Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Οι θείες πρόοδοι, η προνοητική ενέργεια και η θεογνωσία μέσω της κτίσεως

Πατερική τεκμηρίωση, μέσω του ιερού Διονυσίου και του αγίου Μαξίμου, περί των άκτιστων θείων προόδων, παραδειγμάτων και προνοιών, μέσω των οποίων ο Θεός γνωρίζεται και επικοινωνεί με την κτίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 8

Κατὰ τὴν χάριν ταύτην καὶ λαμπρότητα καὶ πρὸς τὸν θεὸν ἕνωσιν πλεονεκτοῦσι τῶν ἀνθρώπων οἱ ἄγγελοι. διὸ καὶ λαμπρότητές εἰσι δεύτεραι, λειτουργοὶ τῆς ἄνω λαμπρότητος, καὶ φῶτα δεύτερα τοῦ πρώτου φωτὸς ἀπαυγάσματα αἱ νοεραὶ δυνάμεις καὶ τὰ λειτουργικὰ πνεύματα· καὶ πρώτη φωτεινὴ φύσις μετὰ τὴν πρώτην τῷ ἐκεῖθεν αὐγάζεσθαι· καὶ δεύτερον φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀπορροή τις ἢ μετουσία· καὶ κυκλικῶς οἱ θεῖοι κινούμενοι νόες ἑνοῦνται ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ. τοῖς γὰρ ἀϊδίοις αὐτὸς ὁ θεός ἐστι φῶς, καὶ οὐκ ἄλλο· καὶ ὃ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς θεός, καὶ αὐτός ἐστι τὸ πάσης τῆς λογικῆς φύσεως φωτιστικὸν πρῶτον καὶ ἀκρότατον φῶς. κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς, ὁ Χρυσόστομός φησι πατήρ, «εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου», μὴ τοῦτο ὑποπτεύσῃς, ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην ἀλλὰ τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον ἤπερ αἱ ἄνω δυνάμεις.

Πᾶσα φύσις ὡς πορρωτάτω ἐστὶ καὶ παντάπασι ξένη τῆς θείας φύσεως. εἰ γὰρ ὁ θεὸς φύσις, τἄλλα οὐκ ἔστι φύσις· εἰ δὲ τῶν ἄλλων ἕκαστον φύσις, ἐκεῖνος οὐκ ἔστι φύσις· ὡς οὐδ’ ὄν ἐστιν, εἰ τἄλλα ὄντα ἐστίν· εἰ δ’ ἔστιν ἐκεῖνος ὤν, τἄλλα οὐκ ἔστιν ὄντα. τοῦτο κἀπὶ τῆς σοφίας καὶ τῆς ἀγαθότητος καὶ ἁπλῶς ἐπὶ πάντων τῶν περὶ θεὸν ἢ περὶ θεοῦ λεγομένων λαμβάνων, καλῶς καὶ τοῖς ἁγίοις ἀκολούθως θεολογήσεις. ἔστι δὲ καὶ λέγεται φύσις τῶν ὄντων πάντων ὁ θεός, ὡς αὐτοῦ πάντων μετεχόντων καὶ τῇ μεθέξει τούτου συνεστώτων· οὐ τῇ μεθέξει τῆς αὐτοῦ φύσεως, ἄπαγε, ἀλλὰ τῇ μεθέξει τῆς αὐτοῦ ἐνεργείας. οὕτω γὰρ καὶ ὀντότης ἐστὶ τῶν ὄντων καὶ εἶδος ἐν τοῖς εἴδεσιν ὡς εἰδεάρχης καὶ σοφία τῶν σοφιζομένων καὶ ἁπλῶς τὰ πάντα πάντων· καὶ οὐκ ὢν φύσις, ὡς ὑπὲρ πᾶσαν φύσιν· καὶ οὐκ ὢν ὤν, ὡς ὑπὲρ πάντα τὰ ὄντα· καὶ οὐκ ὢν οὐδ’ ἔχων εἶδος, ὡς ὑπὲρ εἶδος ὤν. πῶς οὖν ἡμεῖς πλησίον τοῦ θεοῦ γενώμεθα; ἆρα τῇ φύσει πλησιάζοντες αὐτοῦ; ἀλλ’ οὐδεμίαν ἔχει ἢ ἕξει κοινωνίαν ἢ ἐγγύτητα πρὸς τὴν ἀνωτάτω φύσιν τῶν κτιστῶν ἁπάντων οὐδὲ ἕν. εἴπερ οὖν τις γέγονε πλησίον τοῦ θεοῦ, τῇ ἐνεργείᾳ πάντως ἐπλησίασεν αὐτοῦ. πῶς οὖν; ὡς μετέχων ἐκείνης φυσικῶς; ἀλλὰ τοῦτο κοινόν ἐστι πάντων τῶν κτισμάτων. οὐκοῦν οὐ τοῖς ἐκ φύσεως προσοῦσιν, ἀλλὰ τοῖς ἐκ προαιρέσεως προσγινομένοις, πλησίον τις ἢ μακρὰν γίνεται θεοῦ.

προαίρεσις δὲ μόνων τῶν λογικῶν ἐστι. ταῦτα οὖν μόνα τῶν ἄλλων ἁπάντων, ἢ μακρὰν ἢ ἐγγὺς γίνεται θεοῦ δι’ ἀρετῆς ἢ κακίας ἢ ἐγγίζοντα ἢ μακρυνόμενα. ταῦτα τοιγαροῦν μόνα καὶ δεκτικά ἐστιν ἀθλιότητος ἢ μακαριότητος· ἀλλ’ ἡμεῖς σπεύσωμεν τῆς μακαριότητος ἐπιλαβέσθαι.

Ἄλλο μὲν πρὸς ἄλλο τῶν κτισμάτων συγκρινόμενον, οἰκεῖον θεοῦ κατὰ φύσιν ἢ ξένον λέγεται. οἰκεῖον μὲν γάρ, φησί, θεότητος αἱ νοεραὶ φύσεις καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν, καὶ τούτων αὐτῶν ἔτι πορρωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι. πρὸς ἄλληλα τοίνυν τὰ κτίσματα συγκρινόμενα, οἰκεῖα θεῷ κατὰ φύσιν ἢ ξένα λέγεται· αὐτὰ δὲ καθ’ αὑτὰ κατὰ φύσιν ἅπαντα ξένα ἐστὶ θεοῦ. πλέον γὰρ οὐδ’ ὅσον εἰπεῖν ἡ νοερὰ φύσις πόρρω ἐστὶ θεοῦ, ἢ ὅσον αἴσθησίς τε καὶ τὰ ὑπ’ αἴσθησιν τῶν νοερῶν ἀπέχει. τοσοῦτον οὖν ἀπέχοντες τῇ καθ’ ἡμᾶς φύσει τοῦ θεοῦ, ὄντως οὐαὶ ἡμῖν, εἰ μὴ γοῦν ἐκ προαιρέσεως χρηστῆς δι’ ἔργων καὶ τρόπων ἀγαθῶν ἐγγὺς αὐτοῦ γενοίμεθα.

Ἡ τῶν θείων θεηγόρων ἔνθεος καὶ κοινὴ γλῶσσα, Δαμασκηνὸς ὁ θεοφόρος, φησὶν ἐν δευτέρῳ τῶν θεολογικῶν αὐτοῦ κεφαλαίων· χρὴ τὸν περὶ θεοῦ τι λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς οἰκονομίας, οὔτε μὴν πάντα γνωστὰ οὔτε πάντα ἄγνωστα. ὑπὲρ λόγον δ’ ἴσμεν καὶ ὅσα λέγειν ἐφεῖται τῶν θείων, ὡς καὶ ταῦτα καθ’ ὑπερέχοντα λόγον· οὐ γὰρ ἔξω λόγου κατ’ ἔλλειψιν, ἀλλ’ ἐκτὸς λόγου τοῦ καθ’ ἡμᾶς, ὅν θ’ ἡμῖν αὐτοῖς ἐνδιαιτώμενον ἔχομεν καὶ ὃν παρ’ ἡμῶν αὐτῶν εἰς ἀκοὴν ἑτέρων προάγομεν. οὔτε γὰρ οὗτος ἑρμηνεύων παραστῆσαι δύναιτ’ ἄν, οὔτ’ ἐκεῖνος πολυπραγμονῶν οἴκοθεν ἐφίκοιτ’ ἄν. οὐκ ἄρ’ ἡμῖν αὐτοῖς ἐπιτρεπτέον περὶ θεοῦ τι λέγειν, ἀλλ’ ἡμᾶς αὐτοὺς ἐπιστρεπτέον πρὸς τοὺς ἐν πνεύματι τὰ τοῦ πνεύματος λαλοῦντας, καὶ ὅταν ἀπαιτῶσι λόγον οἱ ἀντικείμενοι.

Φασὶν ἐπιγεγράφθαι τῶν προθύρων τῆς σχολῆς τοῦ Πλάτωνος, μηδεὶς εἰσίτω ἀγεωμέτρητος. πάντῃ δέ ἐστιν ἀγεωμέτρητος ὁ μὴ δυνάμενος περὶ τῶν ἀχωρίστων ὡς κεχωρισμένων διανοεῖσθαί τε καὶ διαλέγεσθαι. εἶναι γὰρ πέρας χωρὶς τοῦ περατουμένου τῶν ἀδυνάτων. γεωμετρία δέ, περὶ τῶν περάτων σχεδὸν ἅπας ὁ λόγος, ἃ καὶ χωρὶς τῶν περατουμένων ἔσθ’ ὅτε καθ’ ἑαυτὰ καὶ ὁρίζεται καὶ προβάλλεται, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα. ὁ δὲ τὸ σῶμα τῶν περὶ αὐτὸ χωρίζειν τῷ νῷ μηδέπω μαθών, πῶς ἀκούσει περὶ φύσεως καθ’ ἑαυτήν, ἥτις οὐ μόνον ἀχώριστός ἐστι τῶν φυσικῶν ἐνυπάρχουσα τούτοις, ἀλλ’ οὐδ’ εἶναί ποτε δύναται χωρὶς αὐτῶν. πῶς ἀκούσει περὶ τῶν καθόλου ὡς καθόλου, ἅπερ ἐν τοῖς μερικοῖς εἰσι, νῷ καὶ λόγῳ μόνῳ τούτων διαιρούμενα καὶ πρὸ τῶν πολλῶν νοούμενα, τὰ τῶν πολλῶν ἄνευ μηδαμῶς ὄντα, τῷ γε ἀληθεῖ λόγῳ; πῶς ἀκούσει περὶ νοητῶν καὶ νοερῶν; πῶς ἀκούσει καὶ νοῦν ἕκαστον ἡμῶν ἔχειν λεγόντων καὶ διανοήματα καὶ τῶν διανοημάτων ἕκαστον ἡμῶν ὑπάρχειν νοῦν; καὶ οὐ καταγελάσει καὶ ἀνακράξεται κατηγορῶν ἡμῶν, ὡς δύο καὶ πολλοὺς ἔχειν νοῦς λεγόντων ἕκαστον ἀνθρώπων; ὁ δ’ ἐπὶ τῶν τοιούτων μὴ δυνάμενος ἀκούειν ἢ λέγειν περὶ τῶν ἀδιαιρέτων ὡς διῃρημένων, πῶς ἐπὶ τοῦ θεοῦ δυνήσεταί τι τοιοῦτον ἢ λέγειν ἢ διδάσκεσθαι, ἐφ’ οὗ πολλαὶ μέν εἰσι καὶ λέγονται ἑνώσεις τε καὶ διακρίσεις κατὰ τοὺς θεολόγους.

ἀλλ’ αἱ ἑνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι καὶ προκατάρχουσι μήτ’ ἀναιροῦσαι ταύτας, μήτ’ ἐμποδιζόμεναι παρὰ τούτων αὗται μηδέν. οἱ γοῦν Ἀκινδυνιανοὶ μὴ δεχόμενοι, μηδὲ δυνάμενοι γνῶναι, τὴν ἐπὶ τοῦ θεοῦ ἀδιαίρετον διαίρεσιν, καὶ διῃρημένην ἕνωσιν ἀκούοντες ἡμῶν λεγόντων συμφώνως τοῖς ἁγίοις, ὅτι τοῦ θεοῦ τὸ μέν ἐστιν ἀκατάληπτον, τὸ δὲ καταληπτόν· εἷς δέ ἐστι θεός, ὁ αὐτὸς ἀκατάληπτος μὲν ὢν κατ’ οὐσίαν, καταληπτὸς δὲ ἀπὸ τῶν ποιημάτων κατὰ τὰς αὐτοῦ θείας ἐνεργείας, τὴν προαιώνιον αὐτοῦ δηλαδὴ περὶ ἡμᾶς θέλησιν, τὴν προαιώνιον περὶ ἡμᾶς αὐτοῦ πρόνοιαν, τὴν προαιώνιον αὐτοῦ περὶ ἡμᾶς σοφίαν, καί, ἵνα κατὰ τὸν θεῖον Μάξιμον εἴπω, τὴν ἄπειρον αὐτοῦ δύναμιν καὶ σοφίαν καὶ ἀγαθότητα· ταῦτα δεῆσαν ἀναγκαίως ἡμῶν εἰπόντων ἀκούσαντες Βαρλαάμ τε καὶ Ἀκίνδυνος καὶ οἱ μετ’ ἐκείνους κατ’ ἐκείνους κατηγοροῦσιν, ὡς πολλοὺς θεοὺς καὶ πολλὰ λεγόντων ἄκτιστα καὶ σύνθετον ποιούντων τὸν θεόν. ἀγνοοῦσι γάρ, ὡς ὁ θεὸς ἀδιαιρέτως διαιρεῖται καὶ συνάπτεται διῃρημένως καὶ οὔτε πολυπλασιασμὸν παρὰ τοῦτο πάσχει, οὔτε σύνθεσιν.

Παῦλος ὁ μέγας, τὸ τοῦ Χριστοῦ στόμα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ τοῦ θείου ὀνόματος περιφανέστατον ὄχημα, τὰ ἀόρατα, φησί, τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. ἆρ’ οὖν ἡ οὐσία τοῦ θεοῦ τοῖς ποιήμασι νοουμένη καθορᾶται; οὔμενουν. τοῦτο γὰρ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου παραφροσύνης ἐστὶ καὶ πρὸ τούτων τῆς Εὐνομίου παραφορᾶς· καὶ οὗτος γὰρ πρὸ τούτων κατὰ τούτους ἐκ τῶν ποιημάτων οὐδὲν ἕτερον ἀλλ’ αὐτὴν λογογραφεῖ νοεῖσθαι τὴν οὐσίαν τοῦ θεοῦ. ὁ δὲ θεῖος ἀπόστολος πολλοῦ δεῖ τὰ τοιαῦτα ὑφηγεῖσθαι. προδιδάξας γάρ, ὅτι τὸ τοῦ θεοῦ γνωστὸν φανερόν ἐστι, καὶ δείξας ὡς ἔστι καὶ ἄλλο τι ὑπὲρ τὸ γνωστὸν τοῦτο τοῦ θεοῦ, ὅπερ ἐφανέρωσε πᾶσι τοῖς νοῦν ἔχουσιν αὐτός, εἶτ’ ἐπήνεγκε, τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. τὸ δὲ γνωστὸν τοῦ θεοῦ τί ἐστιν, οὕτως ἂν μάθοις· οἱ θεοφόροι πατέρες ἐξηγούμενοί φασι· τοῦ θεοῦ τὸ μέν ἐστιν ἄγνωστον, ἤγουν ἡ οὐσία αὐτοῦ, τὸ δὲ γνωστόν, ἤγουν πάντα τὰ περὶ τὴν οὐσίαν, τουτέστιν ἡ ἀγαθότης, ἡ σοφία, ἡ δύναμις, ἡ θειότης, ἤτοι μεγαλειότης· ἃ καὶ ἀόρατα ὁ Παῦλος λέγει, νοούμενα μέντοι τοῖς ποιήμασι. τὰ δὲ ἀπὸ τῶν κτισμάτων περὶ τὴν οὐσίαν τοῦ θεοῦ νοούμενα ταυτί, πῶς ἂν εἴη πάλιν κτίσματα;

τοιγαροῦν καὶ ἄκτιστός ἐστιν ἡ ἐκ τῶν κτισμάτων νοουμένη τοῦ θεοῦ ἐνέργεια καὶ οὐσία οὐκ ἔστιν, ἐπεὶ καὶ μὴ ἑνικῶς αὕτη μόνον, ἀλλὰ καὶ πληθυντικῶς προάγεται.

Σοφίας καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐχὶ τῆς οὐσίας ἐνδεικτικά ἐστι τὰ ποιήματα, φησὶν ὁ μέγας Βασίλειος τῷ Εὐνομίῳ ἀντιφθεγγόμενος ἐκ τῶν κτισμάτων δείκνυσθαι λέγοντι τὴν οὐσίαν τοῦ θεοῦ. τοιγαροῦν καὶ ἄκτιστός ἐστιν ἡ ἀπὸ τῶν ποιημάτων δεικνυμένη τοῦ θεοῦ ἐνέργεια καὶ οὐσία οὐκ ἔστι· καὶ οἱ κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον μηδὲν διαφέρειν λέγοντες τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν Εὐνομιανοί εἰσι σαφῶς.

Καλῶς ἄρα φησὶν ἐν τοῖς Ἀντιρρητικοῖς ὁ ἀδελφὸς αὐτῷ καὶ ἀδελφὰ φρονῶν, ὅτι τὸ κάλλος καὶ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες, ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν. «ἐκ γὰρ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται·» καὶ δημιουργὸν μὲν τὸν ποιητὴν προσαγορεύομεν· δυνατὸν δέ, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν· καὶ δίκαιον, ὡς ἀδέκαστον κριτήν· ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐνεργείας κεκρατηκέναι κατελαβόμεθα. ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύσεως ἐνέργειαν διδαχθέντες, τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα.

Διονύσιος ὁ Ἀρεοπαγίτης, ὁ μετὰ τοὺς θεσπεσίους ἀποστόλους ἐξοχώτατος ἐν θεολόγοις, μετὰ τὸ διευκρινῆσαι τὴν κατὰ τὰς ὑποστάσεις τοῦ θεοῦ διάκρισιν, φησίν· εἰ δὲ καὶ θεία διάκρισίς ἐστιν ἡ ἀγαθοπρεπὴς πρόοδος, τῆς ἑνώσεως τῆς θείας ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθυνούσης τε καὶ πολυπλασιαζούσης· καὶ μετά τινα, διάκρισιν δὲ θείαν εἶναί φαμεν τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους· δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας, ἡνωμένως μὲν διακρίνεται, πληθύνεται δὲ ἑνικῶς καὶ πολυπλασιάζεται τοῦ ἑνὸς ἀνεκφοιτήτως· καὶ μετά τινα, ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεότητος διακρίσεις, εἴτ’ οὖν ἀγαθοπρεπεῖς προόδους, ὑμνῆσαι κατὰ τὸ δυνατὸν πειρασόμεθα. δεικνὺς σαφῶς εἶναι καὶ ἑτέραν διάκρισιν ἐπὶ τοῦ θεοῦ, ἀλλ’ οὐ τὴν ὑποστατικὴν μόνην, ἣν τὴν ἑτέραν παρὰ τὴν ὑποστατικὴν διάκρισιν καὶ θεότητος διάκρισιν καλεῖ, ἡ γὰρ κατὰ τὰς ὑποστάσεις διάκρισις οὐ θεότητός ἐστι διάκρισις. καὶ κατὰ μὲν τὰς θείας προόδους καὶ ἐνεργείας πληθύνεσθαι καὶ πολυπλασιάζεσθαι λέγει τὸν θεόν, καὶ τὴν αὐτὴν ἐνταῦθα πρόοδον καὶ προόδους εἶναι λέγει. ἐκεῖ δὲ οὐ πολυπλασιάζεται τὸ θεῖον, ἄπαγε, οὐδὲ καθὰ θεὸς διακρίνεται, τριὰς γὰρ ἡμῖν ὑπάρχει ὁ θεός, ἀλλ’ οὐ τριπλοῦς.

δείκνυσι δὲ καὶ τὸ ἄκτιστον τούτων τῶν προόδων καὶ ἐνεργειῶν· θείας τε γὰρ αὐτὰς καλεῖ καὶ τῆς ὅλης φησὶ θεότητος εἶναι διακρίσεις, καὶ αὐτὴν ἑαυτὴν τὴν θεαρχίαν κατὰ τὰς θείας προόδους καὶ ἐνεργείας ταύτας πληθύνειν λέγει καὶ πολυπλασιάζειν, οὐκ ἔξωθέν τι προσλαμβάνουσαν—ἄπαγε. ἀλλὰ καὶ ὑμνῆσαι τὰς προόδους ταύτας ἐπαγγέλλεται καὶ προστίθησι κατὰ τὸ δυνατόν, δεικνὺς καὶ ὑπερυμνήτους ταύτας οὔσας, ὁ τῶν θείων ὑμνῳδῶν ἐξοχώτατος οὗτος.

Ὁ αὐτὸς θεοφάντωρ, εἰπὼν ἀνωτέρω θείαν διάκρισιν εἶναι τὴν ἀγαθοπρεπῆ πρόοδον, ἐπάγει· ἡνωμέναι μέν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις. μεταδόσεις μὲν οὖν ἐνταῦθα συλλαβών, πάσας τὰ προόδους καὶ ἐνεργείας τοῦ θεοῦ ἐκάλεσε· προσέθηκε δὲ τὸ ἀσχέτους εἶναι ταύτας, ἵνα μή τις νομίσῃ ταύτας εἶναι τὰ ἀποτελέσματα, οἷον τὴν ἑκάστου τῶν ὄντων οὐσίαν ἢ τὴν ἐν τοῖς ζῶσιν αἰσθητὴν ζωὴν ἢ τὸν τοῖς λογικοῖς καὶ νοεροῖς ἐνόντα λόγον τε καὶ νοῦν. πῶς γὰρ ἂν εἴη ταῦτ’ ἐν τῷ θεῷ καὶ ἄσχετα, κτιστά γε ὄντα; πῶς δ’ αἱ τοῦ θεοῦ ἄσχετοι πρόοδοι καὶ μεταδόσεις κτίσματα, τῆς ἀσχέτου μεταδόσεως φυσικῶς ἐνούσης τῷ μεταδιδόντι, καθάπερ ἐπὶ τοῦ φωτὸς ὁρῶμεν;

Προϊὼν ὁ μέγας οὗτος, τὰς τοιαύτας προόδους καὶ ἐνεργείας τοῦ θεοῦ ἑτέροις τε ὀνόμασι θεοπρεπέσιν ἀνυμνεῖ καὶ μετοχὰς καὶ αὐτομετοχὰς καλεῖ· καὶ ὑπὲρ τὰ ὄντα εἶναι πολλαχοῦ τῶν λόγων δείκνυσι καὶ παραδείγματα τῶν ὄντων εἶναι ταύτας προϋφεστηκυίας ἐν θεῷ καθ’ ὑπερούσιον ἕνωσιν. πῶς οὖν ἂν εἶεν αὗται κτίσματα; ἐφεξῆς δὲ καὶ τί ταῦτα τὰ παραδείγματα διδάσκων ἐπιφέρει· παραδείγματα δέ φαμεν εἶναι τοὺς ἐν θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἑνιαίως προϋφεστῶτας λόγους, οὓς ἡ θεολογία προορισμοὺς καλεῖ καὶ θεῖα καὶ ἀγαθὰ θελήματα, τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά, καθ’ οὓς ὁ ὑπερούσιος τὰ ὄντα πάντα καὶ προώρισε καὶ παρήγαγε. πῶς οὖν οἱ προορισμοὶ καὶ τὰ ποιητικὰ τῶν ὄντων θεῖα θελήματα κτιστά; πῶς δ’ οὐ φανεροὶ τυγχάνουσιν ὄντες, τὴν τοῦ θεοῦ πρόνοιαν εἰς κτίσμα κατασπῶντες, οἱ τὰς προόδους ταύτας καὶ ἐνεργείας τιθέμενοι κτιστάς; ἡ γὰρ οὐσιοποιὸς καὶ ζωοποιὸς καὶ σοφοποιὸς καὶ ἁπλῶς ἡ ποιητικὴ καὶ συνεκτικὴ τῶν κτιστῶς ὄντων ἐνέργειά ἐστι τὰ θεῖα θελήματα καὶ αἱ θεῖαι αὗται μετοχαὶ καὶ δωρεαὶ τῆς πάντων αἰτίας ἀγαθότητος.

Ἡ μὲν οὖν τοῦ αὐτοεῖναι μετοχὴ κατ’ οὐδένα τρόπον οὐδενὸς μετέχει, ὡς καὶ ὁ μέγας Διονύσιός φησιν. αἱ δ’ ἄλλαι μετοχαί, ᾗ μέν εἰσι μετοχαί τε καὶ ἀρχαὶ τῶν ὄντων μετέχουσι τὸ παράπαν οὐδενός· οὐδὲ γὰρ ἡ πρόνοια προνοίας, οὐδ’ ἡ ζωὴ ζωῆς μετείληχεν. ᾗ δ’ ἔχουσι τὸ εἶναι μετέχειν λέγονται τοῦ αὐτοεῖναι, ὡς χωρὶς αὐτοῦ μὴ οὖσαι μηδὲ μετεχόμεναι, καθάπερ οὐδ’ ἡ πρόγνωσις χωρὶς τῆς γνώσεως· διὸ καὶ ὡς αὐτομετοχαὶ οὐδαμῶς εἰσι κτισταί. ταῦτ’ ἄρα καὶ κατὰ τὸν θεῖον Μάξιμον οὐδέποτε τοῦ εἶναι ἤρξαντο καὶ περὶ τὸν θεὸν οὐσιωδῶς θεωροῦνται καὶ οὐκ ἦν ὅτε οὐκ ἦσαν. οἱ δὲ Βαρλααμίται τὴν αὐτοζωὴν καὶ αὐτοαγαθότητα καὶ τὰ τοιαῦτα δυσσεβῶς νομίζοντες κτιστά, ὅτι μετέχει τῆς τῶν ὄντων κοινῆς ἐπωνυμίας, οὐ συνορῶσιν, ὡς εἰ καὶ ὄντα λέγεται, ἀλλὰ καὶ ὑπὲρ τὰ ὄντα ἐστί, καθάπερ αὐτός φησιν ὁ μέγας Διονύσιος. ῥᾳδίως δ’ ἂν οἱ διὰ τοῦτο τὰς αὐτομετοχὰς τοῖς κτίσμασι συντάττοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον ἡγήσαιντο κτιστόν, τοῦ μεγάλου Βασιλείου λέγοντος μετέχειν αὐτὸ τῶν θεοπρεπῶν ὀνομάτων.

Εἰ δέ τις φαίη μόνην τὴν αὐτοΰπαρξιν εἶναι μετοχήν, ὡς μόνην μὴ μετέχουσαν ἀλλὰ μετεχομένην μόνον, αἱ γὰρ ἄλλαι μετέχουσιν αὐτῆς, γνώτω μὴ συνετῶς διανοούμενος περὶ τῶν ἄλλων μετοχῶν. τὰ γὰρ ζῶντα ἢ τὰ ἅγια ἢ τὰ ἀγαθὰ οὐ διὰ τὸ ἁπλῶς εἶναι καὶ τῆς αὐτοϋπάρξεως μετέχειν ζῇν λέγεται μεθέξει καὶ ἁγιάζεσθαι καὶ ἀγαθύνεσθαι, ἀλλὰ τῷ τῆς αὐτοζωῆς μετέχειν καὶ αὐτοαγιότητος καὶ αὐτοαγαθότητος. ἡ δὲ αὐτοζωὴ καὶ τἄλλα τὰ τοιαῦτα οὐκ ἄλλης αὐτοζωῆς μεθέξει γίνεται αὐτοζωή. διὸ καί, καθὸ αὐτοζωή, τῶν μετεχομένων ἀλλ’ οὐ τῶν μετεχόντων ἐστί. τὸ δὲ μὴ μετέχον ζωῆς, ἀλλ’ αὐτὸ μετεχόμενον καὶ ζωοποιοῦν τὰ ζῶντα, πῶς ἂν εἴη κτίσμα; κἀπὶ τῶν ἄλλων μετοχῶν ὁμοίως.

Συμφθεγγέσθω νῦν ἡμῖν καὶ Μάξιμος ὁ θεῖος τὴν ποιητικὴν τῶν ὄντων πρόνοιαν τὰς προόδους εἶναι ταύτας τοῦ θεοῦ, γράφων ἐν σχολίοις· κοιναὶ δέ εἰσι τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος αἱ δημιουργικαὶ πρόνοιαί τε καὶ ἀγαθότητες· τουτέστιν αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις. τῷ μὲν οὖν πολλὰς φάναι ταύτας καὶ διακεκριμένας, ἔδειξε μὴ τὴν οὐσίαν οὔσας ταύτας τοῦ θεοῦ, μία γὰρ αὕτη καὶ παντάπασιν ἀδιαίρετος. ἐπεὶ δὲ καὶ κοινὰς ἔφη τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος, οὐδὲ τὸν υἱὸν εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον παρέστησεν ἡμῖν, τούτων γὰρ οὐδὲν τῶν τριῶν ἐνέργεια κοινή. τῷ δὲ μὴ μόνον προνοίας ταύτας φάναι καὶ ἀγαθότητας, ἀλλὰ καὶ δημιουργικάς, ἀκτίστους ὑπαρχούσας ἔδειξεν. εἰ γὰρ μή, δεδημιουργημένον ἔσται τὸ δημιουργικόν. οὐκοῦν ἑτέρῳ δημιουργικῷ, κἀκεῖνο πάλιν ἑτέρῳ δεδημιουργημένον ἔσται· καὶ πρὸς τῷ εἰς ἔσχατον τοῦτ’ ἐλαύνειν ἀτοπίας, οὐδ’ ἐπ’ ἄπειρον στήσεται βαδίζον. αἱ τοῦ θεοῦ ἄρα πρόοδοι καὶ ἐνέργειαι ἄκτιστοί τέ εἰσι καὶ οὐσία τις τούτων οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ὑπόστασις.

Ἐπεὶ δὲ καὶ πολυειδὲς ὑπέστησε τὸ πᾶν ὁ προαγωγεὺς καὶ κοσμήτωρ τοῦ παντὸς ἀνεικάστῳ ἀγαθότητος ὑπερβολῇ, τὰ μὲν εἶναι μόνον ἐθελήσας, τὰ δὲ πρὸς τῷ εἶναι κεκτῆσθαι καὶ ζωήν· καὶ τὰ μὲν νοερᾶς ταύτης εὐμοιρεῖν, τὰ δὲ μόνης ἀπολαύειν τῆς κατ’ αἴσθησιν· ἔστι δ’ ἃ καὶ μικτὴν ταύτην ἐξ ἀμφοτέρων ἐσχηκέναι, καὶ τῶν λογικὴν καὶ νοερὰν παρ’ αὐτοῦ λαβόντων τὴν ζωὴν τῇ πρὸς αὐτὸν ἐθελουσίῳ νεύσει τῆς αὐτοῦ ἑνώσεως ἐπιτυγχάνειν καὶ ζῇν οὕτω θείως καὶ ὑπερφυῶς, τῆς αὐτοῦ κατηξιωμένα θεουργοῦ χάριτος καὶ ἐνεργείας. ἡ γὰρ αὐτοῦ θέλησις γένεσίς ἐστι τοῖς οὖσιν, ἢ προαγομένοις ἐκ μὴ ὄντος ἢ βελτιουμένοις καὶ τοῦτο διαφόρως· διὰ ταύτην τὴν ἐπὶ τὰ ὄντα τοῦ θείου θελήματος διαφορὰν ἡ μία ἐκείνη πρόνοια καὶ ἀγαθότης, ταὐτὸ δ’ εἰπεῖν, ἡ δι’ ἀγαθότητα πρὸς τὰ καταδεέστερα τοῦ θεοῦ ἐπιστροφή, πολλαὶ πρόνοιαί τε καὶ ἀγαθότητες καί εἰσι καὶ λέγονται παρὰ τῶν θεοσόφων θεολόγων, ἀμερίστως ἐν τοῖς μεριστοῖς μεριζόμεναι καὶ ποικιλλόμεναι· ὡς τὴν μὲν προγνωστικὴν τοῦ θεοῦ δύναμιν καλεῖσθαι, τὴν δὲ δημιουργικήν τε καὶ συνεκτικήν· τούτων δ’ αὖ κατὰ τὸν μέγαν Διονύσιον, τὰς μὲν οὐσιώσεις, τὰς δὲ ζωώσεις, τὰς δὲ σοφοποιήσεις.

ἑκάστη δὲ τούτων κοινή ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ κατ’ αὐτὴν ἑκάστην τὴν περὶ ἡμᾶς ἀγαθὴν καὶ θείαν θέλησιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ἡ οὐσιοποιὸς καὶ ζωοποιὸς καὶ σοφοποιὸς ἐνέργειά τε καὶ δύναμις, ἃς καὶ ἀσχέτους μεταδόσεις καὶ ἀμειώτους προσείρηκε, τῶν κτιστῶν ὁμοῦ τε πάντων ἐξαίρων καὶ φυσικῶς ἐνεῖναι διδάσκων τῷ μεταδιδόντι.