Τὸν οὐρανόν φασιν οἱ τῶν Ἑλλήνων σοφοὶ στρέφεσθαι τῇ φύσει τῆς κοσμικῆς ψυχῆς καὶ τὸ δίκαιον καὶ τὸν λόγον διδάσκειν. ποῖον δίκαιον; τίνα λόγον; εἰ γὰρ μὴ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ φύσει τῆς κοσμικῆς, ἥν φασι ψυχήν, ὁ οὐρανὸς στρέφεται, τοῦ κόσμου δὲ παντός ἐστιν ἡ κοσμικὴ ψυχή, πῶς οὐχὶ στρέφεται καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ; καίτοι κατ’ αὐτοὺς ἀεικινήτου τῆς ψυχῆς οὔσης, ἀλλὰ τῇ οἰκείᾳ φύσει ἡ γῆ τε ἵσταται καὶ τὸ ὕδωρ τὴν κάτω χώραν λαβόν, οὕτω καὶ ὁ οὐρανὸς τῇ ἑαυτοῦ φύσει ἀεὶ κινεῖται καὶ κύκλῳ κινεῖται, τὴν ἄνω κατέχων χώραν. ποία δέ τίς ἐστι καὶ ἡ κοσμικὴ ψυχή, ἧς τῇ φύσει ὁ οὐρανὸς κινεῖται; ἆρα λογική; οὐκοῦν αὐθαίρετος ἂν εἴη καὶ οὐκ ἂν τὰς αὐτὰς ἀεὶ κινήσεις ἐκίνει τὸ οὐράνιον σῶμα· τὰ γὰρ αὐθαίρετα ἄλλοτε ἄλλως κινεῖται. τί δὲ καὶ ἴχνος λογικῆς ψυχῆς ὁρῶμεν ἐπὶ τῆς κατωτάτω ταύτης σφαίρας, τῆς γῆς πάλιν λέγω, ἢ τῶν ἐγγυτάτω περὶ αὐτήν, ὕδατός τε καὶ ἀέρος, ἢ καὶ τοῦ πυρὸς αὐτοῦ, καὶ τούτων γάρ ἐστιν ἡ κοσμικὴ ψυχή; πῶς δὲ αὖθις καὶ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, καὶ τοῦτο κατ’ αὐτούς; καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλὰ λίθος ἅπας, μέταλλον ἅπαν, χοῦς ἅπας, ὕδωρ, ἀήρ, πῦρ· καὶ τὸ πῦρ γὰρ οἱ αὐτοὶ τῇ ἑαυτοῦ φύσει φασὶ κινεῖσθαι, ἀλλ’ οὐ τῇ ψυχῇ. κοινῆς οὖν οὔσης τῆς ψυχῆς, πῶς ὁ οὐρανὸς μόνος τῇ φύσει ταύτης, ἀλλ’ οὐχὶ τῇ ἑαυτοῦ κινεῖται;