Πάντων τῶν ὄντων εἰς δέκα συγκεφαλαιουμένων, οὐσίαν, λέγω, ποσόν, ποιόν, πρός τι, ποῦ, ποτέ, ποιεῖν, πάσχειν, ἔχειν, κεῖσθαι, καὶ τῶν ἐφεξῆς τῇ οὐσίᾳ ἐνθεωρουμένων, ὁ θεὸς οὐσία ὑπερούσιός ἐστιν, ᾗ ἐνθεωρεῖται μόνα τὸ πρός τί τε καὶ τὸ ποιεῖν, οὐδεμίαν ἐμποιοῦντα ταύτῃ σύνθεσιν ἢ ἀλλοίωσιν· ποιεῖ γὰρ τὰ πάντα ὁ θεός, μηδὲν αὐτὸς πάσχων κατ’ οὐσίαν. ἔστι δὲ καὶ κτίστης πρὸς τὴν κτίσιν καὶ ἀρχὴ καὶ δεσπότης, αὐτῆς ἠργμένης καὶ αὐτῆς δουλευούσης. ἀλλὰ καὶ πατὴρ ἡμῶν ἐστιν, ἀναγεννῶν ἡμᾶς τῇ χάριτι. ἔστι δὲ καὶ πατὴρ πρὸς τὸν μηδαμῶς ἠργμένον χρονικῶς υἱόν, καὶ υἱὸς πρὸς τὸν πατέρα, καὶ πρόβλημα πατρὸς τὸ πνεῦμα, συναΐδιον πατρί τε καὶ υἱῷ, μιᾶς ὄντα καὶ τῆς αὐτῆς οὐσίας. οἱ δὲ λέγοντες οὐσίαν εἶναι μόνον τὸν θεόν, μηδὲν ἔχουσαν ἐνθεωρούμενον, οὐδὲ τὸ ποιεῖν καὶ ἐνεργεῖν, οὐδὲ τὸ πρός τι ἔχειν τὸν θεὸν κατασκευάζουσιν. εἰ δὲ μὴ ταῦτα ἔχει ὃν αὐτοὶ νομίζουσι θεόν, οὐδὲ ἐνεργός ἐστιν, οὐδὲ δημιουργός, οὐδὲ ἐνέργειαν ἔχει· ἀλλ’ οὐδὲ ἀρχὴ καὶ κτίστης καὶ δεσπότης, οὐδὲ πατὴρ ἡμῶν ἐστι κατὰ χάριν. πῶς γὰρ ἂν εἴη ταῦτα, μὴ ἐνθεωρούμενα τῇ καθ’ ἑαυτὸν οὐσίᾳ ἔχων τὸ πρός τί τε καὶ τὸ ποιεῖν; συναναιρεῖται δὲ καὶ τὸ τρισυπόστατον τῆς θεότητος, εἰ μὴ τῇ τοῦ θεοῦ οὐσίᾳ ἐνθεωρούμενόν ἐστι τὸ πρός τι. ὁ δὲ μὴ τρισυπόστατος, μηδὲ τοῦ παντὸς δεσπότης, οὐδὲ θεός.