Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Κοσμολογία, γνωσιολογία και η δημιουργία του αισθητού κόσμου

Εξέταση της φυσικής δημιουργίας, του ουρανού και της γης, απόρριψη της πλατωνικής κοσμικής ψυχής, ανάλυση της παραγωγής των λογισμών και υπεροχή της πνευματικής επιγνώσεως έναντι της θύραθεν σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 8

[Τοῦ αὐτοῦ μακαριωτάτου ἀρχιεπισκόπου Θεσσαλονίκης Γρηγορίου] Κεφάλαια ἑκατὸν πεντήκοντα φυσικὰ καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικὰ καὶ καθαρτικὰ τῆς Βαρλααμίτιδος λύμης Ἦρχθαι τὸν κόσμον καὶ ἡ φύσις διδάσκει καὶ ἡ ἱστορία πιστοῦται, καὶ τῶν τεχνῶν αἱ εὑρέσεις καὶ τῶν νόμων αἱ θέσεις καὶ τῶν πολιτειῶν αἱ χρήσεις ἐναργῶς παριστᾶσι· σχεδὸν γὰρ τεχνῶν ἁπασῶν ἴσμεν τοὺς εὑρετὰς καὶ τοὺς νομοθέτας τῶν νόμων καὶ τοὺς τὴν ἀρχὴν κεχρημένους ταῖς πολιτείαις. ἔτι γε μὴν καὶ τῶν συγγραψαμένων περὶ ὁτουδήποτε τὴν ἀρχὴν ἁπάντων, καὶ οὐδένα τούτων ὁρῶμεν ὑπερβαίνοντα τὴν τοῦ κόσμου καὶ τοῦ χρόνου γένεσιν, ἣν ἱστόρησεν ὁ Μωϋσῆς. καὶ αὐτὸς δὲ Μωϋσῆς, ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως συγγραψάμενος, διὰ τοσούτων ἔργων καὶ λόγων ἐξαισίων ἀναντιρρήτους παρέσχετο πίστεις τῆς καθ’ ἑαυτὸν ἀληθείας, ὡς σχεδὸν ἅπαν γένος ἀνθρώπων καταπειθὲς ἐξειργάσθαι καὶ καταγελᾶν ἀναπεῖσαι τῶν τἀναντία σοφισαμένων. ἐπεὶ καὶ ἡ τοῦ κόσμου τούτου φύσις ἀεὶ προσφάτου τῆς καθ’ ἕκαστον ἀρχῆς δεομένη καὶ χωρὶς αὐτῆς μηδαμῇ συνίστασθαι δυναμένη, τὴν πρώτην ἑαυτῆς, ἥτις οὐκ ἐξ ἄλλης ἦν, ἀρχήν, δι’ αὐτῶν παρίστησι τῶν πραγμάτων.

Οὐκ ἦρχθαι μόνον, ἀλλὰ καὶ τέλος ἕξειν τὸν κόσμον ἡ μὲν φύσις αὐτοῦ τῶν ἐνδεχομένων εἶναι παρίστησιν, οἱονεὶ κατὰ μέρη διηνεκῶς τελευτῶσα· βεβαίαν δὲ καὶ ἀναντίρρητον παρέχει τὴν πίστιν ἡ προφητεία τῶν τε ἄλλων ἐνθέων καὶ Χριστοῦ τοῦ ἐπὶ πάντων θεοῦ, οἷς πιστεύειν ὡς ἀληθέσιν οὐ τοῖς εὐσεβέσι μόνον, ἀλλὰ καὶ τοῖς ἀσεβέσιν ἀνάγκη, κἀπὶ τῶν ἄλλων ὧν οὗτοι προεῖπον ἁπάντων ἀληθεύοντας αὐτοὺς ὁρῶσιν. ἔστι δὲ μαθεῖν παρ’ αὐτῶν, ὡς οὐχὶ πρὸς τὸ μὴ ὂν ὁ κόσμος οὗτος ἅπας χωρήσει παντάπασιν, ἀλλ’ ὡς καὶ τὰ ἡμέτερα σώματα μετασκευασθήσεται πρὸς τὸ θειότερον, λυθείς τε καὶ μεταστοιχειωθείς, ὡς ἀνάλογος ἡμῖν εἴη, τῇ δυνάμει τοῦ θείου πνεύματος.

Τὸν οὐρανόν φασιν οἱ τῶν Ἑλλήνων σοφοὶ στρέφεσθαι τῇ φύσει τῆς κοσμικῆς ψυχῆς καὶ τὸ δίκαιον καὶ τὸν λόγον διδάσκειν. ποῖον δίκαιον; τίνα λόγον; εἰ γὰρ μὴ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ φύσει τῆς κοσμικῆς, ἥν φασι ψυχήν, ὁ οὐρανὸς στρέφεται, τοῦ κόσμου δὲ παντός ἐστιν ἡ κοσμικὴ ψυχή, πῶς οὐχὶ στρέφεται καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ; καίτοι κατ’ αὐτοὺς ἀεικινήτου τῆς ψυχῆς οὔσης, ἀλλὰ τῇ οἰκείᾳ φύσει ἡ γῆ τε ἵσταται καὶ τὸ ὕδωρ τὴν κάτω χώραν λαβόν, οὕτω καὶ ὁ οὐρανὸς τῇ ἑαυτοῦ φύσει ἀεὶ κινεῖται καὶ κύκλῳ κινεῖται, τὴν ἄνω κατέχων χώραν. ποία δέ τίς ἐστι καὶ ἡ κοσμικὴ ψυχή, ἧς τῇ φύσει ὁ οὐρανὸς κινεῖται; ἆρα λογική; οὐκοῦν αὐθαίρετος ἂν εἴη καὶ οὐκ ἂν τὰς αὐτὰς ἀεὶ κινήσεις ἐκίνει τὸ οὐράνιον σῶμα· τὰ γὰρ αὐθαίρετα ἄλλοτε ἄλλως κινεῖται. τί δὲ καὶ ἴχνος λογικῆς ψυχῆς ὁρῶμεν ἐπὶ τῆς κατωτάτω ταύτης σφαίρας, τῆς γῆς πάλιν λέγω, ἢ τῶν ἐγγυτάτω περὶ αὐτήν, ὕδατός τε καὶ ἀέρος, ἢ καὶ τοῦ πυρὸς αὐτοῦ, καὶ τούτων γάρ ἐστιν ἡ κοσμικὴ ψυχή; πῶς δὲ αὖθις καὶ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, καὶ τοῦτο κατ’ αὐτούς; καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλὰ λίθος ἅπας, μέταλλον ἅπαν, χοῦς ἅπας, ὕδωρ, ἀήρ, πῦρ· καὶ τὸ πῦρ γὰρ οἱ αὐτοὶ τῇ ἑαυτοῦ φύσει φασὶ κινεῖσθαι, ἀλλ’ οὐ τῇ ψυχῇ. κοινῆς οὖν οὔσης τῆς ψυχῆς, πῶς ὁ οὐρανὸς μόνος τῇ φύσει ταύτης, ἀλλ’ οὐχὶ τῇ ἑαυτοῦ κινεῖται;

ἀλλ’ οὐκ ἔστι λογικὴ ἡ κατ’ αὐτοὺς κινοῦσα τὸ οὐράνιον σῶμα ψυχή, καὶ πῶς, εἴπερ πηγή ἐστιν αὕτη κατ’ αὐτοὺς τῶν ἡμετέρων ψυχῶν; ὅμως εἰ μὴ λογική, αἰσθητικὴ ἢ φυτικὴ ἂν εἴη. ἀλλ’ οὐδεμίαν τούτων ὁρῶμεν σῶμα κινοῦσαν χωρὶς ὀργάνων· ὀργανικὸν δὲ μέλος οὐδὲν ὁρῶμεν, οὔτε γῆς, οὔτε οὐρανοῦ, οὔτε τινὸς ἄλλου τῶν ἐν αὐτοῖς στοιχείων· ἐπεὶ καὶ πᾶν ὄργανον ἐκ διαφόρων ἐστὶ συντεθειμένον φύσεων, τῶν δὲ στοιχείων ἕκαστον φύσεως ἁπλῆς ἐστι καὶ μάλιστα ὁ οὐρανός. ἡ γοῦν ψυχὴ ἐντελέχεια σώματός ἐστιν ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· ὁ δὲ οὐρανός, μηδὲν ὀργανικὸν μέλος ἢ μέρος ἔχων, οὐδὲ δύναται ζῇν· πῶς οὖν ἂν ὅλως ἔχοι ψυχήν, ὃ ζῇν ἀδυνάτως ἔχει; ἀλλ’ οἱ ματαιωθέντες ἐν τοῖς διαλογισμοῖς αὐτῶν, ἐξ ἀσυνέτου καρδίας ψυχὴν ἀνέπλασαν, τὴν μήτε οὖσαν, μήθ’ ὑπάρξασαν, μήτε ἐσομένην. καὶ ταύτην, τοῦ μὲν αἰσθητοῦ παντὸς κόσμου δημιουργὸν καὶ κυβερνήτην καὶ προνοητήν, τῶν δὲ ἡμετέρων ψυχῶν, μᾶλλον δὲ πασῶν, οἷόν τινα ῥίζαν καὶ πηγήν, ἀνεῖπον, αὐτὴν ἔχουσαν τὴν γένεσιν ἐκ νοῦ· ὃν δήποτε ἐκεῖνον νοῦν ἄλλον τὴν οὐσίαν εἶναι λέγουσι παρὰ τὸν ἄκρον, ὅν φασιν αὐτοὶ θεόν. καὶ ταῦτα τοιαῦτα ὄντα δογματίζουσιν οἱ τὴν σοφίαν καὶ τὴν θεολογίαν ἄκροι κατ’ αὐτούς· τῶν κνώδαλα καὶ λίθους θεοποιούντων οὐδὲν ἄμεινον, μᾶλλον δὲ καὶ πολλῷ χεῖρον περὶ τὸ σέβας διακείμενοι.

κνώδαλα γὰρ καὶ χρυσὸς καὶ λίθος καὶ χαλκὸς ἔστι τι, κἂν τῶν ἐν τοῖς κτιστοῖς ἐσχάτων· κοσμικὴ δὲ ψυχὴ καὶ ἀστροφόρος, οὔτε ἔστιν, οὔτε τί ἐστι, μηδαμῇ οὖσα μηδαμῶς, ὅτι μὴ ἀνάπλασμα διανοίας κακοδαίμονος.

Ἐπειδή, φασίν, ἀνάγκη κινεῖσθαι τὸ οὐράνιον σῶμα, περαιτέρω δὲ τόπος οὐδεὶς εἰς ὃν ἂν προΐοι, ἐπαναστρέφει πρὸς ἑαυτὸ καὶ τὸ προϊέναι τούτου στρέφεσθαί ἐστιν. εὖγε. εἰ οὖν εἶχε τόπον, ἄνω ἂν ἐφέρετο, καθάπερ καὶ τὸ πῦρ, καὶ αὐτοῦ δὲ μᾶλλον τοῦ πυρός, ἐπεὶ καὶ κοῦφον τὴν φύσιν τοῦ πυρὸς μᾶλλον. αὕτη δὲ οὐ φύσεως ψυχῆς ἡ κίνησις, ἀλλὰ φύσεως κουφότητος. εἰ οὖν τὸ προϊέναι τοῦ οὐρανοῦ στρέφεσθαί ἐστι, τὸ δὲ τῇ ἑαυτοῦ φύσει ἔχει, ἀλλ’ οὐ τῇ τῆς ψυχῆς, στρέφεται ἄρα τὸ οὐράνιον σῶμα οὐ τῇ φύσει τῆς ψυχῆς, ἀλλὰ τῇ ἑαυτοῦ. οὐκοῦν οὐδὲ ψυχὴν ἔχει, οὐδ’ ἔστι τις οὐράνιος ἢ παγκόσμιος ψυχή· ἀλλὰ μόνη λογικὴ ψυχή ἐστιν ἡ ἀνθρωπίνη, οὐκ οὐράνιος ἀλλ’ ὑπερουράνιος, οὐ τόπῳ ἀλλὰ τῇ ἑαυτῆς φύσει, ἅτε νοερὰ ὑπάρχουσα οὐσία.

Καὶ τὸ προϊέναι δὲ καὶ πρὸς τὸ ἄνω ἐπεκτείνεσθαι τὸ οὐράνιον οὐκ ἔχει σῶμα. οὐχ ὅτι περαιτέρω τόπος οὐκ ἔστι, καὶ ἡ μετὰ τοῦτο γὰρ σφαῖρα τοῦ αἰθέρος ἐμπεριειλημμένη τούτῳ οὐ πρόεισιν ἐπὶ τὸ ἄνω. οὐχ ὅτι τόπος οὐδεὶς εἰς ὃν ἂν προΐοι, περικέχυται γὰρ ταύτῃ τὸ οὐράνιον πλάτος. οὐκ ἐπεκτείνεται δὲ ἀνωτέρω, ἐπεὶ τὸ ἀνωτέρω ταύτης τοῦτο λεπτότερον αὐτῆς ἐστι· διὸ καὶ ἀνωτέρω ταύτης ἐστὶ τῇ φύσει ἑαυτοῦ. οὐκ ἄρα ὅτι μὴ ἔχει τόπον ἀνωτέρω ἑαυτοῦ πρὸς τὰ ἄνω οὐ προέρχεται ὁ οὐρανός, ἀλλ’ ὅτι μηδὲν αὐτοῦ σῶμα λεπτότερόν τε καὶ κουφότερόν ἐστιν.

Οὐδὲν σῶμα τοῦ οὐρανίου σώματος ὑψηλότερόν ἐστιν. ἀλλ’ οὐ παρὰ τοῦτο δεκτικὸν οὐκ ἔστι σώματος τὸ ἀνωτέρω, ἀλλ’ ὅτι πᾶν σῶμα συμπεριείληφεν ὁ οὐρανὸς καὶ μηδὲν ἕτερόν ἐστιν ἐπέκεινα σῶμα. εἰ δ’ ἦν διελθεῖν, ὥσπερ ἡμῖν τοῖς εὐσεβέσι καὶ πιστεύεται, οὐκ ἂν ἦν ἀπαράδεκτον τὸ ὑπὲρ τὸν οὐρανὸν ἐκεῖνο. ὁ γὰρ τὰ πάντα πληρῶν θεός, καὶ πρὸς τὰ ἐπέκεινα τοῦ οὐρανοῦ ἐπεκτεινόμενος ἐπ’ ἄπειρον, ἦν καὶ πρὸ τοῦ κόσμου πληρῶν, ὡς καὶ νῦν πληροῖ, τὸν ἐν τῷ κόσμῳ τόπον ἅπαντα· καὶ οὐδὲν προσέστη τοῦτο, ὥστε σῶμα ἐν αὐτῷ γενέσθαι. οὐκοῦν οὐδὲ ἐκτὸς τοῦ οὐρανοῦ ἐμπόδιον ἔσται τι μὴ εἶναι τόπον, οἷος ὁ περικόσμιος ἢ ὁ γεγονὼς ἐντὸς τοῦ κόσμου, πρὸς τὸ εἶναι σῶμα ἐν αὐτῷ.

Πῶς οὖν, ἐπεὶ μηδὲν ἐμπόδιόν ἐστιν, οὐ πρὸς τὸ ἄνω φέρεται ἡ κίνησις τοῦ οὐρανίου σώματος, ἀλλ’ ἐπαναστρέφον εἰς ἑαυτὸ κινεῖται κύκλῳ; διότιπερ ἐπιπολάζον, ὡς λεπτότατον ἁπάντων, παντὸς σώματος ἀνώτατόν ἐστιν, ἀλλὰ καὶ κινητικώτατον. ὡς γὰρ τὸ συμπεπιλημένον ἄκρως καὶ βαρύτατον, κατώτατόν τε ὁμοῦ καὶ στασιμώτατον, οὕτω τὸ ἀραιότατόν τε καὶ κουφότατον, ἀνώτατόν τε ἅμα καὶ κινητικώτατον. ἐπεὶ οὖν κινεῖσθαι πέφυκεν ἐπιπολάζον ἄνω φύσει· τὸ δ’ οὕτως ἐπιπολάζον χωρισθῆναι τῇ ἑαυτοῦ φύσει, ὧν ἐπιπολάζει, ἀδυνάτως ἔχει· σφαιρικὰ δέ ἐστιν, οἷς τὸ οὐράνιον ἐπιπολάζει σῶμα, κατ’ ἀνάγκην θεῖ περὶ αὐτὰ ἀπαύστως οὐ φύσει ψυχικῇ, ἀλλὰ σωματοειδεῖ τε καὶ οἰκείᾳ, ἐπεὶ καὶ τόπον ἐκ τόπου ἀμείβει κατὰ μέρη, ἣ κίνησις ἰδιαιτάτη ἐστὶ σωμάτων, ὥσπερ καὶ ἡ ἀντικειμένη στάσις τῶν ἐχόντων σωμάτων ἀντιθέτως.

Ἴδοι τις ἂν κἀν τοῖς ἐγγὺς περὶ ἡμᾶς τοὺς ἀνέμους, οἷς πεφύκασιν ἐπιπολάζειν, μὴ χωριζομένους, περὶ ταῦτα κινουμένους, ἀνωτέρω δὲ μηδαμῶς προερχομένους, οὐ τῷ μὴ εἶναι τόπον, ἀλλὰ τῷ κοῦφα μᾶλλον αὐτῶν εἶναι τὰ ὑπὲρ αὐτούς. μένουσι δὲ ἐφ’ ὧν ἐπιπολάζουσιν, ἅτε κουφότεροι τούτων τὴν φύσιν ὄντες· κινοῦνται δὲ καὶ οὗτοι περὶ ταῦτα, οὐ φύσει ψυχικῇ, ἀλλὰ τῇ φύσει ἑαυτῶν. καὶ ταύτην, οἶμαι, τὴν μετρίαν ἐμφέρειαν καὶ ὁ τὰ πάντα σοφὸς Σολομὼν ἐνδείξασθαι βουλόμενος, τοῖς ἀνέμοις ὁμωνύμως ἐκάλεσε τὸ οὐράνιον σῶμα, περὶ τούτου γράφων· κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. ἀπέχει δὲ τῶν ἀνωτάτω ἡ τῶν περὶ ἡμᾶς ἀνέμων φύσις καὶ τῆς ταχυτάτης κινήσεως ἐκείνων, καθόσον ἀποδεῖ καὶ τῆς κουφότητος αὐτῶν.

Δύο ζῶναι τῆς γῆς εἰσιν ἀντεύκρατοι καὶ οἰκήσιμοι, κατὰ τοὺς τῶν Ἑλλήνων σοφούς, ὧν ἑκατέρα εἰς δύο οἰκουμένας μεριζομένη, τέσσαρας εἶναι ταύτας παρασκευάζουσι. διὸ καὶ τέσσαρα γένη τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς εἶναι διϊσχυρίζονται, πρὸς ἄλληλα διαβαίνειν ἀδυνάτως ἔχοντα. εἰσὶ γὰρ κατ’ αὐτούς, οἱ τὴν ἐκ πλαγίου οἰκοῦντες ἡμῖν ἀντεύκρατον, οἵτινες ἡμῶν τῇ διακεκαυμένῃ ζώνῃ τῆς γῆς διορίζονται. τούτοις δ’ εἰσὶν ἀντικειμένως οἰκοῦντες, οἱ τὸ πρὸς αὐτοὺς δοκοῦν ὑποκάτω τῆς ζώνης ταύτης οἰκοῦντες· ὥσπερ καὶ ἡμῖν οἱ τὸν αὐτὸν τρόπον πρὸς ἡμᾶς ἔχοντες, ὧν τοὺς μὲν ἀντικειμένους, τοὺς δὲ ἀντίποδας καὶ ἀντεστραμμένους πρὸς ἡμᾶς φασιν. ἠγνόησαν γὰρ ὅτι πλὴν τοῦ δεκάτου μέρους τῆς κατὰ τὴν γῆν σφαίρας τἄλλο σχεδὸν ἅπαν τῇ ἀβύσσῳ περικλύζεται τῶν ὑδάτων.

Γνοίη τις ἂν πλὴν τῆς καθ’ ἡμᾶς οἰκουμένης μηδὲν ἕτερον τῆς γῆς μέρος οἰκήσιμον εἶναι, ὡς τῇ ἀβύσσῳ περικλυζόμενον· ἐπὶ νοῦν λαβών, ὡς ἰσομοιρίαν μὲν ἔχει τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν ὁ κόσμος· κατὰ λόγον δὲ τῆς οἰκείας ἀραιότητος τούτων ἕκαστον ἑτέρου πολλαπλάσιον ἔχει τὸ τῆς σφαίρας οἰκεῖον μέγεθος, ὡς καὶ τῷ Ἀριστοτέλει συνδοκεῖ. πέντε γάρ εἰσι, φησί, στοιχεῖα ἐν πέντε χώραις σφαιρικῶς ἐγκείμενα, περιεχομένης ἀεὶ τῆς ἐλάττονος τῇ μείζονι· γῆς μὲν ὕδατι, ὕδατος δὲ ἀέρι, ἀέρος δὲ πυρί, πυρὸς δὲ αἰθέρι. καὶ οὗτός ἐστιν ὁ κόσμος.

Αἰθὴρ μὲν οὖν περιφανέστατα τοῦ πυρός, ὃ καὶ ὑπέκκαυμα καλεῖται, καὶ τῆς ἀερώδους σφαίρας τὸ πῦρ πολλαπλάσιον ἔχει τὸν ὄγκον, καὶ ἀὴρ πάλιν ὕδατος, καὶ τὸ ὕδωρ τῆς γῆς, ἥτις, ἄκρως συμπεπιλημένη, ἐλαχίστη τὸν ὄγκον ἐν τοῖς ὑπ’ οὐρανὸν τέσσαρσίν ἐστι. πολλαπλασίῳ γοῦν τῆς γῆς ἔχουσα τὸ μέγεθος ἡ τοῦ ὕδατος σφαῖρα, εἰ περιεκέχυτο τὴν περιφέρειαν τῆς γῆς πᾶσαν, ὡς περὶ ἓν κέντρον τὰς ἀμφοτέρας περιάγεσθαι σφαίρας, τῆς γῆς λέγω καὶ τοῦ ὕδατος, οὐδενὶ ταύτης ἂν μέρει χερσαίοις ζῴοις τὸ ὕδωρ ἠφίει χρῆσθαι, κατακαλύπτον ἅπαν ἔδαφος αὐτῆς καὶ πάσης τῆς κατ’ αὐτὴν ἐπιφανείας ὑπερεκτεινόμενον πολλῷ τῷ μέτρῳ. ἐπεὶ δὲ μὴ πᾶσαν τὴν τῆς γῆς ἐπιφάνειαν περιλαμβάνει, ἔστι γὰρ ἡ τῆς καθ’ ἡμᾶς οἰκουμένης χέρσος ἀκατακάλυπτος, ἔκκεντρος οὐκοῦν ἐστι κατὰ πᾶσαν ἀνάγκην ἡ τοῦ ὕδατος σφαῖρα. δεῖ οὖν ζητεῖν, πόσον ἂν ἔκκεντρος εἴη, καὶ ποῦ τὸ κέντρον· ἆρ’ ὡς πρὸς ἡμᾶς κατωτέρω ἢ ἀνωτέρω; ἀλλ’ ἀνωτέρω μὲν εἶναι τῶν ἀδυνάτων· ὑφ’ ἡμᾶς γὰρ ὁρῶμεν οὖσαν ἐκ μέρους τὴν τοῦ ὕδατος ἐπιφάνειαν. κατωτέρω ἄρα ὡς πρὸς ἡμᾶς ἐστι καὶ αὐτοῦ τοῦ τῆς γῆς κέντρου τὸ κέντρον τῆς τοῦ ὕδατος σφαίρας. λείπεται δὴ ζητεῖν, πόσον ἀπέχει τοῦ τῆς γῆς κέντρου τὸ κέντρον τοῦτο.

Γνοίη τις ἂν πόσον ἐπὶ τὸ δοκοῦν πρὸς ἡμᾶς κάτω τοῦ κέντρου τῆς γῆς ἀπέχει τὸ τῆς σφαίρας τοῦ ὕδατος κέντρον, λαβὼν ἐπὶ νοῦν, ὡς τῇ ἐπιφανείᾳ τῆς γηΐνης σφαίρας, ἥτις ἐστὶν ἡ καθ’ ἡμᾶς οἰκουμένη, ἐφαρμόζεται σχεδὸν ἡ παρ’ ἡμῶν ὁρωμένη καὶ ὑφ’ ἡμᾶς, καθάπερ τὸ πατούμενον ὑφ’ ἡμῶν τῆς γῆς ἔδαφος, οὖσα τοῦ ὕδατος ἐπιφάνεια. ἔστι δὲ τὸ καθ’ ἡμᾶς τῆς γῆς οἰκήσιμον ὡσεὶ δέκατον τοῦ τῆς κατ’ αὐτὴν περιμέτρου· πέντε γὰρ ἡ γῆ ζώνας ἔχει, μιᾶς δὲ τῶν πέντε τούτων τὸ ἥμισυ παρ’ ἡμῶν κατοικεῖται. εἴ τις οὖν τῷ δεκάτῳ τούτῳ τῆς ἐπιφανείας μέρει ἐφαρμόσαι θελήσει σφαῖραν περὶ τὴν γῆν, τὴν ἐναρμοζομένην εὑρήσει σφαῖραν, διπλασίῳ μὲν σχεδὸν ἔχουσαν τὴν διάμετρον τῆς ἔξωθεν ἐφαρμοζομένης καὶ ταύτην περιεχούσης σφαίρας, ὀκταπλασίῳ δὲ τὸ μέγεθος οὖσαν, καὶ τὸ κέντρον ἔχουσαν ἐπὶ τοῦ κατωτάτω δοκοῦντος ἡμῖν πέρατος τῆς γῆς· καὶ τοῦτο δῆλον ἐκ τοῦ διαγράμματος.

Ἔστω σφαῖρα τῆς γῆς κύκλος, ᾧ ἔνδον ὑπογέγραπται Α Β Γ Δ, καὶ περὶ αὐτὸν ἔστω περιηγμένος ἀντὶ τῆς σφαίρας τοῦ ὕδατος ἕτερος κύκλος, συναρμοζόμενος κατὰ τὴν ἐπιφάνειαν τῷ ἄνω δεκάτῳ τοῦ ἐν αὐτῷ κύκλου, ᾧ ἐπιγέγραπται Ε Ζ Η Θ. εὑρεθήσεται γὰρ τὸ μὲν ὡς πρὸς ἡμᾶς κάτω πέρας τοῦ ἐν αὐτῷ κύκλου κέντρον τοῦ ἔξωθεν περιηγμένου. διπλασίων δὲ ὑπάρχων οὗτος τὴν διάμετρον, ἀναφαίνεται δὲ γεωμετρικαῖς ἀποδείξεσιν ὀκταπλασίαν εἶναι τὴν σφαῖραν, ἧς ἡ διάμετρος διπλασία, τῆς ἐχούσης τὴν ἡμίσειαν διάμετρον σφαίρας, συμβαίνει γε μὴν τὸ ὄγδοον τῆς ὑγρᾶς ταύτης σφαίρας ἀναμὶξ ἐμπεριειλῆφθαι τῇ γῇ. διὸ καὶ πηγαὶ ἀναρρήγνυνται παρ’ αὐτῆς πλεῖσται καὶ ποταμῶν ἀναδίδοται δαψιλέστατα καὶ ἀένναα ῥεύματα καὶ θαλασσῶν οὐκ ὀλίγων ἐγχέονται ταύτῃ κόλποι καὶ λιμναίων ὑδάτων ἀναχέονται πλήθη. καὶ οὐκ ἔστι σχεδὸν οὗ τῆς γῆς ὀρύξας τις οὐχ ὑπορρέον ὕδωρ εὑρήσει.

Πλὴν τῆς καθ’ ἡμᾶς οἰκουμένης μηδεμίαν ἑτέραν εἶναι καὶ τὸ διάγραμμα καὶ ὁ λόγος διδάσκει. καθάπερ γὰρ εἰ τὸ αὐτὸ κέντρον γῆς τε καὶ ὕδατος ὑπῆρχεν, ἦν ἂν ἡ γῆ πᾶσα παντάπασιν ἀοίκητος, οὕτω καὶ πολλῷ μᾶλλον, εἰ κέντρον ἔχει τὸ ὕδωρ τὸ τῆς γῆς ὡς πρὸς ἡμᾶς κατώτατον πέρας, πλὴν τῆς καθ’ ἡμᾶς οἰκουμένης, ἣ τῷ ἄνω τῆς ἐκείνου σφαίρας ἐναρμόζεται, τἄλλα πάντα πολλῷ τῷ ὕδατι περικλυζόμενα κατοικεῖσθαι ἀδυνάτως ἔχει. ἐπὶ μόνης δὲ τῆς κατὰ τὴν γῆν οἰκουμένης λογικὴν ψυχὴν ἐνσώματον εἶναι προαναπέφηνεν, ἥτις μία οὖσα νῦν ἡ καθ’ ἡμᾶς αὕτη μόνη προσαναπέφηνεν. ἀκόλουθον οὖν ἐν ταύτῃ μόνῃ καὶ τῶν ἀλόγων ζῴων κατοικεῖν τὰ χερσαῖα.

Ἐκ τῶν χρωμάτων καὶ τῶν σχημάτων πολυειδῶς διακειμένων μορφοῦται ἡ ὄψις, ἡ δὲ ὄσφρησις ἐκ τῶν ἀτμῶν, γεῦσις δὲ ἐκ τῶν χυμῶν, ἐκ δὲ τῶν ψόφων ἡ ἀκοή, ἡ δὲ ἁφὴ ἐκ τῶν τραχέων ἢ λείων κατὰ τὴν θέσιν. αἱ δὲ κατὰ τὰς αἰσθήσεις ἐγγινόμεναι μορφώσεις ἐκ σωμάτων μέν εἰσιν, ἀλλ’ οὐ σώματά εἰσιν, εἰ καὶ σωματικαί· οὐ γὰρ ἁπλῶς ἐκ σωμάτων εἰσίν, ἀλλ’ ἐκ τῶν κατὰ τὰ σώματα εἰδῶν. ἀλλ’ οὐδ’ αὐτά εἰσι τὰ τῶν σωμάτων εἴδη, ἀλλὰ τὰ ἐκτυπώματα αὐτῶν καὶ οἷόν τινες εἰκόνες ἀχωρίστως χωριζόμεναι τῶν κατὰ τὰ σώματα εἰδῶν. καὶ τοῦτο δῆλον μᾶλλον ἐκ τῆς ὄψεως καὶ μάλιστα ἐκ τῶν δι’ ἐσόπτρων ὁρωμένων.

Τὰ γοῦν κατὰ τὰς αἰσθήσεις ἐκμαγεῖα ταῦτα τὸ τῆς ψυχῆς φανταστικὸν ἐκ τῶν αἰσθήσεων αὖ προσοικειούμενον, οὐκ αὐτὰς τὰς αἰσθήσεις, ἀλλὰ τὰς ἐν αὐτοῖς ἃς ἔφημεν εἰκόνας τελέως χωρίζει τῶν σωμάτων καὶ τῶν κατ’ αὐτὰ εἰδῶν· καὶ ἐναποκειμένας ἔχει καθάπερ θησαυρούς, ἄλλοτε ἄλλην καὶ μὴ παρόντος σώματος πρὸς χρῆσιν οἰκείαν ἔνδοθεν καταλλήλως προβαλλόμενον, ὁρατά τε καθιστῶν ἑαυτῷ πάντα, καὶ τὰ ἀκουστὰ καὶ τὰ γευστὰ καὶ τὰ ὀσφραντὰ καὶ τὰ ἁπτά.

Τοῦτο δὴ τὸ τῆς ψυχῆς φανταστικὸν ἐν τῷ λογικῷ ζῴῳ νοῦ καὶ αἰσθήσεως μεθόριον γίνεται. τὰς γὰρ ἐν αὐτῷ παρὰ τῶν αἰσθήσεων προσειλημμένας εἰκόνας, ὡς κεχωρισμένας σωμάτων καὶ ἀσωμάτους ἤδη γεγενημένας, καθορῶν καὶ περιστρέφων ὁ νοῦς, ποικίλως καὶ τοὺς λογισμοὺς ἀπεργάζεται, διαλογιζόμενός τε καὶ ἀναλογιζόμενος καὶ συλλογιζόμενος πολυειδῶς, ἐμπαθῶς, ἀπαθῶς, μέσως, πεπλανημένως τε καὶ ἀπλανῶς, ἀφ’ ὧν αἱ πλεῖσται ἀρεταὶ καὶ κακίαι, εὐδοξίαι τε καὶ κακοδοξίαι τίκτονται. ἐπεὶ γὰρ οὐ πᾶς τῷ νῷ λογισμὸς ἐκ τούτων καὶ περὶ τούτων, ἀλλ’ ἔστιν ἅ τις ἂν εὕροι καὶ τῶν αἰσθήσει μὴ δυναμένων ὑποπίπτειν, ὑπὸ τοῦ νοῦ τῷ λογισμῷ διδόμενα, διὰ τοῦτ’ ἔφην μὴ πᾶσαν ἀλήθειαν ἢ πλάνην καὶ ἀρετὴν ἢ κακίαν ἐν τοῖς λογισμοῖς ἀπὸ φαντασίας ἔχειν τὴν ἀρχήν.

Σφόδρα θαυμάζειν ἄξιον καὶ κατασκοπεῖν, πῶς ἀπὸ τῶν προσκαίρων καὶ αἰσθητῶν μόνιμον ἐγγίνεται τῇ ψυχῇ κάλλος ἢ αἶσχος, πλοῦτος ἢ πενία, δόξα ἢ ἀδοξία, καὶ ἁπλῶς, ἢ νοητὸν φῶς ζωῆς αἰωνίου παρεκτικὸν ἢ νοητὸν καὶ κολαστήριον σκότος.

Τῷ φανταστικῷ τῷ τῆς ψυχῆς ἐποχούμενος ὁ νοῦς καὶ ταῖς αἰσθήσεσι διὰ τούτου συγγινόμενος, σύμμικτον ἀπογεννᾷ τὴν γνῶσιν. εἰ γάρ τις αἰσθητῶς προσίδοι, δυομένῳ τῷ ἡλίῳ, τηνικαῦτα δὲ καὶ τὴν σελήνην παρεπομένην καὶ μικρῷ πεφωτισμένην μέρει τῷ τετραμμένῳ πρὸς τὸν ἥλιον, εἶτα κατὰ μικρόν τε ἀφισταμένην ἐν ταῖς ἐφεξῆς ἡμέραις καὶ φωτιζομένην μᾶλλον, μέχρις ἂν γένοιτο καταντικρύ, πάλιν δὲ κατὰ μικρὸν ἐγγίζουσαν θατέρῳ μέρει καὶ τὸ φῶς μᾶλλον καὶ μᾶλλον μειουμένην καὶ ἀποτιθεμένην, ὅθεν τὴν ἀρχὴν ἔλαβε τοῦ φωτισμοῦ· ταύτας διὰ τοῦ νοῦ σημειωσάμενος τὰς θέας, ὡς τὰς μὲν προλαβούσας ἐν τῇ φαντασίᾳ ἔχων, τὴν δ’ ἀεὶ παροῦσαν ἐπὶ τῆς αἰσθήσεως, συνῆκεν ἐξ αἰσθήσεως καὶ φαντασίας καὶ νοήσεως· ἐξ ἡλίου μὲν τὸ φῶς ἔχειν τὴν σελήνην, προσγειότερον δὲ τὸν ταύτης εἶναι πόλον καὶ πολλῷ τοῦ ἡλιακοῦ κατώτερον.

Οὐ τὰ κατὰ τὴν σελήνην μόνον, ἀλλὰ καὶ τὰ κατὰ τὸν ἥλιον, τάς τε κατ’ αὐτὸν ἐκλείψεις καὶ τοὺς κατ’ αὐτὰς συνδέσμους, τῶν τε ἄλλων κατ’ οὐρανὸν πλανήτων τὰς παραλλάξεις τε καὶ διαστάσεις, καὶ τοὺς κατ’ αὐτὰς πολυειδεῖς σχηματισμούς, καὶ ἁπλῶς ὅσα τῶν κατ’ οὐρανὸν ἴσμεν. πρὸς δὲ καὶ φύσεως λόγους, μεθόδους τε καὶ τέχνας πάσας, καὶ ἁπλῶς πᾶσαν πάντων γνῶσιν τὴν ἐκ μερικῶν συνηγμένην καταλήψεων, ἐξ αἰσθήσεως καὶ φαντασίας συνειλόχαμεν διὰ τοῦ νοῦ· καὶ οὐδεμία ποτ’ ἂν κληθείη πνευματική, φυσικὴ δὲ μᾶλλον, ἣ μηδὲ χωρεῖ τὰ τοῦ πνεύματος.

Πόθεν ἐμάθομεν περὶ θεοῦ, πόθεν περὶ τοῦ κόσμου παντός, πόθεν περὶ ἡμῶν αὐτῶν βέβαιόν τι καὶ ἀψευδές; οὐκ ἐκ τῆς τοῦ πνεύματος διδασκαλίας; αὕτη γὰρ ἡμᾶς ἐδίδαξε θεὸν εἶναι μόνον τὸν ὄντως ὄντα καὶ ἀεὶ ὄντα καὶ ἀμετάβλητον ὄντα, μήτ’ ἐκ μὴ ὄντων τὸ εἶναι λαβόντα, μήτε πρὸς τὸ μὴ ὂν ἀπιόντα, καὶ τοῦτον τρισυπόστατον εἶναι καὶ παντοδύναμον· ὃς ἐν ἓξ ἡμέραις λόγῳ ἐκ μὴ ὄντων τὰ ὄντα παρήγαγεν, ἀθρόον δὲ μᾶλλον, ὡς ὁ Μωϋσῆς φησιν, ὑπεστήσατο· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τούτου λέγοντος ἀκηκόαμεν· οὐ διάκενον πάντως, οὐδ’ ἄνευ πάντῃ τῶν μεταξὺ πάντων· ὕδατι μὲν γὰρ ἀναμὶξ ἦν ἡ γῆ, κυοφόρον δ’ ἑκάτερον ἀέρος τε καὶ τῶν κατ’ εἶδος ζῴων τε καὶ φυτῶν, ὁ δὲ οὐρανὸς τῶν διαφόρων φώτων τε καὶ πυρῶν, ἐν οἷς τὸ σύμπαν ὑφέστηκεν. οὕτως οὖν ὁ θεὸς ἐποίησεν ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν, οἷόν τινα ὕλην πανδεχῆ καὶ δυνάμει τὰ πάντα φέρουσαν, καλῶς πόρρωθεν ἀπορραπίζων τοὺς καθ’ ἑαυτὴν προϋφεστηκέναι τὴν ὕλην κακῶς νομίζοντας.

Μετὰ τοῦτο καλλιεργῶν ὥσπερ καὶ τὸν κόσμον ἐπικοσμῶν, ὁ τὰ πάντα ἐκ μὴ ὄντων παραγαγών, τὴν οἰκείαν ἑκάστῳ καὶ κατάλληλον τάξιν τῶν προσόντων αὐτῷ καὶ συμπληρούντων τὸν αὐτοῦ κόσμον ἐν ἓξ ἡμέραις διένειμε, διακρίνων ἕκαστον προστάγματι μόνῳ, καὶ καθάπερ ἐκ θησαυρῶν ἀποθέτων ἐξάγων εἰς εἶδος τὰ ἐντεθέντα, διατιθείς τε καὶ συντιθεὶς ἐναρμονίως, ἄκρως καὶ προσφυῶς, ἄλλο πρὸς ἄλλο τούτων, ἕκαστόν τε πρὸς πάντα καὶ πρὸς ἕκαστον ἅπαντα· καὶ τῇ μὲν ἀκινήτῳ γῇ, καθάπερ τινὶ κέντρῳ, περιτιθεὶς ἀνωτάτω κύκλῳ καὶ συνδῶν πανσόφως διὰ τῶν μέσων τὸν ἀεικίνητον οὐρανόν· ἵν’ ὁ αὐτὸς διαμένῃ κόσμος ἑστὼς ὁμοῦ καὶ κινούμενος· πάντῃ γὰρ κύκλῳ τῶν ἀεικινήτων καὶ ταχυκινήτων ἄγαν σωμάτων περιτεθέντων τὸ ἀκίνητον ἐξ ἀνάγκης τὴν μέσην ἔλαχε χώραν, ἀντίρροπον τῇ κινήσει τὴν στάσιν ἔχον, ὡς μὴ μεταχωρεῖν κυλίνδρου δίκην τὴν παγκόσμιον σφαῖραν.

Τοιαύτην τοίνυν ὁ ἀριστοτέχνης τῶν τοῦ παντὸς περάτων ἑκατέρῳ νείμας τὴν θέσιν, τὸν σύμπαντα τοῦτον εὐκόσμως, ὡς εἰπεῖν, κόσμον, καὶ ἔπηξε καὶ ἐκίνησε, τῶν δὲ μεταξὺ τῶν περάτων τούτων διανέμει πάλιν τὸ προσῆκον ἑκάστῳ. καὶ τὰ μὲν ἄνω τάττει καὶ μετεωροπολεῖν ἐπιτάττει καὶ συμπεριπολεῖν τῷ ἀνωτάτω τοῦ παντὸς ὅρῳ ταυτῶς καὶ κοσμίως εὖ μάλα τὸν αἰεὶ χρόνον· ὅσα κοῦφα καὶ δραστικὰ καὶ μετασκευαστικὰ πρὸς τὸ χρήσιμον τῶν ὑποκειμένων ἐστί· τοσοῦτον ὑπερανεστηκότα τοῦ μέσου συνετῶς ἄγαν, ὡς καὶ τὴν ἐν τούτῳ τοῦ ψύχους ἀμετρίαν ἀποχρώντως θραύειν ἔχειν περιημμένα καὶ τὴν οἰκείαν τῆς θερμότητος ἀμετρίαν ἐπὶ χώρας κατέχειν· ἐπέχειν δέ πως καὶ τὴν ἀμετρίαν τῆς φορᾶς τῶν ἀνωτάτω περάτων, ἀντιστρόφως ἰδίως αὐτὰ κινούμενα καὶ κατέχειν ἐπὶ χώρας κἀκεῖνα διὰ τῆς ἀντιστρόφου περιστροφῆς, ἡμῖν τε παρέχειν ἐνιαυσιαίων πολυωφελεῖς διαφορὰς ὡρῶν, χρονικῶν τε διαστημάτων μέτρα, καὶ τοῦ κτίσαντος καὶ τάξαντος καὶ κοσμήσαντος θεοῦ τοῖς συνιεῖσι γνῶσιν. τὰ μὲν οὖν ἐν μετεώρῳ καὶ ἀνωτέρω πολυστρόφως οὕτω περιχορεύειν διττῶς ἐφῆκε, κάλλους τε παγκοσμίου χάριν καὶ ὠφελείας πολυειδοῦς.

τὰ δ’ ἄλλα κάτω καὶ περὶ τὸ μέσον ἔθηκεν, ὅσα βάρος ἔχει καὶ παθητὰ τὴν φύσιν ἐστί, γίνεσθαί τε καὶ μεταγίνεσθαι πέφυκε, διακρινόμενά τε καὶ συγκρινόμενα καὶ πάσχοντα μᾶλλον μεταβάλλειν πρὸς εὐχρηστίαν, κατὰ κόσμον ὑποτιθεὶς καὶ ταῦτα καὶ τὸν πρὸς ἄλληλα λόγον, ἵν’ ἐτύμως ἔχῃ καλεῖσθαι κόσμος τὸ πᾶν.

Οὕτω δὴ πρῶτόν τι τῶν ὄντων ἐν τῇ κτίσει παρήχθη καὶ μετὰ τὸ πρῶτον ἕτερον καὶ μετ’ αὐτὸ πάλιν ἄλλο καὶ ἐφεξῆς, καὶ μετὰ πάντα ὁ ἄνθρωπος· ὃς τιμῆς τῆς παρὰ τοῦ θεοῦ καὶ προμηθείας τοσαύτης ἠξίωται, ὡς καὶ τὸν αἰσθητὸν τοῦτον ἅπαντα κόσμον πρὸ αὐτοῦ γενέσθαι δι’ αὐτόν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν εὐθὺς ἀπὸ καταβολῆς κόσμου δι’ αὐτὸν ἑτοιμασθῆναι πρὸ αὐτοῦ, καὶ βουλὴν περὶ αὐτοῦ προηγήσασθαι, καὶ χειρὶ θεοῦ καὶ κατ’ εἰκόνα πλασθῆναι θεοῦ, καὶ μὴ τὸ πᾶν σχεῖν ἐκ τῆς ὕλης ταύτης καὶ τοῦ κατ’ αἴσθησιν κόσμου, καθάπερ τἄλλα τῶν ζῴων, ἀλλὰ τὸ σῶμα μόνον· τὴν δὲ ψυχὴν ἐκ τῶν ὑπερκοσμίων, μᾶλλον δὲ παρ’ αὐτοῦ τοῦ θεοῦ δι’ ἐμφυσήματος ἀπορρήτου, ὡς μέγα τι καὶ θαυμαστὸν καὶ τοῦ παντὸς ὑπερέχον καὶ τὸ πᾶν ἐποπτεῦον καὶ τοῖς πᾶσιν ἐπιστατοῦν καὶ θεοῦ γνωστικὸν ἅμα καὶ δεκτικὸν καὶ δεικτικὸν παντὸς μᾶλλον τῆς ὑπερανῳκισμένης τοῦ τεχνίτου μεγαλειότητος ἀποτέλεσμα· καὶ μὴ ὅτι θεοῦ δεκτικὸν δι’ ἀγῶνος καὶ χάριτος, ἀλλὰ καὶ δυνατὸν ἑνωθῆναι τούτῳ κατὰ μίαν ὑπόστασιν.

Ταῦτα καὶ τὰ τοιαῦτα, ἐν οἷς ἐστιν ἡ ἀληθὴς σοφία καὶ ἡ σωτήριος γνῶσις ἡ τῆς ἄνω μακαριότητος πρόξενος. τίς δ’ Εὐκλείδης, τίς Μαρῖνος, τίς Πτολεμαῖος συνιδεῖν ἐδυνήθη; τίνες Ἐμπεδοκλεῖς καὶ Σωκράται καὶ Ἀριστοτέλεις καὶ Πλάτωνες λογικαῖς μεθόδοις ἢ μαθηματικαῖς ἀποδείξεσι; μᾶλλον δέ, ποία αἴσθησις ἀντελάβετο τῶν τοιούτων; ποῖος ἐπέβαλε νοῦς; εἰ δ’ ἐκείνοις τοῖς φύσει φιλοσοφοῦσι καὶ τοῖς κατ’ ἐκείνους χαμαίζηλος ἔδοξεν ἡ κατὰ πνεῦμα σοφία, κἀντεῦθεν τὸ καθ’ ὑπερβολὴν ὑπερέχον αὐτῆς παρίσταται. σχεδὸν γὰρ ὡς τὰ ἄλογα τῶν ζῴων πρὸς τὴν ἐκείνων σοφίαν ἔχουσιν (εἰ δὲ βούλει, καθάπερ τὰ παιδάρια, οἷς κρείττω δόξαιεν ἂν οἱ μετὰ χεῖρας πλακοῦντες τοῦ βασιλικοῦ διαδήματος, ἢ καὶ τῶν ἐκείνοις ἐγνωσμένων ἁπάντων), οὕτως ἔχουσιν οὗτοι πρὸς τὴν ἀληθῆ καὶ ὑπερανῳκισμένην σοφίαν καὶ διδασκαλίαν τοῦ πνεύματος.

Οὐ μόνον δὲ τὸ γινώσκειν κατὰ τὸ ἐγχωροῦν ἐν ἀληθείᾳ θεὸν ἀσυγκρίτως κρεῖττον τῆς καθ’ Ἕλληνας φιλοσοφίας ἐστίν, ἀλλὰ καὶ μόνον τὸ εἰδέναι τίνα τόπον ἔχει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ πᾶσαν ὑπερβαίνει τὴν κατ’ ἐκείνους σοφίαν. μόνος γὰρ ἁπάντων ἐγγείων τε καὶ οὐρανίων ἐκτίσθη κατ’ εἰκόνα τοῦ πλάσαντος, ὡς πρὸς ἐκεῖνον ὁρῴη καὶ αὐτὸν ἀγαπῴη, κἀκείνου μόνου μύστης καὶ προσκυνητὴς εἴη, καὶ τῇ πρὸς αὐτὸν πίστει καὶ νεύσει καὶ διαθέσει τὴν οἰκείαν καλλονὴν συντηροίη· πάντα δὲ τἄλλα, ὅσα γῆ καὶ οὐρανὸς ὅδε φέρει, κατώτερα ἑαυτοῦ εἰδείη καὶ νοῦ παντάπασιν ἄμοιρα. ὅπερ οἱ καθ’ Ἕλληνας σοφοὶ μηδ’ ὁπωσοῦν συνιδεῖν δυνηθέντες, ἠτίμωσαν τὴν καθ’ ἡμᾶς φύσιν, ἠσέβησαν εἰς θεόν· ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τοῖς αἰσθητοῖς καὶ ἀναισθήτοις ἄστρασι νοῦν περιθέντες, καὶ τούτων ἑκάστῳ τοῦ κατὰ σῶμα μεγέθους ἀνάλογον ἐν δυνάμει καὶ ἀξιώματι· καὶ ταῦτ’ ἀθλίως σεβόμενοι καὶ θεοὺς μείζους τε καὶ ἐλάττους προσαγορεύσαντες, τὴν κυριότητα τοῦ παντὸς ἐπέτρεψαν. ἆρ’ οὐκ ἐκ τῶν αἰσθητῶν οὗτοι καὶ τῆς κατὰ ταῦτα φιλοσοφίας αἶσχος καὶ ἀδοξίαν καὶ πενίαν ἐσχάτην ταῖς οἰκείαις ψυχαῖς προσετρίψαντο καὶ νοητὸν ὄντως καὶ κολαστήριον σκότος;

Τὸ κατ’ εἰκόνα γεγονότας ἡμᾶς αὐτοὺς εἰδέναι τοῦ κτίσαντος οὐδὲ τὸν νοητὸν κόσμον θεοποιεῖν συγχωρεῖ· τὸ γὰρ κατ’ εἰκόνα τοῦτο οὐχ ἡ τοῦ σώματος ἔχει θέσις, ἀλλ’ ἡ τοῦ νοῦ πάντως φύσις, οὗ μηδὲν κατὰ φύσιν κρεῖττον. εἰ γὰρ ἦν τι κρεῖττον, ἐν ἐκείνῳ ἂν ὑπῆρχε τὸ κατ’ εἰκόνα. ἐπεὶ δὲ τὸ ἐν ἡμῖν κρεῖττον νοῦς, τοῦτο δὲ εἰ καὶ κατ’ εἰκόνα θείαν, ἐκτίσθη δ’ οὖν ὅμως ὑπὸ θεοῦ, τί ποτ’ ἄρα δυσχερὲς συνιδεῖν, μᾶλλον δέ, πῶς οὐκ αὐτόθεν κατάδηλον, ὡς ὁ ποιητὴς τοῦ καθ’ ἡμᾶς νοεροῦ ἐκεῖνος καὶ παντὸς νοεροῦ ποιητής ἐστι; σύνδουλος οὐκοῦν ἡμῖν ἐστι πᾶσα νοερὰ φύσις καὶ κατ’ εἰκόνα τοῦ κτίσαντος, εἰ καὶ ἡμῶν τιμιώτεροι, ὡς σωμάτων ὄντες ἐκτὸς καὶ τῇ ἀσωμάτῳ παντάπασι καὶ ἀκτίστῳ φύσει μᾶλλον ἐγγίζοντες· μᾶλλον δὲ οἱ μὲν φυλάξαντες τούτων τὴν ἑαυτῶν τάξιν καὶ τὸ πρὸς ὃ γεγόνασι στέργοντες, εἰ καὶ ὁμόδουλοι, ἀλλ’ ἡμῖν τίμιοι καὶ ἡμῶν τῇ τάξει πολλῷ τιμιώτεροι· οἱ δὲ μὴ φυλάξαντες τὴν ἑαυτῶν τάξιν, ἀλλ’ ἀποστατήσαντες καὶ τὸ πρὸς ὃ γεγόνασιν ἀθετήσαντες, τῶν ἐγγιζόντων θεῷ γεγονότες ὡς πορρωτάτω καὶ τῆς τιμῆς ἐκπεπτώκασιν. εἰ δὲ καὶ ἡμᾶς συνεπισπᾶν ἐπιχειροῦσι πρὸς ἔκπτωσιν, οὐκ ἀχρεῖοι καὶ ἄτιμοι μόνον, ἀλλὰ καὶ ἀντίθεοι καὶ ἡμῶν τῷ γένει λυμαντικοὶ καὶ πολεμιώτατοι.

Ἀλλ’ οἱ φυσιολόγοι τε καὶ ἀστροθεάμονες καὶ τὰ πάντα εἰδέναι καυχώμενοι μηδὲν τῶν προειρημένων ἐκ τῆς φιλοσοφίας συνιδεῖν δυνηθέντες, καὶ τὸν ἄρχοντα τοῦ νοητοῦ σκότους καὶ τὰς ὑπ’ αὐτὸν ἀποστατικὰς δυνάμεις πάσας οὐχ ὑπὲρ ἑαυτοὺς μόνον, ἀλλὰ καὶ θεοὺς ἐνόμισαν καὶ ναοῖς ἐτίμησαν καὶ θυσίας αὐτοῖς προσήνεγκαν καὶ ἑαυτοὺς ὑπέταξαν τοῖς πανωλέθροις ἐκείνων θεσπίσμασιν, ὑφ’ ὧν ἐνεπαίχθησαν εἰκότως ἐπιπολύ, δι’ ἱερῶν ἀνιέρων καὶ καθαρμῶν μολυνόντων, καὶ προστιθέντων τὴν ἐξάγιστον οἴησιν, καὶ προφητῶν καὶ προφητίδων τῆς ὄντως ἀληθείας ἀποβουκολούντων ὡς πορρωτάτω.

Οὐ τὸ εἰδέναι μόνον θεόν, οὐδὲ τὸ γινώσκειν τὸν ἄνθρωπον ἑαυτὸν καὶ τὴν ἑαυτοῦ τάξιν (ἃ καὶ τοῖς νομιζομένοις ἰδιώταις, Χριστιανοῖς οὖσι, πρόσεστι νῦν) ὑψηλοτέρα γνῶσίς ἐστι φυσιολογίας καὶ ἀστρονομίας καὶ πάσης τῆς περὶ αὐτὰς φιλοσοφίας, ἀλλὰ καὶ τὸ εἰδέναι τὸν καθ’ ἡμᾶς νοῦν τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ταύτην ἰάσασθαι ζητεῖν πολλῷ κρεῖττον ἀσυγκρίτως ἂν εἴη τοῦ εἰδέναι καὶ διερευνᾶν ἄστρων μεγέθη καὶ φύσεων λόγους, γενέσεις τε τῶν κάτω καὶ περιόδους τῶν ἄνω, τροπάς τε καὶ ἐπιτολάς, στηριγμοὺς καὶ ἀναποδισμούς, ἀποστάσεις τε καὶ συνελεύσεις, καὶ πᾶσαν ἁπλῶς τὴν ἐκ πολυκινησίας ἐκεῖ πολυειδέστατον σχέσιν. ὁ γὰρ γνοὺς τὴν ἑαυτοῦ ἀσθένειαν νοῦς εὗρεν ὅθεν ἂν εἰσέλθοι πρὸς σωτηρίαν καὶ ἐγγίσοι τῷ φωτὶ τῆς γνώσεως καὶ λάβοι σοφίαν ἀληθῆ καὶ τῷ αἰῶνι τούτῳ μὴ συγκαταλυομένην.