Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η γνώση του Θεού εκ των ενεργειών και η αναίρεση των περί πολυθεΐας κατηγοριών

Ανάπτυξη της πατερικής διδασκαλίας ότι ο Θεός γνωρίζεται μέσω των άκτιστων ενεργειών Του (αγιασμός, έλεος, πρόνοια), ενώ η ουσία παραμένει ακατάληπτη και ενιαία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 15

Ἐνταῦθα δὲ ὁ Γρηγορᾶς, καθάπερ ἀποδέδεικται, τοῦ Θεσσαλονίκης καταψευσάμενος, ὡς παρατρέχοντος ἅπαντα τὰ παρὰ τοῦ ὀνόματος τῆς ἐνεργείας δηλούμενα, καταφεύγειν φησὶ τοῦτον ἐφ’ ἅπερ οὐκ ἔστιν ἐν ταῖς γραφαῖς. Καὶ τοίνυν πρὸς τοῖς ἄλλοις εἰπόντος, ὅτι κατὰ τὸν θεῖον Μάξιμον καὶ τὸν ἐκ Δαμασκοῦ θεοφόρον Ἰωάννην, «ἐκ τῆς ἀκτίστου ἐνεργείας ἡ ἄκτιστος οὐσία χαρακτηρίζεται», καὶ προσενεγκόντος ὅτι τὸ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διαφέρει, κἀντεῦθεν συναγαγόντος ἐπιστημόνως καὶ ἀποδείξαντος διαφέρειν τῆς ἀκτίστου οὐσίας τὴν ἄκτιστον ἐνέργειαν, ὁ Γρηγορᾶς «καὶ ποῦ διαφέρειν ὅλως εἶπε; φησί· χαρακτηρίζειν μὲν γὰρ ἀκηκόαμεν, διαφέρειν δὲ οὐδαμῇ τοὺς θείους ἄνδρας ἐκείνους εὑρίσκομεν λέγοντας».

Ὅτι μὲν οὖν καὶ τὸ διαφέρειν ἀνάγραπτον, παρείσθω νῦν λέγειν. Ὁ δὲ Γρηγορᾶς χαρακτηρίζειν συνθέμενος, τὸ ἐντεῦθεν ἐξ ἀνάγκης ἐκβαῖνον οὐ δέχεται, μηδ’ αὐτοῖς τοῖς ὑπ’ αὐτοῦ λεγομένοις παρακολουθεῖν δυνάμενος, παραπλήσιόν τι πάσχων, ὡς ἂν εἴ τινος ἀποδεικνύντος ἐν τοῖς συλλογισμοῖς ἐκ τοῦ ἕπεσθαι διαφέρειν τῶν προτάσεων τὸ συμπέρασμα (τὸ γὰρ ἑπόμενον τοῦ ἡγουμένου διαφέρει) παρὼν ἕτερος, ἕπεσθαι μὲν ἔλεγε, διαφέρειν δὲ μηδὲν τῶν συλλογιστικῶν προτάσεων τὸ συμπέρασμα, μηδὲ τοῦτο συνορῶν, ὅτι τὰ αἴτια τῶν αἰτιατῶν ἀεὶ κατά τι διαφέρει. Ἐφεξῆς δὲ μὴ μόνον ἀμαθῆ φιλόσοφον ἑαυτὸν παριστὰς ὁ Γρηγορᾶς, ἀλλὰ καὶ δυσσεβεῖν αἱρούμενος, «εἰ δὲ τὸ χαρακτηρίζειν, πρὸς ἡμᾶς φησιν, ἀντὶ τοῦ διαφέρειν αὐτοῖς λαμβάνετε, ὥρα λοιπὸν ὑμῖν, ἐπεὶ καὶ χαρακτῆρα τὸν Υἱὸν τοῦ Πατρὸς τῆς Γραφῆς ἀκούετε λεγούσης, ἀνόμοιον τὸν Υἱὸν τῷ Πατρὶ κηρύττειν καὶ ἀνούσιον καὶ σφόδρα τὴν φύσιν διάφορον».

Ὁρᾶτε, ὅπως καὶ παραχαράττει φανερῶς τὰ ἡμέτερα καὶ μετὰ τοῦ παραχαράττειν συλλογιζόμενος ἑκὼν πάλιν ἀποκρούεται τὸ ἀκόλουθον, ταὐτὸ δ’ εἰπεῖν τὴν ἀλήθειαν; πρὸς δὲ τούτοις καὶ βλασφημῶν φανερῶς, ἢ οὐκ αἰσθάνεται ἢ οὐκ αἰσχύνεται;

Ἡμῶν γὰρ ἐκ τοῦ χαρακτηρίζειν συναγόντων τὸ διαφέρειν, αὐτὸς ἡμᾶς λαμβάνειν, φησὶ τὸ χαρακτηρίζειν ἀντὶ τοῦ διαφέρειν. Εἶτα προσθείς, ὡς «ἐπεὶ καὶ χαρακτῆρα τὸν Υἱὸν τοῦ Πατρὸς τῆς γραφῆς ἀκούετε λεγούσης», οὐκ ἐπήνεγκε τὸ ἀκόλουθον, ὡς «ὥρα λοιπὸν ὑμῶν κατά τι διαφέροντα τὸν Υἱὸν κηρύττειν τοῦ Πατρὸς», ἐπεὶ μετὰ τοῦ ἀκολούθου καὶ ἡμᾶς τῆς εὐσεβείας ἀσφαλῶς ἀντεχομένους ἐντεῦθεν ὑπεδείκνυ (καὶ γὰρ ἴσμεν διαφέροντα τῷ εἶναι ἐκ Πατρὸς τὸν ἐξ ἀγεννήτου Πατρὸς γεννητῶς ὑπάρχοντα Υἱόν), ἀλλὰ συνεπέρανε τὸ μηδαμῶς ἐκβαῖνον, ὡς «ἐπεὶ καὶ χαρακτῆρα τοῦ Πατρὸς τὸν Υἱὸν τῆς Γραφῆς ἀκούετε λεγούσης, ὥρα λοιπὸν ὑμῶν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν κηρύττειν καὶ σφόδρα τὴν φύσιν διάφορον».

Φαῖμεν δ’ ἂν ἡμεῖς νῦν ἄγαν δικαίως πρὸς αὐτόν, ὡς, ἐπειδήπερ αὐτὸς ἐκ τοῦ διαφέρειν τὸ ἀνόμοιον συνάγεις, διαφέρει δὲ τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὴν ὑπόστασιν, ὥρα σοι λοιπὸν ἀνόμοιον τῷ Πατρὶ κηρύττειν τὸν Υἱόν. Καὶ τὸ ἔτι ἀθλιώτερον, ὡς οὐδὲ τῆς ἐκ διαμέτρου κακοδοξίας ἀμοιρεῖς. Ἐπεὶ γὰρ σὺ καὶ τὸ χαρακτηρίζον τοῦ χαρακτηριζομένου κατὰ μηδὲν διαφέρειν διατείνῃ, χαρακτὴρ δέ ἐστιν ὁ Υἱὸς τοῦ ἀνωτάτω Πατρός, κατ’ οὐδὲν ὁ Υἱὸς τοῦ Πατρὸς διαφέρει κατὰ σέ. Ἡμεῖς δὲ καὶ χαρακτηρίζεσθαι τὴν ἄκτιστον οὐσίαν ἐκ τῆς ἀκτίστου ἐνεργείας ἐδιδάχθημεν καὶ συνήκαμεν ἐντεῦθεν, ὡς οὔτε ἀνόμοιός ἐστι τῇ ἀκτίστῳ οὐσίᾳ ἡ ἄκτιστος ἐνέργεια (πῶς γὰρ ἂν χαρακτηρίσῃ τὸ ἀνόμοιον;) καὶ ὅτι διαφέρει τῆς ἀκτίστου οὐσίας ἡ ἄκτιστος ἐνέργεια (πῶς γὰρ καὶ τί ποτ’ ἂν χαρακτηρίσῃ τὸ μηδαμῇ παρηλλαγμένον;).

Ἀλλ’ οὕτως ὁ Γρηγορᾶς θεατρίσας τὴν οἰκείαν ἀμαθίαν καὶ τὴν δυστροπίαν καὶ τὴν δυσσέβειαν, ἐνασχημονήσας ἐφεξῆς ταῖς ἐκτόποις κωμωδίαις πρὸς τοὺς διορθοῦν ἐπιχειροῦντας αὐτὸν ἐπήγαγεν· «ὁ δὲ Παλαμᾶς οὐδὲν πρὸς ταῦτα ἀποκρινάμενος», τοῦτο μόνον ἀληθὲς λέγων· αὐτοῦ γὰρ μηδὲν τῶν προγεγραμμένων ἐνταῦθα προενεγκόντος ἐν τῇ διαλέξει, πῶς ἂν ὁ Παλαμᾶς ἀπελογήσατο πρὸς τὰ μηδαμῶς εἰρημένα κατηγορήματα;

Τὸ δὲ καὶ τὴν ἀπολογίαν ἀπόκρισιν φάναι τὸν Γρηγορᾶν, τῆς αὐτοῦ πολυμαθίας ἴδιον ἀγνοεῖν διαφορὰν ἀπολογίας καὶ ἀποκρίσεως, ἴσως δὲ καὶ τοῦ ἰδίου φρονήματος, πολλὰ καὶ τῶν ἐν τῇ κτίσει συμφύρειν ἐνάγοντος, ὥσπερ καὶ τῶν ἄνω τῆς κτίσεως. «Ἀλλ’ ὁ Παλαμᾶς, φησί, μηδὲν πρὸς ταῦτα ἀποκρινάμενος, ἑτέραν ἐβάδισε λέγων· εἶτα οὐχ ὁ μέγας φάσκει Βασίλειος ‘ἐκ τῶν ἐνεργειῶν τοῦ Θεοῦ γνωρίζειν ἡμᾶς τὸν Θεόν; Αἱ γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος’. Ταύτας οὖν τὰς ἐνεργείας ἔχει ὁ Θεός, ἄλλος ὢν ἄλλας οὔσας καὶ ἀκτίστους. Αὗται γάρ εἰσιν αἱ πρόνοιαι, αἱ πρόοδοι, τὸ ἄπειρον, τὸ ἄτρεπτον, τὸ ἁπλοῦν, ἡ σοφία, ἡ δύναμις καὶ τὰ τοιαῦτα, ἄλλα μὲν ὄντα παρὰ τὴν οὐσίαν, ἄκτιστα δέ».

Τοῦτο περιεστοιχισμένον ἐστὶ καὶ ἀναμεμιγμένον πολλῷ τῷ ψεύδει. Τὰ ἐναπειλημμένα μέντοι λέξει διὰ τῶν ἡμετέρων, οἷόν τινες σπινθῆρες, τὴν τοῦ Γρηγορᾶ πλάνην ἱκανὰ κατακαίειν, εἴ τις αὐτὰ μετὰ συνέσεως σκοποίη καὶ τὰς ἐνεργείας δὲ τοῦ Θεοῦ ἐξ ὧν αὐτὸν γινώσκομεν, οὐχ ὁ Παλαμᾶς ἐστιν ἁπλῶς ὁ καταλέγων, ἀλλ’ αὐτὸς ὁ μέγας Βασίλειος, γράφων πρὸς Ἀμφιλόχιον περὶ τῶν διατεινομένων εἰδέναι τὴν οὐσίαν τοῦ Θεοῦ καὶ λεγόντων οὐχ ὃν ἀγνοοῦμεν, ἀλλ’ ὃν οἴδαμεν σέβομεν Θεόν, τὸν τὸν Θεὸν εἰδέναι πολύσημον· «Καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως καὶ τὸ δημιουργικὸν καὶ προγνωστικὸν καὶ ἀνταποδοτικόν, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν. Μὴ τοίνυν παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. Αἱ μὲν γὰρ ἐνέργειαι τοῦ Θεοῦ ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος».

Αὐτὸς οὖν ἑαυτὸν κἀν τούτοις ὁ Γρηγορᾶς ἀθλίως ἐξελέγχει κτίσμα ποιοῦντα τὸν Θεόν, τὰς ἐνεργείας ταύτας τοῦ Θεοῦ δογματίζων εἶναι κτίσματα, ὡς ποικίλας οὔσας καὶ πρὸς ἡμᾶς καταβαινούσας, ὡς παρ’ ἡμῶν μετεχομένας καὶ διαφορὰν ἐχούσας πρὸς τὴν ἑνιαίαν καὶ ἁπλουστάτην καὶ παντάπασιν ἀμέθεκτον οὐσίαν τοῦ Θεοῦ. Τίς γὰρ οὐκ οἶδε τὸ τοῦ Θεοῦ προγνωστικόν, ἐν ᾧ καὶ οἱ προορισμοὶ τῶν ὄντων, ποικίλον τε ὂν καὶ ἐξ ἀϊδίου τῷ Θεῷ προσὸν καὶ πρὸ τῶν ὄντων ὄν; Τίς οὐκ οἶδε τῆς τοῦ Θεοῦ προνοίας τὸ ἄναρχον καὶ ἀτελεύτητον, εἰ καὶ καταβαίνει πρὸς ἡμᾶς, ὡς ἂν εἴποι τις, ἀκλίτως, ἅτε μετεχομένη παρὰ πάντων, κατὰ τὸν εἰπόντα, «πάντα μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης»; Τίς ἀγνοεῖ τὴν τῶν ἀπηριθμημένων πρὸς ἄλληλα διαφοράν, μὴ μέντοι κατὰ τὸ ἄκτιστον σαφῶς προσοῦσαν;

Τὰ δ’ ἑξῆς τῶν αὐτοῦ πρὸς τὰ παρ’ ἡμῶν ἐκεῖνα λόγων ἐνῆν ἡμῖν ἀναιρετικὰ δεῖξαι καὶ τῶν θείων ὑποστάσεων. Ἀλλ’ ἐπεὶ προσπλέκει καὶ τὴν συκοφαντίαν καὶ οὕτω προσεπάγει τὴν ἀντιλογίαν, οὐκ ἄρα πρὸς ἡμᾶς ὁ λόγος. Ἀφῶμεν οὖν ἐν τούτοις τὸν τοιοῦτον, αὐτὸν ὑφ’ ἑαυτοῦ κοπτόμενόν τε καὶ καταβαλλόμενον.

Ἀλλὰ τίς ἡ συκοφαντία; Ὅτι λεγόντων ἡμῶν κατά τι διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, ἐκεῖνος, συκοφαντῶν, φησὶν ἄλλον λέγειν ἡμᾶς Θεὸν τὴν οὐσίαν καὶ ἄλλον τὴν ἐνέργειαν· ὥσπερ ἂν εἰ καὶ Σαβέλλιος, ἄλλον ἡμᾶς τὸν Πατέρα λέγοντας καὶ ἄλλον τὸν Υἱόν, καθ’ ὃ καὶ διαφέρουσιν ἀλλήλων, ἐκεῖνος συκοφαντῶν ἔλεγεν, ἄλλον ἡμᾶς Θεὸν σέβειν τὸν Υἱὸν καὶ ἄλλον τὸν Πατέρα, καὶ ἄλλον μὲν Θεὸν σεσαρκῶσθαι δι’ ἡμᾶς, ἄλλον δὲ εἶναι τὸν μὴ σεσαρκωμένον. Ἐφεξῆς δὲ πάλιν ὁ Γρηγορᾶς τῇ αὐτῇ χρησάμενος συκοφαντίᾳ, προσεξαρτᾷ ταύτῃ καὶ μείζω φλυαρίαν, λέγων πρὸς ἡμᾶς, «εἰ ἕτερον οὐσία καὶ ἕτερον Θεὸς ὁ τὴν οὐσίαν ἔχων», καὶ «ἄλλο τὸ ἔχον καὶ ἄλλο τὸ ἑκτὸν καὶ διάφορον, ἐξ ἀνάγκης ἕπεται ἄλλο μὲν εἶναι τὸν Θεόν, ἄλλο δὲ τὴν ὕπαρξιν αὐτοῦ· λέγεται γὰρ ὁ Θεὸς καὶ οὐσίαν ἔχειν καὶ ὕπαρξιν. Ἔσται ἄρα καθ’ ὑμᾶς Θεὸς ἀνύπαρκτος καὶ ὕπαρξις Θεοῦ ἄθεος».

Ἡμεῖς δὲ τῶν συκοφαντιῶν τούτων ἀλογήσαντες, ἐξ αὐτῶν τῶν ὑπὸ τοῦ Γρηγορᾶ γραφομένων ἀντιπεριστήσομεν αὐτῷ τὰ σοφίσματα λέγοντες πρὸς αὐτόν· ἐπειδὴ πάντῃ τε καὶ πάντως ἀδιάφορον ἐπὶ Θεοῦ νομίζεις τὸ ἔχον καὶ τὸ ἐχόμενον, ἔχειν δὲ λέγεις τὸν Θεὸν ὕπαρξιν, ἔχει ἄρα κατὰ σὲ καὶ Θεόν, καὶ ἐπεὶ ὁ Θεὸς καὶ οὐσίαν ἔχει καὶ ὕπαρξιν καὶ δύναμιν καὶ ἐνέργειαν καὶ ταῦτα πάντα μηδαμῇ μηδαμῶς διαφέρουσιν ἀλλήλων, ἔχει ἄρα καὶ Θεὸν καὶ Θεὸν καὶ Θεὸν ὁ τοῦ Γρηγορᾶ Θεός. Ἀλλ’ οὐκ ἐπὶ πλέον τούτῳ συλληρεῖν ἀνεχόμενοι, λόγον δὲ ἀληθείας κἀνταῦθα προτείνοντες, ἐροῦμεν πρὸς αὐτόν, ὡς, εἰ τὸ ἔχον οὗ ἔχει κατὰ μηδὲν ἐπὶ Θεοῦ διαφέρει κατὰ σέ, ἔχει δὲ ὁ Πατὴρ Υἱὸν καὶ Πνεῦμα, κατ’ οὐδὲν λοιπὸν ἀλλήλων διαφέρουσι, καὶ ἀσφαλῶς ἔσται δογματίζων ὁ Σαβέλλιος, εἰ μὴ δυσσεβῶς ὁ Γρηγορᾶς φρονεῖ. Ἄλλως τε οὐδὲ τὸ διαφέρον πᾶν καὶ ἀλλοτρίως ἔχει πρὸς ὃ διενήνοχεν.

Προϊὼν δὲ ὁ Γρηγορᾶς μεθ’ ἡμῶν καὶ Βασιλείῳ τῷ μεγάλῳ πολεμῶν, κατὰ πολλοὺς τρόπους διαφέρειν δεικνῦντι τῆς τοῦ Θεοῦ οὐσίας τὰς αὐτοῦ ἀκτίστους ἐνεργείας, «εἰ διαφέρει, φησί, τῆς οὐσίας τοῦ Θεοῦ τά τε ἄλλα καὶ ἡ δύναμις καὶ ἡ σοφία καὶ ἡ ἀγαθότης καὶ ἡ δικαιοσύνη καὶ ἡ πρόνοια, καὶ διάφορον ἀεὶ ἕκαστον ἑκάστου, ζητητέον πῶς ἂν εἴη τοῦ Θεοῦ ἕκαστον καὶ πῶς ἓν ἑνὶ καὶ ἀλλήλοις συμφωνήσει, καὶ πότερον πρότερον δυαδικῶς οὕτω προερχομένων καὶ ἀεὶ μετὰ τοῦ ἀτελοῦς; Εἰ γὰρ ἀλλήλων ἄλληλα διαφέρει, ἐστέρηται πάντως ἀλλήλων ἄλληλα καθ’ ὃ διαφέρει· καὶ γίνεται δύναμις μὲν ἄσοφος, σοφία δὲ ἀδύναμος καὶ Θεὸς ἄσοφος καὶ ἀδύναμος καὶ ἀεὶ κατὰ τὸν ὅμοιον τρόπον, ἐστερημένα πάντων ἅπαντα καὶ δεόμενα ἀλλήλων ἄλληλα. Φησὶ δὲ καὶ ὁ θεολόγος· ‘τίς ἀτελοῦς θεότητος ὄνησις;’». Ἀκούετε, ὅσοι μυσταγωγοὶ καὶ μύσται τῆς ἀνωτάτω καὶ προσκυνητῆς Τριάδος;

Καὶ Σαβέλλιος γὰρ ἂν εἶπεν, ‘εἰ ἕτερον Θεοῦ καὶ ἀλλήλων ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ διαφέρει ἀεὶ ἕκαστον ἑκάστου, ζητητέον πῶς ἂν εἴη τοῦ Θεοῦ ἑκάτερον, εἰ διάφορον αὐτοῦ καὶ ἀλλήλων, καὶ πῶς ἀλλήλοις συμφωνήσει διαφέροντα ἀλλήλων, καὶ πότερον πρότερον τούτοιν ἂν εἴη, δυαδικῶς οὕτω προερχομένων, καὶ πῶς Θεὸς ἄκτιστος καὶ ὁρατὸς γενόμενος καὶ Θεὸς παντάπασιν ἀόρατος καὶ Θεὸς πάλιν ἐκ Θεοῦ καὶ οὐ πολλοὶ θεοί, καὶ ποῦ τὸ τῆς πολυθεΐας στήσεται προχωρούσης ἀεὶ μετὰ τοῦ ἀτελοῦς; Εἰ γὰρ ἀλλήλων διαφέρουσιν, ἐστέρηνται πάντως ἀλλήλων, καθ’ ὃ διαφέρουσι καὶ γίνεται Πατὴρ μὲν Θεός, ὃς οὐχὶ καὶ Υἱός, Υἱὸς δὲ Θεός, ὃς οὐχὶ καὶ Πατήρ, ὡσδαύτως καὶ τὸ Πνεῦμα, τῶν ἑτέρων ἕκαστον ἐστερημένον καὶ δεόμενα ἀλλήλων· καὶ τίς ἀτελοῦς θεότητος ὄνησις;’ Οὕτω συνᾴδει τὰ τοῦ Γρηγορᾶ τοῖς τοῦ Σαβελλίου δόγμασι.

Καὶ οὕτω, κατ’ ἐκεῖνον, συκοφάντης ἐστὶ τῶν εὐσεβούντων καὶ ταῖς ἑαυτοῦ θέσεσιν ἀντιλέγων οὐκ αἰσθάνεται. Ὥσπερ γὰρ οὐχ ἕτερον Θεὸν λέγομεν τὸν σαρκωθέντα Λόγον, εἰ καὶ καθ’ ὑπόστασιν διαφέρει τοῦ Πατρός, οὕτως οὐδ’ ἕτερον λέγομεν Θεὸν τὴν θείαν ἐνέργειαν, εἰ καὶ διαφέρει τῆς οὐσίας, ὡς ἀπεργαστικὴ οὖσα τῶν μὴ ὁμοουσίων, μεθεκτή τε καὶ ληπτὴ κατὰ τὸ ἐγχωροῦν καὶ δεκτικὴ τῶν ὀνομάτων ἐκ τούτων κατὰ τοὺς θεολόγους.

Ἐπεὶ καὶ Βασίλειος μὲν ὁ μέγας «δυνάμεως, φησί, καὶ σοφίας καὶ τέχνης, ἀλλ’ οὐχὶ τῆς οὐσίας ἐνδεικτικά ἐστι τὰ ποιήματα»· Ἰωάννης δὲ ὁ Δαμασκηνὸς θεολόγος «ἔργον μέν, φησί, θείας φύσεως ἡ προαιώνιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις». Πῶς δὲ καὶ συμφωνήσει, φησίν, ἡ ἐνέργεια τῇ οὐσίᾳ; Πῶς γε μὴν οὐ σύμφωνος ἔσται μηδαμῶς οὖσα τῆς οὐσίας ἄνευ; Οὐ γὰρ τὸ διαφέρειν καὶ χωρίζειν ἐστίν, οὐδ’ ὦπταί ποτέ τις χωρὶς οὐσίας ἐνέργεια. Ποία δὲ προτέρα τῶν ἐνεργειῶν, ὁ Γρηγορᾶς ζητεῖ; Ἀκουέτω Διονυσίου τοῦ μεγάλου, γράφοντος ἐν τοῖς περὶ τοῦ ὄντος, «πρώτην τὴν τοῦ αὐτοεῖναι δωρεὰν ἡ αὐτοϋπεραγαθότης προβαλλομένη, τῇ πρεσβυτέρᾳ πρώτη τῶν μετοχῶν ὑμνεῖται καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ καὶ αὐτὸ τὸ εἶναι καὶ αἱ τῶν ὄντων ἀρχαί», περὶ ὧν φησιν ὁ θεῖος Μάξιμος ἐν τοῖς σχολίοις· «αὐτὸς ὁ Θεὸς νοῦς ὅλος ὤν, ὅλος ἐστὶν ἐπιστήμη. Τὰ δὲ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νόες εἰσίν, ἐοικότες θεωρήμασι τῆς ἐπιστήμης. Εἰσὶ δὲ ὁμοῦ καὶ διακεκριμένα ἐν αὐτῷ, ὡς καὶ ἐν ψυχῇ ὁμοῦ πολλαὶ ἐπιστῆμαι οὖσαι ἀσύγχυτοι μένουσι καὶ ἐνεργοῦσιν ἔξω κατὰ μίαν ὅταν δέῃ».

Οὐχ ὡς ποιότητας ἐν τῷ Θεῷ λέγων εἶναι τὰ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ταῦτα, καθάπερ τῶν ἐπιστημῶν αἱ πλείους εἰσὶν ἐν τῇ ψυχῇ, ἅπερ ὁμοῦ τέ εἰσι καὶ διακεκριμένα ἐν αὐτῷ—ἄπαγε τῆς παρανοίας—ἀλλὰ καθάπερ γεννᾶν μὲν κατὰ φύσιν τὸν Πατέρα καὶ Θεόν φαμεν τὸν ὁμοούσιον αὐτῷ Υἱόν, ὡς καὶ ἄνθρωπος γεννᾷ κατὰ φύσιν τὸ ὁμοούσιον αὐτῷ καὶ ὁ μὴ τοῦθ’ οὕτω λέγων τοῦ τῶν δυσσεβῶν κόμματός ἐστι.

Λέγομεν δὲ πάλιν εὐσεβῶς γεννᾶν μὲν τὸν Θεόν, οὐχ ὡς ἄνθρωπον δέ, οὐ γὰρ τὸ κατὰ χρόνον δευτερεῦον, ἵνα τἄλλα νῦν παρῶ, οὕτω καὶ ἡ ὀντότης καὶ ἡ ζωὴ καὶ ἡ σοφία καὶ ἡ δικαιοσύνη καὶ ἡ δύναμις καὶ ὅσα ἐξ αὐτοῦ τοῦ Θεοῦ εἶναι λέγεται καὶ ἐν αὐτῷ ἐστι μὲν ἐν τούτῳ καθάπερ ἐν ψυχῇ τῶν ἐπιστημῶν αἱ πλείους, ὡς ὁμοῦ καὶ διακεκριμένα ὄντα ἐν αὐτῷ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι καὶ ὁ μὴ τοῦθ’ οὕτω λέγων τοῦ κόμματός ἐστι τῶν δυσσεβῶν. Ἀλλ’ ἔστι λέγειν εἶναι αὖθις ἐν Θεῷ τὰ προειρημένα πάντα καὶ οὐχ ὡς ἐν ψυχῇ τὰς ἐπιστήμας. Καὶ γὰρ οὐχ ὡς ποιότητες ταῦτ’ ἔστιν ἐν τῷ Θεῷ, καθάπερ ἐν ἐκείνῃ τῶν ἐπιστημῶν αἱ πλείους, ἀλλ’ ὡς δυνάμεις μόνον καὶ ἐνέργειαι. Καὶ ἵν’ ὃ λέγω γένηται σαφέστερον, κἂν ἀπ’ εὐτελεστάτου παραδείγματος, ψύξειε μὲν ἂν καὶ ὁ Θεὸς ὡς ἡ χιών, εἴπερ θελήσει, καὶ τὴν χαλδαϊκὴν γὰρ κατέψυξε κάμινον ἐπιφανείς, οὐκ ἔχει δὲ τὴν ψυχρότητα ὡς ποιότητα, καθάπερ ἡ χιών, καθ’ ἣν αὕτη καὶ ψύχει, τῆς ἐνεργείας αἰτίαν ἔχουσα τὴν ἕξιν. Οὕτω καὶ ὁ διδάσκαλος τὸν μαθητὴν σοφίζει μέν, ἀλλ’ ὡς ποιότητα τὴν ἐπιστήμην ἔχων ἐν ψυχῇ, καθ’ ἣν σοφίζει τὸν μαθητευόμενον. Ὁ δὲ Θεός, οὐχ ὁ Πατὴρ μόνον, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, δύναται μὲν σοφίζειν, καὶ σοφίζει τῇ δυνάμει χρώμενος, οὓς ἂν ἐθέλῃ, οὐκ ἔχει δὲ τὴν σοφίαν ὡς ποιότητα, ἀλλ’ ὡς ἐνέργειαν μόνον.

Ὅταν οὖν ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ τὴν σοφίαν λέγωμεν, οὐ τὴν οὐσίαν ἀλλὰ τὴν φυσικὴν ἐνέργειαν αὐτοῦ ὑμνοῦμεν. Ὅταν δὲ ἀπὸ ταύτης τὴν ὑπερώνυμον παντάπασιν οὐσίαν ὀνομάζωμεν σοφίαν, οὐκ ἐξ αὐτοῦ ταύτην λέγομεν—ἄπαγε τῆς ἀτοπίας—, ἀλλὰ κατὰ πάσης νοερᾶς ἐνεργείας ἀπόλυσιν, τῇ τῶν θείων τούτων ἐνεργειῶν ἐπιβάλλομεν αἰτίᾳ καὶ πηγῇ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ταῦτ’ ἄρα καὶ σοφίαν εἶναί τε καὶ μὴ εἶναι καθ’ ὑπεροχὴν καὶ ζωὴν καὶ ἀγαθότητα καὶ τὰ τοιαῦτα τὸν Θεὸν θεολογοῦμεν, οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὸ καὶ ἑνιαίως τὴν ὑπερουσιότητα ἐκείνην ἀεὶ θεολογοῦμεν. Κἂν νόησιν αὐτὴν καλέσωμεν, οὐ συννοοῦμεν τηνικαῦτα καὶ οὐσίαν ὑποκειμένην ταύτῃ, κἂν οὐσίαν εἴπωμεν αὐτὴν οὐκ ἔχειν συνεπινοοῦμεν καὶ τὴν τοῦ νοεῖσθαι δύναμιν.

Οὐχ οὕτω δὲ καὶ ἐπὶ τῆς ἐκ Θεοῦ καὶ ἐν Θεῷ, καθάπερ ἀνωτέρω δέδεικται, κοινῆς τῶν τριῶν προσκυνητῶν προσώπων ἀκτίστου δυνάμεως καὶ ἐνεργείας. Ταύτην γὰρ οὐχ ἑνιαίως ἀεὶ προάγουσιν οἱ θεολόγοι. Καὶ μάρτυς ἀξιόπιστος ὁ θεῖος Μάξιμος πολλαχοῦ γράφων, κἀν τοῖς πρὸς τὸν μέγαν Διονύσιον Περὶ τοῦ ὄντος συγγραφόμενον Σχολίοις, ὅτι «τὰ ἐναντία, ἐὰν ὁμοῦ γένωνται, συμφθείρονται. Ἐν δὲ ταῖς νοήσεσι τοῦ Θεοῦ καὶ πάντα ἦσαν ὁμοῦ ὄντα καὶ ἀσυγχύτως καὶ οὐκ ἐν τόπῳ, οὐ γὰρ σώματά εἰσιν, οὐκ ἐν σώματι, ἀλλ’ ἐν ἀϊδίοις νοήσεσιν, αἵτινές εἰσι παραδείγματα τῶν ὄντων. Ὅθεν καὶ πάντων ἀρχὴ ὁ Θεός.

Ἀρχὴ γάρ ἐστι πᾶν τὸ προϋφεστὼς τοῦ γινομένου». Καὶ ἀλλαχοῦ πάλιν· «ἄναρχός ἐστι, φησίν, ἡ πρόνοια, ὡς καὶ πρὶν ἢ παραχθῆναι πάντων ὄντων ἐν ταῖς ἀϊδίοις τοῦ Θεοῦ νοήσεσιν, ἃς προορισμοὺς ὠνόμασεν ὁ θεῖος Παῦλος, καθ’ ἃς νοήσεις τοῦ Θεοῦ τά τε μέλλοντα παράγεσθαι προετυποῦτο καὶ ἡ πρόνοια τοῦ Θεοῦ ἀνάρχως προϋπῆρχε πάσης κτίσεως. Προνοίας γὰρ ἦν θείας, ἤτοι προεννοήσεως, τὸ βούλεσθαι παραγαγεῖν κτίσιν τὴν ἀπολαύσουσαν τῆς προνοητικῆς αὐτοῦ ἀγαθότητος».

Διονυσίου δὲ τοῦ μεγάλου πάλιν τὰς τοῦ ἀκινήτου Θεοῦ κινήσεις ὑμνοῦντος, ὡς αὐτός φησι θεοπρεπῶς, καὶ τὸ μὲν εὐθὺ νοεῖν ἡμᾶς διδάσκοντος, «τὸ ἀκλινὲς καὶ τὴν ἀπαρέγκλιτον πρόοδον τῶν ἐνεργειῶν, τὸ δὲ ἑλικοειδὲς τὴν σταθερὰν πρόοδον καὶ τὴν μόνιμον στάσιν, τὸ δὲ κατὰ κύκλον τὸ ἐπιστρέφειν τὰ παρ’ αὐτοῦ ὄντα πρὸς ἑαυτὸν», καὶ μικρὸν ἀνωτέρω «κινεῖσθαι τὸν Θεὸν εὐσεβῶς οἰητέον τῷ εἰς οὐσίαν ἄγειν καὶ συνέχειν τὰ πάντα καὶ τῷ παρεῖναι πᾶσι καὶ ταῖς ἐπὶ τὰ ὄντα πάντα προνοητικαῖς αὐτοῦ προόδοις καὶ ἐνεργείαις»· ὁ θεῖος Μάξιμος «κίνησίς ἐστι, φησί, Θεοῦ ἡ εἰς τὸ γενέσθαι τὰ ὄντα βούλησις αὐτοῦ καὶ αἱ πρόοδοι τῆς εἰς τὰ πάντα προνοίας αὐτοῦ». Πῶς οὖν ἡ τοῦ Θεοῦ πρὸς τὰ ὄντα κίνησις, μᾶλλον δὲ αἱ διάφοροι πρὸς τὰ ὄντα τούτου πρόοδοί τε καὶ κινήσεις καὶ αἱ ἀΐδιοι νοήσεις καὶ οἱ προορισμοὶ τῶν ὄντων οὐχὶ τῆς οὐσίας οὐδὲ περὶ τὴν οὐσίαν, ἀλλ’ οὐσία ἔσονται καὶ ταῦθ’ αἱ πλείους; Πῶς δὲ ἡ εἰς τὸ γενέσθαι τὰ ὄντα τούτου βούλησις καὶ κίνησις, αἵ τε ἀΐδιοι νοήσεις καὶ οἱ προορισμοὶ τῶν ὄντων καὶ τὸ συνέχειν τὰ πάντα τὸν Θεὸν καὶ αἱ πρὸς τὰ ὄντα πάντα προνοητικαὶ τούτου πρόοδοί τε καὶ ἐνέργειαι τοῖς πᾶσιν ἂν συναριθμοῖντο, κτίσματα οὖσαι, κατὰ τὸν Γρηγορᾶν;

Εἰ γὰρ συναρίθμια τοῖς πᾶσι ταῦτα καὶ κτιστά, δεήσει τούτοις ἐξ ἀνάγκης καὶ βουλῆς θείας καὶ κινήσεως, προορισμῶν τε καὶ προόδων καὶ ἐνεργειῶν ἑτέρων, κἀκείνων αὖθις ἄλλων καὶ τοῦτο ἐπ’ ἄπειρον.

Τὴν οὖν θείαν καὶ ἀΐδιον ταύτην ταὐτὸ δ’ εἰπεῖν ἄκτιστον ἐνέργειαν, οὔτε ἑνιαίως ἀεὶ προάγουσιν οἱ θεολόγοι καὶ χαρακτηριστικήν, τουτέστι δεικτικὴν παρ’ ἑαυτῆς, τοῦ ἀκτίστου τῆς θείας οὐσίας εἶναι διατείνονται. Τὰ τοιαῦτα δὲ μὴ συνορᾶν ὁ Γρηγορᾶς δυνάμενος ἐν ταῖς θεολογίαις τῶν ἁγίων καὶ ἡμῶν τῶν ἐκείνοις συνᾳδόντων, διὰ τὸ πρὸς αὐτοὺς σέβας τῶν πιστῶν, κατ’ ἐκείνων ἀπερικαλύπτως μὴ χωρεῖν δυνάμενος, δι’ ἡμῶν ἐκείνων ἅπτεται. Τί δέ; ὅτι καὶ εἰ διαφέρουσιν ἀλλήλων ἡ οὐσία καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἐστέρηνται ἀλλήλων, κατὰ τὸν Γρηγορᾶν, καὶ εἰ ἔχει δύναμιν, ἀδύναμος ἔσται ὁ Θεὸς καὶ εἰ ἔχει σοφίαν, ἄσοφος καὶ ἀτελής; Ἐπεὶ γὰρ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον διαφέρουσιν ἀλλήλων, ἐστέρηνται ἀλλήλων, κατὰ τὸν Γρηγορᾶν, καὶ ἀτελὴς λοιπὸν ἕκαστος δεόμενοι ἀλλήλων. Τὸ δ’ ἔτι μετὰ τῆς ἀσεβείας καὶ καταγέλαστον, ὡς εἴπερ Υἱὸν ἔχει ἄπαις ἔσται ὁ Πατὴρ καὶ εἰ Πατέρα ἔχει ἀπάτωρ ὁ Υἱός, ἐπεὶ διαφέρουσιν ἀλλήλων. Εἰς τοιαῦτα καταστρέφει δυσσεβήματά τε καὶ ληρήματα τὰ τοῦ Γρηγορᾶ κομψεύματά τε καὶ σοφίσματα.

Ὁ δὲ καὶ μαρτυρίας φέρων, εἰς ἀντίθεσιν τοῦ μεγάλου Βασιλείου δεικνύντος διαφέρειν τῆς οὐσίας τὰς θείας ἐνεργείας, καὶ αὐτὸν ἑαυτοῦ φεῦ καταμαρτυροῦντα προάγει γράφων, ὅτι καὶ ὁ μέγας Βασίλειος περὶ τοῦ ἁγίου Πνεύματος «φύσις αὐτῷ, φησίν, ὁ ἁγιασμός, ὡς Πατρί τε καὶ Υἱῷ» κἀκ τούτου καὶ τῶν τοιούτων συμπεραίνων αὐτὸς καὶ ἀποφαινόμενος, «ὁρᾷς, φησί, πῶς οὐχ ἕτερον τῆς ἁπλῆς καὶ θείας οὐσίας ἁγιότης καὶ ἀγαθότης καὶ ἐνέργεια καὶ τὰ τοιαῦτα ἀλλὰ ταὐτόν;» μὴ συνορῶν ὅτι τὰ τῇ κτίσει παρ’ αὐτοῦ δυσσεβῶς συντεταγμένα πρότερον, νῦν οὐχ ἧττον αὖθις δυσσεβῶς μηδὲν διαφέρειν τῆς οὐσίας τοῦ Θεοῦ φησιν. Ἐπεὶ γὰρ ἦρκται πᾶν τὸ ἁγιαζόμενον καὶ ὁ ἁγιασμὸς ἤρξατο λοιπόν. Ἐνέργεια γάρ ἐστι καὶ κίνησις τοῦ ἁγιάζοντος πρὸς τὸ ἁγιαζόμενον. Διὸ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος περὶ τῆς τοιαύτης ἐνεργείας φησὶ Γρηγόριος, ὅτι «ἐνεργηθήσεται καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται».

Τοιοῦτον δέ ἐστι καὶ ὁ θεῖος ἔλεος. Ἐνέργεια γάρ ἐστι καὶ κίνησις τοῦ ἐλεοῦντος πρὸς τὸ ἐλεούμενον, περὶ οὗ ἐλέου αὐτὸς ὁ Γρηγορᾶς μικρὸν ἀνωτέρω προήνεγκε τὸν Νύσσης θεῖον Γρηγόριον γράφοντα· «πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ὁ Θεὸς καὶ τὸν ἔλεον ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; Ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; Καὶ τίς ἦν ὁ τοῦ ἐλέους δεόμενος; Ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως, ἡ δὲ ἁμαρτία μετὰ τὸν ἄνθρωπον».

Οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια. Καὶ διὰ ταῦτα, τουτέστι διὰ τὸ ἀρχὴν λαβεῖν κτιστὸν εἶναι τὸν θεῖον ἔλεον, Γρηγορᾶς ὁ πολὺς ἀπεφήνατο. Νῦν δὲ ὁ αὐτὸς τὸν μέγαν παράγει Βασίλειον λέγοντα «φύσιν εἶναι τῷ θείῳ πνεύματι τὸν ἁγιασμόν», ἠργμένον καθὰ καὶ ὁ θεῖος ἔλεος, καὶ τοὺς ἀδελφοὺς καὶ ἀδελφὰ φρονοῦντας ἀντεγείρων ἀλλήλοις ἀφρόνως, κατὰ ῥῆμά τε καὶ διάνοιαν. Οὐ γὰρ ἐδυνήθη συνιδεῖν, ὅτι καθάπερ φύσις τῷ πυρὶ τὸ καίειν καὶ τὸ καυστικὸν εἶναι, τουτέστι φυσικὴ δύναμίς τε καὶ ἐνέργεια, καίει δ’ ὅμως ἡνίκ’ ἂν τὸ πεφυκὸς καίεσθαι παρῇ, τὴν οἰκείαν δύναμιν ἐπιδεικνύμενον, οὕτω καὶ τῷ Θεῷ φύσις τὸ ἐλεεῖν, τὸ προνοεῖσθαι, τὸ ἁγιάζειν, ταὐτὸ δ’ εἰπεῖν, ὁ ἁγιασμός, ἡ πρόνοια, ὁ ἔλεος· ἐλεεῖ δὲ καὶ ἁγιάζει ὅταν τὰ δεόμενα παρῇ. Διὰ τοῦτο καὶ ἄκτιστός ἐστιν ὁ θεῖος ἔλεος καὶ φύσις ὁ ἁγιασμὸς τῷ θείῳ Πνεύματι, δηλονότι φυσικὴ ἐνέργεια, ἧς ὁ Γρηγορᾶς ἄμοιρος παντάπασιν ἀναφαίνεται, μᾶλλον δὲ καὶ τῆς τοῦ ἐναντίου πνεύματος ἐνεργείας ἀνάπλεως, τὸ αὐτὸ καὶ κτίσμα κατασκευάζων εἶναι καὶ φυσικῶς προσεῖναι, μᾶλλον δὲ καὶ φύσιν εἶναι τοῦ θείου Πνεύματος.

Ὁ δὲ μέγας Βασίλειος καλῶς καὶ διαφέρειν εἶπε τῆς θείας οὐσίας τὰς τοιαύτας ἐνεργείας, ὡς παρὰ τῶν δεκτικῶν κτισμάτων καὶ μετεχομένας καὶ γινωσκομένας, ἀμεθέκτου καὶ ἀπερινοήτου πάντῃ τῆς οὐσίας οὔσης, καὶ φύσιν εἶπε νῦν τὴν μίαν τούτων, δηλονότι τὸν ἁγιασμόν, ὡς φυσικὴν ὑπάρχοντα ἐνέργειαν. Ἀλλ’ ὁ μὲν Γρηγορᾶς φύσιν ἀκούσας εἰρημένον τὸν ἁγιασμὸν τοῦ Πνεύματος καὶ τὸν τρόπον ἀγνοήσας ἐξ ἀπερισκέπτου διανοίας, ἃ βούλεται συμπεραίνει μετ’ ἐρεσχελίας ὑπερηφάνου. Εἰ δέ τις ἐρωτᾷς πῶς ποτὲ μὲν φύσις ἡ φυσικὴ ἐνέργεια λέγεται, ποτὲ δὲ διαφέρειν τῆς φύσεως, ὑπεχέτω ἀκοὴν εὐγνώμονα καὶ συνήσει τὸ ζητούμενον. Τοῦτο γὰρ διπλῆν ἔχει τὴν αἰτίαν. Μίαν μὲν ὅτι πολλὰ καὶ τῶν ἐν ἑτέρῳ θεωρουμένων ταύτην ἔχει τὴν ἐπωνυμίαν, ὡς ὅταν λέγωμεν φύσις τῷ πυρὶ τὸ ἄνω φέρεσθαι. Καὶ γὰρ οὐ τὸ φέρεσθαι φύσις ὁτῳοῦν, ἀλλ’ ἡ τῆς κινήσεως ἀρχή. Ἐπεὶ δὲ τῷ πυρὶ φυσικῶς πρόσεστι τὸ ἄνω φέρεσθαι, διὰ τοῦτο καὶ τοῦτο φύσις ἔσθ’ ὅτε καλεῖται τὸ ἄνω φέρεσθαι.

Ὁ δὲ μέγας Διονύσιος ἐν τοῖς ἐρωτικοῖς ὕμνοις περὶ τοῦ Θεοῦ φησί· «φύσις τῷ ἀγαθῷ τὸ παράγειν καὶ σώζειν», καίτοι Γρηγορᾶς ὁ πολὺς κτιστὸν ἡγεῖται καὶ κατασκευάζειν ἐγχειρεῖ τὸ δημιουργεῖν καὶ παράγειν τὰ ὄντα τὸν Θεόν, ἐπειδή, φησίν, ἤρξατο παράγειν ὁ Θεὸς τὰ ὄντα καὶ ἐπαύσατο. Ἀλλ’ ἀκουέτω, φύσιν τοῦτο τοῦ Θεοῦ παρὰ τῶν ἁγίων εὐσεβῶς θεολογούμενον, οὐχ ὡς καθ’ ἑαυτὸ ὑφεστηκός, ἀλλ’ ὡς ἐν τῷ Θεῷ φυσικῶς θεωρούμενον. Ἓν μὲν οὖν τοῦτο τὸ αἴτιον, δι’ ὃ φύσις λέγεται καὶ ἡ φυσικὴ καὶ θεία ἐνέργεια. Ἕτερον δέ, ὃ καὶ μάλιστα θεοπρεπές, ὅτι ἡ παντάπασιν ἀπερινόητος φύσις τοῦ Θεοῦ, ὄνομα οἰκεῖον κατὰ τοὺς θεολόγους, οὔτε εἶχεν οὔτε ἔχει οὔτε μήποτε σχήσει. Διὰ τοῦτο καὶ αὐτὴ ἡ φωνὴ τῆς φύσεως καὶ τῆς οὐσίας τῶν τοῦ Θεοῦ φυσικῶν ἐνεργειῶν ἐστιν ὄνομα καὶ ἐπὶ τούτων μᾶλλον λέγεται. Λέγεται δὲ καὶ ἐπὶ τῆς ἀπερινοήτου καὶ ἀμεθέκτου παντάπασιν οὐσίας. Ἀπὸ τούτων καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάντα τὰ τῶν θείων ἐνεργειῶν ὀνόματα. Ὅταν οὖν ἐπὶ τῆς ὑπερουσιότητος ἐκείνης λέγωνται, τῷ δεικνυμένῳ διαφέρουσιν ἀλλήλων οὐδαμῶς. Ἀλλ’ οὐχ οὕτω καὶ ἐπὶ τῶν θείων ἐνεργειῶν.

Ὅτι δὲ καὶ ἐπ’ ἀμφοτέρων λέγονται τὰ ὀνόματα καὶ οὐχ ὡσαύτως ὁ μέγας Διονύσιος δι’ ὀλίγων παραστήσει γράφων ἐν τοῖς Περὶ τοῦ ὄντος· «οὐκ ἐκφράσαι τὴν αὐτοϋπερούσιον ἀγαθότητα καὶ οὐσίαν καὶ ζωὴν καὶ σοφίαν τῆς αὐτοϋπερουσίου θεότητος ὁ Λόγος ἐπαγγέλλεται, ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν, ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ καὶ ὂν καὶ ζωὴν καὶ σοφίαν τὴν οὐσιοποιὸν καὶ ζωοποιὸν καὶ σοφοδότιν αἰτίαν, τῶν οὐσίας καὶ ζωῆς καὶ νοῦ καὶ λόγου καὶ αἰσθήσεως μετειληφότων. Κατὰ ταύτην οὖν τὴν ἐκπεφασμένην πρόνοιαν καὶ ὂν καὶ ζωὴ καὶ σοφία, οὐχ ἁπλῶς οὐδὲ ἀφέτως ὁ Θεὸς λέγεται, ἀλλ’ ὡς σοφία τῶν σοφιζομένων καὶ ζωὴ τῶν ζωοποιουμένων καὶ ὡς δημιουργὸς καὶ συνοχεὺς ἁπάντων. Κατ’ ἐκείνην δὲ τὴν ἐν ἀποκρύφοις ὑπεριδρυμένην ὑπερουσιότητα, ὀντότης καὶ ἀγαθότης καὶ σοφία καὶ ζωὴ καλεῖται ἁπλῶς καὶ ἀπολύτως πάντῃ τε καὶ πάντως, ἀλλ’ οὐ κατὰ σχέσιν».

Τὴν γοῦν ἐκπεφασμένην ταύτην πρόνοιαν, ἧς καὶ ὁ ἁγιασμὸς καὶ τὸ σώζειν καὶ ὁ θεῖος ἔλεος καὶ τὰ τοιαῦτα, νῦν μὲν ὁ Γρηγορᾶς μηδὲν διαφέρειν φησὶ τῆς ἐν ἀποκρύφοις ὑπερουσιότητος ἐκείνης, καὶ μάλιστα ἡνίκ’ ἂν ἀκούσῃ τι τούτων φύσιν εἶναι τῷ Θεῷ παρὰ τῶν ἁγίων θεολογούμενον, καὶ οὕτω καταληπτὴν ὁ τάλας καὶ ῥητὴν καὶ μεθεκτὴν ποιεῖ καὶ σχέσιν μὴ καθ’ ἑαυτὴν ὑφισταμένην ὅλως, ταὐτὸ δ’ εἰπεῖν μηδὲ οὐσίαν οὖσαν, τὴν τρισυπόστατον ἐκείνην καὶ ἄρρητον καὶ ἀκατάληπτον καὶ ἀμέθεκτον οὐσίαν, νῦν δὲ τὴν ἐκπεφασμένην πρόνοιαν, ὡς διαφέρουσαν τῆς ἐν ἀποκρύφοις ὑπεριδρυμένης ὑπερουσιότητος ἐκείνης κατ’ αὐτό τε τὸ φανεροῦσθαι καὶ μετέχεσθαι καὶ ὀνομάζεσθαι, καὶ μὴ οὐσίαν ἀλλὰ σχέσιν εἶναι καὶ ἐνέργειαν τοῦ προνοοῦντος πρὸς τὰ προνοούμενα, κτιστὴν ὁ ἄθλιος ἡγεῖται καὶ κατασκευάζειν ἐγχειρεῖ διὰ πολλῶν. Διὸ καὶ καθ’ ἡμῶν, ὡς ὁρᾶτε, μέμηνεν ἄκτιστον ἀνομολογούντων εἶναι τὴν θείαν πρόνοιαν, ἧς ἅπαντα μετέχει κατὰ τὸν εἰπόντα· «πάντα μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης», καθ’ ὃ καὶ διαφέρει τῆς ἐν ἀποκρύφοις ὑπεριδρυμένης καὶ ἀμεθέκτου καὶ ἀλήπτου καὶ ἀνωνύμου παντάπασιν ὑπερουσιότητος ἐκείνης.

Ὥσπερ δὲ ὁ μὴ συνορῶν τὸ ταὐτὸν ὁμοῦ καὶ διαφέρον τοῦ ἀνωτάτω Πατρὸς πρὸς τὸν Υἱόν, κατὰ ποικίλων κρημνῶν τῆς ἀσεβείας βάλλων ἑαυτόν, κρημνίζεσθαι νομίζει τοὺς κατ’ ἀλήθειαν ἐστηριγμένους, καὶ ποτὲ μὲν κατ’ αὐτῶν, μᾶλλον δὲ καθ’ ἑαυτοῦ, προάγει τοὺς τὸ αὐτὸ συμμαρτυροῦντας, ἄλλοτε δὲ τοὺς περὶ τοῦ διακεκριμένου γράφοντας, οὕτω καὶ ὁ Γρηγορᾶς ποιεῖ μὴ συνορῶν τῆς θείας οὐσίας καὶ ἐνεργείας τήν τε διαφορὰν καὶ τὴν ἑνότητα. Τὸ δὲ ἑξῆς καὶ συνεχὲς τῶν αὐτοῦ προτεθειμένων ῥήσεων ἀδιανόητός ἐστι καὶ πλατὺς λῆρος, κἀντεῦθεν ἀσαφέστατος μέν, πολλῇ δὲ καὶ σαφεῖ τῇ λοιδορίᾳ συμπεφυρμένος.