Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Προοίμιο του δεύτερου λόγου: Η συνέχεια της πλάνης του Βαρλαάμ

Εισαγωγή στον δεύτερο λόγο κατά του Γρηγορά. Ανασκευή των κατηγοριών περί πολυθεΐας και της εσφαλμένης κατανόησης των θεολογικών όρων και εννοιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 15

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΓΡΗΓΟΡΑ ΨΕΥΔΟΓΡΑΦΙΑΣ ΟΜΟΥ ΚΑΙ ΔΥΣΣΕΒΕΙΑΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ἐξ ὀνύχων φασὶ τὸν λέοντα καὶ ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα· τὸ μὲν ἐξ ὁμοιότητος, τὸν δὲ ἐκ τῆς πρὸς τὸ μέρος ἀναλογίας ἐπιγινώσκοντες. Τοῦτον τοίνυν τὸν τρόπον καὶ ἡ σὴ σοφία καταμαθεῖν ἰσχυρισαμένη τὸ τοῦ Γρηγορᾶ φίλερι καὶ φιλολοίδορον ἦθος καὶ τὴν ἐν τοῖς θείοις δόγμασι δυσσεβῆ καὶ κατεφθαρμένην διάνοιαν ἐκ τοῦ πρώτου πρὸς αὐτὸν ἀντιθετικοῦ λόγου, ποθεῖν ἐπεὶ φῂς καὶ κατὰ μέρος ἐφεξῆς διὰ πάντων ἐξεληλεγμένην κατιδεῖν τὴν αὐτοῦ κατὰ τῆς εὐσεβείας καὶ τῶν συνηγόρων τῆς εὐσεβείας ἐξενηνεγμένην γραφήν, ἣ Διαλέξεως διήγησις ἐπιγέγραπται, σὴν χάριν καὶ τοῦτο πράττομεν· ἐπεξιόντες μὲν ἐφεξῆς σχεδὸν πάντα, δι’ ὀλίγων μέντοι κατὰ τὸ ἐγχωροῦν, σχολίων δίκην, τοὺς ἐλέγχους ἐπάγοντες, ὡς μὴ πρὸς πολὺ μῆκος ἐκταθῆναι τὸν λόγον, ἐπεὶ κἀν τοῖς Πρὸς Ἀκίνδυνον ἀντιρρητικοῖς καὶ τὰ τούτου συνεξελήλεκται διαρκέστερον.

Εὖ δ’ ἴσθι, φιλομαθέστατε φίλων, ὅτι καθάπερ βυθοῦ καὶ πελάγους ὅσον ἂν ἀντλήσῃς, οὐκ ἐλαττώσεις τὸ πλῆθος, οὕτω καὶ τῶν ἐν τῷ συγγράμματι τοῦ Γρηγορᾶ τούτῳ πρὸς Θεὸν βλασφημιῶν, κἂν πολλὰς ἐκφήνῃ τις, τοῦ πλήθους οὐκ ἂν ἐφίκοιτο.

Ἴδοι δ’ ἄν τις καὶ τὰ ψεύδη καὶ τὰς διαβολὰς καὶ τὰς λοιδορίας πελαγῶν μεγάλων κόλπους μιμούμενα. Ἐπεὶ δὲ κἀνταῦθα τῆς ποιότητος μᾶλλον ἢ τοῦ πλήθους ἡ ζήτησις, ἀρκέσει τοῖς ἐντευξομένοις καὶ ἡ διὰ μετρίων σχολίων ἔκφανσις. Τὴν μὲν οὖν πρὸ τῶν δογμάτων ἐν τῇ τοῦ Γρηγορᾷ διηγήσει ταύτῃ τοῦ ψεύδους πολύχυτον πηγήν, ἣν οὗτος ἐναφῆκε τοῖς γράμμασι, παρίημι τὸ νῦν εἶναι καὶ τἄλλα τῶν μὴ καλῶς μηδ’ εὐσεβῶς εἰρημένων· ἄρχομαι δὲ ἐντεῦθεν τὴν ἀρχὴν τῆς διαλέξεως.

Ἐγκληθεὶς ὁ Γρηγορᾶς κατὰ πρόσωπον, ὡς τὰ τοῦ Βαρλαὰμ φρονῶν, τότε μὲν οὐδὲ γρύξειν εἶχεν, ἀλλὰ τὴν αἰσχύνην φέρειν οὐχ οἷός τε ὢν καὶ διαφυγήν τινα μηχανώμενος ταῖς παλαμναιοτάταις ἐκεῖνον ὑπέβαλεν ἀραῖς· ὥσπερ ἂν εἰ μὴ περὶ φρονήματος ἀλλὰ περὶ ὀνόματος ὁ λόγος ἦν. Νῦν δὲ συναγαγὼν ἑαυτὸν καὶ γραφῇ τοὺς λόγους παραδιδούς, εἰπεῖν φησὶ τηνικαῦτα δεικνύειν ἡμᾶς ἐπικεχειρηκέναι «τὰ ζῶντα ἐκ τῶν νεκρῶν», ἐπειδήπερ ὁ Βαρλαὰμ τὸ ζῆν ἐξεμέτρησε, παραπλήσιόν τι ποιῶν, ὥσπερ ἂν εἴ τις ἀπελεγχθεὶς νῦν ὡς τὰ Ἀρείου φρονῶν, εἶτα διαδιδράσκειν νομίζοι τὴν δίκην φάσκων τὰ ζῶντα δειχθῆναι ἐκ τῶν νεκρῶν, ὃ καὶ Γρηγορᾶς φησιν οὗτος, ἄλλος Βαρλαὰμ ἀναφανείς, ἀγνοῶν ὡς ἐκ τῶν κατὰ ψυχὴν νεκρῶν ἐκείνων καὶ αὐτὸς ὑπάρχων ἀποδέδεικται, εἷς τῶν Βαρλααμιτῶν ἀναδειχθείς. Μετὰ τοῦτο προτίθησι τὸ τῆς Ἐκκλησίας καὶ ἡμέτερον δῆθεν δόγμα (Ἐκκλησίαν δὲ ὅταν εἴπω καὶ τὴν τῶν ἐξ ἀνθρώπων γεγονότων θεοφόρων ὁμήγυριν συμπεριβάλλω)· προτίθησιν μὲν οὖν ἐνταῦθα τοῦτο, παρ’ ἑαυτοῦ δὲ προστίθησιν ἀναμὶξ οὐκ ὀλίγας οὐδὲ τὰς τυχούσας συκοφαντίας, ὃ καὶ διὰ πάσης ποιεῖται ταυτησὶ τῆς γραφῆς, οὐδὲν τῶν ἡμετέρων προτιθεὶς ἀδιάστροφον, ἐν δὲ τοῖς πλείστοις οὐ τὴν διάνοιαν μόνον διαστρέφων, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα παραχαράττων. Ὁ δὲ μιγνὺς τοῖς ἐδωδίμοις τὰ δηλητήρια, αὐτός ἐστιν αἴτιος τοῦ θανασίμου τῶν ἐδωδίμων.

Ὁ γοῦν Γρηγορᾶς ᾧδε συντιθεὶς τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ τοῖς εὐσεβέσι λόγοις καὶ δόγμασι τὰς οἰκείας δυσσεβεῖς καὶ φωνὰς καὶ διανοίας, τὰ πάσης πονηρίας παντάπασιν ἀπηλλαγμένα, τοῖς μὴ ἐφιστᾶσι πονηρὰ παρασκευάζει φαίνεσθαι, καίτοι μηδὲ κατὰ τὰς συκοφαντίας ἑαυτῷ ἀκόλουθος ὑπάρχων. Τοῦ γὰρ Παλαμᾶ τὴν Βαρλαὰμ καὶ Γρηγορᾶ πολυθεΐαν ἀνατρέποντος τῶν διχοτομούντων ἀφρόνως τὸν Θεὸν καὶ εἰς κτιστὴν καὶ ἄκτιστον τὴν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ μίαν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος κατατεμνόντων καὶ τὴν μὲν ἄφραστον καὶ ὑπερώνυμον παντάπασιν οὐσίαν μόνην ἄκτιστον λεγόντων, τὴν δὲ θεατικὴν δύναμιν τοῦ πάντα εἰδότος πρὶν γενέσεως, ἧς κατὰ τοὺς θεολόγους θεότης ἡ προσηγορία, κτιστὴν θεότητα καλούντων, ὁ Γρηγορᾶς τὸν Παλαμᾶν φησι κηρύττειν πολυθεΐαν. Καὶ τοῦ Παλαμᾶ λέγοντος διαφέρειν κατὰ τὸ ἄφραστον τὴν ὑπερώνυμον παντάπασιν οὐσίαν τῆς θεωνυμουμένης ἐνεργείας, ὁ Γρηγορᾶς περὶ ὑφειμένου καὶ ὑπερκειμένου τὸν λόγον ποιεῖται, ὥσπερ ἂν εἰ μὴ αὐτὸς ἦν ὁ φανερῶς καὶ ἀληθῶς ὑφειμένην καὶ ὑπερκειμένην εἶναι κηρύττων τοῦ Θεοῦ θεότητα, τὴν μὲν λέγων ἄκτιστον τὴν δὲ κτιστήν. Πῶς γὰρ οὐκ ἂν ὑφειμένον εἴη πάντῃ τε καὶ πάντως τοῦ ἀκτίστου τὸ κτιστόν;

Ἀλλὰ καὶ ἐνεργῆ καὶ ἀνούσιον, ὡς ἀνύπαρκτον, γράφει λέγειν ἡμᾶς τὴν θείαν ἐνέργειαν, ὅπερ ἑνὶ καὶ ὁτῳοῦν συμβῆναι τῶν ἀδυνάτων ἐστίν. Εἶτα καὶ «κινουμένην» αὐτὴν ὑπὸ τῆς οὐσίας οὕτως ἐνεργεῖν, «καθάπερ ὁποῖα τῶν ὀργάνων κινεῖ κινούμενα», τῶν μὲν γεγραμμένων τὸν νοῦν διαστρέφων, τὰ δὲ μὴ γεγραμμένα καὶ συνάγων καὶ γράφων παρ’ ἑαυτοῦ, κἂν μὴ ἀκολούθως ἔχῃ πρὸς τὰ ἡμέτερα. Τίς γὰρ οὐκ οἶδεν, ὅτι οὐδὲν τῶν ὀργάνων ἀνούσιον; Οὐκοῦν ἀσύστατος ἡ συκοφαντία. Εἰ μὲν γὰρ ὄργανόν φαμεν τὴν ἐνέργειαν, οὐκ ἀνύπαρκτον αὐτήν φαμεν· εἰ δ’ ἀνούσιον, οὐκ ὄργανον. Τὸ δ’ ἔτι τὸν συκοφάντην αἰσχύνον κατὰ κράτος, ὅτι μηδ’ ἕτερον τούτων, ὡς αὐτὸς ἐκδέχεται τιθέντων ἡμῶν ἐπὶ τῆς ἐνεργείας, αὐτὸς καὶ ταῦθ’ ὡς ἡμέτερα παρ’ ἑαυτοῦ προτίθησι συνάγων δῆθεν. Φαίη δ’ ἂν καὶ Σαβέλλιος ὑπὸ τῶν τοῦ Γρηγορᾶ λόγων δικαιούμενος καὶ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς τὰ οἰκεῖα συνιστᾶν ἐπιχειρῶν, κἀν ταῖς θείαις ὑποστάσεσιν ἐξ ἀνάγκης τό τε μεῖζον καὶ τὸ ἔλαττον κακῶς συνάγεσθαι, καὶ τὸ ὄργανον, μᾶλλον δὲ τὰ ὄργανα, καὶ ᾧ κινοῦνται.

Ἀλλὰ καὶ προφάσει τῆς διαφορᾶς, «ὡς γένος εἰς εἴδη διάφορα», τὰς ἐνεργείας φησὶ διαιρεῖν τὸν Παλαμᾶν, ὥσπερ ἂν εἰ μηδὲν ἦν ἕτερον διαιρέσεως εἶδος. Τοῦτο δὲ καὶ τῇ κατὰ τὰς θείας ὑποστάσεις διακρίσει καὶ διαφορᾷ λυμαίνεται. Ἔσται γὰρ κἀκεῖ λοιπόν, κατὰ τὸν Γρηγορᾶν, διάκρισις ἀπὸ γένους εἰς εἴδη, ἐπειδή τις κἀκεῖ διαφορὰ καὶ διάκρισις θεολογεῖται. Τήν γε μὴν ἐν τοῖς ῥήμασι διάνοιαν ἡμῶν πᾶσαν διαστρέφων καὶ οὕτως ἀντιλέγων λέληθεν ἑαυτόν, ἑαυτῷ μᾶλλον ἐναντιούμενος καὶ καθ’ ἑαυτοῦ λογογραφῶν καὶ χειρὶ καὶ γλώττῃ χρώμενος, καθάπερ οἱ δεινῇ τινι μανίᾳ τὰς οἰκείας σάρκας ὡς ἀλλοτρίας ἢ καὶ πολεμίας διαμασώμενοι. «Δέον» τοίνυν αὐτόν, ἵν’ εἴπω κατ’ αὐτόν, «ἐγκαλύπτεσθαι» τῆς πολυειδοῦς καὶ ὑπερβαλλούσης ἀτοπίας ἕνεκεν, «ὁ δὲ» καὶ παρρησιάζεται καὶ διὰ φυγῆς «πορίζεται προφάσεις», ῥητῶς τε καὶ γραπτῶς ἐκ τῆς θείας Γραφῆς, παρὰ τοῦ ἀντιλέγοντος ἀπαιτεῖ τὸ προκείμενον εἰς σκέψιν, ἀπαράδεκτον ἰσχυριζόμενος εἶναι τὸν ἐφ’ οἷς λέγει μὴ τοιαύτην κομίζοντα παράστασιν.

Ὅτι μὲν οὖν οἱ ἐξ αἰῶνος θεολόγοι καὶ ῥήμασιν αὐτοῖς φασιν, οὐχ ἅπερ ὁ Γρηγορᾶς νῦν ἁπλῶς ζητεῖ μὴ εἰδὼς μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται, ἀλλ’ ἅπερ ὁ Παλαμᾶς φρονεῖ τῶν ἐπεσκεμμένων ἀγνοεῖ οὐδείς. Ἴστω δὲ καὶ τοῦτο πᾶς τις, ὅτι κατὰ μίμησιν τῶν παλαιῶν αἱρετικῶν ὁ Γρηγορᾶς ἡμῖν ἐγκαλεῖ τὸ ἄγραφον· ὃν Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, σὺν ἐκείνοις προφητικῶς οἷον ἐπιστομίζων, λεγέτω· «πάλιν καὶ πολλάκις ἀνακυκλοῖς ἡμῖν τὸ ἄγραφον· σὺ δὲ πόθεν τὸ ἀγέννητον λαβὼν ἔχεις, ἢ τὸ ἄναρχον, ἢ καὶ ἡμεῖς τὸ ἀθάνατον; Ἢ δῆλον ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται;

Πῶς οὖν λίαν δουλεύεις τῷ γράμματι καὶ γίνῃ μετὰ τῆς ἰουδαϊκῆς σοφίας καὶ συλλαβαῖς ἀκολουθεῖς ἀφεὶς τὰ πράγματα; Εἰ δὲ σοῦ τὰ δὶς πέντε λέγοντος ἢ τὰ δὶς ἑπτά, τὰ δέκα συνῆγον ἢ τὰ τεσσαρεσκαίδεκα ἐκ τῶν λεγομένων, ἢ ἐκ τοῦ ζῶον λογικὸν θνητὸν τὸν ἄνθρωπον, ἆρα ἄν σοι ληρεῖν ἐνομίσθην; Καὶ πῶς τὰ σὰ λέγων; Οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι, ἢ τοῦ λέγειν συναναγκάζοντος. Ὥσπερ οὖν ἐνταῦθα οὐκ ἂν τὰ λεγόμενα μᾶλλον ἐσκόπουν ἢ τὰ νοούμενα, οὕτως οὐδ’ εἴ τι ἄλλο τῶν μὴ λεγομένων, ἢ μὴ σαφῶς ἐκ τῆς γραφῆς νοούμενον εὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν σὲ φοβηθεὶς τὸν συκοφάντην τῶν ὀνομάτων». Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ Περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ φησίν· «Οἱ σφόδρα προπολεμοῦντες τοῦ γράμματος ἴστωσαν ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ σαφῶς γινωσκέτωσαν, ὅτι ἔνδυμα τῆς ἀσεβείας ἐστὶν αὐτοῖς ἡ δειλία τοῦ γράμματος». Ὁ δὲ μέγας Βασίλειος· «οὐ χρὴ προσέχειν λέξεσιν, ἀλλὰ τῇ τοῦ σκοποῦ δυνάμει»· κἂν γὰρ ἀγράφους τις λέγῃ λέξεις, οὐδὲν διαφέρει, ἕως ἂν εὐσεβῆ τὴν διάνοιαν ἔχῃ. Οἱ δὲ αἱρετικοί, κἂν ταῖς ἀπὸ τῶν Γραφῶν χρήσωνται, οὐδὲν ἧττον ὕποπτοι καὶ τὸν νοῦν διεφθαρμένοι, καθάπερ καὶ ὁ Γρηγορᾶς οὗτος· προάγει μὲν γὰρ μαρτυρίας τῶν περιφανῶν θεολόγων, διαστρέφει δὲ καὶ μεθέλκει ταύτας πρὸς τὴν αὐτοῦ δυσσεβῆ καὶ κατεφθαρμένην διάνοιαν.

Γράφειν γὰρ φησὶ τὸν μέγαν Ἀθανάσιον, «ἄκτιστος πέφυκε μόνη ἡ ἁγία Τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος», καὶ τὸν μέγαν Βασίλειον, «ὅσα ἔχει ὁ Πατήρ, ταῦτα καὶ ὁ Υἱός, τὸ βασιλεύς, τὸ κύριος, τὸ παντοκράτωρ», καὶ τὸν θεῖον Κύριλλον, «ἄκτιστον, εἰπόντα, καὶ ἀσώματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖόν ἐστιν».

Οὗτοι μὲν οὖν τοιαῦτα γράφουσι δεικνύντες, ὅτι πάντα τὰ τοιαῦτα ἀκτίστως ἔχει ὁ Θεός. Καὶ οὐχ ἡ θεία φύσις μόνον ἄκτιστος, ἀλλὰ καὶ τὰ ἐμφύτως περὶ αὐτὴν ἐξ ἀϊδίου θεολογούμενα. Τὸ γὰρ ἄτρεπτος καὶ ἀναλλοίωτος, ἀσώματός τε καὶ ἀόρατος, ἀφαιρεματικὰ ὄντα, φύσιν δηλοῦν ἀδύνατον. Καὶ τὸ ὕψιστος καὶ βασιλεὺς καὶ κύριος καὶ παντοκράτωρ, ἐν σχέσει τινί θεωρούμενα, φύσεώς ἐστι καὶ περὶ τὴν φύσιν, ἀλλ’ οὐκ αὐτὰ ὑπάρχει φύσις. Τοῦτο οὖν ἐστιν ὅπερ οἱ θεῖοι πατέρες διδάσκουσιν ἡμᾶς, ὡς οὐδέν ἐστιν ἐν τῷ Θεῷ κτιστόν, ὥσπερ οὐδ’ ἐν τῷ ἀνθρώπῳ ἄκτιστόν τι κατὰ φύσιν. Ὁ δὲ Γρηγορᾶς μαθεῖν ἐξ αὐτῶν φησιν «ἓν τὸ ἄκτιστον εἶναι μόνον, τὴν θείαν φύσιν, τὰ δὲ περὶ αὐτὴν ἅπαντα κτιστά», διχοτομῶν ὁ τάλας εἰς κτιστὰ καὶ ἄκτιστα τὸ θεῖον.

Ἔτι δὲ καὶ τοῦτο μαθεῖν φησιν, «ὡς οὐσία καὶ οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσις καὶ φυσικὸν ἢ ἔμφυτον ἐπὶ Θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν πλὴν τῇ προφορᾷ τῆς λέξεως», ὡς κατ’ αὐτὸν πάσας τὰς θείας ἐνεργείας καὶ ἁπλῶς πάντα τὰ περὶ τὴν θείαν φύσιν, τά τε προαπηριθμημένα μικρὸν ἀνωτέρω τοῖς ἁγίοις, τὸ ἀόρατον, τὸ ἀσώματον, τὸ ἀναλλοίωτον, τὸ ἀΐδιον, τὸ βασιλεύς, τὸ κύριος, τὸ παντοκράτωρ καὶ πᾶσαν τὴν καταφατικὴν καὶ ἀποφατικὴν θεολογίαν, τὴν αὐτὴν ἔχειν σημασίαν καὶ πλὴν τῇ προφορᾷ τῆς λέξεως μηδὲν μηδαμῇ διαφέρειν ἀλλήλων τε καὶ τῆς φύσεως.