Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Η κοινή ενέργεια της Αγίας Τριάδος, η θεία απλότητα και τα άκτιστα ιδιώματα

Διδασκαλία περί της μίας και αδιαίρετης ενέργειας των τριών υποστάσεων, ερμηνεία των χωρίων του αγίου Κυρίλλου και απόρριψη του συλλογισμού ότι τα πολλαπλά θεία ιδιώματα εισάγουν σύνθεση στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 8

Ὁ θεὸς αὐτός ἐστιν ἐν ἑαυτῷ, τῶν τριῶν θείων ὑποστάσεων φυσικῶς, ὁλικῶς, ἀϊδίως καὶ ἀνεκφοιτήτως, ἅμα δὲ καὶ ἀφύρτως καὶ ἀσυγχύτως ἐχομένων ἀλλήλων καὶ περιχωρουσῶν εἰς ἀλλήλας, ὡς μίαν εἶναι τούτων καὶ τὴν ἐνέργειαν, ὅπερ ἐπ’ οὐδενὸς ἄν τις εὕροι τῶν κτιστῶν. ὁμοία μὲν γὰρ ἐν τοῖς ὁμογενέσιν, ἀλλ’ ἑκάστης ὑποστάσεως καθ’ ἑαυτὴν ἐνεργούσης, ἰδία καὶ ἡ ἐνέργεια. οὐκ ἔχει δὲ οὕτως ἐπὶ τῶν τριῶν ἐκείνων θείων καὶ προσκυνητῶν ὑποστάσεων· ὡς ἀληθῶς γὰρ μία ἐκεῖ καὶ ἡ αὐτή ἐστι, μία γὰρ ἡ τοῦ θείου βουλήματος κίνησις, ἐκ προκαταρκτικοῦ αἰτίου τοῦ πατρὸς ὁρμωμένη καὶ διὰ τοῦ υἱοῦ προϊοῦσα καὶ ἐν τῷ ἁγίῳ πνεύματι προφαινομένη. καὶ τοῦτο δῆλον ἐκ τῶν ἀποτελεσμάτων, ἐντεῦθεν γὰρ πᾶσα φυσικὴ ἐνέργεια καθίσταται γνώριμος. καὶ τοίνυν οὐχ ὥσπερ ὁμοία μέν, ἄλλη δὲ παρ’ ἄλλης χελιδόνος ἐκτελεῖται καλιά, καὶ ἄλλη παρ’ ἄλλου γραφέως καταγράφεται σελίς, κἂν ἐκ τῶν αὐτῶν στοιχείων ᾖ, οὕτω καὶ ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἴδιον ἀποτέλεσμα παρ’ ἑκάστης ὁρᾶται τῶν ὑποστάσεων, ἀλλὰ πᾶσα ἡ κτίσις τῶν τριῶν ἐστιν ἔργον ἕν. καὶ ἀπὸ ταύτης μίαν καὶ τὴν αὐτὴν τῶν τριῶν προσκυνητῶν προσώπων, ἀλλ’ οὐκ ἀποτεταγμένην ἑκάστῳ καὶ ὁμοίαν νοεῖν ὑπὸ τῶν πατέρων μεμυήμεθα τὴν θείαν ἐνέργειαν.

Ἐπεὶ ἐν ἀλλήλοις ἀσυγχύτως τε καὶ ἀφύρτως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν εἰσιν, ὅθεν ἴσμεν μίαν εἶναι τούτων ἀκριβῶς τὴν κίνησιν καὶ τὴν ἐνέργειαν, ἣν ἔχει ὁ πατὴρ ἐν ἑαυτῷ ζωὴν ἢ δύναμιν, οὐχ ἕτερόν ἐστι παρὰ τὸν υἱόν, ὡς τὴν αὐτὴν ἐκείνῳ καὶ ζωὴν καὶ δύναμιν ἔχοντα· οὕτω δὴ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. οἱ δὲ νομίζοντες μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, ἐπειδήπερ οὐκ ἄλλος, ἀλλ’ αὐτός ἐστιν ὁ θεὸς ἡ ζωὴ ἡμῶν καὶ αὐτός ἐστιν ὁ μὴ πρὸς ἕτερον, ἀλλὰ καθ’ ἑαυτὸν προαιώνιος ζωὴ ὑπάρχων, ἀσεβεῖς τέ εἰσι καὶ ἀμαθεῖς. ἀμαθεῖς μέν, ἐπεὶ μήπω ἐδιδάχθησαν, ὅτι καὶ ἡ ἀνωτάτω τριὰς οὐχ ἕτερος, ἀλλ’ αὐτός ἐστιν ὁ θεός, καὶ ἡ ἀνωτάτω μονὰς οὐχ ἕτερος, ἀλλ’ αὐτός ἐστιν ὁ θεός· καὶ οὐδὲν ἐμποδίζει τοῦτο πρὸς τὸ διαφέρειν τῆς τριάδος τὴν μονάδα. δυσσεβεῖς δέ, ὅτι δι’ ἀλλήλων ἀναιροῦσι καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν· τὸ γὰρ πρὸς ἕτερον οὐκ ἔστιν οὐσία καὶ τὸ καθ’ ἑαυτὸ πρὸς ἕτερον οὐκ ἔστιν. εἰ γοῦν ταῦτα μηδὲν διαφέρουσιν ἀλλήλων, δι’ ἀλλήλων ἀναιροῦνται· μᾶλλον δὲ τοὺς μηδὲν διαφέρειν ταῦτα λέγοντας τοῦ καταλόγου τῶν θεοσεβῶν ἐξαίρουσιν.

Ἀλλ’ ἡμεῖς καὶ ζωὴν ἡμῶν κατ’ αἰτίαν τε καὶ ἐνέργειαν ὁμολογοῦμεν εἶναι τὸν τοῦ θεοῦ υἱὸν καὶ ζωὴν εἶναι τοῦτον αὐτὸν καθ’ ἑαυτὸν ἀσχέτως τε καὶ ἀπολελυμένως πάντῃ, καὶ ἀκτίστως ἔχειν τοῦτον ἀμφότερά φαμεν, ὣς δ’ αὔτως καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν καὶ ἡ ζωὴ ἡμῶν αὕτη, παρ’ ἧς ὡς αἰτίας τῶν ζώντων ζωοποιούμεθα, οὐδὲν ἄλλο παρὰ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι· κατ’ αἰτίαν γὰρ ὁ τρισυπόστατος ἡμῶν θεὸς ἡμῶν λέγεται ζωή, καὶ ἡ μὴ κατ’ αἰτίαν μηδὲ πρὸς ἕτερον, ἀλλ’ ἀσχέτως καὶ καθ’ ἑαυτὴν θεολογουμένη θεία ζωὴ οὐδὲν ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ δὴ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν. οὐδαμῶς δὲ τὰ τοιαῦτα προσίσταται τοῖς ἄκτιστον εἶναι τὸν θεὸν δοξάζουσι μὴ κατὰ τὴν οὐσίαν μόνον καὶ τὰς ὑποστάσεις, ἀλλὰ καὶ κατὰ τὴν κοινὴν τῶν τριῶν θείαν ἐνέργειαν. ἕνα γὰρ θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα λέγεται θεότητος κατὰ τὴν γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα.

Οἱ τὴν θείαν ταύτην ἀθετοῦντες ἐνέργειαν καὶ νῦν μὲν κτιστὴν εἶναι λέγοντες, νῦν δὲ τῆς θείας οὐσίας μηδαμῶς διαφέρουσαν, ἄλλοτ’ αὖθις ἑτέραν καινοτομοῦντες δυσσέβειαν, μόνην ἄκτιστον ἐνέργειαν τὸν τοῦ πατρὸς μονογενῆ δογματίζουσι· καὶ ταύτην δὴ βουλόμενοι τὴν δόξαν συνιστᾶν, κἀκεῖνα τοῦ σεπτοῦ Κυρίλλου προβάλλονται· ζωή, ἣν ὁ πατὴρ ἔχει ἐν ἑαυτῷ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν υἱόν· καὶ ὅτι ἡ ἐν υἱῷ ζωὴ οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν πατέρα, καὶ ἀληθεύει ὁ λέγων, «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». ἡμεῖς δ’ ὡς ἐν ἐπιτόμῳ, κατὰ τὸ ἐγχωροῦν, ὑποδείξομεν τὴν ἐν τοῖς ῥητοῖς τούτοις τοῦ ἁγίου διάνοιαν καὶ τὸ δυσσεβὲς τῶν ἐξ ἀδιακρίτου ζόφου πρὸς ἡμᾶς ἀντιλεγόντων ἀπελέγξομεν. τοῖς γὰρ τὸν υἱὸν οὐκ ἀνόμοιον μόνον τῷ πατρί, ἀλλὰ καὶ μετὰ τὸν πατέρα λέγουσι κακῶς, ὡς οὐ κατὰ φύσιν, ἀλλ’ ἐπείσακτον καὶ κατὰ μετοχὴν καὶ προσθήκην ἔχοντα τὸ ζῇν καὶ τὴν ζωήν, καὶ ὡς λαμβάνοντα καὶ δεχόμενον ταύτην παρὰ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον· ὥσπερ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· τοῖς οὖν τὸ εὐαγγελικὸν τοῦτο νοοῦσιν οὕτω δυσσεβῶς ἀντιλέγων ὁ θεῖος Κύριλλος· ἐπεὶ ζωὴ μὲν ὁ θεὸς καὶ κατὰ τὴν ἐνέργειαν λέγεται, ὡς ζωοποιῶν τὰ ζῶντα· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ τῶν κατὰ φύσιν ζώντων, ὡς τῆς φύσεως κτίστης, ἀλλὰ καὶ τῶν θείως ζώντων, ὡς χορηγὸς τῆς χάριτος.

λέγεται δὲ καὶ ζωὴ αὐτὸς καθ’ ἑαυτόν, οὐ πρὸς ἕτερον, ἀλλ’ ἀφέτως τε καὶ ἀπολελυμένως πάντῃ. θέλων ὁ θεῖος Κύριλλος δεῖξαι ὅτι καθ’ ἑκάτερον τούτων οὐδὲν ὁ υἱὸς διαφέρει τοῦ πατρὸς καὶ ὅτι τὸ παρὰ τοῦ πατρὸς δέχεσθαί τι τὸν υἱὸν οὐ μετὰ τὸν πατέρα δείκνυσιν, οὐδὲ χρόνῳ δευτερεύοντα κατ’ οὐσίαν τὸν υἱόν, πρὸς πολλοῖς ἑτέροις καὶ τοῦτό φησιν· οὐκ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι ἔχει, ἀλλ’ ὂν δέχεταί τι. καὶ συμπεραίνων ἐπάγει· οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ πατρὸς ἀναγκάσει δεύτερον εἶναι τῷ χρόνῳ κατ’ οὐσίαν τὸν υἱόν· τὴν ζωὴν ἐνταῦθα, ἣν ἔχει ὁ πατὴρ καὶ ἣν ὁ υἱὸς παρὰ πατρὸς λαμβάνει, μὴ εἶναι τὴν οὐσίαν ἐκδεχόμενος.

Ἔτι δεικνὺς ὁ θεῖος Κύριλλος, ὡς εἰ καὶ πρὸς τὰ ζῶντα λέγεται ζωὴ κατ’ ἐνέργειαν ὁ τοῦ θεοῦ υἱός, ὡς ζωοποιῶν αὐτὰ καὶ ζωὴ καλούμενος αὐτῶν, οὐδὲ κατὰ τοῦτό ἐστιν ἀνόμοιος τῷ πατρί, ἀλλὰ κατὰ φύσιν ἔχει τὸ ζωὴ τούτων εἶναι καὶ ζωοποιεῖν αὐτὰ καθὰ καὶ ὁ πατήρ, γράφει προϊών· εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ υἱός, πῶς ἐπαληθεύσει λέγων· «ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.» καὶ πάλιν, «τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον·» καὶ μετά τινα, ὡς φύσει προσοῦσαν αὐτῷ τὴν ζωὴν καὶ οὐσιωδῶς ἐνυπάρχουσαν δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς οὖν ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ πατρός; ἐντρεπέσθωσαν τοίνυν οἱ φρενοβλαβῶς, ἡνίκ’ ἂν ἀκούσωσι φυσικῶς προσεῖναι τῷ θεῷ ζωήν, τὴν αὐτοῦ ταύτην εἶναι λέγοντες οὐσίαν· οὐ γὰρ τὴν αὐτοῦ οὐσίαν τοῖς πιστοῖς ἡμῖν παρέχει ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον· ἄπαγε τῆς ἀσεβείας.

Καὶ διὰ τῶν ἑξῆς δ’ οὐχ ἧττον τοῖς τὰ τοῦ Βαρλαὰμ νοσοῦσιν ἀντιλέγων ὁ μέγας Κύριλλος· προελθών, φησίν, ὁ υἱὸς ἐκ τοῦ πατρός, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται· ἓν δὲ τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή. τῷ γοῦν εἰπεῖν ἓν τῶν προσόντων τῷ πατρί, πολλὰ εἶναι τὰ προσόντα τούτῳ φανερῶς ἀπέδειξεν. εἰ γοῦν ἡ ζωὴ αὕτη ἡ οὐσία τοῦ θεοῦ ἐστι, πολλὰς κατὰ τοὺς οὕτω φρονοῦντας οὐσίας ἔχει ὁ θεός. πρός γε μὴν τῇ δυσσεβείᾳ καὶ ἀμαθίας ὑπερβολὴν οὐκ ἐλλείπει τὸ λέγειν τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν, εἰ μὴ ἄρα κατά τι. πολλῷ δ’ ἔτι μᾶλλον ἀνοητότερον κατὰ μηδὲν διαφέρειν λέγειν τὸ ὂν καὶ τὰ προσόντα, ταὐτὸ δ’ εἰπεῖν, τὸ ἓν καὶ τὰ πλείω τοῦ ἑνός. ἀδύνατον γὰρ πάντῃ τε καὶ πάντως καὶ ἀλόγιστον ἓν εἶναί τι καὶ πλείω κατὰ τὸ αὐτό.

Ὁ μὲν οὖν θεῖος Κύριλλος, καὶ ἀπὸ τοῦ εἰπεῖν ἓν τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή, παρέστησεν ὅτι ζωὴν ἐνταῦθα οὐ τὴν οὐσίαν ὀνομάζει τοῦ θεοῦ. φέρε δ’ ὅμως καὶ ἐπὶ λέξεως αὐτὸν προενέγκωμεν πολλὰ ταῦτα λέγοντα τὰ τῷ θεῷ προσόντα. προϊὼν τοίνυν ἐπὶ τῆς αὐτῆς ὑποθέσεως, πολλά, φησί, προσεῖναι λέγεται τῷ πατρὶ πλεονεκτήματα, ἀλλ’ οὐ τούτων ἔσται γυμνὸς ὁ υἱός. πῶς οὖν ἂν εἴη τὰ πολλὰ ταῦτα καὶ τῷ θεῷ προσόντα θεία οὐσία; θέλων δὲ δεῖξαι καί τινα τῶν προσόντων τούτων πλεονεκτημάτων τῷ πατρί, προήγαγε τὸν Παῦλον λέγοντα· ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ· ὅθεν ἔτι δείκνυται μᾶλλον, ὡς οὐδὲν τῶν προσόντων τῷ θεῷ οὐσία ἐστί. πῶς γὰρ ἂν εἴη τὸ ἄφθαρτον καὶ τὸ ἀόρατον καὶ ἁπλῶς πάντα τὰ ἀφαιρεματικὰ ἢ καὶ τὰ ἀποφατικά, ὁμοῦ τε ἢ χωρὶς ἕκαστον, οὐσία; οὐδεμία γὰρ οὐσία, ὅτι μὴ τόδε ἢ τάδε ἐστί. τούτοις δὲ καὶ τὰ προσόντα τῷ θεῷ καταφατικῶς συνταττόμενα παρὰ τῶν θεολόγων, δείκνυται μηδὲν αὐτῶν δηλοῦν τὴν οὐσίαν τοῦ θεοῦ, εἰ καὶ πᾶσι τοῖς τούτων ὀνόμασιν, ὡς παντάπασιν ἀνωνύμου τῆς ὑπερουσιότητος ἐκείνης οὔσης, ἐπ’ αὐτῆς ἡνίκ’ ἂν δέῃ χρώμεθα.

Τὰ προσόντα, ἐξ ἀνάγκης ζητεῖται τίνι πρόσεστι. καὶ εἰ μηδενί, οὐδὲ προσόντα ἐστίν· οὐκοῦν οὐ προσόντα τὰ προσόντα ἐστίν. εἰ δ’ ἑνί τινι πρόσεστι τὰ προσόντα, τοῦτο δέ ἐστιν ἡ οὐσία, μηδὲν δ’ αὕτη πάντῃ κατ’ αὐτοὺς διαφέρει ἑκάστου τε καὶ ὁμοῦ πάντων τῶν προσόντων, τὰ δὲ προσόντα πολλά, ἡ μία οὐσία ἐκείνη πολλαὶ ἔσονται οὐσίαι καὶ τὸ ἓν ἐκεῖνο κατ’ οὐσίαν πολλὰ ἔσται κατὰ τὴν οὐσίαν καὶ πολλὰς οὐκοῦν οὐσίας ἔχει. εἰ δὲ καὶ ἕν ἐστι καὶ πολλὰς οὐσίας ἔχει, σύνθετόν ἐστι κατὰ πᾶσαν ἀνάγκην. τούτων οὖν τῶν ἐπὶ τοσοῦτο δυσσεβῶν ἀγνοημάτων, ὁ θεῖος Κύριλλος ἐξαιρούμενος τοὺς πειθομένους, ἐν αὐτοῖς τοῖς Θησαυροῖς φησιν· εἰ ὅπερ ἂν ὑπάρχῃ μόνῳ τῷ θεῷ, τοῦτο πάντως αὐτοῦ ἔσται καὶ οὐσία, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται· πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί· καὶ γὰρ βασιλεὺς καὶ κύριος καὶ ἄφθαρτος καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι γραφαί. εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον.

Παραστήσας διὰ πολλῶν ὁ σοφὸς τὰ θεῖα Κύριλλος, ὡς εἰ καὶ ζωή ἐστι καὶ ζωὴν ἔχειν λέγεται κατ’ ἐνέργειαν ὁ υἱός, ὡς ζωοποιῶν ἡμᾶς καὶ ζωὴ τῶν ζώντων ὤν, οὐκ ἔστιν ἀνόμοιος καὶ κατὰ τοῦτο τῷ πατρί, καὶ οὗτος γὰρ ζωοποιεῖ· θέλων προσαποδεῖξαι, ὡς καὶ εἰ μὴ πρὸς ἕτερόν τι, ἀλλ’ ἀφέτως πάντῃ καὶ ἀπολύτως ζωὴ καὶ ζωὴν ἔχειν λέγεται ὁ υἱός, ἀλλ’ οὐδ’ οὕτως ἀνόμοιός ἐστι τῷ πατρὶ κατὰ τὴν ζωήν· ἐπειδήπερ ἡνίκα μὴ ζωὴν ἡμῶν ὡς ἡμᾶς ζωοποιοῦντα τὸν θεὸν λέγομεν, ἀλλ’ ἀφέτως πάντῃ καὶ ἀπολελυμένως, τηνικαῦτα τὴν οὐσίαν αὐτοῦ καλοῦμεν ἀπὸ τῆς κατὰ φύσιν αὐτῷ προσούσης ἐνεργείας, ὥσπερ καὶ σοφίαν καὶ ἀγαθότητα καὶ τἄλλα πάντα. τοῦτο τοίνυν θέλων ἀποδεῖξαί φησιν, ὡς ὅταν οὕτως λέγωμεν ζωὴν ἔχειν ἐν ἑαυτῷ τὸν πατέρα, ζωὴν τότε καλοῦμεν τὸν υἱόν, ἕτερον τοῦ πατρὸς ὄντα κατὰ μόνην τὴν ὑπόστασιν, ἀλλὰ οὐχὶ κατὰ τὴν ζωήν. διὸ οὐδὲ σύνθεσίς τις καὶ διπλόη περὶ αὐτὸν νοεῖται. καὶ ὅτε πάλιν ζωὴν ἐν ἑαυτῷ φαμεν ἔχειν τὸν υἱόν, τὴν ἀπολελυμένως νοουμένην ἐκείνην, ζωὴν καλοῦμεν τὸν πατέρα· ζωὴ γὰρ ὢν οὐ πρὸς ἕτερον, ἀλλ’ ἀφέτως αὐτὸς καθ’ ἑαυτόν, ὁ πατὴρ καὶ ὁ υἱὸς ἐν ἀλλήλοις εἰσίν. αὐτὸς γὰρ εἴρηκεν, «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» τὰ τοιαῦτα τοίνυν ὁ θεῖος τίθησι Κύριλλος, ἕτερόν πως καὶ οὐχ ἕτερον δεικνὺς παρὰ τὸν πατέρα τὴν ἐν αὐτῷ ζωήν, ἤγουν τὸν υἱόν.

οἱ δ’ ὡς μηδαμῶς ἕτερον ὄντα παρ’ αὐτὸν καὶ τὴν αὐτὴν κατὰ πάντα τῷ πατρὶ λέγοντες τὴν ἐν αὐτῷ ζωήν, ὡς μηδὲν διαφέρουσαν· τὰ τοιαῦτα προβαλλόμενοι καὶ ταύτην εἶναι διαβεβαιούμενοι τὸν τοῦ πατρὸς μονογενῆ, οὐ τοῖς τοῦ σεπτοῦ Κυρίλλου, ἀλλὰ τοῖς τοῦ Σαβελλίου κατὰ πᾶσαν ἀνάγκην συνίστανται δόγμασιν.

Ἀλλὰ καὶ τὸ τὸν Θεῖον Κύριλλον καθ’ ἑαυτοῦ προάγειν τοὺς κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον, πῶς οὐ τῆς μεγίστης καταδίκης αὐτοῖς πρόξενον; τὸ γὰρ νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο λέγειν, ἀμφοτέρων ὄντων ἀληθῶν, παντός ἐστι θεολογοῦντος εὐσεβῶς· τὸ δὲ τἀναντία λέγειν ἑαυτῷ, οὐδενὸς τῶν νοῦν ἐχόντων. πῶς οὖν ὁ καλῶς εἰπὼν ζωὴν ἔχειν κατὰ φύσιν τὸν υἱόν, ἣν δίδωσι τοῖς εἰς αὐτὸν πιστεύουσι, κἀντεῦθεν δείξας ὅτι μὴ μόνον ἡ οὐσία τοῦ θεοῦ, ἣν οὐδεὶς λαμβάνει, ἀλλὰ καὶ ἡ κατὰ φύσιν ἐνέργεια τούτου λέγεται ζωή, ἣν κατὰ χάριν ἔλαβον οἱ οὕτω παρ’ αὐτοῦ ζωοποιηθέντες· ὡς καὶ σώζειν δι’ ἑαυτῶν, ταὐτὸ δ’ εἰπεῖν καὶ ἀπαθανατίζειν κατὰ πνεῦμα τοὺς μὴ κατὰ πνεῦμα ζῶντας πρότερον, ἔστι δ’ οὓς καὶ τῶν κατά τι μέλος ἢ καὶ κατὰ πᾶν σῶμα νεκρῶν γεγονότων ἀνιστᾶν· πῶς ἂν οὖν ὁ καλῶς ταῦτα καὶ σαφῶς δείξας πρὸς ἀναίρεσιν ἔπειτα τῆς θείας ταύτης ἐνεργείας τὸ ζωὴν καλεῖσθαι τὴν οὐσίαν τοῦ θεοῦ προήνεγκε; καθάπερ οἱ νῦν τὰ τούτου βιαζόμενοι, μᾶλλον δὲ συκοφαντοῦντες, ἀνοήτως ἰσχυρίζονται.

Οὐχ ὁ τοῦ θεοῦ μονογενὴς μόνον, ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον καλεῖται παρὰ τῶν ἁγίων ἐνέργειά τε καὶ δύναμις· ἀλλ’ ὡς τὰς αὐτὰς ἀπαραλλάκτως τῷ πατρὶ δυνάμεις ἔχοντα καὶ ἐνεργείας, ἐπεὶ καὶ δύναμις ὁ θεὸς λέγεται κατὰ τὸν μέγαν Διονύσιον, ὡς πᾶσαν δύναμιν ἐν ἑαυτῷ προέχων καὶ ὑπερέχων. διὸ καὶ συνυπακουόμενον ἢ καὶ συνεκφωνούμενον ἔχει τούτων ἑκάτερον, ὅταν δύναμις ἢ ἐνέργεια καλῆται τὸ ἐνυπόστατον· καθάπερ καὶ ὁ τὰ πάντα μέγας Βασίλειος, δύναμις, φησίν, ἁγιαστικὴ τὸ πνεῦμα τὸ ἅγιον, ἐνούσιος, ἐνύπαρκτος, ἐνυπόστατος. τὰς δ’ ἐκ τοῦ πνεύματος πάσας ἐνεργείας οὐκ ἐνυποστάτους ὑπάρχειν κἀν τοῖς περὶ τοῦ πνεύματος ἀπεφήνατο· δι’ οὗ καὶ τῶν κτισμάτων αὖθις δῆλός ἐστι ταύτας διαστείλας· ἐνυπόστατα γὰρ τὰ ἐκ τοῦ πνεύματος ὡς κτίσματα, πεποιωμένας γὰρ οὐσίας ὁ θεὸς ἐδημιούργησεν.

Ἡ ἀποφατικὴ θεολογία οὐκ ἐναντιοῦται, οὐδὲ ἀναιρεῖ τὴν καταφατικήν, ἀλλὰ δείκνυσι τὰ καταφατικῶς ἐπὶ θεοῦ λεγόμενα, ἀληθῆ μὲν εἶναι καὶ εὐσεβῶς λέγεσθαι, οὐ καθ’ ἡμᾶς δὲ ταῦτ’ ἔχειν τὸν θεόν. οἷον ἔχει ὁ θεὸς τὴν γνῶσιν τῶν ὄντων, ἔχομεν καὶ ἡμεῖς ἔστιν ὧν, ἀλλ’ ἡμεῖς μὲν ὡς ὄντων καὶ γενομένων, ὁ δὲ θεὸς οὐχ ὡς ὄντων ἢ γενομένων, ἐγίνωσκε γὰρ ταῦτ’ οὐδὲν ἧττον καὶ πρὶν γενέσεως αὐτῶν. ὁ γοῦν εἰπὼν περὶ θεοῦ, ὅτι οὐ γινώσκει τὰ ὄντα ᾗ ὄντα, οὐκ ἐναντιοῦται τῷ λέγοντι ὅτι γινώσκει ὁ θεὸς τὰ ὄντα καὶ ὄντα γινώσκει αὐτά. ἔστι δὲ καταφατικὴ θεολογία, δύναμιν ἀποφατικῆς ἔχουσα θεολογίας· ὡς ὅταν εἴπῃ τις, πᾶσα γνῶσις κατά τινος ὑποκειμένου λέγεται, δηλονότι τοῦ γινωσκομένου· ἡ δὲ τοῦ θεοῦ γνῶσις κατ’ οὐδενὸς ὑποκειμένου λέγεται· αὐτὸ γὰρ ἐκεῖνό φησιν, ὡς ὁ θεὸς οὐ γινώσκει τὰ ὄντα ᾗ ὄντα, καὶ τὴν τῶν ὄντων γνῶσιν οὐκ ἔχει, ὡς ἡμεῖς δηλονότι· τοῦτον γὰρ τὸν τρόπον καὶ τὸ μὴ εἶναι τὸν θεὸν καθ’ ὑπεροχὴν λέγεται. ὁ δὲ τοῦτο λέγων εἰς τὸ δεῖξαι μὴ καλῶς λέγειν τοὺς λέγοντας εἶναι τὸν θεόν, φανερός ἐστι μὴ καθ’ ὑπεροχὴν χρώμενος τῇ ἀποφατικῇ θεολογίᾳ, ἀλλὰ κατ’ ἔλλειψιν, ὡς μηδαμῇ μηδαμῶς ὄντος τοῦ θεοῦ. τοῦτο δὲ ἀσεβείας ἐστὶν ὑπερβολή, ὃ φεῦ πάσχουσιν οἱ διὰ τῆς ἀποφατικῆς θεολογίας ἐπιχειροῦντες ἀναιρεῖν ὡς ἔχει ὁ θεὸς καὶ οὐσίαν καὶ ἐνέργειαν ἄκτιστον.

ἡμεῖς δ’ ὡς μὴ ὑπ’ ἀλλήλων ἀναιρουμένας ἀμφοτέρας στέργομεν, βεβαιούμενοι μᾶλλον ὑφ’ ἑκατέρας εἰς τὴν εὐσεβῆ διάνοιαν.

Τὰς τῶν Βαρλααμιτῶν ἐρεσχελίας πάσας τελέως καθελεῖν καὶ πλατὺν λῆρον ἀποδεῖξαι, ἀποχρῶν εἶναι νομίζω καὶ βραχὺ ῥῆμα πατρικόν· ἄναρχον, γάρ φησι, καὶ ἀρχὴ καὶ τὸ μετὰ τῆς ἀρχῆς εἷς θεός· ἀλλ’ οὐχ ἡ ἀρχή, τῷ ἀρχὴ εἶναι, τοῦ ἀνάρχου διείργεται, οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχή, ὥσπερ οὐδ’ ἐκείνῳ τὸ ἄναρχον· περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις. τί οὖν; ὅτι μὴ φύσις, ἀλλὰ περὶ τὴν φύσιν ἡ ἀρχὴ καὶ τὸ ἄναρχον, κτιστὰ ταῦτ’ ἐρεῖ τις, εἰ μὴ μαίνοιτο; τούτων δὲ ἀκτίστων ὄντων καὶ τῇ φύσει τοῦ θεοῦ προσόντων, σύνθετος παρὰ τοῦτο ὁ θεός; οὐδαμῶς· οὐ γὰρ εἰ διενήνοχε τῆς θείας φύσεως. ἀλλ’ εἰ φύσις μᾶλλον εἴη τὰ φυσικῶς προσόντα τῷ θεῷ, σύνθετον εἶναι τὸ θεῖον, πρὸς τοῖς ἄλλοις πατράσι καὶ ὁ μέγας διὰ πολλῶν διδάσκει Κύριλλος. σὺ δέ μοι δίελθε τὰ τοῦ μεγάλου Βασιλείου καὶ τὰ τοῦ ἀδελφοῦ καὶ ἀδελφὰ φρονοῦντος τούτῳ πρὸς Εὐνόμιον, ἐκεῖ γὰρ εὑρήσεις ἐναργῶς Εὐνομίῳ συνᾴδοντας τοὺς κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον καὶ τῶν πρὸς αὐτοὺς ἀντιρρήσεων ἕξεις διαρκῶς.

Διὰ τοὺς Εὐνομιανοὺς δοκοῦντας μὴ τὴν αὐτὴν πατρὸς εἶναι καὶ υἱοῦ οὐσίαν, ἐπειδὴ πᾶν τὸ περὶ θεοῦ λεγόμενον κατ’ οὐσίαν λέγεσθαι οἴονται, καὶ φιλονεικοῦσιν ὡς ἐπεὶ τὸ γεννᾶν καὶ γεννᾶσθαι διαφορά ἐστι, διὰ τοῦτο καὶ οὐσίας διαφόρους εἶναι· καὶ διὰ τοὺς Ἀκινδυνιανοὺς δοκοῦντας μὴ τὸν αὐτὸν θεὸν εἶναι τὸν ἔχοντα καὶ τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, ἐπειδὴ πᾶν τὸ περὶ θεοῦ λεγόμενον οὐσίαν εἶναι οἴονται, καὶ φιλονεικοῦσιν ὡς εἰ διαφορά τίς ἐστιν οὐσίας καὶ ἐνεργείας θείας, πολλοὺς καὶ διαφόρους εἶναι καὶ θεούς· δείκνυται μὴ πᾶν τὸ περὶ θεοῦ λεγόμενον κατ’ οὐσίαν λέγεσθαι, ἀλλὰ λέγεσθαι καὶ ἀναφορικῶς, τουτέστι πρός τι, ὅπερ αὐτὸς οὐκ ἔστιν· ὥσπερ ὁ πατὴρ λέγεται πρὸς τὸν υἱόν, οὐ γάρ ἐστι πατὴρ ὁ υἱός· καὶ κύριος πρὸς τὴν δουλεύουσαν κτίσιν, κυριεύει γὰρ ὁ θεὸς τῶν ἐν χρόνῳ καὶ ἐν αἰῶνι καὶ αὐτῶν τῶν αἰώνων· τὸ δὲ κυριεύειν ἄκτιστός ἐστιν ἐνέργεια θεοῦ, διαφέρουσα τῆς οὐσίας, ὡς πρὸς ἕτερόν τι λεγομένη, ὅπερ αὐτὸς οὐκ ἔστιν.

Οἱ Εὐνομιανοὶ πᾶν ὅπερ ἐπὶ θεοῦ λέγεται οὐσίαν εἶναι λέγουσιν, ἵνα τὴν ἀγεννησίαν οὐσίαν εἶναι δογματίσωσι καὶ τὸν υἱὸν ἐντεῦθεν, ὡς τοῦ πατρὸς διαφέροντα, εἰς κτίσμα, τό γε εἰς αὐτοὺς ἧκον, κατασπάσωσι· καὶ ἡ πρόφασις αὐτοῖς, ἵνα, φασί, μὴ δύο γένοιντο θεοί, ὅ τε πρῶτος ὡς ἀγέννητος καὶ ὁ δευτερεύων τούτου ὡς γεννητὸς ὑπάρχων. κατὰ μίμησιν τούτων καὶ οἱ Ἀκινδυνιανοὶ πᾶν ὅπερ ἐπὶ θεοῦ λέγεται οὐσίαν εἶναι λέγουσιν, ἵνα τὴν μὴ χωριζομένην, διαφέρουσαν δὲ τῆς οὐσίας τοῦ θεοῦ ἐνέργειαν, ὡς ἐξ ἐκείνης οὖσαν, μετεχομένην μέντοι παρὰ τῶν ποιημάτων (πάντα, γάρ φησι, μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης), δυσσεβῶς εἰς κτίσμα κατασπάσωσι· καὶ ἡ πρόφασις αὐτοῖς, ἵνα, φασί, μὴ δύο γένοιντο θεότητες, ἥ τε ὑπὲρ ἐπωνυμίαν καὶ αἰτίαν καὶ μέθεξιν τρισυπόστατος οὐσία καὶ ἡ ἐξ αὐτῆς προερχομένη, μετεχομένη δὲ καὶ ὀνομαζομένη, τοῦ θεοῦ ἐνέργεια. καὶ γὰρ οὐ συνορῶσιν, ὅτι καθάπερ ὁ θεὸς καὶ πατήρ, πατὴρ λέγεται πρὸς τὸν ἴδιον υἱὸν καὶ ἀκτίστως ἔχει τὸ πατὴρ εἶναι, εἰ καὶ μὴ οὐσίαν σημαίνει τὸ πατήρ, οὕτω καὶ τὴν ἐνέργειαν ἀκτίστως ἔχει ὁ θεός, εἰ καὶ διαφέρει τῆς οὐσίας ἡ ἐνέργεια. καὶ ὅτε μίαν θεότητά φαμεν, πάντα ὅσα ἐστὶν ὁ θεός φαμεν, καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν. ἐκεῖνοι τοιγαροῦν εἰσιν οἱ διχοτομοῦντες δυσσεβῶς τὴν μίαν τοῦ θεοῦ θεότητα εἰς κτιστὰ καὶ ἄκτιστα.

Συμβεβηκός ἐστι τὸ γινόμενον καὶ ἀπογινόμενον, ἀφ’ οὗ καὶ τὰ ἀχώριστα συμβεβηκότα συνορῶμεν. ἔστι δέ πως συμβεβηκὸς καὶ τὸ φυσικῶς προσόν, ὡς αὐξόμενόν τε καὶ μειούμενον, καθάπερ ἐν τῇ λογικῇ ψυχῇ ἡ γνῶσις. ἀλλ’ οὐδὲν τοιοῦτον ἐν τῷ θεῷ, ὅτι δὴ παντάπασιν ἀμετάβλητος μένει, δι’ ἣν αἰτίαν οὐδὲν αὐτῷ κατὰ συμβεβηκὸς λέγοιτ’ ἄν. οὐ μὴν πᾶν ὅπερ ἐπὶ θεοῦ λέγεται οὐσίαν σημαίνει, λέγεται γὰρ καὶ τὸ πρός τι, ὅπερ ἀναφορικόν ἐστι καὶ ἀναφορᾶς πρὸς ἕτερον, ἀλλ’ οὐκ οὐσίας ἐστὶ δηλωτικόν. τοιοῦτόν ἐστι καὶ ἡ θεία ἐνέργεια ἐπὶ θεοῦ, οὔτε γὰρ οὐσία ἐστὶν οὔτε συμβεβηκός, εἰ καὶ συμβεβηκός πώς ἐστι παρ’ ὧν καλεῖται θεολόγων, δεικνύντων τοῦτο μόνον, ὅτι ἐστὶν ἐν τῷ θεῷ καὶ οὐσία οὐκ ἔστιν.

Ὅτι ἡ θεία ἐνέργεια, εἰ καὶ συμβεβηκός ἐστιν ὅπως λέγεται, ἀλλ’ ἐνθεωρεῖται τῷ θεῷ καὶ σύνθεσιν οὐκ ἐμποιεῖ, καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, γράφων περὶ τοῦ ἁγίου πνεύματος, ἡμᾶς διδάσκει. τὸ πνεῦμα, γάρ φησι, τὸ ἅγιον ἢ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων ἐστὶν ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων· ὧν τὸ μὲν οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ συμβεβηκός. εἰ γοῦν συμβέβηκεν, ἐνέργεια τοῦτ’ ἂν εἴη θεοῦ. τί γὰρ ἕτερον, ἢ τίνος; τοῦτο γάρ πως καὶ φεύγει σύνθεσιν. τοῦτο λέγων φανερῶς, ὡς εἰ τῶν ἐν τῷ θεῷ θεωρουμένων ἐστί, διὸ καὶ οὐκ οὐσία, ἀλλὰ συμβεβηκός ἐστι καὶ πνεῦμα ὀνομάζεται, οὐδὲν ἕτερον εἶναι δυνατὸν εἰ μὴ ἐνέργειαν θεοῦ. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· τί γὰρ ἕτερον, ἢ τίνος; προσκατασκευάζων δέ, πῶς οὐδὲν ἕτερον, οὐ ποιότητα, οὐ ποσότητα ἤ τι τῶν τοιούτων ἐνθεωρεῖσθαι τῷ θεῷ δυνατόν, ἀλλ’ ἐνέργειαν μόνην, ἐπιφέρει· τοῦτο γάρ πως καὶ φεύγει σύνθεσιν. πῶς δὲ ἡ ἐνέργεια ἐνθεωρουμένη τῷ θεῷ φεύγει τὴν σύνθεσιν; ἐπειδὴ μόνος ἀπαθεστάτην ἔχει τὴν ἐνέργειαν, ἐνεργῶν μόνον, ἀλλ’ οὐχὶ καὶ πάσχων κατ’ αὐτήν, οὐδὲ γινόμενος οὐδὲ ἀλλοιούμενος.

Ὅτι δὲ καὶ ἄκτιστον οὖσαν οἶδε ταύτην τὴν ἐνέργειαν ὁ θεολόγος, ἀνωτέρω μικρὸν αὐτὸς ἔδειξε, πρὸς τὸ κτίσμα ταύτην ἀντιδιαστείλας. τῶν καθ’ ἡμᾶς, γάρ φησι, σοφῶν οἱ μὲν ἐνέργειαν τὸ πνεῦμα ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν. θεὸν μὲν οὖν ἐνταῦθα τὴν ὑπόστασιν αὐτὴν λέγει· πρὸς δὲ τὸ κτίσμα ἀντιδιῃρημένην δείξας τὴν ἐνέργειαν, μὴ εἶναι κτίσμα σαφῶς ὑπέδειξεν. ἀλλὰ καὶ μικρὸν προϊών, κίνησιν θεοῦ ταύτην εἶπεν εἶναι τὴν ἐνέργειαν. πῶς οὖν οὐκ ἄκτιστος ἡ τοῦ θεοῦ κίνησις; περὶ ἧς καὶ Δαμασκηνὸς ὁ θεοφόρος ἐν πεντηκοστῷ ἐνάτῳ κεφαλαίῳ γράφων· ἐνέργεια μέν ἐστι, φησίν, ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις.

Οἱ Ἀκινδυνιανοὶ ἐκ τοῦ τὸν θεολόγον ἐνταῦθα φάναι, εἰ δὲ ἐνέργεια, ἐνεργηθήσεται καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται, κτιστὴν ἐντεῦθεν ὑπενόησαν καὶ ἀπεφήναντο τὴν θείαν ταύτην ἐνέργειαν. ἠγνόησαν γὰρ ὅτι τὸ ἐνεργεῖσθαι καὶ ἐπὶ τῶν ἀκτίστων λέγεται, ὡς καὶ ὁ θεολόγος οὗτος δείκνυσιν ἀλλαχοῦ γράφων· εἰ δὲ ἐνεργείας ὄνομα ὁ πατήρ, τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον. φησὶ δὲ καὶ ὁ Δαμασκηνὸς θεοφόρος, ἐν δεξιᾷ τοῦ πατρὸς ὁ Χριστὸς ἐκάθισε, θεϊκῶς ἐνεργῶν τὴν τῶν ὅλων πρόνοιαν· ἀλλ’ οὐδὲ τὸ κατέπαυσε τῷ ἀκτίστῳ τῆς ἐνεργείας προσίσταται. κατὰ γὰρ τὸ δημιουργεῖν ἄρχεται ὁ θεὸς καὶ παύεται, ὡς καὶ ὁ Μωϋσῆς φησιν, ὅτι κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιῆσαι. τὸ μέντοι δημιουργεῖν τοῦτο, καθ’ ὃ ἄρχεται ὁ θεὸς καὶ παύεται, φυσικὴ καὶ ἄκτιστός ἐστιν ἐνέργεια θεοῦ.

Ὁ θεῖος αὖθις Δαμασκηνός, μετὰ τὸ εἰπεῖν ὅτι ἐνέργειά ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις, θέλων δεῖξαι ὡς τὴν τοιαύτην ἐνέργειαν ὁ θεολόγος εἶπεν ἐνεργεῖσθαί τε καὶ παύεσθαι, προσεπήνεγκεν· ἰστέον, ὡς ἡ ἐνέργεια κίνησις ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθῶς φησιν ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου πνεύματος λόγῳ· «εἰ δὲ ἐνέργειά ἐστιν, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται.» φανερὸν οὖν ὡς οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου φρονοῦντες, κτιστὴν εἶναι δογματίζοντες, ἣν ἐνταῦθα Γρηγόριος ὁ θεολόγος εἴρηκεν ἐνέργειαν, αὐτὴν τὴν φυσικὴν καὶ οὐσιώδη τοῦ θεοῦ ἐνέργειαν, φρενοβλαβῶς εἰς κτίσμα κατασπῶσιν· ἣν ὁ ἱερὸς Δαμασκηνός, μὴ ἐνεργουμένην μόνον, ἀλλὰ καὶ ἐνεργοῦσαν ὑποφήνας, ἄκτιστον ὑπάρχουσαν παρέστησεν· ὅπως γε μὴν οὐ διαφωνεῖ κατὰ τοῦτο πρὸς τὸν τῆς θεολογίας ἐπώνυμον, ἐν τοῖς διὰ πλάτους μοι λόγοις ἀποδέδεικται.

Τὰ ὑποστατικὰ ἰδιώματα ἀναφορικῶς κἀν τῷ θεῷ πρὸς ἄλληλα λέγεται, καὶ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις, ἀλλ’ οὐ κατ’ οὐσίαν. ἔστι δ’ ὡς καὶ πρὸς τὴν κτίσιν ἀναφορικῶς ὁ θεὸς λέγεται. οὐ γὰρ ὥσπερ λέγεται προαιώνιος, προάναρχος, μέγας, ἀγαθός, ὁ θεὸς ἡ παναγία τριάς, οὕτω δύναται λέγεσθαι καὶ πατήρ· οὐ γὰρ ἑκάστη τῶν ὑποστάσεων, ἀλλὰ μία τῶν τριῶν ὑπάρχει ὁ πατήρ, ἐξ οὗ καὶ εἰς ὃν ἀνάγεται τὰ ἑξῆς. πρὸς μέντοι τὴν κτίσιν, διὰ τὸ ἓν ἔργον εἶναι τῶν τριῶν, ἐκ μηδαμῇ μηδαμῶς ὄντος προαχθέν, καὶ διὰ τὴν τῶν υἱῶν ὑπὸ τῆς χορηγουμένης κοινῆς τῶν τριῶν χάριτος εἰσποίησιν, πατὴρ λέγοιτ’ ἂν καὶ ἡ τριάς, τὸ γὰρ κύριος ὁ θεός σου κύριος εἷς ἐστι, καὶ τὸ πατὴρ ἡμῶν εἷς ὁ ἐν τοῖς οὐρανοῖς. ἕνα κύριον καὶ θεὸν ἡμῶν τὴν ἁγίαν τριάδα φησί, καὶ δὴ καὶ πατέρα ἡμῶν διὰ τῆς αὐτοῦ χάριτος ἡμᾶς ἀναγεννῶντα. λέγεται δὲ ἀναφορικῶς καθάπερ ἔφημεν καὶ ὁ πατὴρ μόνος πρὸς τὸν ὁμοούσιον υἱὸν πατήρ· ὁ αὐτὸς δὲ λέγεται καὶ ἀρχὴ πρὸς τὸν υἱόν τε καὶ τὸ πνεῦμα· λέγεται δὲ καὶ πρὸς τὴν κτίσιν ὁ πατὴρ ἀρχή, ἀλλ’ ὡς κτίστης καὶ δεσπότης τῶν κτισμάτων πάντων. ὅταν οὖν ταῦτα πρὸς τὴν κτίσιν ὁ πατὴρ λέγηται, ἀρχή ἐστι καὶ ὁ υἱός, καὶ οὐκ εἰσὶ δύο ἀρχαί, ἀλλὰ μία· καὶ γὰρ ἀναφορικῶς λέγεται καὶ ὁ υἱὸς ἀρχή, ὡς πρὸς τὴν κτίσιν, ὥσπερ καὶ δεσπότης πρὸς τὰ δοῦλα.

οὐκοῦν ὁ πατὴρ καὶ ὁ υἱὸς μετὰ τοῦ πνεύματος, ὡς πρὸς τὴν κτίσιν μία ἀρχή ἐστι καὶ εἷς δεσπότης καὶ εἷς κτίστης καὶ εἷς θεός τε καὶ πατὴρ καὶ προμηθεὺς καὶ ἔφορος καὶ τἄλλα πάντα· καὶ τῶν τοιούτων ἕκαστον οὐκ ἔστιν οὐσία, οὐ γὰρ ἂν πρὸς ἕτερον ἀναφορικῶς ἐλέγετο, εἴπερ ἦν αὐτοῦ οὐσία.

Θέσεις καὶ ἕξεις καὶ τόποι καὶ χρόνοι καὶ εἴ τι τοιοῦτον οὐ κυρίως ἐπὶ τοῦ θεοῦ λέγονται, ἀλλὰ μεταφορικῶς. τὸ δὲ ποιεῖν καὶ ἐνεργεῖν ἐπὶ μόνου τοῦ θεοῦ ἀληθέστατα ἂν λέγοιτο. μόνος γὰρ ὁ θεὸς ποιεῖ, αὐτὸς δὲ οὐ γίνεται οὐδὲ πάσχει, ὅσον εἰς τὴν αὐτοῦ οὐσίαν ἀνήκει, καὶ μόνος διὰ πάντων ἕκαστον ποιεῖ, καὶ μόνος ἐκ μηδαμῇ μηδαμῶς ὄντων ποιεῖ, παντοδύναμον ἔχων τὴν ἐνέργειαν, καθ’ ἣν καὶ πρὸς τὴν κτίσιν ἀναφορικῶς λέγεται καὶ τὸ δυνάμει ἔχει. δύναται γὰρ αὐτὸς εἰς τὴν ἑαυτοῦ φύσιν τι παθεῖν οὐδὲν οὐδαμῇ· δύναται δὲ προσθεῖναι τοῖς ποιήμασιν, εἰ βούλοιτο. τὸ μὲν γὰρ δυνάμει παθεῖν, ἔχειν καὶ προσλαβεῖν τι κατ’ οὐσίαν, ἀσθενείας ἐστί· τὸ δὲ δυνάμει ποιεῖν, ἔχειν καὶ προστιθέναι τοῖς ποιήμασιν, ὁπότε βούλοιτο, θεοπρεποῦς τε καὶ παντοκρατορικῆς ἰσχύος.

Πάντων τῶν ὄντων εἰς δέκα συγκεφαλαιουμένων, οὐσίαν, λέγω, ποσόν, ποιόν, πρός τι, ποῦ, ποτέ, ποιεῖν, πάσχειν, ἔχειν, κεῖσθαι, καὶ τῶν ἐφεξῆς τῇ οὐσίᾳ ἐνθεωρουμένων, ὁ θεὸς οὐσία ὑπερούσιός ἐστιν, ᾗ ἐνθεωρεῖται μόνα τὸ πρός τί τε καὶ τὸ ποιεῖν, οὐδεμίαν ἐμποιοῦντα ταύτῃ σύνθεσιν ἢ ἀλλοίωσιν· ποιεῖ γὰρ τὰ πάντα ὁ θεός, μηδὲν αὐτὸς πάσχων κατ’ οὐσίαν. ἔστι δὲ καὶ κτίστης πρὸς τὴν κτίσιν καὶ ἀρχὴ καὶ δεσπότης, αὐτῆς ἠργμένης καὶ αὐτῆς δουλευούσης. ἀλλὰ καὶ πατὴρ ἡμῶν ἐστιν, ἀναγεννῶν ἡμᾶς τῇ χάριτι. ἔστι δὲ καὶ πατὴρ πρὸς τὸν μηδαμῶς ἠργμένον χρονικῶς υἱόν, καὶ υἱὸς πρὸς τὸν πατέρα, καὶ πρόβλημα πατρὸς τὸ πνεῦμα, συναΐδιον πατρί τε καὶ υἱῷ, μιᾶς ὄντα καὶ τῆς αὐτῆς οὐσίας. οἱ δὲ λέγοντες οὐσίαν εἶναι μόνον τὸν θεόν, μηδὲν ἔχουσαν ἐνθεωρούμενον, οὐδὲ τὸ ποιεῖν καὶ ἐνεργεῖν, οὐδὲ τὸ πρός τι ἔχειν τὸν θεὸν κατασκευάζουσιν. εἰ δὲ μὴ ταῦτα ἔχει ὃν αὐτοὶ νομίζουσι θεόν, οὐδὲ ἐνεργός ἐστιν, οὐδὲ δημιουργός, οὐδὲ ἐνέργειαν ἔχει· ἀλλ’ οὐδὲ ἀρχὴ καὶ κτίστης καὶ δεσπότης, οὐδὲ πατὴρ ἡμῶν ἐστι κατὰ χάριν. πῶς γὰρ ἂν εἴη ταῦτα, μὴ ἐνθεωρούμενα τῇ καθ’ ἑαυτὸν οὐσίᾳ ἔχων τὸ πρός τί τε καὶ τὸ ποιεῖν; συναναιρεῖται δὲ καὶ τὸ τρισυπόστατον τῆς θεότητος, εἰ μὴ τῇ τοῦ θεοῦ οὐσίᾳ ἐνθεωρούμενόν ἐστι τὸ πρός τι. ὁ δὲ μὴ τρισυπόστατος, μηδὲ τοῦ παντὸς δεσπότης, οὐδὲ θεός.

ἄθεοι τοιγαροῦν εἰσιν οἱ οὕτω κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον φρονοῦντες.