Ἆρ’ οὖν καὶ τοῦ σοφοῦ τὰ θεῖα Κυρίλλου κατηγορήσεις ἐξ ὑπερκειμένου καὶ ὑφειμένου καὶ τοῦτον συντιθέναι τὸν Θεὸν λέγων, ἢ δύο τὸν ἕνα ποιεῖν, τὸν μὲν μείζω καὶ ὑπερκείμενον, τὸν δ’ ἐλάττω καὶ ὑφειμένον, οὐκ εἰς νοῦν, τὸ τοῦ λόγου, βάπτων, μᾶλλον δὲ κακουργῶν καὶ τοὺς πολλοὺς ἐκ τοῦ φαινομένου παράγων, μὴ βουλόμενος ἢ μὴ δυνάμενος συνορᾷν, ὡς οὐδὲν τὴν εὐσέβειαν ἀδικοῦσιν αἱ λέξεις εὐσεβῶς ἐκλαμβανόμεναι, καταργοῦσι δὲ μᾶλλον τὴν ἀδικίαν, ἣν εἰς τὸ ὕψος ἐλάλησαν Βαρλαὰμ καὶ Ἀκίνδυνος, ὡς καὶ τὴν Ἀρείου καὶ Σαβελλίου πρότερον, τοῦ μὲν τὴν διαφορὰν ἀποσειομένου ταύτην καὶ δυσσεβῶς συστέλλοντος εἰς ἓν τὴν θεότητα, Ἀρείου δὲ προσιεμένου κακῶς καὶ κατασπῶντος αὐτὴν εἰς κτίσιν, διὰ τὸ τῆς φωνῆς δοκοῦν ταπεινότερον, σοῦ δὲ καὶ Ἀκινδύνου κατὰ ζῆλον τοῦ Καλαβροῦ Βαρλαάμ, χεῖρον ἄμφω πασχόντων, ἀμφοτέρων δέ, ὑμῶν τε κἀκείνων μὴ συνορώντων, ὡς ὅταν ὁπωσοῦν ἔμφυτα ᾖ, κἂν διαφέρῃ τὰ αἴτια τῶν αἰτιατῶν, οὐ διασπᾶται ἀλλήλων, κἂν ὑπερέχοντα καὶ ὑπερεχόμενα λέγηται (μὴ μέντοι κατὰ τὸ ἄκτιστον καὶ τὸ κτιστὸν), τὸ ἴσον πρὸς ἄλληλα καὶ τὸ ἑνιαῖον οὐκ ἀποτίθεται; Τὰ γὰρ τῷ ἑνὶ φυσικῶς ὁπωσδήποτε προσόντα, ὡς ἑνός, ἕν εἰσιν. Ἔστι δέ, κατὰ τὸν θεῖον Μάξιμον εἰπεῖν, ὁμοῦ καὶ διακεκριμένα ἐν αὐτῷ.