Ὁ δ’ ἐν μάρτυσι σοφώτατος Ἰουστῖνος, τῶν Ἑλλήνων τηνικαῦτα τοῦτ’ αὐτὸ λεγόντων, ὃ καὶ παρ’ Ἀκινδύνου νῦν ἀκούομεν, ὡς «οὐκ ἔστιν ὅλως ἐπὶ θεοῦ διαίρεσις οὐσίας καὶ ἐνεργείας»· ὁ μὲν γάρ φησιν, «ὅσα λέγεται ἐπὶ θεοῦ οὐκ ἔστιν ἄλλο καὶ ἄλλο, καὶ πάντα διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν· οὐ γάρ ἐστιν ὅλως διαφορά τις ἐν τῷ θεῷ κατὰ μηδένα τρόπον, πλὴν τῶν κατὰ τὰ τρία πρόσωπα διαφορῶν», οἱ δέ, καθάπερ αὐτὸς ὁ τοῦ Χριστοῦ μάρτυς αὐτοῖς ἀντιλέγων προὔθηκεν, «οὐκ οἰητέον ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ἐν αὐτῷ ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι· ὃ γάρ ἐστι, καὶ βούλεται, καὶ ὃ βούλεται, καὶ ἔστι, καὶ οὐδεμία τούτων ἐπ’ αὐτοῦ διαίρεσις»· τοῦτο, παραπλησίως Ἀκινδύνῳ, τηνικαῦτα λεγόντων τῶν Ἑλλήνων ὁ τῆς ἀληθείας σοφὸς μάρτυς Ἰουστῖνος «τοῦ θεοῦ», φησίν, «ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ θεοῦ καὶ τὴν ποίησιν· ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων». βʹ Οὕτως Ἀκίνδυνος ἀρτίως ἐφ’ οἷς ἡμῖν ἀντίκειται, μεταλαβὼν ἐπὶ τῆς θείας ἐνεργείας τὰ τοῖς Ἕλλησιν ἐπὶ τῆς θείας βουλῆς κακῶς προειρημένα, τὴν ἐκείνων πλάνην ἀναζῆν ποιεῖ, θεὸν μὲν οὐκ εἶναι παριστάς, εἶναι δὲ τὸ πᾶν ἀγένητον.