Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Το «κατ' εικόνα», η άκτιστη θεία έλλαμψη και η μετοχή του ανθρώπου στον Θεό

Ανάλυση της υπεροχής του ανθρώπου ως προς το κατ' εικόνα, η θεολογία της άκτιστης θείας ελλάμψεως και η θεμελιώδης διάκριση μεταξύ της αμέθεκτης θείας ουσίας και της μεθεκτής άκτιστης ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 8

Ὁ ἀνωτάτω καὶ προσκυνητὸς πατήρ, πατὴρ αὐτοαληθείας ἐστί, δηλονότι τοῦ μονογενοῦς υἱοῦ· καὶ πνεῦμα ἀληθείας ἔχει τὸ πνεῦμα τὸ ἅγιον, καθὰ καὶ προϋπέδειξεν ὁ τῆς ἀληθείας λόγος. οἱ οὖν ἐν αὐτοῖς τοῦτον προσκυνοῦντες καὶ ὡς οὕτω πιστεύοντες καὶ ὡς διὰ τούτων ἐνεργούμενοι· τὸ πνεῦμα γάρ ἐστι, φησὶν ὁ ἀπόστολος, δι’ οὗ προσκυνοῦμεν καὶ δι’ οὗ προσευχόμεθα. καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ, ὁ τοῦ θεοῦ μονογενής φησιν. οἱ οὖν οὕτως ἐν πνεύματι καὶ ἀληθείᾳ τὸν ἀνωτάτω πατέρα προσκυνοῦντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί.

Πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, τουτέστιν ἀσωμάτως τὸν ἀσώματον ἐννοοῦντας· οὕτω γὰρ καὶ ἀληθῶς ὄψονται τοῦτον πανταχοῦ ἐν τῷ πνεύματι καὶ τῇ ἀληθείᾳ αὐτοῦ. ὡς μὲν γὰρ πνεῦμα ὑπάρχων ὁ θεός, ἀσώματός ἐστι· τὸ δὲ ἀσώματον οὐκ ἐν τόπῳ ἐστίν, οὐδὲ τοπικοῖς ὁρίοις περιγράφεται. οὐκοῦν ὁ λέγων ἐν ὡρισμένῳ τινὶ τῶν ἁπανταχοῦ γῆς καὶ οὐρανοῦ τόπων δεῖν προσκυνεῖσθαι τὸν θεόν, οὐκ ἀληθῶς φησιν, οὐδ’ ἀληθῶς προσκυνεῖ. ὡς μὲν γὰρ ἀσώματος ὁ θεός, οὐδαμοῦ· ὡς δὲ θεός, πανταχοῦ. εἰ γάρ ἐστιν ὄρος ἢ τόπος, ἢ κτίσις, οὗ μὴ ἔστιν ὁ θεός, εὑρεθήσεται περιγραφόμενος ἔν τινι. πανταχοῦ οὖν, ἀόριστος γάρ. πῶς οὖν πανταχοῦ; ὡς οὐχ ὑπὸ μέρους, ἀλλ’ ὑπὸ τοῦ παντὸς περιεχόμενος; οὔμενουν· σῶμα γὰρ ἔσται πάλιν. οὐκοῦν ὡς τὸ πᾶν συνέχων καὶ περιέχων, αὐτός ἐστιν ἐν ἑαυτῷ πανταχοῦ τε καὶ ὑπὲρ τὸ πᾶν, προσκυνούμενος παρὰ τῶν ἀληθινῶν προσκυνητῶν ἐν τῷ πνεύματι καὶ τῇ ἀληθείᾳ αὐτοῦ.

Ὁ ἄγγελος καὶ ἡ ψυχή, ἀσώματα ὄντα, οὐκ ἐν τόπῳ ἐστίν, ἀλλ’ οὐχὶ καὶ πανταχοῦ ἐστιν· οὐ γὰρ συνέχουσι τὸ πᾶν, ἀλλὰ καὶ αὐτὰ δεῖται τοῦ συνέχοντος. οὐκοῦν καὶ αὐτὰ ἐν τῷ συνέχοντι καὶ περιέχοντι τὸ πᾶν, ὑπ’ αὐτοῦ καταλλήλως ὁριζόμενα. ἡ μέντοι ψυχή, συνέχουσα τὸ σῶμα, ᾧ καὶ συνεκτίσθη, πανταχοῦ τοῦ σώματός ἐστιν, οὐχ ὡς ἐν τόπῳ, οὐδ’ ὡς περιεχομένη, ἀλλ’ ὡς συνέχουσά τε καὶ περιέχουσα καὶ ζωοποιοῦσα τοῦτο κατ’ εἰκόνα καὶ τοῦτ’ ἔχουσα θεοῦ.

Οὐ κατὰ τοῦτο μόνον μᾶλλον τῶν ἀγγέλων ὁ ἄνθρωπος κατ’ εἰκόνα πεποίηται θεοῦ, ὅτι συνεκτικήν τε καὶ ζωοποιὸν ἔχει δύναμιν ἐν ἑαυτῷ, ἀλλὰ καὶ κατὰ τὸ ἄρχειν. ἔστι γὰρ ἐν τῇ τῆς καθ’ ἡμᾶς ψυχῆς φύσει, τὸ μὲν ἡγεμονικόν τε καὶ ἀρχικόν, τὸ δὲ φύσει δουλεῦόν τε καὶ ὑπήκοον. θέλησις, ὄρεξις, αἴσθησις, καὶ ἁπλῶς ὅσα μετὰ τὸν νοῦν τῷ νῷ συνεκτίσθη παρὰ θεοῦ, κἂν ἡμεῖς ἔστιν ἐφ’ ὧν φιλαμαρτήμονι γνώμῃ μὴ τοῦ θεοῦ καὶ παντοκράτορος μόνον, ἀλλὰ καὶ τοῦ προσόντος ἡμῖν ἐμφύτως αὐτοκράτορος ἀφηνιάζωμεν. ὁ μέντοι θεὸς διὰ τὸ ἐν ἡμῖν ἀρχικὸν καὶ τῆς γῆς ἁπάσης παρέσχε τὴν κυριότητα. ἄγγελοι δὲ συνεζευγμένον σῶμα οὐκ ἔχουσιν, ὡς καὶ ὑπεζευγμένον ἔχειν τῷ νῷ. τὴν δὲ νοερὰν θέλησιν, οἱ μὲν ἐκπεσόντες διηνεκῶς κέκτηνται πονηράν, οἱ δὲ ἀγαθοὶ διηνεκῶς ἀγαθὴν καὶ ἡνιόχου μηδαμῶς δεομένην. τὸ δ’ ἐπίγειον κράτος ὁ μὲν πονηρὸς οὐκ εἶχεν, ἀλλ’ ἥρπασεν, ὅθεν δῆλον ὡς οὐκ ἄρχων ἐκτίσθη τῆς γῆς. οἱ δὲ ἀγαθοὶ τῶν ἀγγέλων ἐπισκοπεῖν τὰ κατ’ αὐτὴν ὑπὸ τοῦ παντοκράτορος προσετάχθησαν μετὰ τὴν ἡμῶν ἔκπτωσιν καὶ διὰ ταύτην τῆς ἀξίας, εἰ καὶ μὴ παντελῆ διὰ φιλανθρωπίαν, καθαίρεσιν. τὰ γὰρ ὅρια τῶν ἀγγέλων, ὡς ὁ Μωϋσῆς ἐν τῇ ᾠδῇ φησιν, ἔστησεν ὁ θεός, ὅτε διεμέριζεν ἔθνη.

ὁ δὲ διαμερισμὸς οὗτος μετὰ τὸν Κάϊν καὶ τὸν Σὴθ ἐγεγόνει· τῶν μὲν ἐκ τοῦ Κάϊν καλουμένων ἀνθρώπων, τῶν δ’ ἐκ τοῦ Σὴθ καταγομένων υἱῶν θεοῦ κεκλημένων· διαμερίζοντος ἐμοὶ δοκεῖν ἔκτοτε τοῦ ὀνόματος καὶ προκαταγγέλλοντος τὸ γένος, ἐξ οὗ σάρκα λήψεσθαι ἔμελλεν ὁ τοῦ θεοῦ μονογενὴς υἱός.

Εἴποι δ’ ἄν τις σὺν πολλοῖς ἑτέροις καὶ τὸ τριαδικὸν τῆς ἡμετέρας γνώσεως μᾶλλον ἡμᾶς τῶν ἀγγέλων δεικνύειν κατ’ εἰκόνα τοῦ θεοῦ, οὐ μόνον ὅτι τριαδικόν, ἀλλ’ ὅτι καὶ συμπεριβάλλει γνώσεως ἅπαν εἶδος. μόνοι γὰρ ἡμεῖς τῶν κτισμάτων ἁπάντων πρὸς τῷ νοερῷ τε καὶ λογικῷ καὶ τὸ αἰσθητικὸν ἔχομεν, ὃ τῷ λογικῷ συνημμένον εἶναι πεφυκὸς τεχνῶν τε καὶ ἐπιστημῶν καὶ γνώσεων ἐξεῦρε πολυειδέστατον πληθύν· γεωργεῖν τε καὶ οἰκοδομεῖν καὶ προάγειν ἐκ μὴ ὄντων, εἰ καὶ μὴ ἐκ μηδαμῶς ὄντων, τοῦτο γὰρ θεοῦ, μόνῳ παρέσχε τῷ ἀνθρώπῳ. γίνεται γὰρ σχεδὸν οὐδὲν οὐδὲ φθείρεται τῶν παρὰ θεοῦ τελουμένων· κιρνώμενον δ’ ἄλλο πρὸς ἄλλο τῶν παρ’ ἡμῖν, μορφὴν ἑτέραν παρίστησιν. ἔτι γε μὴν καὶ τὸ τὸν ἀόρατον τοῦ νοῦ λόγον, οὐ μόνον ὑπ’ ἀκοῆς αἴσθησιν γίνεσθαι ἀέρα ἐνημμένον, ἀλλὰ καὶ καταγράφεσθαι καὶ μετὰ σώματος καὶ διὰ σώματος ὁρᾶσθαι παρέσχε τοῖς ἀνθρώποις μόνοις ὁ θεός· πρὸς πίστιν ἐνάγων διαρκῆ τῆς τοῦ ἀνωτάτω λόγου διὰ σαρκὸς ἐπιδημίας τε καὶ ἐμφανείας, ὧν οὐδὲν οὐδαμῶς μέτεστιν ἀγγέλοις.

Ἀλλ’ εἰ καὶ τὸ κατ’ εἰκόνα μᾶλλον ἡμεῖς τῶν ἀγγέλων ἔχομεν καὶ μέχρι νῦν πρὸς τὸ καθ’ ὁμοίωσιν εἶναι τοῦ θεοῦ πολλῷ ἐλαττούμεθα καὶ μάλιστα νῦν τῶν ἀγαθῶν ἀγγέλων. ἵνα γὰρ τἄλλα νῦν ἀφῶ, ἡ τελείωσις τοῦ καθ’ ὁμοίωσιν εἶναι τοῦ θεοῦ διὰ τῆς ἐκ θεοῦ θείας ἐλλάμψεως τελεῖται· ἧς ἐστερῆσθαι μὲν τοὺς πονηροὺς ἀγγέλους, διὸ καὶ ὑπὸ ζόφον γεγενῆσθαι, ἐμφορεῖσθαι δὲ τοὺς θείους νόας, διὸ καὶ δεύτερον καλεῖσθαι φῶς καὶ τοῦ πρώτου φωτὸς ἀπορροήν, οὐδένα ἂν οἶμαι ἀγνοεῖν τῶν ἐπιμελῶς καὶ μετὰ συνέσεως ἐντυγχανόντων τοῖς θεοπνεύστοις λογίοις. ἔχουσι δ’ ἐντεῦθεν οἱ ἀγαθοὶ τῶν ἀγγέλων καὶ τὴν τῶν αἰσθητῶν γνῶσιν, οὐ γὰρ αἰσθητικῇ καὶ φυσικῇ δυνάμει τούτων ἀντιλαμβάνονται, ἀλλὰ θεοειδεῖ δυνάμει γινώσκουσιν αὐτά, ἧς μηδὲν τῶν ὁπωσδήποτε παρόντων ἢ παρῳχηκότων ἢ μελλόντων ἀποκρύπτεσθαι δύναται.

Ταύτης τῆς ἐλλάμψεως οἱ μετέχοντες, μέτρῳ ταύτην ἔχοντες, ἀναλόγως τῷ μέτρῳ καὶ τὴν γνῶσιν ἔχουσι τῶν ὄντων. ὅτι δὲ καὶ οἱ ἄγγελοι μετέχουσιν αὐτῆς καὶ ὅτι ἄκτιστός ἐστι, καὶ ὡς ἡ θεία οὐσία οὐκ ἔστι, πάντες μὲν ἴσασιν οἱ τοῖς θεοσόφοις θεολόγοις ἐμμελῶς ἐντυγχάνοντες. ἐπεὶ δὲ οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου φρονοῦντες βλασφημοῦσιν εἰς τὴν θείαν ταύτην ἔλλαμψιν, ἢ κτίσμα ταύτην ἢ οὐσίαν εἶναι τοῦ θεοῦ διατεινόμενοι, καὶ ἡνίκ’ ἂν κτίσμα λέγωσιν αὐτήν, οὐ συγχωροῦσιν εἶναι τῶν ἀγγέλων ταύτην φῶς, παρίτω νῦν ὁ ἐξ Ἀρείου Πάγου θεοφάντωρ, ὡς ἐν βραχεῖ καὶ τὰ τρία ταυτὶ διασαφῶν· κυκλικῶς, γάρ φησιν, οἱ θεῖοι κινούμενοι νόες ἑνοῦνται ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ. ὅτι μὲν οὖν θείους νόας τοὺς ἀγαθοὺς ἀγγέλους φησί, τοῖς πᾶσι δῆλον· πληθυντικῶς δὲ ταύτας τὰς ἐλλάμψεις προενεγκών, τῆς τοῦ θεοῦ διέστειλεν οὐσίας, μία γὰρ ἐκείνη καὶ παντάπασιν ἀδιαίρετος· ἀνάρχους δὲ καὶ ἀτελευτήτους προσειπών, τί ἄλλο ἢ ἀκτίστους εἶναι παρέστησεν ἡμῖν;

Ταύτης τῆς θείας ἐλλάμψεώς τε καὶ λαμπρότητος γεγυμνωμένην τὴν ἡμῶν φύσιν ἐκ παραβάσεως, τῆς ἀσχημοσύνης ἐλεήσας ὁ τοῦ θεοῦ λόγος καὶ διὰ σπλάγχνα ἐλέους ἀναλαβόμενος, ἐνδεδυμένην ἐπιφανέστερον ἐπὶ τοῦ Θαβωρίου τῶν μαθητῶν τοῖς ἐκκρίτοις πάλιν ὑπέδειξε· τίποτε ἦμεν ἦν ὅτε καὶ τίνες ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἐσόμεθα δι’ αὐτοῦ, εἰ κατ’ αὐτὸν ὡς δυνατὸν ἐνταῦθα ζῆσαι προελοίμεθα, παριστάς, ὡς καὶ ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης φησίν.

Ταύτης τῆς θείας ἐλλάμψεως τε καὶ λαμπρότητος καὶ ὁ Ἀδὰμ μέτοχος ὑπάρχων πρὸ τῆς παραβάσεως, ὡς ὄντως στολὴν ἠμφιεσμένος δόξης, οὐχ ὑπῆρχε γυμνός, οὐδ’ ἀσχήμων ὑπῆρχεν ὅτι γυμνός, ἀλλὰ πολλῷ κοσμιώτερος, οὐδ’ ὅσον εἰπεῖν, τῶν νῦν περικειμένων τὰ χρυσῷ πολλῷ καὶ διαυγέσι λίθοις κοσμούμενα διαδήματα. ταύτην τὴν θείαν ἔλλαμψιν καὶ χάριν καὶ Παῦλος ὁ μέγας οὐράνιον οἰκητήριον ἡμῶν καλεῖ, λέγων· ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐνδύσασθαι ἐπιποθοῦντες, εἴγε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. ταύτης τῆς θείας ἐλλάμψεως καὶ τοῦ κατ’ αὐτὴν ἐνδύματος τὸν ἀρραβῶνα καὶ αὐτὸς ὁ Παῦλος ἔλαβε παρὰ θεοῦ, ἐξ Ἱερουσαλὴμ πρὸς Δαμασκὸν ἀπιών, ἵν’ εἴπω κατὰ τὸν τῆς θεολογίας φερωνύμως ἐπώνυμον Γρηγόριον, πρὶν καθαρθῆναι τῶν διωγμῶν τῷ διωκομένῳ προσομιλήσας, μᾶλλον δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι.

Ἡ μὲν θεία ὑπερουσιότης οὐδέποτε πληθυντικῶς καλεῖται. ἡ δὲ τοῦ θεοῦ θεία καὶ ἄκτιστος χάρις καὶ ἐνέργεια, μεριζομένη ἀμερίστως κατ’ εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος, ἣ καὶ θερμαίνει καὶ φωτίζει καὶ ζωοποιεῖ καὶ αὔξει, τοῖς τε λαμπομένοις τὴν οἰκείαν ἐνίησι λαμπρότητα καὶ τοῖς ὀφθαλμοῖς τῶν ὁρώντων ἐπιφαίνεται. κατὰ ταύτην γοῦν ὡς κατ’ ἀμυδρὰν εἰκόνα καὶ ἡ θεία τοῦ θεοῦ ἐνέργεια οὐ μία μόνον, ἀλλὰ καὶ πολλαὶ καλοῦνται παρὰ τῶν θεολόγων, ὡς καὶ Βασίλειος ὁ μέγας, αἱ δὲ ἐνέργειαι, φησί, τοῦ πνεύματος τίνες; ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. πῶς γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; πρὸ γοῦν τῆς νοητῆς κτίσεως καὶ τῶν αἰώνων ἐπέκεινα (καὶ γὰρ καὶ οἱ αἰῶνες νοητὰ κτίσματά εἰσι) κτιστὸν οὐδείς ποτ’ εἶπεν, οὐδὲ ἐνενόησεν. ἄκτιστοι τοιγαροῦν αἱ τοῦ θείου πνεύματος δυνάμεις τε καὶ ἐνέργειαι, τῷ καὶ πολλαὶ θεολογεῖσθαι, ἀμερίστως τῆς μιᾶς καὶ παντάπασιν ἀμερίστου τοῦ πνεύματος οὐσίας διαστελλόμεναι.

Ἡ τοῦ θεοῦ ἄκτιστος ἐνέργεια μεριζομένη ἀμερίστως καὶ πληθυντικῶς προάγεται παρὰ τῶν θεολόγων, ὡς ἀνωτέρω καὶ Βασιλείῳ τῷ μεγάλῳ διατετράνωται. ἐπεὶ τοίνυν καὶ ἡ θεία καὶ θεοποιὸς ἔλλαμψις καὶ χάρις οὐκ οὐσία, ἀλλ’ ἐνέργειά ἐστι θεοῦ, διὰ τοῦτο καὶ αὕτη οὐχ ἑνικῶς μόνον, ἀλλὰ καὶ πληθυντικῶς προάγεται, ἀναλόγως τοῖς μετέχουσι χορηγουμένη καὶ κατὰ τὴν ἐπιτηδειότητα τῶν ὑποδεχομένων ἐπὶ μᾶλλον καὶ ἧττον ἐνιεῖσα τὴν θεοποιὸν λαμπρότητα.

Ταύτας τὰς θείας ἐνεργείας ἑπτὰ ὁ Ἡσαΐας εἶπε, πολλὰ δὲ παρ’ Ἑβραίοις σημαίνει τὸ ἑπτά· ἀναβήσεται, γάρ φησι, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου. ταῦτα τὰ ἑπτὰ πνεύματα κτιστὰ φρενοβλαβῶς οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου φρονοῦντες εἶναι διατείνονται· ὃ κἀν τοῖς διὰ πλάτους πρὸς Ἀκίνδυνον ἀντιρρητικοῖς προθέντες διαρκῶς ἀπηλέγξαμεν. ἀλλὰ καὶ Γρηγόριος ὁ θεολόγος, τῶν θείων τούτων τοῦ πνεύματος ἐνεργειῶν μνησθείς, τὰς ἐνεργείας, φησί, τοῦ πνεύματος, πνεύματα φίλον τῷ Ἡσαΐᾳ καλεῖν. καὶ αὐτὸς δὲ ὁ τῶν προφητῶν μεγαλοφωνότατος οὐ τὴν πρὸς τὴν θείαν μόνον οὐσίαν διαφορὰν ἐναργῶς ἔδειξε διὰ τοῦ ἀριθμοῦ, ἀλλὰ καὶ τὸ ἄκτιστον τῶν θείων τούτων παρέστησεν ἐνεργειῶν διὰ τῆς τοῦ ἐπαναπαύεσθαι φωνῆς· τὸ γὰρ ἐπαναπαύεσθαι ὑπεροχικοῦ ἀξιώματός ἐστι. τὰ οὖν ἐπαναπαυόμενα ἐπὶ τὸ παρ’ ἡμῶν δεσποτικὸν ἐκεῖνο πρόσλημμα, πῶς ἂν εἶεν κτίσματα;

Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ μὲν τὸν Λουκᾶν ἐν δακτύλῳ φησὶ θεοῦ ἐκβάλλειν τὰ δαιμόνια· κατὰ δὲ τὸν Ματθαῖον ἐν πνεύματι θεοῦ. δάκτυλον δέ φησι θεοῦ ὁ μέγας Βασίλειος μίαν τῶν τοῦ πνεύματος ἐνεργειῶν. εἰ οὖν ἡ μία τούτων τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καὶ αἱ ἄλλαι πάντως, ὡς ὁ αὐτὸς καὶ τοῦτ’ ἐδίδαξεν ἡμᾶς. ἀλλ’ οὐ διὰ τοῦτο πολλοὶ θεοὶ ἢ πολλὰ πνεύματά ἐστι· πρόοδοι γὰρ τὰ τοιαῦτα καὶ ἐκφάνσεις καὶ ἐνέργειαι φυσικαὶ τοῦ ἑνὸς πνεύματός εἰσι, καὶ δι’ ἑκάστης ἕν ἐστι τὸ ἐνεργοῦν. οἱ δὲ κακόδοξοι, κτίσματα ταύτας λέγοντες, ἑπταπλασίως εἰς κτίσμα τὸ πνεῦμα κατασπῶσι τοῦ θεοῦ. ἀλλ’ αἰσχυνέσθωσαν ἑπταπλασίως. ὁ γὰρ εἰπὼν αὖθις προφήτης περὶ αὐτῶν, ὡς ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν· καὶ ὁ ἐν τῇ Ἀποκαλύψει γράφων· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ εἰσι, καὶ ἀπὸ τοῦ Χριστοῦ, τὸ πνεῦμα τὸ ἅγιον εἶναι ταῦτα τοῖς πιστοῖς ἐμφανῶς παρίστησιν.

Ὁ θεὸς καὶ πατήρ, διὰ Μιχαίου τοῦ προφήτου προκαταγγέλλων τὴν τοῦ μονογενοῦς κατὰ σάρκα γέννησιν, βουλόμενος ἐπιδεῖξαι καὶ τῆς θεότητος αὐτοῦ τὸ ἄναρχον, καὶ αἱ ἔξοδοι αὐτοῦ, φησίν, ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. τὰς δὲ ἐξόδους ταύτας τὰς ἐνεργείας εἶναι τῆς θεότητος οἱ θεῖοι πατέρες ἐξηγήσαντο, αἱ αὐταὶ γάρ εἰσι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος δυνάμεις τε καὶ ἐνέργειαι· ἃς κτιστὰς εἶναι περιαγγέλλουσιν οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου φρονεῖν τε καὶ ἐπεκδικεῖν σπουδάζοντες. ἀλλ’ ὀψέ ποτε λαβόντες νοῦν συνίτωσαν, τίς ὁ ἀπ’ ἀρχῆς ὤν, τίς πρὸς ὅν φησιν ὁ Δαβίδ, ὅτι ἀπὸ τοῦ αἰῶνος (ταὐτὸ δ’ εἰπεῖν ἐξ ἡμερῶν αἰῶνος) καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. καὶ συνετῶς σκοπείτωσαν, εἰ βούλονται, ὡς ὁ θεός, διὰ τοῦ προφήτου ἀπ’ ἀρχῆς εἰπὼν τὰς ἐξόδους ταύτας εἶναι, ἐγένοντο ἢ ἐποιήθησαν ἢ ἐκτίσθησαν εἶπεν οὐδαμῶς. καὶ ὁ ἐν πνεύματι θεοῦ θεολογῶν Βασίλειος, οὐκ ἐγένοντο, ἀλλ’ ἦσα, εἶπεν, αἱ τοῦ πνεύματος ἐνέργειαι πρὸ τῆς νοητῆς κτίσεως καὶ τῶν αἰώνων ἐπέκεινα. μόνος οὖν ὁ θεὸς ἐξ αἰῶνος ἐνεργής τε καὶ παντοδύναμος, ὡς καὶ προαιωνίους ἔχων δυνάμεις τε καὶ ἐνεργείας.

Φασὶ δέ, τοῖς ἁγίοις ἀντικείμενοι προδήλως, οἱ τῆς Ἀκινδύνου δόξης προϊστάμενοι· ἕν ἐστι τὸ ἄκτιστον, ἡ θεία φύσις, πᾶν δὲ τὸ διαφέρον ταύτης ὁπωσοῦν κτιστόν ἐστι· κτίσμα ποιοῦντες ἐντεῦθεν καὶ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. μία γὰρ καὶ ἡ αὐτὴ τῶν τριῶν ἡ ἐνέργεια, οὗ δὲ ἡ ἐνέργεια κτιστὴ ἄκτιστος αὐτὸς οὐκ ἔστι. διὰ τοῦτο οὐχ ἡ τοῦ θεοῦ ἐνέργεια, ἄπαγε, ἀλλὰ τὸ ἐνεργηθὲν καὶ ἀποτελεσθέν ἐστι τὸ κτίσμα. διὸ καὶ οὐσιώδη, τουτέστι φυσικήν, εἶναι κίνησιν, τὴν διαφέρουσαν τῆς θείας φύσεως ἐνέργειαν ὁ θεσπέσιος ἐδίδαξε Δαμασκηνός. ἐπεὶ δὲ καὶ τῆς θείας ἐνεργείας εἶναι τὸ ποιεῖν ὁ θεῖος Κύριλλος ἔφη, πῶς αὕτη ποίημα, εἰ μὴ δι’ ἑτέρας ἐνεργείας ἐνεργηθήσεται, κἀκείνη πάλιν δι’ ἑτέρας καὶ οὕτω πρὸς τῷ ἐπ’ ἄπειρον ἰέναι, καὶ τὸ τῆς ἐνεργείας ἄκτιστον ἀεὶ ζητεῖται καὶ κηρύττεται;

Πανταχοῦ παρούσης ἀχωρίστως τῆς τε θείας οὐσίας καὶ τῆς θείας ἐνεργείας, χωρητή ἐστιν ἡ τοῦ θεοῦ ἐνέργεια καὶ τοῖς κτιστοῖς ἡμῖν, ἐπεὶ καὶ μερίζεται ἀμερίστως κατὰ τοὺς θεολόγους, τῆς θείας φύσεως ἀμερίστου παντάπασι μενούσης κατ’ αὐτούς. διὸ καὶ ὁ Χρυσόστομος πατήρ, εἰπὼν ὅτι ἡ ῥανὶς τῆς χάριτος τὰ πάντα ἐπλήρωσε τῆς γνώσεως, δι’ αὐτῆς τὰ θαύματα ἐγίνετο, τὰ ἁμαρτήματα ἐλύετο, καὶ δείξας ἄκτιστον οὖσαν τὴν τῆς χάριτος ῥανίδα, εἶτα σπεύδων ἐπιδεῖξαι καὶ ἐνέργειαν, ἀλλ’ οὐκ οὐσίαν οὖσαν· ἔτι δὲ καὶ τὴν τῆς θείας ἐνεργείας διαφορὰν πρός τε τὴν θείαν οὐσίαν καὶ τὴν τοῦ πνεύματος ὑπόστασιν ἐπάγει γράφων· τὸ μέρος, λέγω, τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται. χωρητὴ γοῦν ἐστιν ἡμῶν ἑκάστῳ ἡ θεία χάρις καὶ ἡ ἐνέργεια, ἐπεὶ καὶ ἀμερίστως αὕτη μερίζεται· ἡ δὲ τοῦ θεοῦ οὐσία παντάπασιν ἀμέριστος οὖσα καθ’ αὑτήν, πῶς ἄν τινι χωρηθείη τῶν κτιστῶν;

Τριῶν ὄντων τοῦ θεοῦ, οὐσίας, ἐνεργείας, τριάδος ὑποστάσεων θείων, οἱ κατηξιωμένοι, τῷ θεῷ ἡνῶσθαι ὡς ἓν εἶναι πνεῦμα μετ’ αὐτοῦ, καθὰ καὶ Παῦλος ὁ μέγας εἴρηκεν ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν, ἐπεὶ κατ’ οὐσίαν οὐχ ἡνῶσθαι τοὺς ἀξίους ἀνωτέρω δέδεικται καὶ πάντες οἱ θεολόγοι μαρτυροῦσι κατ’ οὐσίαν εἶναι τὸν θεὸν λέγοντες ἀμέθεκτον, ἡ δὲ καθ’ ὑπόστασιν ἕνωσις μόνου διατελεῖ τυγχάνουσα τοῦ θεανθρώπου λόγου, λείπεται κατ’ ἐνέργειαν ἑνοῦσθαι τοὺς κατηξιωμένους ἑνοῦσθαι θεῷ καὶ πνεῦμα καθ’ ὅ ἐστιν ἓν μετὰ θεοῦ ὁ κολλώμενος θεῷ τὴν ἄκτιστον τοῦ πνεύματος ἐνέργειαν εἶναι καὶ καλεῖσθαι, ἀλλ’ οὐ τὴν οὐσίαν τοῦ θεοῦ, κἂν Βαρλαὰμ καὶ Ἀκίνδυνος ἀπαρέσκωνται· ἐπεὶ καὶ διὰ τοῦ προφήτου οὐ τὸ πνεῦμά μου, ἀλλ’ ἀπὸ τοῦ πνεύματός μου ἐκχεῶ ἐπὶ τοὺς πιστεύοντας, προέφη ὁ θεός. νεύματι θεοῦ, φησίν, ἐκινοῦντο καὶ Μωϋσῆς καὶ Δαβὶδ καὶ ὅσοι τῆς θείας ἐνεργείας χωρητικοὶ τῇ ἀποθέσει τῶν σαρκικῶν ἰδιωμάτων γεγόνασι· καὶ ζῶσαί τινες εἰκόνες Χριστοῦ καὶ ταὐτὸ μᾶλλον αὐτῷ κατὰ τὴν χάριν ἢ ἀφομοίωμα· καὶ μία ἡ καθαρότης ἡ ἐν τῷ Χριστῷ καὶ τοῖς ἁγίοις ἐστί· καὶ ἡ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, ὁ ἐνθεώτατος ᾄδει μελῳδῶν· αἱ γὰρ πνευματοφόροι ψυχαί, κατὰ τὸν μέγαν Βασίλειον, ἐλλαμφθεῖσαι παρὰ τοῦ πνεύματος, αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν.

ἐντεῦθεν, μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομαί, τὸ οὐράνιον πολίτευμα, ἡ μετὰ ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ ἔνθεος διανομή, ἡ πρὸς θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν, θεὸν γενέσθαι.