὰ καὶ ἄκτιστα τὸ θεῖον, εἶθ’ ὡς ὑπὲρ ἑαυτοῦ φρενοβλαβῶς προάγει ἅπερ οἱ θεῖοι Πατέρες προεῖπον κατ’ αὐτοῦ. Κατ’ οὐσίαν γὰρ μόνην τὸν Θεὸν εἶναι λέγων ἄκτιστον, τὰ δὲ φυσικῶς περὶ αὐτὸν καὶ ὁπωσοῦν διαφέροντα τῆς φύσεως ἅπαντα κτιστά, προάγει τὸν μέγαν Ἀθανάσιον λέγοντα· «ἄκτιστος πέφυκε μόνη ἡ ἁγία Τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος», καὶ τὸν μέγαν Βασίλειον γράφοντα· «ὅσα ἔχει ὁ Πατὴρ ταῦτα καὶ ὁ Υἱός· τὸ ὕψιστος, τὸ βασιλεύς, τὸ Κύριος, τὸ παντοκράτωρ· ὁ γὰρ κατὰ φύσιν ταῦτα καὶ ἄκτιστος» καὶ τὸν θεῖον Κύριλλον, «ἄκτιστον, εἰπόντα, καὶ ἀσώματον, καὶ φύσει ἀόρατον μόνον τὸ θεῖόν ἐστι». Τοῦτο οὖν τὸ ἀόρατον, τὸ ἄτρεπτον, τὸ ἀσώματον, τὸ βασιλεύς, τὸ Κύριος, τὸ παντοκράτωρ καὶ ἁπλῶς ὅσα κατὰ φύσιν ἐστὶν ὁ Θεός, οὐ φυσικῶς πρόσεστι τῷ Θεῷ, κατὰ τὸν Γρηγορᾶν, ἀλλ’ αὐτά ἐστιν αὐτοῦ ἡ φύσις καὶ τούτων, κατ’ αὐτόν, οὐδὲν αὕτη διενήνοχεν.

Ἐπεὶ οὖν φανερῶς διαφέρουσιν ἀλλήλων, ὡς μὲν γὰρ βασιλεὺς καὶ κύριος καὶ παντοκράτωρ ἐν σχέσει τινὶ θεοπρεπεῖ θεωρεῖται ὁ Θεός, τὸ δὲ ἀόρατον καὶ ἄτρεπτον καὶ ἀσώματον οὔτε σχέσιν ὑποφαίνει καὶ τὸ τί οὐκ ἔστι δηλοῖ καὶ οὐ πάντα τὸ αὐτό, πολλὰς ἄρα καὶ πρὸς ἀλλήλας διαφόρους φύσεις ἔχει ὁ Θεὸς καὶ ἐκ πολλῶν καὶ διαφόρων φύσεων σύνθετός ἐστιν ἡ φύσις τοῦ Θεοῦ, κατὰ τὸν Γρηγορᾶν, καὶ οὐδὲ φύσις ὅλως, ἀλλ’ ἢ σχέσις τις μόνον καὶ αὕτη διάφορος πρὸς ἑαυτὴν ἢ μηδὲν μηδαμῇ. Εἰ δὲ ὀνόματα θεῖα ταῦτά φησι μόνον, τῇ προφορᾷ τῆς λέξεως διαφέροντα μόνῃ, ὥσπερ οὖν φησιν, ἵνα κατ’ αὐτὸν φύσις μόνον ὁ Θεὸς ᾖ καὶ μηδὲν ἄλλο, κατ’ αὐτὸν λοιπόν, κατὰ φύσιν ὑπάρχει τῷ Θεῷ τὰ ὀνόματα, ὃ μηδ’ ἐν τοῖς κτίσμασίν ἐστι, καὶ ὁ Θεὸς αὐτῷ χείρων ὑπάρχει τῶν κτισμάτων, καταληπτός τε καὶ ῥητὸς παντάπασι καὶ μᾶλλον ἢ τὰ κτίσματα. Ἐπεὶ δὲ οὔκ εἰσιν ὀνόματα μόνον, κατὰ φύσιν γὰρ εἶναι ταῦτα τῷ Θεῷ ὁ μέγας ἔφη Βασίλειος, καθάπερ μικρὸν ἀνωτέρω καὶ τὸν θεῖον Κύριλλον προηνέγκαμεν εἰπόντα ὅτι πολλὰ τῷ Θεῷ προσόντα κατὰ φύσιν, ἀλλ’ οὐδὲ φύσις τούτων ἕκαστον ἢ ταῦτα, πρὸς γὰρ τῷ διάφορα εἶναι, καὶ φύσις οὐδὲν ὑπάρχει τούτων, μόνη δὲ ἡ φύσις ἄκτιστον, κατὰ τὸν Γρηγορᾶν, νῦν ἄρα, κατ’ αὐτόν, κτιστά ἐστι πάντα τὰ κατὰ φύσιν προσόντα τῷ Θεῷ.

Καὶ οὐδ’ ἐκεῖνο ἐδυνήθη συνιδεῖν, ὅτι τὸ μόνος καὶ μόνη καὶ μόνον ἐπὶ τοῦ Θεοῦ λεγόμενον, ἐφ’ ἑκάστου μὲν τῶν ὑποστατικῶν, οὐ πᾶν ἄκτιστον συμπεριβάλλει, ἐφ’ ἑκάστου δὲ τῶν φυσικῶν λεγόμενον οὐδὲν ἄκτιστον ἐκτὸς ἐᾷ. Καθάπερ δὲ εἴ τις ἀντιλέγων πρὸς τοὺς διατεινομένους ἡμεροποιοὺς εἶναι τὰς ἀκτῖνας τοῦ ἡλίου, προήνεγκε τοὺς λέγοντας εἶς ἡμεροποιὸς μόνος ἐστὶ φωστήρ, ὁ ἥλιος, καὶ εἷς ἐστιν ὁ μέγας οὗτος φωστήρ, ὃν μόνον εἰς ἀρχὰς τῆς ἡμέρας ὁ Θεὸς ἐποίησε, κατὰ τὸν Μωϋσῆν, καὶ ἓν μέγα φῶς, ὁ ἥλιος, εἰς ἐξουσίαν τῆς ἡμέρας, κατὰ τὸν Δαυΐδ· ὥσπερ οὖν εἴ τις ταῦτα πρὸς τοὺς ἡμεροποιοὺς εἰπόντας εἶναι τὰς ἀκτῖνας ἀντιλέγων ἔλεγεν, ἀγνοῶν ὡς ὁ τὸν ἥλιον εἰπὼν καὶ τὰς ἡλιακὰς ἀκτῖνας συμπεριείληφεν, οὕτω καὶ ὁ Γρηγορᾶς, ἀντικείμενος ἐκθύμως τοῖς συνῳδὰ πᾶσι τοῖς ἀπ’ αἰῶνος θεηγόροις λέγουσι καὶ διατεινομένοις, ὅτι πάντα τὰ φυσικὰ ἰδιώματα, τὰ αὐχήματα, τὰ πλεονεκτήματα, τὰ ἀξιώματα τῆς θείας φύσεως, ἄκτιστά ἐστι, προάγει τοὺς θεολογοῦντας, ἓν ἄκτιστον ἡ θεία καὶ τρισυπόστατος φύσις, ἀγνοῶν ὡς ὁ τὴν θείαν καὶ τρισυπόστατον φύσιν ἄκτιστον εἰπὼν καὶ τὰ προκατηριθμημένα πάντα συμπεριέλαβεν.

Ὡς οὖν ὁ ἡμεροποιοὺς ἀκτῖνας ἀποφηνάμενος μὴ εἶναι, τό γε εἰς αὐτὸν ἦκον, τὸν ἥλιον ἐκ μέσου πεποίηκε τῶν ὄντων, οὕτω καὶ ὁ Γρηγορᾶς· ἀκτίστους εἶναι τὰς κοινὰς τῆς ἀνωτάτω Τριάδος ἐνεργείας θείας ἀπαγορεύων, ἀθετεῖ τὸ εἶναι ἄκτιστον τρισυπόστατον φύσιν, καὶ μίαν μὲν εἶναί φησιν, οὐδεμίαν δὲ εἶναι ὁ τάλας κατασκευάζει. Καὶ καθάπερ εἴ τις σκοτεινὰς εἶναι λέγων τὰς ἡλιακὰς ἀκτῖνας, εἶθ’ ἡμεροποιὸν εἶναι τὸν ἥλιον ἰσχυρίζετο, καταγέλαστος ἂν ἦν, οὕτω καὶ ὁ Γρηγορᾶς καταγέλαστός ἐστι σαφῶς, ἄκτιστον μὲν εἶναι λέγων θείαν φύσιν τρισυπόστατον, ἀκτίστους δὲ μὴ ἔχειν τὰς κοινὰς καὶ φυσικὰς καὶ θείας ἐνεργείας διατεινόμενος. Φέρε δὴ καὶ Δαμασκηνὸς ὁ θεῖος παρελθέτω νῦν, τοῖς ἀνωτέρω παρὰ τοῦ σεπτοῦ Κυρίλλου προτεθειμένοις συμφθεγγόμενος, γράφων· «ἔργον μὲν θείας φύσεως ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις».

Διαφορᾶς οὖν ἐπιφανείσης ἐνταυθοῖ, τῆς τε θείας φύσεως καὶ τῆς θελήσεως, κτιστὴν ὁ Γρηγορᾶς τὴν θέλησιν ἐρεῖ ταύτην, ἐπεί, κατ’ αὐτόν, πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως ὑπάρχει κτίσμα. Ἀλλ’ εἴπερ ἡ θέλησις αὕτη κτίσμα, θελήσεως ἑτέρας ἔργον, καὶ αὕτη πάλιν ἑτέρας καὶ τοῦτο ἐπ’ ἄπειρον προβαῖνον τὸ ὑπερβάλλον τῆς ἀνοίας ὁμοῦ καὶ δυσσεβείας τῶν τοῦ Γρηγορᾶ παρίστησι δογμάτων. Τοιγαροῦν ἄκτιστος ἡ θεία θέλησις, ἧς ἡ κτίσις ἔργον, κατὰ τοὺς θεολόγους.

Ἀλλ’ ἡ ἄκτιστος θέλησις, φησὶν ὁ Γρηγορᾶς, καὶ ἁπλῶς πᾶν ἄκτιστον οὐδὲν διαφέρει τῆς θείας φύσεως, ἵνα μὴ πολυθεΐα γένηται. Οὐκοῦν, κατ’ αὐτόν, καὶ ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις οὐδὲν διενήνοχεν οὔτε τῆς φύσεως οὔτε τῆς θελήσεως. Καὶ τίς ἂν ἀπαριθμήσαιτο τῶν ἐντεῦθεν ἐκβαινόντων ἀτόπων τὴν πληθύν; Εἰ γὰρ ἡ γέννησις φύσις, καὶ ἡ ἀγεννησία λοιπὸν φύσις, ἀντικειμένως ἔχουσα πρὸς τὴ γέννησιν, καθάπερ Εὐνόμιός φησιν. Εἰ δὲ θέλησις ἡ γέννησις, ἔργον δὲ τῆς θείας θελήσεως ἡ κτίσις, τί τὸ γεννηθέν; Δῆλον ὅτι κτίσμα, καὶ τῆς φύσεως δὲ τὸ αὐτὸ ἔργον ἐχούσης τῇ θελήσει, ἐπεὶ μηδὲν διενήνοχεν αὐτῆς, κατὰ τὸν Γρηγορᾶν, ἕπεται πάντῃ τε καὶ πάντως τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν μηδὲν διαφέρειν τῶν κτισμάτων.

Ἀλλὰ καὶ τῆς θελήσεως τὸ αὐτὸ ἔργον ἐχούσης τῇ φύσει, ὡς μηδὲν διαφερούσης, κατ’ αὐτόν, γεννήματα ἔσονται τὰ κτίσματα. Καὶ τί δεῖ τὰ πλείω λέγειν; Ἀλλ’ οὕτω πανταχόθεν τῷ Γρηγορᾷ πολύχους ὁ τῆς δυσσεβείας τε καὶ ἀσεβείας στάχυς.

Εἰπάτω δὲ νῦν αὖ ἡμῖν οὗτος, ὁ τοσοῦτος τὴν θεορρημοσύνην, ἡ ἀθανασία, ἡ ἀκακία, ἡ ἀτρεψία φυσικῶς πρόσεστι τῷ Θεῷ ἢ κατὰ χάριν, ὡς τοῖς εὐμοιροῦσι κτίσμασι; Φυσικῶς πάντως. Ἆρ’ οὖν ταῦτα ἢ τούτων ἕκαστον φύσις τοῦ Θεοῦ ἐστι καὶ οὐ διαφέρει ἕτερον ἑτέρου καὶ τῆς θείας φύσεως ἕκαστον, ἀλλὰ μόνῃ τῇ προφορᾷ τῆς λέξεως διαφέρουσι; Ναί, φησὶν ὁ Γρηγορᾶς, εἰ γὰρ μὴ τοῦτο, πολλὰ ἔσται τὰ ἄκτιστα καὶ πολυθεΐᾳ περιπεσούμεθα. Ἀλλὰ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, ὦ καλὲ Γρηγορᾶ, τἀναντία τῆς σῆς θεηγορίας ἡμᾶς διδάσκει, πρὸς τοὺς εὐνομιανοὺς λέγοντας οὐσίαν εἶναι τὸ ἀγέννητον, αὐτὸς μὴ οὐσίαν εἶναι διατεινόμενος καὶ ἐπάγων· «ἢ καὶ τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον οὐσία Θεοῦ; ἀλλ’ εἰ τοῦτο, πολλαὶ οὐσίαι τοῦ Θεοῦ καὶ οὐ μία». Ὁρᾶτε σαφῶς, ὅτι οὐχὶ Παλαμᾶς ὁ τῆς Θεσσαλονίκης ἱερὸς νῦν πρόεδρος, ἀλλὰ Γρηγορᾶς ὁ τῆς καθ’ Ἕλληνας τερθρείας θεραπευτής, πολλὰς οὐσίας εἶναι λέγει τοῦ Θεοῦ καὶ πολλὰ τὰ ἄκτιστα, μηδὲ δυνάμενα εἰς ἓν συνελθεῖν εἰ μὴ ἄρα κατὰ σύνθεσιν; Πολλὰς οὖν οὐσίας εἶναι τοῦ Θεοῦ πρεσβεύων καὶ πολλὰς εἶναί φησι θεότητας αὐτός. Εἰ δ’ ἄρα μίαν, ἐκ πολλῶν οὐσιῶν συντίθησιν αὐτήν, ἑάλω δὲ καὶ τὰ Εὐνομίου πρεσβεύων φανερῶς.

Εἰ γὰρ τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἄτρεπτον οὐσία Θεοῦ, κατὰ τὸν Γρηγορᾶν, καὶ τὸ ἀγέννητον λοιπὸν οὐσία τούτου, κατ’ αὐτόν, ὃ τῶν Εὐνομίου καὶ Ἀρείου δυσσεβημάτων ἐστὶ τὸ κεφάλαιον. Ὁ γὰρ αὐτὸς οὕτω λόγος ἐπὶ τούτων ἁπάντων κρατεῖ, κατὰ τοὺς ἀσφαλεῖς θεολόγους. Εἰ δὲ οὐσία τὸ ἀγέννητον, κατὰ τὸν ἀκινδυνιανὸν καὶ βαρλααμίτην καὶ ἀρειανὸν νῦν ἀναφανέντα Γρηγορᾶν, καὶ τὸ γεννητὸν οὐκοῦν οὐσία καὶ ὁ τοῦ Θεοῦ Μονογενής, ἅτε γεννητός—ὢ τῆς Ἀρείου καὶ Γρηγορᾶ μανίας—ἄλλης οὐσίας παρὰ τὸν Πατέρα. Ἀλλ’ εἴποι ἂν ὁ Γρηγορᾶς ὅτι αὐτὸς τῇ προφορᾷ μόνῃ τῆς λέξεως διαφέρειν τὰ ἐπὶ Θεοῦ λεγόμενά φησι, καθάπερ καὶ ὁ Ἀκίνδυνος;

Ἀλλ’ ἐντεῦθεν καὶ σαβελλιανὸς ἀναφανήσεται ὁ πρότερον ἀρειανὸς δειχθείς. Τοῦτο γάρ ἐστι πάλιν τῶν Σαβελλίου δυσσεβῶν φρονημάτων τὸ κεφάλαιον, ὅτι τὸ ἀγέννητον τοῦ γεννητοῦ τῇ προφορᾷ μόνῃ τῆς λέξεως διενήνοχεν, ὡς ἄορ, σπάθη, φάσγανον· ἓν γὰρ πάντῃ τὸ ὑπὸ τούτων σημαινόμενον καὶ τῇ προφορᾷ μόνῃ τῆς λέξεως διενήνοχεν ἀλλήλων.

Τοιοῦτος μὲν οὖν καὶ τοιούτοις ἐναρίθμιος, ὡς ὁμόλογος αὐτοῖς, ὁ κενὸς οὗτος ἀναπέφηνε θεολόγος. Ὁ δὲ μήτ’ οὐσίαν εἶναι λέγων τὰ περὶ τὸν Θεόν, ἐξ ἀϊδίου ὄντα, μήτε τῇ προφορᾷ τῆς λέξεως μόνῃ διαφέρειν, ἀλλὰ καὶ τῷ δηλουμένῳ παρ’ ἑκάστης λέξεως τοῖς ἁγίοις ὁμολόγως τὰς ἐκ διαμέτρου πονηρὰς αἱρέσεις καταργῶν, ἐν τῇ μεσότητι τῆς εὐσεβείας ἕστηκε. Καθάπερ δὲ ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ὁ λέγων μόνῃ τῇ προφορᾷ τῆς λέξεως διαφέρειν ταῦτα τὰ ὀνόματα, τὰς θείας ὑποστάσεις εἰς μίαν συναλείφει, μᾶλλον δὲ εἰς μηδεμίαν συνελαύνει, ἀναιρῶν καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸν αὐτὸν τρόπον ὁ λέγων, ὡς ὁ Γρηγορᾶς, τῇ προφορᾷ τῆς λέξεως μόνῃ διαφέρειν τῆς φύσεως τὰ φυσικὰ ἐπὶ Θεοῦ, ἀναιρεῖ τήν τε θείαν φύσιν καὶ τὰ φυσικά. Πῶς γὰρ ἂν εἴη φύσις φυσικὰ μὴ ἔχουσα, πῶς δ’ ἂν ἔχοι, εἰ μὴ κατά τι διενηνόχασιν αὐτῆς; Εἰ γὰρ τῇ προφορᾷ τῆς λέξεως μόνῃ διενηνόχασιν, ἔχει μὲν ἡ φύσις ὀνόματα διάφορα, ἀλλ’ οὐ φυσικά· οὐδὲν γὰρ ὄνομά ποτε ὑπάρχει φυσικόν. Νῦν οὖν ἄθεος πάλιν ὁ Γρηγορᾶς οὗτος ἀναφαίνεται, μόνῃ τῇ προφορᾷ τῆς λέξεως λέγων διαφέρειν τὴν φύσιν τῶν φυσικῶν ἐπὶ Θεοῦ· ἀναιρεῖ γὰρ δι’ ἀλλήλων καὶ τὰ φυσικὰ καὶ τὴν φύσιν τοῦ Θεοῦ. Ὡς γὰρ ἄνθρωπος ἀνθρώπου οὐδέποτ’ ἂν σὺν νῷ ῥηθείη αὐτὸς αὑτοῦ, ἀλλ’ οὐδὲ ἀνθρωπικὸν αὐτό τι ἑαυτοῦ, εἰ μὴ ἄρα κατά τινα σχέσιν διαφέρει.

Οὕτως οὐδὲ φύσις φυσική ποτ’ ἂν ῥηθείη αὐτὴ ἑαυτῆς. Κἄν τις εἴποι φυσικὸν εἶναί τι πρὸς ἕτερόν τι τὸ τοῦτο κεκτημένον, ἐξ ἀνάγκης ποιεῖται τὴν ἀναφοράν· οὐ μὴν ἐξ ἀνάγκης καὶ κεχωρισμένον τούτου. Ὁ δὲ Γρηγορᾶς, μηδὲν διαφέρειν λέγων τὰ φυσικὰ τῆς φύσεως ἐπὶ Θεοῦ, φύσιν ἔχειν λέγει τὸν Θεὸν χωρὶς φυσικῶν καὶ φυσικὰ χωρὶς φύσεως, ὃ καὶ προϊὼν πειρᾶται πείθειν καὶ διὰ μαρτυριῶν δεικνύειν, «ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ».

Καταμάθοι δ’ ἄν τις τὸ καταγέλαστον τῆς αὐτοῦ σοφίας ταύτης εἰ τῶν ἐπὶ Θεοῦ λεγομένων τὰ κατὰ τὴν προφορὰν τῆς λέξεως μόνην ἀληθῶς διαφέροντα προθείς, εἶτα θατέρου ἀφαιροίη θάτερον· οὐσία γὰρ καὶ φύσις ἓν καὶ ἀδιάφορον ἐπὶ Θεοῦ, μόνῃ τῇ προφορᾷ τῆς λέξεως διαφέροντα. Λεγέτω τοίνυν ὁ Γρηγορᾶς οὗτος ὁ πολύς, ὅτι ὁ Θεὸς φύσιν ἔχει χωρὶς οὐσίας καὶ οὐσίαν ἔχει χωρὶς φύσεως, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ πάλιν ἀναιρῶν, ὃ τίθησιν αὐτός, οὐδὲν ἄλλο λέγων ἢ ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὁ Θεός. «Εἶπεν οὖν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, ὅτι οὐκ ἔστι Θεός», κατὰ τὸν ψαλμῳδὸν προφήτην. Ὁ δὲ Γρηγορᾶς οὗτος πόσον ἀφρονέστερος ἐκείνου, ὃς οὐχ ἁπλῶς εἶπεν ὅτι οὐκ ἔστι Θεός, ἀλλ’ ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὁ Θεός! Καὶ ὁ μὲν εἶπε μέν, ἀλλ’ ἐν καρδίᾳ εἶπεν· οὗτος δὲ παρρησιάζεται τὴν ἀσέβειαν καὶ οὐ λέγει μόνον, ἀλλὰ καὶ κατασκευάζειν διὰ πολλῶν πειρᾶται, καὶ οὐ γλώττῃ μόνον, ἀλλὰ καὶ συγγράμμασι μακροῖς. Ἆρ’ οὖν οὐκ ἀφρόνων ἀφρονέστατος καὶ ἀθέων ἀθεώτατός ἐστιν οὗτος;

Ἡμεῖς δ’ ἐπὶ τὰ ἑξῆς ἴωμεν, τοὺς αὐτοῦ παρακεκινδυνευμένους ὡς ἔνι διὰ βραχέων ἀνετάζοντες λόγους καὶ τὸ σμῆνος τῶν αἱρέσεων αἷς ἐκ τούτων περιστοιχίζεται τελεώτερον ὑπ’ ὄψιν ἄγοντες.