Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Τριαδική θεολογία και η φύση της ανθρώπινης ψυχής

Δογματική ανάπτυξη περί της απόλυτης απλότητας του Θεού, της γεννήσεως του Λόγου και της εκπορεύσεως του Πνεύματος, παράλληλα με την εξέταση της νοερής, λογικής και τριαδικής φύσεως της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 8

Πᾶσα λογικὴ καὶ νοερὰ φύσις, εἴτ’ ἀγγελικὴν εἴποι τις, εἴτ’ ἀνθρωπίνην, οὐσίαν ἔχει τὴν ζωήν, δι’ ἣν καὶ διαμένει ἐπίσης καθ’ ὕπαρξιν ἀθάνατος, διαφθορὰν οὐκ ἐπιδεχομένη. ἀλλ’ ἡ μὲν ἐν ἡμῖν λογικὴ καὶ νοερὰ φύσις οὐ μόνον οὐσίαν ἔχει τὴν ζωήν, ἀλλὰ καὶ ἐνέργειαν, ζωοποιεῖ γὰρ καὶ τὸ συνημμένον σῶμα· διὸ καὶ τούτου λέγοιτ’ ἂν ζωή. καὶ ὅταν τούτου λέγηται ζωή, πρὸς ἕτερον ἡ ζωὴ λέγεται καὶ ἐνέργειά ἐστιν αὐτῆς· πρὸς γὰρ ἕτερον οὐδέποτ’ ἂν λέγοιτο οὐσία καθ’ αὑτήν. ἡ δὲ τῶν ἀγγέλων νοερὰ φύσις οὐχὶ καὶ ἐνέργειαν τοιαύτην ἔχει τὴν ζωήν, οὐ γὰρ συνημμένον ἔλαβεν ἐκ γῆς παρὰ θεοῦ σῶμα, ἵνα καὶ ζωοποιὸν λάβῃ πρὸς τοῦτο δύναμιν. δεκτικὴ μέντοι καὶ αὕτη τῶν ἐναντίων ἐστί, κακίας δηλονότι καὶ ἀγαθότητος· καὶ τοῦτο παριστᾶσιν οἱ πονηροὶ τῶν ἀγγέλων, ἔκπτωσιν ὑποστάντες διὰ τὴν ἔπαρσιν. σύνθετοί πως τοιγαροῦν εἰσι καὶ οἱ ἄγγελοι ἔκ τε τῆς καθ’ ἑαυτοὺς οὐσίας καὶ μιᾶς τῶν ἐναντίων ποιοτήτων, ἀρετῆς φημι καὶ πονηρίας· ὅθεν δείκνυνται μηδ’ οὗτοι οὐσίαν ἔχοντες τὴν ἀγαθότητα.

Ἡ τῶν ἀλόγων ζῴων ἑκάστου ψυχὴ ζωή ἐστι τοῦ κατ’ αὐτὴν ἐμψύχου σώματος· καὶ οὐκ οὐσίαν, ἀλλ’ ἐνέργειαν ἔχει ταῦτα τὴν ζωήν, ὡς πρὸς ἕτερον οὖσαν, ἀλλ’ οὐ καθ’ αὑτήν. αὕτη γὰρ οὐδὲν ἕτερον ἔχουσα ὁρᾶται, ὅτι μὴ τὰ ἐνεργούμενα διὰ τοῦ σώματος· διὸ καὶ λυομένῳ τούτῳ, συνδιαλύεσθαι ἀνάγκη. θνητὴ γάρ ἐστι τοῦ σώματος οὐχ ἧττον, ἐπεὶ πᾶν ὅπερ ἐστί, πρὸς τὸ θνητόν ἐστί τε καὶ λέγεται· διὸ καὶ θανόντι συναποθνῄσκει.

Ἡ τῶν ἀνθρώπων ἑκάστου ψυχή ἐστι μὲν καὶ τοῦ κατ’ αὐτὴν ἐμψύχου σώματος ζωὴ καὶ ζωοποιὸν ἔχει τὴν ἐνέργειαν πρὸς ἕτερον ὁρωμένην, πρὸς αὐτὸ δηλαδὴ τὸ παρ’ αὐτῆς ζωοποιούμενον. ἀλλ’ οὐ μόνον ἐνέργειαν, ἀλλὰ καὶ οὐσίαν ἔχει τὴν ζωήν, ὡς ζῶσα καθ’ αὑτήν· ἔχουσα γὰρ ὁρᾶται τὴν λογικὴν καὶ νοερὰν ζωήν, φανερῶς ἑτέραν οὖσαν παρὰ τὴν τοῦ σώματος καὶ τῶν ὅσα διὰ σώματος. διὸ καὶ λυομένου τοῦ σώματος, αὕτη οὐ συνδιαλύεται· πρὸς δὲ τῷ μὴ συνδιαλύεσθαι καὶ ἀθάνατος διαμένει, ὡς μὴ πρὸς ἕτερον ὁρωμένην, ἀλλ’ οὐσίαν ἔχουσα τὴν καθ’ αὑτὴν ζωήν.

Ἡ λογικὴ καὶ νοερὰ ψυχὴ οὐσίαν μὲν ἔχει τὴν ζωήν, ἀλλὰ δεκτικὴν τῶν ἐναντίων, κακίας δηλονότι καὶ ἀγαθότητος· ὅθεν δείκνυται μὴ οὐσίαν ἔχουσα τὴν ἀγαθότητα, ὥσπερ οὐδὲ τὴν κακίαν, ἀλλ’ οἷόν τινα ποιότητα, καθ’ ἑκατέραν, ὁπότε παρείη, διατιθεμένη. πάρεστι δὲ οὐ τοπικῶς, ἀλλ’ ἡνίκ’ ἂν ἡ νοερὰ ψυχή, τὸ αὐτεξούσιον λαβοῦσα παρὰ τοῦ κτίσαντος, νεύσῃ πρὸς αὐτὴν καὶ ζῇν ἐθελήσῃ κατ’ αὐτήν. διὸ καὶ σύνθετός ἐστί πως ἡ λογικὴ καὶ νοερὰ ψυχὴ οὐκ ἐκ τῆς ἀνωτέρω εἰρημένης ἐνεργείας, — αὕτη γὰρ πρὸς ἕτερον οὖσα σύνθεσιν ἐμποιεῖν οὐ πέφυκεν— ἀλλ’ ἐκ τῆς κατ’ αὐτὴν οὐσίας καὶ μιᾶς ἡστινοσοῦν τῶν εἰρημένων ἐναντίων ποιοτήτων, ἀρετῆς φημι καὶ πονηρίας.

Ὁ ἀνωτάτω νοῦς, τὸ ἄκρον ἀγαθόν, ἡ ὑπέρζωος καὶ ὑπέρθεος φύσις, πάντῃ τε καὶ πάντως ἀνεπίδεκτος οὖσα τῶν ἐναντίων, φανερῶς οὐ ποιότητα, ἀλλ’ οὐσίαν ἔχει τὴν ἀγαθότητα. διὸ καὶ πᾶν ὅπερ ἂν ἐννοήσειέ τις ἀγαθόν, ἐν ἐκείνῳ ἐστί, μᾶλλον δὲ ἐκεῖνός ἐστι καὶ ὑπὲρ ἐκεῖνό ἐστι· καὶ πᾶν ὅπερ ἐν ἐκείνῳ τις ἐννοήσειεν, ἀγαθόν ἐστι, μᾶλλον δὲ ἀγαθότης καὶ ὑπεράγαθος ἀγαθότης ἐστί. καὶ ἡ ζωὴ ἐν αὐτῷ ἐστι, μᾶλλον δὲ αὐτός ἐστιν ἡ ζωή· ἀγαθὸν γὰρ ἡ ζωὴ καὶ ἀγαθότης ἐν αὐτῷ ἡ ζωή. καὶ ἡ σοφία ἐν αὐτῷ ἐστι, μᾶλλον δὲ αὐτός ἐστιν· ἀγαθὸν γὰρ ἡ σοφία καὶ ἀγαθότης ἐν αὐτῷ ἡ σοφία· καὶ ἡ ἀϊδιότης καὶ ἡ μακαριότης καὶ ἁπλῶς ἅπαν ὅ τις ἂν ἐννοήσειεν ἀγαθόν. καὶ οὐκ ἔστιν ἐκεῖ διαφορὰ ζωῆς καὶ σοφίας καὶ ἀγαθότητος καὶ τῶν τοιούτων· πάντα γὰρ ἡ ἀγαθότης ἐκείνη συνειλημμένως καὶ ἑνιαίως καὶ ἁπλουστάτως συμπεριβάλλει· καὶ ἐκ πάντων καὶ νοεῖται καὶ καλεῖται τῶν ἀγαθῶν· καὶ ἓν καὶ ἀληθές ἐστιν, ὅπερ ἄν τις ἐννοήσειε καὶ εἴπῃ περὶ αὐτῆς ἀγαθόν. ἐκείνη δὲ οὐ τοῦτό ἐστι μόνον, ὅπερ ἀληθῶς νοεῖται καὶ παρ’ αὐτῶν τῶν θεοσόφῳ νῷ νοούντων καὶ πνευματοκινήτῳ γλώσσῃ θεολογούντων, ἀλλ’ ὡς ἄρρητός τε καὶ ἀπερινόητος, καὶ ὑπὲρ ταῦτά ἐστι καὶ τοῦ ἑνιαίου καὶ τῆς ὑπερφυοῦς ἁπλότητος οὐκ ἀπολείπεται, μία οὖσα πανάγαθος καὶ ὑπεράγαθος ἀγαθότης.

κατὰ τοῦτο γὰρ μόνον καὶ νοεῖται καὶ καλεῖται καὶ κατὰ τοῦτο παρὰ μόνων τῶν πρὸς τὴν κτίσιν οἰκείων ἐνεργειῶν ὁ ποιητὴς καὶ δεσπότης τῆς κτίσεως, ὅτι ἐστὶ πανάγαθος καὶ ὑπεράγαθος ἀγαθότης οὐσίαν ἔχων τὴν ἀγαθότητα. διὸ καὶ τῆς πρὸς αὐτὴν ἐναντιότητος πάντῃ τε καὶ πάντως ἐστὶν ἀνεπίδεκτος· οὐδὲν γὰρ οὐδεμιᾷ ἐναντίον οὐσίᾳ ἐστίν.

Ἡ πανάγαθος αὕτη καὶ ὑπεράγαθος ἀγαθότης καὶ πηγή ἐστιν ἀγαθότητος· καὶ τοῦτο γὰρ ἀγαθὸν καὶ ἀγαθῶν τὸ ἀκρότατον· καὶ οὐκ ἦν ἀπεῖναι τῆς παντελοῦς ἀγαθότητος. ἐπεὶ δὲ νοῦς ἐστιν ἡ ὑπερτελὴς καὶ παντελὴς ἀγαθότης, τί ποτ’ ἂν ἕτερον εἴη τὸ παρ’ αὐτῆς ὡς ἐκ πηγῆς προϊὸν ἢ λόγος, καὶ λόγος οὐ κατὰ τὸν ἡμέτερον προφορικὸν λόγον, οὐ νοῦ γὰρ οὗτος, ἀλλὰ σώματος νῷ κινουμένου· οὐδὲ κατὰ τὸν ἡμέτερον ἐνδιάθετον λόγον, φθόγγων γὰρ οἱονεὶ τύποις κἀκεῖνος ἐν ἡμῖν διατιθέμενος γίνεται· ἀλλ’ οὐδὲ κατὰ τὸν ἡμέτερον ἐν διανοίᾳ λόγον κἂν χωρὶς φθόγγων ᾖ, ἐπιβολαῖς ἀσωμάτοις πάντῃ συμπεραιούμενος, κἀκεῖνος γὰρ μεθ’ ἡμᾶς ἐστι καὶ διαλειμμάτων δεῖται καὶ χρονικῶν οὐκ ὀλίγων διαστημάτων, διεξοδικῶς προϊὼν καὶ ἐξ ἀρχῆς ἀτελοῦς πρὸς τὸ ἐντελὲς συμπέρασμα προαγόμενος· ἀλλὰ κατὰ τὸν ἐμφύτως ἡμῖν, ἐξ οὗ γεγόναμεν παρὰ τοῦ κτίσαντος ἡμᾶς κατ’ εἰκόνα οἰκείαν, ἐναποκείμενον τῷ νῷ λόγον, τὴν ἀεὶ συνυπάρχουσαν αὐτῷ γνῶσιν· ἥτις καὶ μάλιστα ἐκεῖ ἐπὶ τοῦ ἀνωτάτω νοῦ τῆς παντελοῦς καὶ ὑπερτελοῦς ἀγαθότητος, παρ’ ᾗ μηδὲν ἀτελές, πλὴν τοῦ ἐξ αὐτῆς εἶναι, πάντα ἐστὶν ἀπαραλλάκτως ὅσα ἐκείνη.

διὸ καὶ υἱὸς ὁ ἀνωτάτω λόγος ἐστί τε καὶ παρ’ ἡμῶν καλεῖται, ἵν’ ἐπιγνῶμεν αὐτὸν ὄντα τέλειον ἐν ὑποστάσει τελείᾳ τε καὶ ἰδίᾳ, ὡς ἐκ τοῦ πατρὸς ὄντα καὶ κατὰ μηδὲν λειπόμενον τῆς πατρικῆς οὐσίας, ἀλλ’ ἀπαραλλάκτως τὸν αὐτὸν ἐκείνῳ ὄντα, εἰ καὶ μὴ καθ’ ὑπόστασιν, ἣ τὸ ἐξ ἐκείνου γεννητῶς θεοπρεπῶς εἶναι παρίστησι τὸν λόγον.

Ἡ ἀγαθότης ἡ ὡς ἐκ πηγῆς τῆς νοερᾶς ἀγαθότητος προϊοῦσα γεννητῶς, ἐπεὶ λόγος ἐστί, λόγον δὲ πνεύματος χωρὶς οὐδ’ ἄν τις νοῦν ἔχων ἐννοήσειε, διὰ τοῦτο καὶ τὸ πνεῦμα τὸ ἅγιον ὁ ἐκ θεοῦ θεὸς λόγος συμπροϊὸν ἐκ τοῦ πατρὸς ἔχει. πνεῦμα δὲ οὐ κατὰ τὸ συνὸν τῷ ἡμετέρῳ διὰ τῶν χειλέων λόγῳ, σῶμα γὰρ τοῦτο καὶ δι’ ὀργανικῶν σωμάτων ἐναρμόζεται τῷ ἡμετέρῳ λόγῳ· ἀλλ’ οὐδὲ κατὰ τὸ συνόν, εἰ καὶ ἀσωμάτως, τῷ καθ’ ἡμᾶς ἐνδιαθέτῳ καὶ κατὰ διάνοιαν λόγῳ, κἀκεῖνο γὰρ ὁρμή τίς ἐστι τοῦ νοῦ, τῷ ἡμετέρῳ λόγῳ συνδιατεινομένη χρονικῶς καὶ διαστημάτων δεομένη τῶν αὐτῶν καὶ ἐξ ἀτελοῦς προϊοῦσα εἰς τελείωσιν. ἐκεῖνο δὲ τὸ πνεῦμα τοῦ ἀνωτάτω λόγου οἷόν τις ἔρως ἐστὶν ἀπόρρητος τοῦ γεννήτορος πρὸς αὐτὸν τὸν ἀπορρήτως γεννηθέντα λόγον, ᾧ καὶ αὐτὸς ὁ τοῦ πατρὸς ἐπέραστος λόγος καὶ υἱὸς χρῆται πρὸς τὸν γεννήτορα, ἀλλ’ ὡς ἐκ τοῦ πατρὸς ἔχων αὐτὸν συμπροελθόντα καὶ συμφυῶς ἐν αὐτῷ ἀναπαυόμενον.

παρ’ οὗ λόγου διὰ σαρκὸς ὁμιλήσαντος ἡμῖν καὶ τὸ ὄνομα τῆς διαφόρου παρὰ τοῦ πατρὸς ὑπάρξεως ἐδιδάχθημεν τοῦ πνεύματος· καὶ μὴ τοῦ πατρὸς εἶναι τοῦτο μόνον, ἀλλὰ καὶ αὐτοῦ· τὸ πνεῦμα, γάρ φησι, τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἵν’ ἡμεῖς ἐπιγνῶμεν οὐ λόγον μόνον ἀλλὰ καὶ πνεῦμα ἐκ τοῦ πατρός, οὐ γεννώμενον ἀλλ’ ἐκπορευόμενον, ὂν δὲ καὶ τοῦ υἱοῦ παρὰ τοῦ πατρὸς τοῦτ’ ἔχοντος ὡς ἀληθείας καὶ σοφίας καὶ λόγου πνεῦμα· λόγος γὰρ ἡ ἀλήθεια καὶ ἡ σοφία τῷ γεννήτορι κατάλληλος, ὃς τῷ πατρὶ ἐπ’ αὐτῷ χαίροντι συγχαίρει, κατὰ τὸ παρ’ αὐτοῦ διὰ τοῦ Σολομῶντος εἰρημένον· ἐγὼ ἤμην ἣ συνέχαιρον αὐτῷ. οὐκ «ἔχαιρον» εἶπεν, ἀλλὰ συνέχαιρον, αὕτη γὰρ ἡ πατρός τε καὶ υἱοῦ προαιώνιος χαρὰ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν, ὡς κοινὸν μὲν αὐτοῖς κατὰ τὴν χρῆσιν. διὸ παρ’ ἀμφοτέρων καὶ πρὸς τοὺς ἀξίους πέμπεται, μόνου δὲ τοῦ πατρὸς καθ’ ὕπαρξιν ὑπάρχον· διὸ καὶ παρ’ αὐτοῦ μόνου ἐκπορεύεται καθ’ ὕπαρξιν.

Τούτου τοῦ ἀνωτάτω ἔρωτος τὴν εἰκόνα καὶ ὁ κατ’ εἰκόνα τοῦ θεοῦ κτισθεὶς ἡμῶν ἔχει νοῦς πρὸς τὴν παρ’ αὐτοῦ καὶ ἐν αὐτῷ διηνεκῶς ὑπάρχουσαν γνῶσιν, παρ’ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ τοῦτον ὄντα καὶ συμπροϊόντα παρ’ αὐτοῦ τῷ ἐνδοτάτῳ λόγῳ. καὶ τούτου δεῖγμα ἐναργέστατον καὶ τοῖς μὴ τὰ ἐνδοτάτω ἑαυτῶν δυναμένοις καθορᾶν ἡ πρὸς τὸ εἰδέναι τῶν ἀνθρώπων ἀκόρεστος ἔφεσις. ἀλλ’ ἐν ἐκείνῳ τῷ ἀρχετύπῳ, ἐν ἐκείνῃ τῇ παντελείῳ καὶ ὑπερτελεῖ ἀγαθότητι, παρ’ ᾗ μηδὲν ἀτελὲς πλὴν τοῦ ἐξ αὐτῆς εἶναι, πάντα ἐστὶν ἀπαραλλάκτως ὁ θεῖος ἔρως ὅσα ἐκείνη.

διὸ καὶ πνεῦμα ἅγιον καὶ παράκλητος ἄλλος οὗτός ἐστί τε καὶ παρ’ ἡμῶν καλεῖται, ὡς τῷ λόγῳ συμπαρομαρτῶν, ἵν’ ἡμεῖς ἐπιγνῶμεν ὄντα τέλειον ἐν ὑποστάσει τελείᾳ τε καὶ ἰδίᾳ, κατὰ μηδὲν καὶ αὐτὸν λειπόμενον τῆς τοῦ πατρὸς οὐσίας, ἀλλ’ ἀπαραλλάκτως ὄντα τὸν αὐτὸν τῷ τε υἱῷ καὶ τῷ πατρί, εἰ καὶ μὴ καθ’ ὑπόστασιν, ἥτις ἐκ τοῦ πατρὸς θεοπρεπῶς ἐκπορευτῶς εἶναι τοῦτον παρίστησιν ἡμῖν· καὶ σεφθῶμεν ἕνα θεὸν ἀληθῆ τε καὶ τέλειον ἐν τρισὶν ὑποστάσεσιν ἀληθιναῖς καὶ τελείαις, οὐ τριπλοῦν, ἄπαγε, ἀλλ’ ἁπλοῦν· οὐ γὰρ τριπλῆ τίς ἐστιν ἡ ἀγαθότης, οὐδὲ τριὰς ἀγαθοτήτων, ἀλλὰ τριὰς ἁγία καὶ σεβασμία καὶ προσκυνητὴ ἡ ἀνωτάτω ἀγαθότης ἐστίν, ἐξ ἑαυτῆς εἰς ἑαυτὴν χεομένη ἀρρεύστως καὶ ἐφ’ ἑαυτῆς ἑστῶσα πρὸ αἰώνων θεοπρεπῶς, ἀόριστός τε οὖσα καὶ παρὰ μόνης ἑαυτῆς ὡρισμένη καὶ τὰ πάντα ὁρίζουσα καὶ πάντων ὑπερεκτεινομένη καὶ μηδὲν τῶν ὄντων ἐκτὸς ἑαυτῆς ἐῶσα.

Ἔχει μὲν οὖν καὶ ἡ τῶν ἀγγέλων νοερὰ καὶ λογικὴ φύσις νοῦν τε καὶ λόγον ἐκ τοῦ νοῦ καὶ τὸν πρὸς τὸν λόγον ἔρωτα τοῦ νοῦ, ὃς καὶ αὐτός ἐστιν ἐκ τοῦ νοῦ καὶ σύνεστιν ἀεὶ τῷ τε λόγῳ καὶ τῷ νῷ καὶ πνεῦμα ἂν καλοῖτο, ὡς τῷ λόγῳ φύσει συμπαρομαρτῶν. ἀλλ’ οὐκ ἔχει καὶ ζωοποιὸν τὸ πνεῦμα τοῦτο, οὐδὲ γὰρ συνημμένον εἴληφεν ἐκ γῆς παρὰ θεοῦ σῶμα, ἵνα καὶ ζωοποιόν τε καὶ συνεκτικὴν λάβῃ πρὸς τοῦτο δύναμιν. ἡ δὲ νοερὰ καὶ λογικὴ φύσις τῆς ψυχῆς, ἐπεὶ γηΐνῳ συνεκτίσθη σώματι καὶ ζωοποιὸν ἔλαβε τὸ πνεῦμα παρὰ τοῦ θεοῦ, δι’ οὗ συνέχει καὶ ζωοποιεῖ τὸ συνημμένον σῶμα, παρ’ οὗ καὶ δείκνυται τοῖς συνιοῦσιν, ὅτι νοερός ἐστιν ἔρως τὸ τοῦ ἀνθρώπου πνεῦμα, τὸ τοῦ σώματος ζωοποιόν, ὅπερ ἐκ τοῦ νοῦ ἐστι καὶ τοῦ λόγου ἐστὶ καὶ ἐν τῷ λόγῳ καὶ τῷ νῷ ἐστι καὶ ἐν ἑαυτῷ ἔχει τόν τε λόγον καὶ τὸν νοῦν. τοσοῦτο γὰρ ἐρασμίαν ἔχει δι’ αὐτοῦ φυσικῶς τὴν πρὸς τὸ οἰκεῖον σῶμα ἡ ψυχὴ συνάφειαν, ὡς μηδέποτ’ ἀπολιπεῖν τοῦτο ἐθέλειν, μηδ’ ἀπολείπειν ὅλως, μὴ βίας ἐπενεχθείσης ἐκ νόσου δή τινος μεγίστης ἢ πληγῆς ἔξωθεν.

Ἡ νοερὰ καὶ λογικὴ φύσις τῆς ψυχῆς, μόνη νοῦν ἔχουσα καὶ λόγον καὶ πνεῦμα ζωοποιόν, μόνη καὶ τῶν ἀσωμάτων ἀγγέλων μᾶλλον κατ’ εἰκόνα τοῦ θεοῦ παρ’ αὐτοῦ δεδημιούργηται· καὶ τοῦτ’ ἔχει ἀμεταποίητον, κἂν μὴ ἐπιγνῷ τὴν ἑαυτῆς ἀξίαν καὶ τοῦ κτίσαντος κατ’ εἰκόνα οἰκείαν ἀξίως φρονῇ τε καὶ πολιτεύηται. ταῦτ’ ἄρα καὶ μετὰ τὴν προγονικὴν ἐκείνην ἐν τῷ παραδείσῳ διὰ τοῦ ξύλου παράβασιν καὶ πρὸ τοῦ σωματικοῦ τὸν τῆς ψυχῆς ἡμεῖς ὑποστάντες θάνατον, ὅς ἐστιν ὁ ἀπὸ τοῦ θεοῦ ταύτης χωρισμός, τὸ καθ’ ὁμοίωσιν εἶναι θείαν ἀποβαλόντες, τὸ κατ’ εἰκόνα οὐκ ἀπωλέσαμεν. ἀποστέργουσα μὲν οὖν ἡ ψυχὴ τὴν πρὸς τὰ χείρω σχέσιν καὶ προσκολλωμένη δι’ ἀγάπης τῷ κρείττονι καὶ ὑποταττομένη τούτῳ διὰ τῶν ἔργων καὶ τῶν τρόπων τῆς ἀρετῆς, φωτίζεταί τε παρ’ αὐτοῦ καὶ καλλύνεται, βελτιουμένη καὶ πειθομένη ταῖς ἐκείνου βουλαῖς καὶ παραινέσεσι, παρ’ ὧν καὶ τὴν ὄντως ζωὴν τὴν αἰώνιον ἀπολαμβάνει· δι’ αὐτῆς καὶ τὸ συνημμένον ἀπαθανατίζει σῶμα, τῆς ἐπηγγελμένης ἐξαναστάσεως κατὰ καιρὸν τυχὸν καὶ δόξης ἀϊδίου μετασχόν. μὴ ἀποποιουμένη δὲ τὴν πρὸς τὰ χείρω σχέσιν καὶ ὑπόπτωσιν, παρ’ ἧς αἶσχος ἀτιμοποιὸν ἐμποιεῖ τῇ τοῦ θεοῦ εἰκόνι, ἀλλοτριοῦται καὶ ἀποικίζεται θεοῦ τῆς ὄντως μακαρίας καὶ ἀληθινῆς ζωῆς, ὡς ἐγκαταλιποῦσα τοῦτον αὐτὴ πρότερον, ἐγκαταλιμπανομένη δικαίως παρὰ τοῦ κρείττονος.

Ἡ μετὰ τὴν ἀνωτάτω τριάδα τριαδικὴ φύσις, ὡς παρ’ ἐκείνης κατ’ εἰκόνα ἐκείνης πεποιημένη μᾶλλον τῶν ἄλλων, νοερά, λογική τε καὶ πνευματικὴ (τοιαύτη δέ ἐστιν ἡ ἀνθρωπίνη ψυχή), φυλάττειν ὀφείλει τὴν ἑαυτῆς τάξιν καὶ μετὰ θεὸν εἶναι μόνον καὶ τούτῳ ὑπεζεῦχθαι μόνῳ καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι καὶ πρὸς αὐτὸν ὁρᾶν μόνον καὶ κοσμεῖν ἑαυτὴν τῇ διηνεκεῖ τούτου μνήμῃ καὶ θεωρίᾳ καὶ τῇ θερμοτάτῃ πρὸς αὐτὸν καὶ διαπύρῳ ἀγάπῃ, δι’ ὧν θαυμαστῶς πρὸς ἑαυτὴν ἐπισπᾶται, μᾶλλον δὲ ἐπεσπᾶτο ἦν ὅτε τὴν τῆς φύσεως ἐκείνης μυστικὴν καὶ ἀπόρρητον αἴγλην καὶ τηνικαῦτα τὸ κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν ὡς ἀληθῶς ἔχει, ἐπίχαρις καὶ σοφὴ καὶ θεία διὰ ταύτης ἐκτελουμένη. διδάσκεται γὰρ δι’ αὐτῆς ἢ παρούσης ἐμφανῶς ἢ ἐγγιζούσης ἀφανῶς, ὡς ἐπὶ μᾶλλον νῦν τὸν μὲν θεὸν ὑπὲρ ἑαυτήν, τὸν δὲ πλησίον ὡς ἑαυτὴν ἀγαπᾶν, κἀντεῦθεν καὶ τὴν ἑαυτῆς ἀξίαν τε καὶ τάξιν εἰδέναι καὶ συντηρεῖν καὶ ἑαυτὴν ὡς ἀληθῶς ἀγαπᾶν.

ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν μισεῖν καὶ ἑαυτὴν ψυχήν, καὶ τὸ κατ’ εἰκόνα εἶναι τοῦ θεοῦ διασπῶν τε καὶ ἀχρειῶν, παραπλήσιον ὑφίσταται πάθος τοῖς ὑπὸ μανίας ἀνεπαισθήτως τὰς ἑαυτῶν ἐλεεινῶς διασπαράττουσι σάρκας· ἀνεπαισθήτως γὰρ καὶ αὐτὸς λυμαίνεται καὶ ἀθλιώτατα διασπαράττει τὴν ἔμφυτον ἑαυτοῦ καλλονήν, διαρρήσσων ἀφρόνως τὸν ὑπὸ τῆς ἀγάπης ἔνδον συμπληρούμενον τριαδικὸν καὶ ὑπερκόσμιον κόσμον τῆς ἰδίας ψυχῆς. τί γὰρ ἀδικώτερον, τί δὲ ὀλεθριώτερον, τοῦ τὸν κτίσαντα καὶ κοσμήσαντα κατ’ εἰκόνα οἰκείαν καὶ διὰ τοῦτο παρασχόντα τῆς γνώσεως καὶ τῆς ἀγάπης τὴν δύναμιν καὶ τοῖς ταύτῃ καλῶς χρωμένοις προσεπιδαψιλευόμενον τὰς ἀπορρήτους δωρεὰς καὶ τὴν ζωὴν τὴν αἰώνιον μὴ μεμνῆσθαι καὶ καθορᾶν διηνεκῶς ἐθέλειν καὶ ἀγαπᾶν;