Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Η αποστασία του Σατανά, η πτώση του ανθρώπου και η θεία οικονομία

Περιγραφή της εκούσιας πτώσεως των δαιμόνων, της απάτης των πρωτοπλάστων, του διπλού θανάτου ως συνέπεια της αμαρτίας, καθώς και της θείας συγκαταβάσεως μέσω της οικονομίας και της μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 8

Ἓν τῶν τῆς ψυχῆς τῆς καθ’ ἡμᾶς χειρόνων καὶ μᾶλλον καὶ πάνυ μᾶλλον τῶν ἄλλων χεῖρον ὁ νοητὸς καὶ ἀρχέκακός ἐστιν ὄφις, ἄγγελος νῦν τῆς καθ’ ἑαυτὸν πονηρίας ἐκ τῆς πρὸς ἀνθρώπους πονηρᾶς ὑποθήκης γινόμενος. τοσοῦτο κατώτερός τε καὶ χείρων ἁπάντων, ὅσον ἐπεθύμησεν ὑπερηφάνως ἐξομοιωθῆναι κατ’ ἐξουσίαν τῷ κτίσαντι, παρ’ οὗ τοσοῦτον ἐγκατελείφθη δικαίως, ὁπόσον αὐτὸς φθάσας αὐτὸν ἐγκατέλιπε. τοσοῦτο δὲ ἐγκατέλιπεν, ὡς ἀντίθετος ἐκείνῳ καὶ ἀντικείμενος καὶ φανερῶς ὑπεναντίος τελέσαι. εἰ οὖν ἐκεῖνος ἀγαθότης ἐστὶ ζῶσα καὶ τῶν ζώντων ζωοποιός, αὐτόχρημα κακία οὗτός ἐστι νεκρὰ καὶ νεκροποιός. ἐκεῖνος μὲν γὰρ οὐσίαν ἔχων τὴν ἀγαθότητα καὶ τοῦ ἐναντίου, δηλαδὴ τῆς κακίας, φύσις ἀνεπίδεκτος ὤν, ἅτε μηδ’ ἐγγίζειν δέον αὐτῷ τοὺς κακίας μετόχους ἡστινοσοῦν, πόσῳ μᾶλλον τὸν δημιουργὸν καὶ ἀρχηγὸν τῆς κακίας καὶ τοῖς ἄλλοις αἴτιον, τοῦτον ὡς πορρωτάτω ἑαυτοῦ ἀπωθεῖται; ὁ δὲ πονηρὸς οὐ πονηρίαν, ἀλλὰ ζωὴν ἔχων τὴν οὐσίαν, διὸ καὶ ἀθάνατος διαμένει κατ’ αὐτήν· δεκτικὴν μέντοι ταύτην καὶ κακίας ἔχων καὶ αὐτεξουσιότητι τετιμημένος, ἵν’ οἴκοθεν ὑποταττόμενος καὶ κολλώμενος τῇ ἀεννάῳ τῆς ἀγαθότητος πηγῇ μέτοχος εἴη τῆς ὄντως ζωῆς.

ἐπεὶ πρὸς τὴν κακίαν ἑκὼν οὗτος ἀπηυτομόλησε, στερεῖται τῆς ὄντως ζωῆς, ἀπωσθεὶς ταύτης δικαίως, ἧς ἀπέδρα φθάσας αὐτός, καὶ νεκρὸν γίνεται πνεῦμα, οὐ κατ’ οὐσίαν (οὐ γάρ ἐστιν οὐσία νεκρότητος), ἀλλὰ κατὰ ἀποβολὴν τῆς ὄντως ζωῆς. ὁ δὲ κόρον μὴ λαμβάνων τῆς πρὸς κακίαν ὁρμῆς καὶ προστιθεὶς ἀθλιώτατα νεκροποιὸν ἑαυτὸν ποιεῖ πνεῦμα σπεύδων ἐπισπᾶν καὶ τὸν ἄνθρωπον πρὸς κοινωνίαν τῆς οἰκείας νεκρώσεως.

Ὡς σκολιὸς τοὺς τρόπους καὶ πολὺς ἐν δόλοις, ὁ τῆς νεκρώσεως μεσίτης καὶ πρόξενος τὸν σκολιὸν ὑποδύεται ὄφιν ἐν τῷ τοῦ θεοῦ παραδείσῳ ποτέ· οὐκ ὄφις αὐτὸς γεγονὼς (οὐδὲ γὰρ δύναται, ὅτι μὴ κατὰ φαντασίαν, ᾗ δεῖν οὐκ ἔγνω τηνικαῦτα χρήσασθαι, μὴ ἄρα φωραθείη δεδιώς), ἀλλὰ μὴ θαρρῶν τὴν φανερὰν ὁμιλίαν, προκρίνει τὴν δολεράν· καὶ ταύτην, καθ’ ἣν μᾶλλον ἐθάρρει λαθεῖν, ἵν’ ὡς φίλος ὁρώμενος, τὰ τῶν ἐχθίστων ἀφανῶς εἰσηγήσηται καὶ τῷ ἐξαισίῳ τῆς προσλαλιᾶς (οὐδὲ γὰρ ἦν λογικὸς ὁ αἰσθητὸς ὄφις, οὐδ’ ἐφαίνετο δύνασθαι φωνὴν ἀφιέναι πρότερον) ἐκστήσῃ καὶ πρὸς ἑαυτὸν ὅλην ἐπισπάσηται καὶ ταῖς μηχαναῖς εὐχείρωτον ποιήσηται τὴν ἀκούουσαν, ἵνα γυμνάσῃ ταύτην εὐθὺς ἐντεῦθεν τοῖς χείροσιν ὑποτάσσεσθαι καὶ δουλεύειν ἐκείνοις, ὧν βασιλεύειν ἀξίως ἔλαχεν, ὡς μόνη τῶν κατ’ αἴσθησιν ζώντων χειρὶ θεοῦ καὶ λόγῳ τετιμημένη καὶ κατ’ εἰκόνα γενομένη τοῦ κτίσαντος. ἐνδίδωσι δὲ ὁ θεός, ἵν’ ἰδὼν ὁ ἄνθρωπος προσαγομένην τὴν συμβουλὴν ἐκ τοῦ χείρονος (πόσῳ γὰρ χείρων ὄφις ἀνθρώπου καὶ πόσῳ σαφῶς) συνῇ μηδαμῶς οὖσαν λυσιτελῆ, καὶ ἀναξιοπαθήσῃ τὴν πρὸς τὸ φανερῶς χεῖρον ὑποταγὴν καὶ φυλάξῃ τὴν οἰκείαν ἀξίαν, ἅμα δὲ καὶ τὴν πρὸς τὸν κτίσαντα πίστιν, τὴν ἐκείνου τηρῶν ἐντολήν· καὶ νικητὴς ῥᾳδίως τελέσῃ τοῦ ἐκπεσόντος τῆς ὄντως ζωῆς καὶ λάβῃ δικαίως τὴν μακαρίαν ἀθανασίαν καὶ διαμένῃ ζῶν ἔνθεος εἰς τοὺς αἰῶνας.

Οὐδὲν ἀνθρώπου κρεῖττον, ὥστε βουλεύσασθαι καὶ γνώμην εἰσενεγκεῖν καὶ δι’ αὐτῆς γνῶναι καὶ πορίσασθαι τὸ συνοῖσον· μόνον εἰ φυλάττει τὴν ἑαυτοῦ τάξιν καὶ γινώσκει ἑαυτὸν καὶ τὸν μόνον ἑαυτοῦ κρείττω καὶ τηρεῖ μὲν ἃ παρ’ ἐκείνου μάθοι τοῦ κρείττονος, εἰς ἃ δὲ μὴ παρ’ ἐκείνου μάθοι, σύμβουλον ἐκεῖνον μόνον συμπαραλαμβάνει βουλεύων. καὶ οἱ ἄγγελοι γάρ, εἰ καὶ ὑπὲρ ἡμᾶς εἰσι τὴν ἀξίαν, ἀλλ’ ὑπηρετοῦνται καὶ οὗτοι τοῖς ὑπὲρ ἡμῶν ἐκείνου βουλεύμασι, διάκονοι γάρ εἰσιν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· μᾶλλον δὲ οὐ πάντες, ἀλλὰ κἀκείνων οἱ ἀγαθοὶ καὶ φυλάξαντες τὴν ἑαυτῶν τάξιν. ἔχουσι γὰρ κἀκεῖνοι παρὰ θεοῦ νοῦν καὶ λόγον καὶ πνεῦμα, συμφυῆ τὰ τρία ταῦτα, καὶ τῷ δημιουργῷ νῷ καὶ λόγῳ καὶ πνεύματι καθ’ ἡμᾶς ὀφείλουσι πείθεσθαι. καὶ πλεονεκτοῦσι μὲν ἡμῶν ἐν πολλοῖς, ἔστι δ’ ἐφ’ ὧν ἡμῶν ἀποδέουσιν, ὡς ἔφημέν τε καὶ λέξομεν, πρὸς τὸ τελεῖν κατ’ εἰκόνα τοῦ κτίσαντος· δι’ ἃ καὶ μᾶλλον ἐκείνων ἡμεῖς κατ’ εἰκόνα θεοῦ γεγόναμεν.

Ὑπηρετεῖν ὡρισμένων δυνατῶς τῶν ἀγγέλων τῷ κτίσαντι καὶ μόνον ἄρχεσθαι κληρωσαμένων, ἄρχειν δὲ τῶν μετ’ αὐτοὺς οὐ ταχθέντων, εἰ μὴ ἄρα πεμφθεῖεν εἰς τοῦτο παρὰ τοῦ κρατοῦντος τῶν ὅλων, ὁ Σατὰν ἄρχειν ἐπεθύμησεν ὑπερηφάνως παρὰ γνώμην τοῦ κτίσαντος· καὶ τὴν ἑαυτοῦ τάξιν μετὰ τῶν συναποστάντων ἀγγέλων ἀπολιπών, ἐγκαταλιμπάνεται δικαίως παρὰ τῆς ὄντως ζωτικῆς καὶ φωτιστικῆς πηγῆς καὶ θάνατον ἐνδύεται καὶ ζόφον αἰώνιον. ἐπεὶ δὲ ὁ ἄνθρωπος οὐκ ἄρχεσθαι μόνον, ἀλλὰ καὶ ἄρχειν τέτακται τῶν ἐπὶ γῆς ἁπάντων, βασκάνοις ὄμμασι τούτῳ προσιδὼν ὁ ἀρχέκακος, πάσῃ μηχανῇ χρῆται τοῦτον τῆς ἀρχῆς καθελεῖν. βίᾳ δ’ οὐκ ἔχων, ἅτε κωλυόμενος παρὰ τοῦ πάντων κρατοῦντος, ὃς τὴν λογικὴν φύσιν ἐδημιούργησεν ἐλεύθερόν τε καὶ αὐτεξούσιον, σὺν δόλῳ προσάγει τὴν καθαιρήσουσαν τῆς ἀρχῆς συμβουλήν· καὶ κλέπτει, μᾶλλον δὲ πείθει τὸν ἄνθρωπον περιϊδεῖν μὲν καὶ παρ’ οὐδὲν θέσθαι καὶ ἀθετῆσαι, μᾶλλον δὲ καὶ ἀντιτάξασθαι καὶ τἀναντία πρᾶξαι τῆς παρὰ τοῦ κρείττονος δεδομένης ἐντολῆς τε καὶ συμβουλῆς, καὶ ὡς κοινωνήσαντα τῆς ἀποστασίας, κοινωνῆσαι καὶ τοῦ καθ’ ἑαυτὸν αἰωνίου ζόφου καὶ τῆς νεκρώσεως.

Ὅτι δὲ καὶ ἡ λογικὴ ψυχὴ ἔστιν ὡς νεκροῦται, καίτοι ζωὴν ἔχουσα τὸ εἶναι, Παῦλος ὁ μέγας ἡμᾶς ἐδίδαξε, γράφων· ἡ σπαταλῶσα χήρα ζῶσα τέθνηκεν. εἰρῆσθαι μὲν οὖν ἐκείνῳ τοῦτο καὶ περὶ τοῦ προκειμένου νῦν, τῆς λογικῆς δηλονότι ψυχῆς, οὐ χεῖρον ἂν εἰπεῖν εἴη. ἡ γὰρ ἐστερημένη τοῦ πνευματικοῦ νυμφίου ψυχή, εἰ μὴ συνεσταλμένη καὶ πενθοῦσα ᾖ, καὶ τὸν στενὸν καὶ τεθλιμμένον βίον τῆς μετανοίας ἀνύουσα, ἀλλὰ διαχεομένη καὶ ταῖς ἡδοναῖς ἑαυτὴν ἐφιεῖσα καὶ σπαταλῶσα, ζῶσα (καὶ γὰρ κατ’ οὐσίαν ἐστὶν ἀθάνατος) τέθνηκε· καὶ γάρ ἐστι δεκτικὴ θανάτου τοῦ χείρονος, ὥσπερ καὶ ζωῆς τῆς ἀμείνονος. εἰ δὲ καὶ χήραν λέγει τὴν ἐστερημένην τοῦ σωματικοῦ νυμφίου, σπαταλῶσα καὶ ζῶσα κατὰ σῶμα, πάντως τέθνηκε, φησί, κατὰ ψυχήν, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ αὐτός, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. Τί δὲ ὁ εἰπών, ἔστιν ἁμαρτία πρὸς θάνατον καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον; ἀλλὰ καὶ ὁ κύριος, ἀφεῖναί τινι προστάξας τοὺς νεκροὺς θάπτειν τοὺς νεκρούς, τοὺς ἐνταφιαστὰς ἐκείνους κατὰ σῶμα ζῶντας νεκροὺς πάντως κατὰ ψυχὴν ἀπεφήνατο.

Ἐκστήσαντες ἑκόντες ἑαυτοὺς οἱ τοῦ γένους προπάτορες τῆς τοῦ θεοῦ μνήμης καὶ θεωρίας καὶ τῆς ἐκεῖθεν ἐντολῆς ἀλογήσαντες καὶ τῷ νεκρῷ τοῦ Σατὰν ὁμονοήσαντες πνεύματι καὶ τοῦ ἀπηγορευμένου ξύλου φαγόντες παρὰ γνώμην τοῦ κτίσαντος, γυμνωθέντες τῶν ἐκ τῆς ἄνωθεν αἴγλης φωτεινῶν καὶ ζωτικῶν ἐνδυμάτων, νεκροί, φεῦ, ὡς ὁ Σατὰν καὶ αὐτοὶ κατὰ πνεῦμα γεγόνασιν. ἐπεὶ δὲ ὁ Σατὰν οὐ νεκρόν ἐστι πνεῦμα μόνον, ἀλλὰ καὶ νεκροῦν τοὺς ἐγγίζοντας, τοῖς δὲ μετασχοῦσι τῆς ἐκείνου νεκρώσεως καὶ σῶμα παρῆν, δι’ οὗ καὶ συνεπεράνθη πρὸς ἔργον ἐλθοῦσα ἡ νεκροποιὸς συμβουλή, μεταδιδόασι, φεῦ, καὶ τοῖς οἰκείοις σώμασι τὰ νεκρὰ καὶ νεκροποιὰ ἐκεῖνα πνεύματα τῆς νεκρώσεως· κἂν διελύθη παραυτὰ πρὸς γῆν ἐπιστρέψαν ὅθεν ἐλήφθη τὸ ἀνθρώπινον σῶμα· εἰ μὴ προμηθείᾳ καὶ δυνάμει συνεχόμενον κρείττονι τὴν ἀπόφασιν ἐκαρτέρει τοῦ ῥήματι μόνῳ τὰ πάντα φέροντος, ἧς χωρὶς οὐδὲν ἐκτελεῖται τῶν τελουμένων· ἐκφέρεται δ’ ἐκείνη σὺν δίκῃ πάντοτε. δίκαιος γὰρ ὁ κύριος, κατὰ τὸν θεῖον ψαλμῳδὸν εἰπεῖν, καὶ δικαιοσύνας ἠγάπησεν.

Ὁ θεὸς θάνατον οὐκ ἐποίησε, κατὰ τὸ γεγραμμένον, ἀλλὰ καὶ γενέσθαι τοῦτον ἐκώλυσεν, ἐφ’ ὅσον ἐχρῆν καὶ μετὰ δικαιοσύνης ἐξῆν κωλύειν τοὺς αὐτεξουσίους παρ’ αὐτοῦ γεγονότας. προεισήνεγκε γὰρ βουλὴν ἀπαθανατίζουσαν καὶ προασφαλιζόμενος ἄγαν τὴν ζωοποιὸν συμβουλήν, οἰκείαν ἐποίησεν ἐντολὴν καὶ προηγόρευσε φανερῶς καὶ ἠπείλησε, θάνατον εἶναι διατεινάμενος τῆς ζωούσης ἐντολῆς τὴν ἀθέτησιν· ὡς ἂν ἢ πόθῳ ἢ γνώσει ἢ φόβῳ τὴν τοῦ θανάτου πεῖραν φυλάξωνται. τὸ γὰρ ἑκάστου τῶν κτισμάτων συμφέρον ὁ θεὸς καὶ φιλεῖ καὶ γινώσκει καὶ δύναται. εἰ μὲν οὖν ἐγίνωσκε μόνον, οὐκ ἐφίλει δέ, τάχ’ ἂν αὐτὸς εἴργων ἀτέλεστον ἠφίει τὸ καλῶς γινωσκόμενον. εἰ δ’ ἀγαπῶν οὐκ ἐγίνωσκεν ἢ οὐκ ἠδύνατο, τάχ’ ἂν καὶ μὴ τούτου ἑκόντος εἶναι τὸ παρ’ αὐτοῦ ποθούμενόν τε καὶ γινωσκόμενον ἀτέλεστον διετέλεσεν. ἐπεὶ δὲ τὸ συμφέρον ἡμῖν μάλιστα καὶ φιλεῖ καὶ γινώσκει καὶ δύναται, ὅ τι ποτ’ ἂν μὲν ἡμῖν κἂν ἀκουσίως ἐπέρχηται παρ’ ἐκείνου καὶ συμφερόντως πάντως ἡμῖν ἐπέρχεται. πρὸς ὃ δ’ ἂν ἡμεῖς ἑκουσίως αὐτομολήσωμεν ὡς αὐτεξουσίου τυχόντες φύσεως, πολὺ τὸ δέος, μὴ ἀσύμφορον εἴη.

ὅταν δὲ καὶ τοῦ θεοῦ προμηθουμένου φανερῶς τι τῶν ἁπάντων ἀπαγορευθείη ὡς ἐν παραδείσῳ κἀν τῷ εὐαγγελίῳ τοῦ κυρίου δι’ ἑαυτοῦ, ὡς ἐν τοῖς τοῦ Ἰσραὴλ ἐκγόνοις διὰ τῶν προφητῶν, ὡς ἐν τῷ τῆς χάριτος νόμῳ διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ τῶν αὐτῶν διαδόχων, φανερῶς ἀλυσιτελέστατόν ἐστι καὶ ὀλεθριώτατον οἴκοθεν ἐκεῖνο ποθεῖν καὶ πρὸς ἐκεῖνο σπεύδειν. κἄν τις τοῦθ’ ἡμῖν προτείνῃ καὶ πρὸς τοῦτο σπεύδειν ἐνάγῃ, λόγοις πείθων ἢ προσφιλεῖ θέλγων σχήματι, φανερῶς οὗτος ὑπεναντίος ἡμῶν ἐστι τῇ ζωῇ καὶ πολέμιος.

Ἔδει τοίνυν ἢ πόθῳ, τοῦ ζῇν ποθοῦντος ἡμᾶς (τί γὰρ καὶ ζῶντας ἔκτισεν, εἰ μὴ τοῦτ’ ἐφίλει διαφερόντως;), ἢ τῷ γινώσκειν μᾶλλον ἡμῶν εἰδέναι τὸ συμφέρον ἡμῶν ἐκεῖνον (πῶς γὰρ οὐκ ἀσυγκρίτως μᾶλλον ὁ παρασχὼν ἡμῖν τὴν γνῶσιν καὶ τῶν γνώσεων κύριος;), ἢ φοβηθέντας αὐτοῦ τὸ παντοδύναμον κράτος, μὴ κλαπῆναι, μὴ θελχθῆναι, μὴ πεισθῆναι τηνικαῦτα τὴν ἐντολὴν ἐκείνου καὶ συμβουλὴν ἀθετῆσαι, καθάπερ οὐδὲ νῦν τὰς μετ’ ἐκείνην ἡμῖν δεδομένας σωτηρίους ἐντολάς τε καὶ συμβουλάς. ἐπεὶ δ’ ὥσπερ νῦν οἱ μὴ πρὸς τὴν ἁμαρτίαν ἀντικαθίστασθαι γενναίως αἱρούμενοι, παρ’ οὐδὲν τὰς θείας ἐντολὰς τιθέμενοι, τὴν ἐναντίαν χωροῦσι, ταὐτὸ δ’ εἰπεῖν, τὴν πρὸς τὸν ἔνδον καὶ αἰώνιον θάνατον, ἂν μὴ μετανοίᾳ τὴν ἑαυτῶν ψυχὴν ἀνακτήσωνται· τὸν αὐτὸν τρόπον καὶ ἡ ξυνωρὶς ἐκείνη τῶν προπατόρων, οὐκ ἀντιστάντες τοῖς ἀπειθῆσαι πείθουσι, τὴν ἐντολὴν παρεῖδον, εἰς ἔργον εὐθὺς ἐξέβη τοῦ σὺν δίκῃ κρίνοντος ἡ προαναπεφωνημένη πρὸς αὐτοὺς ἀπόφασις καὶ κατ’ ἐκείνην εὐθὺς ἀπὸ τοῦ ξύλου φαγόντες ἔθανον· καὶ συνῆκαν ἔργῳ, τίς, ἣν ἐπελάθοντο, πρὸς αὐτοὺς ἐντολὴ τῆς ἀληθείας καὶ τῆς ἀγάπης καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως, καὶ ὑπ’ αἰσχύνης ἔκρυπτον ἑαυτοὺς γυμνωθέντες τῆς δόξης, ἣ ζωοποιεῖ κρειττόνως καὶ τὰ ἀθάνατα πνεύματα, ἧς χωρὶς ἡ τῶν πνευμάτων ζωὴ μακρῷ πολλῶν θανάτων χείρων ἐστὶ καὶ πιστεύεται.

Ὅτι μήπω λυσιτελὲς ἦν ἀπ’ ἐκείνου τοῦ ξύλου φαγεῖν τοὺς προπάτορας, δείκνυσιν ὁ λέγων· θεωρία γὰρ ἦν τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία, ἧς μόνοις ἐπιβαίνειν ἀσφαλὲς τοῖς τὴν ἕξιν τελεωτέροις· οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι καὶ δεομένοις γάλακτος. ἀλλ’ εἰ καὶ μὴ πρὸς θεωρίαν ἀναγωγικῶς τις ἐθέλει μεταφέρειν ἐκεῖνο τὸ ξῦλον καὶ τὴν ἀπ’ ἐκείνου τροφήν, οὐ λίαν δυσχερές, ὡς ἐγᾦμαι, συνιδεῖν, ὡς μήπω λυσιτελὴς ὑπῆρχεν ἔτ’ οὖσιν ἀτελέσιν ἐκείνοις αὕτη. δοκεῖ γάρ μοι κατ’ αἴσθησιν προσιδεῖν τε καὶ φαγεῖν ἐκεῖθεν τῶν ἐν τῷ παραδείσῳ δένδρων τελεῖν ἐκεῖνο τὸ ἥδιστον. ἡ δὲ κατ’ αἴσθησιν ἡδίστη τροφὴ οὐ τῶν ὄντως ἐστὶ καὶ πάντῃ καλῶν, οὐδὲ τῶν ἀεὶ καλῶν, οὐδὲ τῶν πρὸς πάντας καλῶν. ἀλλὰ τοῖς μὲν οὕτω χρῆσθαι ταύτῃ δυναμένοις, ὡς μὴ ἡττᾶσθαι καὶ ὁπηνίκα δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ πρὸς δόξαν τοῦ πεποιηκότος, καλόν· τοῖς δὲ μὴ οὕτω ταύτῃ χρῆσθαι δυναμένοις, οὐκ ἀγαθόν. διὰ τοῦτ’ οἶμαι καὶ γνωστὸν ἐκλήθη καλοῦ τε καὶ πονηροῦ τὸ δένδρον ἐκεῖνο.

τελείων γάρ ἐστι καθ’ ἕξιν θείας θεωρίας καὶ ἀρετῆς προσομιλεῖν τοῖς ἡδίστοις κατ’ αἴσθησιν καὶ τὸν νοῦν μὴ ἀπάγειν τῆς πρὸς θεὸν θεωρίας καὶ τῶν πρὸς ἐκεῖνον ὕμνων καὶ προσευχῶν· ἀλλὰ καὶ ταῦθ’ ὕλην ποιεῖσθαι καὶ ἀφορμὴν τῆς πρὸς θεὸν ἀνατάσεως καὶ τῆς κατ’ αἴσθησιν ἡδονῆς εἰς τέλος κρατεῖν διὰ τῆς νοερᾶς ἐπὶ τὰ κρείττω κινήσεως, κἂν ἀήθης ᾖ καὶ μεγάλη καὶ σφοδροτάτη μᾶλλον ἔτι διὰ τὸ ἄηθες, μὴ κενοῦν τὸ τῆς ψυχῆς λογιζόμενον πρὸς τὸ κακὸν ὂν ἐκεῖνο τηνικαῦτα καὶ ἀγαθὸν νομιζόμενον τῷ κατάκρας ἁλόντι τούτου καὶ ἡττηθέντι.

Συνετέλει τοιγαροῦν τοῖς προπάτορσιν, οἷς ἔδει κατὰ τὸ ἱερὸν ἐκεῖνο χωρίον διαιτωμένοις, μηδαμῶς ἐπιλελῆσθαι θεοῦ, ἐγγυμνασθῆναι μᾶλλον ἔτι καὶ οἷον ἐμπαιδοτριβηθῆναι τοῖς ἁπλῶς καὶ ὄντως καλοῖς καὶ κατὰ θεωρητικὴν ἕξιν ἐκτελεσθῆναι, ἀλλὰ μὴ ἀτελέσιν ἔτ’ οὖσι, τοῖς μέσως ἔχουσι καὶ πρὸς τὴν τῶν χρωμένων ἰσχὺν πρός γε τὸ καλὸν ἢ τοὐναντίον ῥᾳδίως μεταγομένοις, εἰς πεῖραν ἰέναι· καὶ ταῦτα τοῖς λίαν κατασπᾶν πεφυκόσι καὶ ταῖς αἰσθήσεσι συνεπικρατοῦσι καὶ συγκατασπῶσι τὸν νοῦν ὅλον καὶ χώραν διδοῦσι τοῖς πονηροῖς πάθεσι καὶ πιθανὸν δεικνῦσι τὸν ἀρχηγὸν καὶ δημιουργὸν τῶν τοιούτων παθῶν, ὧν ἀρχὴ μετ’ ἐκεῖνον ἡ ἐμπαθὴς τῶν ἡδίστων ἐδωδίμων τροφή. εἰ γὰρ ἡ θέα μόνον τοῦ ξύλου ἐκείνου, κατὰ τὴν ἱστορίαν, εὐπαράδεκτον τὸν ὄφιν εἰργάσατο καὶ ἀξιόπιστον σύμβουλον, πόσῳ μᾶλλον ἡ γεῦσις κἀν τοῖς ἑξῆς; εἰ δ’ ἡ γεῦσις, πόσῳ μᾶλλον ἡ μετὰ πλησμονῆς ἐδωδή; ἆρ’ οὐ σαφὲς ὡς μήπω λυσιτελὲς ἦν καὶ κατ’ αἴσθησιν ἀπ’ ἐκείνου φαγεῖν τοὺς προπάτορας; ἆρ’ οὐ δέον, μὴ κατὰ καιρὸν φαγόντας ἐκεῖθεν, ἐκβεβλῆσθαι τοῦ θεοῦ παραδείσου, ἵνα μὴ βουλευτήριον τῆς κακίας καὶ ἐργαστήριον τὸν θεῖον ἐκεῖνον χῶρον ποιήσωνται; ἆρ’ οὐχὶ καὶ τοῦ σώματος ἔδει τὸν θάνατον ὑποστῆναι παραυτὰ τηνικαῦτα τοὺς παραβάντας; ἀλλ’ ἐμακροθύμησεν ὁ δεσπότης.

Ἡ μὲν τοῦ κατὰ ψυχὴν θανάτου ἀπόφασις, ἣν εἰς ἔργον ἤγαγεν ἡμῖν ἡ παράβασις, κατὰ δικαιοσύνην τοῦ κτίσαντος, ἐγκαταλιπόντας γὰρ κατέλιπεν ὡς αὐτοβούλους γεγονότας, μὴ βιασάμενος. ἡ μὲν οὖν ἀπόφασις ἐκείνη προαναπεφώνηται παρὰ τοῦ θεοῦ φιλανθρώπως, καθ’ ἃς αἰτίας εἰρήκαμεν. ἀνέσχε δὲ καὶ ὑπερέθετο τὴν ἀπόφασιν τοῦ κατὰ σῶμα θανάτου πρότερον καί, ἡνίκα ταύτην ἐξήνεγκε, βάθει σοφίας καὶ φιλανθρωπίας ὑπερβολῇ πρὸς τὸ μέλλον τὴν εἰς ἔργον ἔκβασιν ταύτης ἐταμιεύσατο, μὴ πρὸς τὸν Ἀδὰμ εἰπών· ἐπιστράφηθι ὅθεν ἐλήφθης, ἀλλὰ γῆ εἶ καὶ εἰς γῆν ὑποστρέψεις. ἔνι δὲ τοῖς συνετῶς ἀκούουσι κἀκ τῶν τοιούτων λόγων ἰδεῖν, ὡς ὁ θεός, οὐ ψυχῆς, οὐ σώματος ἐποίησε θάνατον. οὔτε γὰρ πρότερον εἶπε προστάσσων· θάνετε ἣν ἂν ἡμέραν φάγητε, ἀλλ’ ἀποθανεῖσθε ἣν ἂν ἡμέραν φάγητε. οὔτε νῦν, εἰς γῆν ἐπίστρεψον, εἶπεν, ἀλλ’ ὑποστρέψεις, προαναγγέλλων καὶ ἐφιεὶς καὶ μὴ κωλύων σὺν δίκῃ τὸ ἐκβησόμενον.

Ἔμελλε μὲν οὖν τοῖς προπάτορσιν ἐκείνοις ὁ θάνατος ἕψεσθαι, ὡς καὶ ἡμῶν τοῖς ἔτι περιοῦσιν ἀπόκειται, καὶ θνητὸν ἡμῖν ἀπετελέσθη τὸ σῶα. ἔστι δὲ ὃ καὶ τοῦτο μακρός τις ὡς εἰπεῖν θάνατος, μᾶλλον δὲ μυρίοι, κατὰ διαδοχὴν ἕτερος τὸν ἄλλον ὑποδεχόμενος, ἕως ἂν εἰς τὸν ἕνα καὶ τελευταῖον καὶ μακραίωνα καταντήσωμεν. ἐν γὰρ τῷ φθείρεσθαι γινόμεθα καὶ γινόμενοι παραρρέομεν μέχρις ἂν τοῦ καὶ παραρρεῖν καὶ γίνεσθαι παύσωμεν. καὶ ἐσμὲν ὄντως οὐδέποτε οἱ αὐτοί, κἂν δοκῶμεν εἶναι τοῖς μὴ προσέχουσιν· ὥσπερ πῦρ καλάμης λεπτῆς ἀπ’ ἄκρας δραξάμενον, κἀκεῖνο γὰρ ἄλλοτε ἄλλο ὄν, μέτρον ὑπάρξεως ἔχει τῆς καλάμης τὸ μῆκος, καὶ ἡμῖν ὁμοίως ἀλλοιουμένοις μέτρον ἐστὶ τὸ προσὸν ἑκάστῳ τοῦ βίου διάστημα.

Ἵνα δὲ καὶ τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν καὶ τὸ τῆς σοφίας βάθος μὴ παντάπασιν ἀγνοῶμεν, τίνος ἕνεκεν ὑπερθέμενος ὁ θεὸς τοῦ θανάτου τὸ τέλος οὐκ ἐπ’ ὀλίγον ἔτι παρέσχε τἀνθρώπῳ ζῇν. πρῶτον μὲν ἔδειξε μετ’ ἐλέους παιδεύων, μᾶλλον δὲ ἐφιεὶς τὴν σὺν δίκῃ παιδείαν, ἵνα μὴ ἀπογνῶμεν τελέως. ἔδωκε δὲ καὶ καιρὸν μετανοίας καὶ τῆς πρὸς αὐτὸν εὐαρεστήσεως ἐξ ὑπαρχῆς πολιτείας. παρεμυθήσατο τῇ ὑπαλλήλῳ γενέσει τοῦ θανάτου τὴν λύπην. ηὔξησε τοῖς διαδόχοις τὸ γένος, ὡς καὶ περιεῖναι πολλῷ τῷ μέτρῳ τὴν ἀρχὴν τῶν γεννωμένων τὸ πλῆθος τοῦ ἀριθμοῦ τῶν θνησκόντων. ἀνθ’ ἑνὸς τοῦ δι’ αἰσθητοῦ φυτοῦ κάλλους ἐλεεινοῦ τε καὶ πενιχροῦ γεγονότος Ἀδάμ, πολλοὺς ἐκ τῶν αἰσθητῶν ἔδειξε μακαρίως πεπλουτικότας θεογνωσίαν καὶ ἀρετὴν καὶ γνῶσιν καὶ εὐμένειαν θείαν· μάρτυς Σήθ, Ἐνώς, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ· καὶ ὅσοι μεταξὺ τούτων, πρὸ αὐτῶν τε καὶ μετ’ αὐτούς, κατ’ ἐκείνους ἢ ἐγγὺς ἐκείνων ἀναπεφήνασιν.

ἐπεὶ δ’ ἐν τούτοις τοῖς τοσούτοις καὶ τηλικούτοις οὐδεὶς τελέως ἀναμαρτήτως ἐβίω, ὡς καὶ ἀναπαλαίσασθαι δυνηθῆναι τὴν τῶν προπατόρων ἐκείνην ἧτταν καὶ τῆς τοῦ γένους ῥίζης θεραπεῦσαι τὸ τραῦμα καὶ τοῖς ἑξῆς ἀρκέσαι πρὸς ἁγιασμὸν καὶ εὐλογίαν καὶ ζωῆς ἐπάνοδον ἅπασι, καὶ τοῦτ’ ἐκεῖνος προῄδει καὶ τῶν γενῶν κατὰ καιρὸν ἐκλογὴν ἐποιεῖτο καὶ τῶν φυλῶν, ὅθεν ἂν ἡ πολυύμνητος ἀναβῇ ῥάβδος, ἐξ ἧς τὸ ἄνθος, δι’ οὗ τὴν παντὸς τοῦ γένους σωστικὴν οἰκονομίαν ἐκτελέσειν ἔμελλεν.

Ὢ βάθος πλούτου, σοφίας καὶ φιλανθρωπίας θείας. εἰ μὴ γὰρ ὁ θάνατος ἦν καὶ πρὸ τοῦ θανάτου θνητὸν ὡς ἐκ ῥίζης τοιαύτης τὸ ἡμέτερον γένος, οὐκ ἂν ἔργῳ τῆς ἀθανασίας τὴν ἀπαρχὴν ἡμεῖς ἐπλουτήσαμεν· οὐκ ἂν εἰς οὐρανοὺς ἀνεκλήθημεν· οὐκ ἂν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς ἡ ἡμῶν ἐνεθρονίσθη φύσις. οὕτως οἶδε θεὸς τὰ ἐξ αὐτεξουσίου παρατροπῆς ἡμῶν ὀλισθήματα τῇ παρ’ ἑαυτοῦ σοφίᾳ τε καὶ δυνάμει μετασκευάζειν φιλανθρώπως ἐπὶ τὸ κρεῖττον.

Τάχα πολλοὶ τὸν Ἀδὰμ αἰτιῶνται, πῶς εὐκόλως τῷ πονηρῷ συμβούλῳ πεισθεὶς τὴν θείαν ἠθέτησεν ἐντολὴν καὶ διὰ τῆς τοιαύτης ἀθετήσεως ἡμῖν τὸν θάνατον προεξένησεν. ἀλλ’ οὐκ ἔστιν ἴσον πρὸ τῆς πείρας ἐθελῆσαι γεύσασθαι θανασίμου τινὸς βοτάνης καὶ μετὰ τὸ μαθεῖν διὰ πείρας θανάσιμον οὖσαν ἀπὸ ταύτης ποθεῖν ἐσθίειν. μεμπτέος γὰρ μᾶλλον ὁ μετὰ τὴν πεῖραν σπῶν τοῦ δηλητηρίου καὶ τὸν θάνατον ἀθλίως πρὸς ἑαυτὸν ἐφελκόμενος τοῦ πρὸ τῆς πείρας τοῦτο πράττοντός τε καὶ πάσχοντος. διὸ καὶ περισσότερον ἡμῶν ἕκαστος ἢ ὁ Ἀδὰμ ἐκεῖνος μεμπτέος ἐστὶ καὶ κατάκριτος. ἀλλ’ οὐκ ἔστιν ἐν ἡμῖν ἐκεῖνο τὸ ξύλον; οὐδὲ τοῦ θεοῦ νῦν ἐστι πρὸς ἡμᾶς ἐντολή, τὴν ἐκείνου γεῦσιν ἀπαγορεύουσα; τοῦτ’ αὐτὸ μὲν ἐκεῖνο τὸ ξύλον οὐκ ἔστιν ἐν ἡμῖν ἴσως· ἡ δὲ τοῦ θεοῦ ἐντολὴ καὶ νῦν ἡμῖν πάρεστι· τοὺς μὲν αὐτῇ πειθομένους καὶ κατ’ αὐτὴν ζῇν ἐθέλοντας, τῆς τε τῶν οἰκείων πάντων ἁμαρτημάτων εὐθύνης καὶ τῆς προγονικῆς ἀρᾶς καὶ καταδίκης ἐλευθεροῦσα· τοὺς δὲ καὶ νῦν αὐτὴν ἀθετοῦντας καὶ προτιμῶντας αὐτῆς τὴν τοῦ πονηροῦ προσβολήν τε καὶ συμβουλήν, τῆς ζωῆς ἐκείνης καὶ τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς οὐκ ἔστι μὴ ἐκπεσεῖν καὶ πρὸς τὴν ἠπειλημένην τοῦ αἰωνίου πυρὸς γέενναν ἐμπεσεῖν.

Τίς οὖν ἐστιν ἡ νῦν ἡμῖν αὕτη προκειμένη τοῦ θεοῦ ἐντολή; ἡ μετάνοια, ἧς τὸ κεφάλαιον τῶν ἀπηγορευμένων μηκέτι ψαύειν. ἐπεὶ γὰρ ἀπερρίφημεν τοῦ χωρίου τῆς ἐνθέου τρυφῆς καὶ ἀπεκλείσθημεν τοῦ παραδείσου τοῦ θεοῦ δικαίως καὶ εἰς τὸ βάραθρον τοῦτο καταπεπτώκαμεν, συνοικεῖν τε καὶ συνδιαιτᾶσθαι τοῖς ἀλόγοις ζῴοις κατεδικάσθημεν καὶ ἀνέλπιδες κατέστημεν τὸ εἰς ἡμᾶς ἧκον τῆς πρὸς τὸν παράδεισον ἀνακλήσεως, αὐτὸς ὁ δικαιοσύνῃ τότε τὴν δίκην ἐπενεγκών, μᾶλλον δὲ δικαίως ταύτην ἐπελθεῖν ἡμῖν συγχωρήσας, ὑπερβολῇ νῦν φιλανθρωπίας καὶ ἀγαθότητος διὰ σπλάγχνα ἐλέους αὐτοῦ μέχρις ἡμῶν ὑπὲρ ἡμῶν κατῆλθε· καὶ καθ’ ἡμᾶς γενόμενος ἀναμαρτήτως ὡς εὐδόκησεν ἄνθρωπος, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀναδιδάξῃ καὶ ἀνασώσηται, τὴν σωτήριον τῆς μετανοίας ἡμῖν εἰσήνεγκε συμβουλήν τε καὶ ἐντολήν, πρὸς ἡμᾶς εἰπών· μετανοεῖτε, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ λόγου τοῦ θεοῦ, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς ἀπέχει, τοσοῦτο μακρὰν ἡμῶν ἦν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ δὲ βασιλέως τῶν οὐρανῶν ἡμῖν ἐνδημήσαντος καὶ τὴν μεθ’ ἡμῶν ἕνωσιν εὐδοκήσαντος, ἤγγικεν ἡμῖν πᾶσιν ἡ τῶν οὐρανῶν βασιλεία.

Ἐγγισάσης ἡμῖν τῆς τῶν οὐρανῶν βασιλείας διὰ τῆς πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου συγκαταβάσεως, μὴ μακρὰν ἡμᾶς αὐτοὺς ἀπὸ ταύτης ποιήσωμεν ἀμετανοήτως πολιτευόμενοι. φύγωμεν δὲ μᾶλλον τῶν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένων τὴν ἀθλιότητα. κτησώμεθα τὰ ἔργα τῆς μετανοίας, φρόνημα ταπεινόν, κατάνυξιν καὶ πένθος πνευματικόν, καρδίαν πραεῖαν ἐλέου γέμουσαν, δικαιοσύνης ἐρῶσαν, καθαρότητος ἀντιποιουμένην, εἰρηνικήν, εἰρηνοποιόν, φερέπονον, τοῖς ὑπὲρ ἀληθείας καὶ δικαιοσύνης ἐνασμενίζουσαν διωγμοῖς καὶ ζημίαις καὶ ὕβρεσι καὶ συκοφαντίαις καὶ πάθεσιν. ἡ γὰρ τῶν οὐρανῶν βασιλεία, μᾶλλον δὲ ὁ τῶν οὐρανῶν βασιλεύς, ὢ τῆς ἀφάτου μεγαλοδωρεᾶς, ἐντὸς ἡμῶν ἐστιν, ᾧ καὶ διὰ τῶν τῆς μετανοίας καὶ ὑπομονῆς ἔργων κολλᾶσθαι ἀεὶ ὀφείλομεν, ἀγαπῶντες ὡς δυνατὸν τὸν τοσοῦτον ἡμᾶς ἀγαπήσαντα.

Τὴν πρὸς τὸν θεὸν ἀγάπην ἀπουσία παθῶν καὶ περιουσία συνίστησι τῶν ἀρετῶν, τὸ γὰρ πρὸς τὰ πονηρὰ μῖσος, ἀφ’ οὗπερ ἡ τῶν παθῶν ἀπουσία, τὸν πόθον καὶ τὴν κτῆσιν ἀντεισάγει τῶν ἀγαθῶν. ὁ δὲ τῶν ἀγαθῶν ἐραστής τε καὶ κτήτωρ, πῶς οὐκ ἂν διαφερόντως φιλοίη τὸν αὐτάγαθον δεσπότην, τὸν μόνον ἀγαθοῦ παντὸς καὶ χορηγὸν καὶ φύλακα, ἐν ᾧ αὐτός ἐστι κατ’ ἐξαίρετον τρόπον καὶ ὃν διὰ τῆς ἀγάπης ἐν ἑαυτῷ φέρει, κατὰ τὸν εἰπόντα, ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ; ἴδοι δ’ ἄν τις μὴ μόνον ἐκ τῶν ἀρετῶν τὴν πρὸς θεὸν ἀγάπην, ἀλλὰ καὶ ἐκ τῆς ἀγάπης τὰς ἀρετὰς τικτομένας. διὸ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ποτὲ μέν φησιν, ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ἄλλοτε δέ, ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει. ἀλλ’ οὔτε τὰ ἔργα τῶν ἀρετῶν ἐπαινετέα ἐστὶ καὶ λυσιτελῆ τοῖς πράττουσι χωρὶς ἀγάπης, οὔτε μὴν ἡ ἀγάπη χωρὶς τῶν ἔργων· ὧν τὸ μὲν διὰ πολλῶν ὁ Παῦλος δείκνυσι, πρὸς Κορινθίους γράφων· ἐὰν ποιήσω τὰ καὶ τά, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· τὸ δὲ πάλιν, ὁ τῷ Χριστῷ ἐξόχως ἠγαπημένος μαθητής, λέγων· μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ τῇ γλώσσῃ, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ.