Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Ζ΄, Κεφάλαια 10-16: Η νοερά προσευχή, ο καθαρισμός του νου και η ανακεφαλαίωση

Περιγραφή της εσωτερικής καθάρσεως του νου, της νοεράς προσευχής και της αληθινής μεθέξεως του θείου φωτός, με τελική ανασκευή των βαρλααμικών πλανών και κλείσιμο του πρώτου βιβλίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 21 από 21

Κεφ. ιʹ. Κεφάλαιον τοῦ ἁγίου Διαδόχου περὶ τοῦ φωτὸς τῆς θεωρίας, ὃ παρ’ Ἀκινδύνου κατὰ τοῦ φωτὸς τούτου προενηνεγμένον, παρ’ ἡμῶν ἐξεταζόμενον ὑπέρ τε τοῦ φωτὸς αὐτοῦ καὶ κατὰ τοῦ κακῶς αὐτὸ προβαλλομένου γεγραμμένον ἀναφαίνεται. Ἀλλ’ αὖθις πατερικὸν ἡμῖν εἰσάγει κεφάλαιον ὁ κατὰ τῶν πατέρων ἀγωνιζόμενος λέγων, «φησὶ γὰρ ὁ μέγας Διάδοχος, ὅτι μέν, ὅταν ὁ νοῦς ἄρξηται πυκνῶς ὑπὸ τοῦ θείου φωτὸς ἐνεργεῖσθαι, διαφανής τις ὅλος γίνεται, ὥστε τὸ ἑαυτοῦ φῶς αὐτὸν πλουσίως ὁρᾶν οὐ δεῖ ἀμφιβάλλειν· ὅτι δὲ πᾶν τὸ ἐν σχήματι αὐτῷ φαινόμενον, εἴτε ὡς φῶς εἴτε ὡς πῦρ, ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται, ὁ θεσπέσιος ἡμᾶς Παῦλος διδάσκει, ‘εἰς ἄγγελον φωτὸς’ λέγων ‘μετασχηματίζεσθαι τὸν σατανᾶν’. Οὐ δεῖ οὖν ἐπὶ ταύτῃ τῇ ἐλπίδι τινὰ τὸν ἀσκητικὸν μετιέναι βίον, ἵνα μὴ ὁ σατανᾶς ἑτοίμην εὕρῃ τὴν ψυχὴν εἰς ἁρπαγὴν ἐντεῦθεν, ἀλλ’ ἵνα φθάσωμεν μόνον ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ καρδίας ἀγαπῆσαι τὸν θεόν». Εὖγε ὅτι τοῦτο προήνεγκας τὸ τοῦ ἐμπειροτάτου τὰ τοιαῦτα Διαδόχου κεφάλαιον. Τοῦτο γὰρ ἡμῶν προενεγκόντων, σὺ τάχ’ ἂν αὐτὸν εὐτόλμως τοῦ τῶν ἁγίων περιέγραψας χοροῦ, καθάπερ ἐν τοῖς ἄλλοις εἴωθας ποιεῖν, ὧν τὰς ὑφηγήσεις μὴ δυνατὸν κακουργῆσαι καὶ παρεξηγήσασθαι παραγραφόμενος.

Δείκνυσί σοι τοιγαροῦν οὗτος, ὡς ἐνταῦθ’ ὁρᾷς, ὅτι ἔχει φῶς ὁ νοῦς ὑπ’ αὐτοῦ πλουσίως ὁρώμενον, διαφανοῦς ὅλου γεγονότος ὅταν ἄρξηται πυκνῶς ὑπὸ τοῦ θείου φωτὸς ἐνεργεῖσθαι. Τὸ τοιοῦτο τοίνυν φῶς τοῦ νοῦ οὔτε γνῶσίς ἐστιν, ὡς καὶ αὐτὸς ὁμολογεῖς, διὸ καὶ φεύγειν ὡς ἀνωφελοῦς ἀπ’ αὐτοῦ παρῄνεις πρότερον οὔτε αἰσθητόν ἐστι· νοῦ γὰρ οὐκ ἂν εἴη, εἴπερ αἰσθητὸν εἴη. Ὁ τοίνυν νοῦς ὁ τοῦθ’ ὁρῶν τὸ φῶς, κατὰ τὴν πατερικὴν ταύτην ἣν αὐτὸς προήνεγκας ὑφήγησιν, ὅταν γένηται διαφανής, ὑπὸ τίνος γε φωτὸς διαφανὴς δοκεῖ σοι γίνεσθαι καὶ τίνα τρόπον; Λαμβάνων ἆρα γνῶσιν; Καὶ ἔσται νόημα, ἐκεῖνο δὲ νόημα οὐκ ἔστιν, ὡς πολλάκις δέδεικται. Ἀλλ’ ὑπ’ αἰσθητοῦ τινος φωτός;

Καὶ ἔσται καὶ τοῦτο αἰσθητὸν τὸ φῶς τοῦ νοῦ, ἐκεῖνο δ’ ὑπὲρ αἴσθησιν, νοῦ γάρ ἐστιν· ἀλλὰ καὶ ἀσχημάτιστον, τὸ γὰρ ἐν αἰσθητῷ πυρί τε καὶ φωτὶ καὶ ἐν σχήματι φαινόμενον, ἀνθρωπείῳ δηλονότι ἢ ἑτέρῳ τινὶ τῶν ὄντων, τῆς τοῦ ἐχθροῦ κακοτεχνίας ὂν ἀκήκοας. Ἔστιν ἄρα θεῖον φῶς, δι’ οὗ ὁ τοιοῦτος νοῦς γίνεται διαφανής, ὃ μήτε αἰσθητόν ἐστιν ἁπλῶς, μήτε γνῶσις, οἵαν ἡ σὴ φαντάζεται διάνοια.

Ὑπὸ τοῦ θείου τούτου τοιγαροῦν φωτὸς ἐνεργούμενος ὁ νοῦς θεοειδὴς ὅλος ἐκτελεῖται. Καθάπερ γὰρ ἡ ὄψις οὐκ ἂν φῶς ἐνεργείᾳ γένοιτο μὴ φωτὸς μεταλαχοῦσα, οὐ τῆς οὐσίας ἀλλὰ τῆς ἐνεργείας τοῦ φωτίζοντος, οὕτω καὶ ὁ νοῦς, οὐκ ἂν ᾗ νοερὰν ἔχων αἴσθησιν ὁρῴη καθ’ ἑαυτὸν ἐνεργείᾳ γένοιτο μὴ τοῦ θείου μετασχὼν φωτός, οὐ τῆς οὐσίας, ἄπαγε, ἀλλὰ τῆς ἐνεργείας τοῦ φωτίζοντος. Σοῦ δὲ κἀκεῖνό τις θαυμάσεται ἀξίως, ὡς ὅταν ὁ νοῦς πυκνῶς ὑπὸ τοῦ θείου φωτὸς ἐνεργούμενος διαφανὴς ὅλος γένηται, τοῦθ’ ὁρᾷ τὸ φῶς παρ’ οὗ μηδὲν μηδαμῇ προείρηκας εἶναι τοῖς ὁρῶσιν ὄφελος. Περὶ δὲ τοῦ μὴ ἐπ’ ἐλπίδι τοῦ θείου τούτου φωτισμοῦ τὸν ἀσκητικὸν μετιέναι βίον προειρήκαμεν. Δῆλος μέντοι πρὸς τοὺς εἰσαγωγικοὺς ποιούμενος τὸν λόγον ἐνταῦθα ὁ ἅγιος, οἷς μηδὲ δεῖ πω περὶ τῶν τοιούτων ἀκούειν ὡς εὐεξαπατήτοις οὖσι, διὸ καὶ ἀμυδρότερον τὰ περὶ τοῦ φωτὸς ἐκείνου προὔθηκε. Προτρέπεται δὲ πρὸς τὴν ἀγάπην, ὡς ἐκείνης καρποφορούσης ἐν καιρῷ προσήκοντι τὸν ὑπερφυᾶ τοῦτον φωτισμόν, ὑφ’ οὗ αὖθις αὕτη τελειοῦται· διόπερ ὁ αὐτὸς ἅγιος Διάδοχος ἀλλαχοῦ τῶν κεφαλαίων, «τὸ τέλειον τῆς ἀγάπης ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα», φησίν.

Κεφ. ιαʹ. Περὶ τῆς κατὰ νοῦν σχολῆς καὶ τῶν ἀπὸ ταύτης τικτομένων, ἐν ᾧ καὶ περὶ θείου πάλιν φωτισμοῦ καὶ ὅθεν ἄν τις τεκμηριώσαιτο τοὺς κεκτημένους. Ὅταν γὰρ ὁ νοῦς αἰσθητοῦ παντὸς ἀπαναστῇ καὶ τοῦ κατακλυσμοῦ τῆς περὶ ταῦτα τύρβης ἀνακύψῃ καὶ κατοπτεύσῃ τὸν ἐντὸς ἄνθρωπον, πρῶτον μὲν ἐνιδὼν τὸ προσγεγενημένον εἰδεχθὲς προσωπεῖον ἐκ τῆς κάτω περιπλανήσεως, τοῦτο διὰ πένθους ἀπονίψασθαι σπεύδει· ἔπειτ’ ἐπειδὰν τὸ δυσειδὲς τοῦτο περιέλῃ κάλυμμα, τότε μὴ ποικίλαις σχέσεσι τῆς ψυχῆς ἀγενῶς διασπωμένης, εἴσω τῶν ὄντως ταμείων ἀταράχως χωρεῖ καὶ τῷ ἐν κρυπτῷ πατρὶ προσεύχεται κατὰ τὴν ἐντολήν, ὃς αὐτῷ καὶ τὸ χωρητικὸν τῶν χαρισμάτων δῶρον, τὴν τῶν λογισμῶν εἰρήνην, τὰ πρῶτα χορηγεῖ μεθ’ ἧς τὴν γεννητικήν τε καὶ συνεκτικὴν ἁπάσης ἀρετῆς τελειοῖ ταπείνωσιν, οὐ τὴν ἀνυσίμοις εὐχερῶς τῷ βουλομένῳ ῥήμασί τε καὶ σχήμασι συνισταμένην, ἀλλὰ τὴν ὑπὸ τοῦ ἀγαθοῦ καὶ θείου πνεύματος μαρτυρουμένην, ἣν αὐτὸ κτίζει τὸ πνεῦμα τοῖς ἐγκάτοις ἐγκαινιζόμενον. Ἐν δὴ ταύταις, ὥσπερ ἐν ἀσφαλεῖ περιτειχίσματι τοῦ κατὰ νοῦν παραδείσου, τὰ τῆς ἀληθοῦς ἀρετῆς παντοδαπῆ δένδρα φύεται, μεσαιτάτω δ’ ἀνεγείρεται τὰ τῆς ἀγάπης ἱερὰ βασίλεια, τούτων δ’ ἐν προθύροις τὸ προοίμιον τοῦ μέλλοντος αἰῶνος, ἡ ἀνεκλάλητός τε καὶ ἀναφαίρετος ἀνθεῖ χαρά.

Μήτηρ γὰρ ἀκτημοσύνη μὲν ἀμεριμνίας, ἀμεριμνία δὲ προσοχῆς καὶ προσευχῆς, αἱ δέ, πένθους καὶ δακρύων, ταῦτα δὲ τὰς προλήψεις ἀπαλείφει, τούτων δὲ ἀποβεβλημένων ῥᾴων ἡ κατ’ ἀρετὴν ὁδὸς τελεῖται, τῶν προσισταμένων ἐκ μέσου γεγονότων, καὶ συνειδὸς ἀκατάγνωστον προσγίνεται, ταῦτα δ’ αὖ τελεωτέραν πηγάζει τὴν χαρὰν καὶ τὸν τῆς ψυχῆς μακάριον γέλωτα. Τότε δὴ καὶ τὸ κατώδυνον δάκρυον εἰς ἡδὺ μεταποιεῖται καὶ «τὰ λόγια τοῦ θεοῦ ὡς γλυκέα τῷ λάρυγγι καὶ ὑπὲρ μέλι τῷ στόματι» γίνεται καὶ ἡ ἐν προσευχῇ δέησις εἰς εὐχαριστίαν μετασκευάζεται καὶ ἡ μελέτη τῶν θείων μαρτυρίων ἀγαλλίαμα τῆς καρδίας ἐστί, προσομιλούσης αὐτοῖς μετ’ ἐλπίδος ἀκαταισχύντου καὶ οἷον ὑφεστώσης ἐν προοιμίου μοίρᾳ τῇ τοῦ γεύματος ταύτῃ πείρᾳ καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ θεοῦ χρηστότητος μανθανούσης ἐκ μέρους κατὰ τὸν λέγοντα, «γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος», τὸ ἀγαλλίαμα τῶν δικαίων, ἡ χαρὰ τῶν εὐθέων, ἡ θυμηδία τῶν τεταπεινωμένων, ἡ τῶν δι’ αὐτῶν πενθούντων παράκλησις. Τί οὖν; Μέχρι τούτου τὰ τῆς παρακλήσεως καὶ ταῦτα μόνα τὰ τῆς ἱερᾶς μνηστείας δῶρα καὶ καθαρώτερον τούτων οὐδαμῶς ἐμφανίζει ἑαυτὸν τοῖς διὰ τοῦ μακαρίου πένθους λελουμένοις καὶ διὰ τῶν ἀρετῶν ἐσταλμένοις νυμφικῶς ὁ τῶν τοιούτων ψυχῶν νυμφίος; Οὔμενουν.

Καὶ νῦν γὰρ ἡμεῖς τῶν ἑτοίμων εἰς κατηγορίαν ὑπὸ βασκανίας καὶ οἱονεὶ λεγόντων πρὸς ἡμᾶς, ‘οὐ μὴ λαλήσῃς ἐπὶ τῷ ὀνόματι κυρίου’ εἰ δὲ μὴ ἐκβαλοῦμέν σου τὸ ὄνομα ὡς πονηρόν, συκοφαντίας καὶ ψευδηγορίας κατὰ σοῦ συντιθέντες καὶ φημίζοντες τούτων τοίνυν καὶ τὸ νῦν ἔχων ἀλογήσαντες ἡμεῖς περαιτέρω προαγάγωμεν τὸν λόγον, τὰ τῶν ἁγίων ἡμῶν πατέρων καὶ πιστεύοντες καὶ λέγοντες καὶ πρὸς ἐκεῖνα βλέποντες καὶ τοὺς ἄλλους πείθοντες· «ἐπίστευσα» γάρ, φησί, «διὸ ἐλάλησα», «καὶ ἡμεῖς πιστεύομεν διὸ καὶ λαλοῦμεν». Ὅταν γὰρ ἅπαν αἰσχρὸν πάθος ἔνοικον ἀπελαθῇ καὶ ὁ νοῦς, ὡς ἤδη φθάσας ἐδήλωσεν ὁ λόγος, αὐτός τε πρὸς ἑαυτὸν καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις ἐπιστρέψας ὁλοκλήρως τῇ γεωργίᾳ τῶν ἀρετῶν φιλοκαλήσῃ τὴν ψυχήν, προϊὼν ἐπὶ τὸ τελεώτερον καὶ πρακτικὰς ἔτ’ ἀναβάσεις διατιθέμενος καὶ ἐπὶ πλέον, θεοῦ συναιρουμένου, πλύνων ἑαυτόν, οὐ τὰ τοῦ πονηροῦ μόνου ἀποσμήχει κόμματος, ἀλλ’ ἅπαν ἐπίκτητον ἐκ μέσου ποιεῖται, κἂν τῆς χρηστοτέρας ᾖ μοίρας καὶ διανοίας.

Ἡνίκα δὴ νοητῶν καὶ τῶν οὐκ ἀφαντάστων περὶ ταῦτα νοημάτων ὑπεραναβὰς καὶ πάντα θεοφιλῶς ὁμοῦ καὶ φιλοθέως ἀποθέμενος, κωφός τε καὶ ἄλαλος κατὰ τὸ γεγραμμένον παραστῇ θεῷ, τηνικαῦτα λόγον ὕλης ἴσχει καὶ πλάττεται τὴν ἀνωτάτω πλάσιν ἐπὶ πάσης ἀδείας, ἅτε μηδενὸς τῶν θύραθεν θυροκοποῦντος, τῆς ἐντὸς χάριτος ἐπὶ τὸ κρεῖττον μεταρρυθμιζούσης καὶ ἀπορρήτῳ τὸ παραδοξότατον φωτὶ καταλαμπούσης τὰ ἔνδον καὶ τελειούσης τὸν ἐντὸς ἄνθρωπον.

Ἡμέρας δὲ διαυγασάσης καὶ φωσφόρου ἀνατείλαντος ἐν ταῖς καρδίαις ἡμῶν κατὰ τὸν ἐν ἀποστόλοις κορυφαῖον, ἔξεισι κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον ὁ ὄντως ἄνθρωπος ἐπὶ τὴν ὄντως ἐργασίαν αὐτοῦ. Καὶ τῷ φωτὶ χρώμενος ὁδῷ ἄνεισιν ἢ ἀνάγεται ἐπ’ ὄρη αἰώνια καὶ τῶν ὑπερκοσμίων ἐν τούτῳ τῷ φωτὶ πραγμάτων, ὢ τοῦ θαύματος, ἐπόπτης καθίσταται, μὴ διαζευγνύμενος ἢ διαζευγνύμενος τῆς τὴν ἀρχὴν συμπροηγμένης ὕλης ὡς οἶδεν ἡ ὁδός—οὐ γὰρ διανοίας φανταστικοῖς ἄνεισι πτεροῖς—, ἣ πάντα καθάπερ τυφλὴ περιπολεῖ, μήτ’ ἐπὶ τῶν ἀπόντων αἰσθητῶν μήτ’ ἐπὶ τῶν ὑπεραναβεβηκότων νοητῶν, τῆς ἀκριβοῦς καὶ ἀνενδοιάστου καταλήψεως ἀντιλαμβανομένη. Ἀλλ’ ἐπ’ ἀληθείας ἄνεισιν ἀρρήτῳ πνεύματος δυνάμει καὶ πνευματικῇ καὶ ἀρρήτῳ ἀντιλήψει τῶν ἀρρήτων ῥημάτων διακούει καὶ ὁρᾷ τὰ ἀθέατα καὶ τοῦ θαύματος ὅλος τοὐντεῦθέν ἐστί τε καὶ γίνεται, κἂν ἐκεῖθεν ἀπῇ, καὶ τοῖς ἀκαμάτοις ὑμνῳδοῖς ἁμιλλᾶται, ἄγγελος ὡς ἀληθῶς ἄλλος ἐπὶ γῆς θεοῦ γεγονὼς καὶ δι’ ἑαυτοῦ πᾶν εἶδος κτίσεως αὐτῷ προσαγαγών, ἐπεὶ καὶ αὐτὸς ἐν μετοχῇ τῶν πάντων καὶ τοῦ ὑπὲρ τὰ πάντα δὲ μεταλαγχάνειν ἦν, ἵνα καὶ τὸ τῆς εἰκόνος ἀπηκριβωμένον ᾖ.

Διό φησιν ὁ θεῖος Νεῖλος, ὅτι «νοῦ κατάστασίς ἐστιν ὕψος νοητόν, οὐρανίῳ χρώματι παρεμφερές, ᾧ καὶ τὸ τῆς ἁγίας τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς». Ὁ δὲ ἅγιος Διάδοχος τῇ ἀρχῇ τὸ τέλος συνάψας ἐν ἑνὶ κεφαλαίῳ προὔθηκε, γράφων, «δύο ἡμῖν ἡ χάρις ἡ ἁγία διὰ τοῦ βαπτίσματος περιποιεῖται ὧν τὸ ἓν ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει. Ἀνακαινίζει γὰρ ἡμᾶς ἐν τῷ ὕδατι καὶ τὸ κατ’ εἰκόνα λαμπρύνει πᾶσαν τὴν ῥυτίδα τῆς ἁμαρτίας ἡμῶν ἀπορρύπτουσα, τὸ δὲ ἕτερον ἐκδέχεται ἵνα σὺν ἡμῖν ἐργάσηται. Ὅτε γοῦν ἄρξεται ὁ νοῦς ἐν πολλῇ αἰσθήσει γεύεσθαι τῆς χρηστότητος τοῦ παναγίου πνεύματος, τότε ὀφείλομεν εἰδέναι ὅτι ἄρχεται ἡ χάρις ὥσπερ ἐπιζωγραφεῖν εἰς τὸ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν, ὥστε ἡ μὲν αἴσθησις αὕτη δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ’ ὁμοίωσιν, τὸ δὲ τέλειον τῆς ὁμοιώσεως ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα»· καὶ πάλιν, «τὴν πνευματικὴν οὐ δύναταί τις ἀγάπην κτήσασθαι, εἰ μὴ ἐν πάσῃ πληροφορίᾳ φωτισθείη παρὰ τοῦ ἁγίου πνεύματος· ἐὰν γὰρ μὴ τελείως τὸ καθ’ ὁμοίωσιν διὰ τοῦ θείου φωτὸς ἀπολάβῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας ἀρετὰς ἔχειν δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει».

Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Ἰσαὰκ λέγοντος ἀκούομεν «κατὰ τὸν καιρὸν τῆς προσευχῆς ὁρᾶν τὴν ἑαυτοῦ καθαρότητα τὸν κεχαριτωμένον νοῦν, ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις θεοῦ ὑπὸ τῆς γερουσίας τοῦ Ἰσραὴλ ὠνόμασται τόπος, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει»· καὶ πάλιν, «καθαρότης ἐστὶ νοός, ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας τριάδος».

Πανταχοῦ μὲν γὰρ τὸ θεῖον φῶς ἀλλ’ οὐκ ἐπιφανῶς διαυγάζει πανταχοῦ· καὶ ἓν μὲν ἔστιν, ἀλλ’ οὐχ ὁμοίως ἐπιλάμπει πᾶσιν οὐδ’ αὐτοῖς τοῖς θείοις ὡς θεοειδέσι καὶ λαμπομένοις ἐμφανῶς. Ὡς γὰρ ἓν μὲν ἔστι τὸ τοῦ ἡλίου φῶς, πολλαὶ δέ εἰσιν ἀκτῖνες καὶ οὐ πολλαὶ μόνον ἀλλὰ καὶ τρανότεραι καὶ ἀμαυρότεραι κατὰ λόγον τῆς πρὸς φωτοληψίαν ἐπιτηδειότητος τῶν δεχομένων, τὸν αὐτὸν τρόπον ὡς κατ’ ἀμυδρὰν ἐν αἰσθητοῖς εἰκόνα κἀπὶ τοῦ ὑπὲρ αἴσθησιν καὶ νοῦν φωτὸς τελεῖται. Προσκείσθω δὲ καὶ ἡ τοῦ φωτίζοντος βούλησις ἐνταῦθα· διό φησιν ὁ θεῖος Μάξιμος, «πολλαπλασιάζεσθαι λέγεται ὁ θεός, τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι, προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος, μένειν δὲ ἀμερίστως ἕν, ὥσπερ ἥλιος πολλὰς ἀκτῖνας ἐκπέμπων καὶ μένων ἐν τῇ ἑνότητι».

Πάντα μὲν οὖν ὁ σοφὸς Μάξιμος ἐνταῦθα συμπεριείληφεν· ἐγὼ δὲ ἵν’ οἰκειοτέρῳ καὶ προσεχεστέρῳ παραδείγματι τοῖς προκειμένοις χρήσωμαι, «ἐπῄρθη» γάρ, φησὶν Ἀββακούμ, «ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς», τουτέστιν ἀνελήφθη ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς καὶ οἱ χριστοειδεῖς πλησιφαεῖς γεγόνασιν, ἄνωθεν καταλαμφθέντες.

Ὁ τοίνυν ἥλιος ἐξηπλωμένον ἔχει τὸ φῶς ἐπὶ πᾶσαν κύκλῳ τὴν οὐράνιον σφαῖραν τὰς τῶν οἰκείων ἀκτίνων αὐγὰς πανταχόθεν ἑαυτοῦ πρὸς ἅπασαν ταύτην ἀφιείς, οὗ πολλοστὸν μέρος ὂν ὁ τῆς σελήνης δίσκος, ἀνάλογον ἑαυτῷ καὶ τὴν περιλάμπουσαν ἀκτῖνα δέχεται· πεφυκὼς δὲ κρεῖττον ἢ καθ’ ἅπαντα τὸν ὁρατὸν κόσμον, ἀντιποιεῖσθαι τῆς ἀκτῖνος ταύτης, ἀλλ’ οὐ τῆς οὐσίας ἧς αὕτη πέφυκε λαμπρότης ἐν μεθέξει γεγονώς. Καὶ φωτοποιὸν δῶρον τὸν ἥλιον, τουτέστι τὴν ἡλιακὴν ἀκτῖνα, ἐξ ἡλίου δεδεγμένος φωστὴρ ἐλάσσων ἐκτελεῖται. Φωτοποιὸν τοίνυν δῶρον αὕτη ἡ ἀκτίς, ἡ διὰ τοῦ τῆς σελήνης σώματος χωροῦσα ὑφειμένη τε τῆς περὶ τὸν τοῦ ἡλίου δίσκον ἀστραπῆς καὶ φῶς οὐχ ἕτερον ἐκείνης.

Οὔτε γὰρ χωρεῖν ὁλόκληρον τὸ ὑπερβάλλον τῆς ἡλιακῆς λαμπρότητος ἡ σελήνη πέφυκεν, οὔτ’ ἄλλης μεταλαγχάνει παρὰ ταύτην. Ἐκ ταύτης τοίνυν ὡς δι’ ἀμυδρᾶς εἰκόνος ἔνι συνιδεῖν, πῶς οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος κατὰ τὴν ἐν εὐαγγελίοις τοῦ σωτῆρος ἀδιάπτωτον ἐπαγγελίαν καὶ πῶς τὸ τὸν Παῦλον περιλάμψαν φῶς, βραχεῖα τοῦ μεγάλου φωτὸς οὖσα λαμπηδών, καὶ ἡ ἐν Θαβωρίῳ τοὺς τῶν μαθητῶν λογάδας περιαστράψασα λαμπρότης θεότης λεγομένη καὶ τοῖς ἐν θεῷ γεγονόσι καὶ διὰ θεοῦ θεὸν ὁρῶσι μᾶλλον δ’ ἵνα κατὰ τὸν προφήτην εἴπω, τοῖς ἐν τῷ τοῦ θεοῦ φωτὶ τὸ φῶς ὁρῶσιν ἀπορρήτως ὁρατὴ θεότης, ὡς ἀμυδρὰ μέν, φυσικὴ δ’ ὅμως, τῆς ἀοράτου θεότητος ἄναρχος ἀκτίς, τὸ μίαν εἶναι καὶ ἁπλῆν θεότητα τρισυπόστατον οὐκ ἀναιρεῖ. Τῇ γὰρ πρὸς τοὺς ἀξίους θεουργῷ καὶ φωτουργῷ κοινωνίᾳ καὶ ἀγαθοπρεπεῖ μεθέξει πολυπλασιαζομένη, τῆς καθ’ ἑαυτὴν ἀμεροῦς ἁπλότητος ἀραρότως ἔχεται καθ’ ὑπερούσιον δύναμιν.

Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν φωστήρων τε καὶ φώτων ἀμέριστος ὁρᾶται μερισμός, τί θαυμάζεις, εἰ τὰ νοητά, μᾶλλον δὲ τὰ ὑπὲρ νοῦν καὶ θεῖα, καὶ μερίζεται καὶ οὐ μερίζεται καὶ μετέχεται καὶ ἀμέθεκτά ἐστι; Καὶ ἵνα κατὰ τὸν Χρυσόστομον εἴπω θεολόγον, ἐξηγούμενον πῶς «ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν ἡμεῖς», «εἰ τοῦ πυρὸς μετέχοντες, καὶ ταῦτα σώματος ὄντος, καὶ μερίζομεν καὶ οὐ μερίζομεν αὐτό, πῶς οὐκ ἂν γένοιτο τοῦτο ἐπὶ τῆς ἐνεργείας καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας;». Ἀλλ’ ὁ τῆς ἐνεργείας ταύτης ἐν μεθέξει γεγονὼς καὶ κατηξιωμένος τοῦ φωτὸς ἐκείνου νοῦς καὶ πρὸς τὸ συνημμένον σῶμα πολλὰ διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια, χάριτί τε θείᾳ καὶ σαρκὸς παχύτητι μεσιτεύων καὶ δύναμιν τῶν ἀδυνάτων ἐντιθείς.

Ἐντεῦθεν ἡ κατ’ ἀρετὴν θεοειδὴς καὶ ἀπαράμιλλος ἕξις καὶ τὸ πρὸς κακίαν ὅλως ἀκίνητον ἢ δυσκίνητον, ἐντεῦθεν ὁ διατρανῶν τοὺς τῶν ὄντων λόγους λόγος καὶ ἀνακαλύπτων οἴκοθεν ἐκ καθαρότητος τὰ τῆς φύσεως μυστήρια, δι’ ὧν ἀναλογίας λόγοις πρὸς κατάληψιν τῶν ὑπὲρ φύσιν τὸ διανοούμενον ἀνιμᾶται τῶν πιστῶς ἀκροωμένων, ἣν αὐτὸς ὁ τοῦ λόγου πατὴρ ἀΰλοις ἐπαφαῖς κατείληφεν, ἐντεῦθεν αἵ τ’ ἄλλαι ποικίλαι θαυματοποιΐαι καὶ τὸ διορᾶν τε καὶ προορᾶν καὶ περὶ τῶν πόρρω που συμβαινόντων ὡς ὑπ’ ὀφθαλμοὺς διαλέγεσθαι· καὶ τὸ δὴ μέγιστον, ὡς οὐδὲ περὶ ταῦθ’ ὁ σκοπὸς τείνει τῶν μακαριωτάτων ἐκείνων, ἀλλ’ ὥσπερ εἴ τις ὁρῴη πρὸς ἡλιακὴν ἀκτῖνα καὶ τῶν ἀερίων ἀτόμων αἰσθάνεται κἂν μὴ τοῦτ’ αὐτῷ τυγχάνῃ σκοπός, οὕτως ἐκείνοις ταῖς θείαις ἀκτῖσι καθαρῶς ὁμιλοῦσιν, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, οὐχὶ τῶν ὄντων μόνων ἢ καὶ γεγενημένων, ἀλλὰ καὶ τῶν ἔπειτ’ ἐσομένων, ὁδοῦ πάρεργον ὡς ἀληθῶς ἡ τούτων προσγίνεται γνῶσις κατὰ ἀναλογίαν τῆς καθαρότητος. Προὔργου δὲ αὐτοῖς ἡ τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπιστροφὴ καὶ σύννευσις, μᾶλλον δὲ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων, εἰ καὶ θαυμαστὸν εἰπεῖν, πρὸς τὸν νοῦν ἐπιστροφὴ καὶ ἡ κατ’ αὐτόν τε καὶ θεὸν ἐνέργεια, δι’ ἧς ἐπεσκευασμένοι πρὸς τὸ πρωτότυπον εὖ διατίθενται, τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀμήχανον κάλλος, ἐπανθούσης τῆς χάριτος.

Κεφ. ιβʹ. Ὅτι καὶ πονηρὸν εἶναι πειρᾶται δεικνύναι ὁ Κεφ. ιβʹ. Ὅτι καὶ πονηρὸν εἶναι πειρᾶται δεικνύναι ὁ Ἀκίνδυνος τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ τοὺς μὴ τοῦτο τοιοῦτον οἰομένους ἀπείρους εἶναί φησι τῆς ἀπλανοῦς φωτοφανείας καὶ παρακλήσεως, ὁ δ’ ἡμέτερος λόγος θεῖόν τε ὡς ἀληθῶς καὶ ὑπὲρ τὴν ἀπλανῆ παράκλησιν εἶναι δείκνυσι τὸ θεῖον τοῦτο φῶς.

Ὁ δὲ τοῦ μεγάλου φωτὸς ἀντίπαλος Ἀκίνδυνος, ὥσπερ τοῦ μυθικοῦ πιὼν Ἀμέλητος, ὃς πολὺς ῥέων τὸ τῆς λήθης ἄρδει πεδίον καὶ παντάπασιν ἐπιλελησμένος, ὅτι τὸ τοῖς ἀποστολικοῖς ὀφθαλμοῖς ἐν Θαβὼρ ἑωραμένον φῶς καὶ αὐτῷ Παύλῳ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις ἐς τὸ διηνεκὲς ἀόρατον, ὡς ὑπὲρ πᾶσαν τὴν ἐκείνων θεοπτίαν ὄν, ἀνωτέρω διαβεβαιωσάμενος ὑπῆρξεν, ὅθεν ὑπεφαίνετο τὴν οὐσίαν τοῦ θεοῦ τοῦτ’ εἶναι φανταζόμενος· νῦν αὖθις ἐν τοῖς ἐφεξῆς οὐ μόνον κτιστὸν καὶ αἰσθητὸν τοῦτο λέγει φανερῶς, τοιοῦτο λέγων πᾶν τὸ σωματικοῖς ὀφθαλμοῖς ὁρατὸν γεγονὸς ὁπωσδήποτε, ἀλλ’ ὢ τῆς φρικωδεστάτης ἀκοῆς, καὶ δαιμονιῶδες εἶναι ἀποφαίνεται γράφων, ὡς «εἴπερ ἄκτιστον εἴη τὸ καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὸν τοῦτο φῶς ὁπωσδήποτε καὶ διὰ τούτου θεοῦται ὁ ἄνθρωπος, ἀναιρεῖται καὶ τὰ ῥητὰ τοῦ ἁγίου Νείλου καὶ τοῦ ἁγίου Διαδόχου καὶ τοῦ ἁγίου Ἀμφιλοχίου καὶ ἄλλα πολλά, ἃ λέγουσι καὶ παραινοῦσιν ὡς ἀπὸ σατανικῆς πλάνης φεύγειν πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε, καὶ ὁ ταύτην διώκων ἀγνοεῖν ἔοικε τὴν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ καὶ τῇ ἀγάπῃ αὐτοῦ ἐξ ὅλης ψυχῆς καὶ καρδίας ἀνείδεον καὶ ἀπλανῆ φωτοφάνειαν καὶ εἰρήνην καὶ ἀπάθειαν καὶ χαρὰν καὶ τρυφὴν καὶ γλυκύτητα».

Πάλιν τοίνυν ὁ τάλας φιλοτιμεῖται ταῖς χείροσι κακονοίαις ἀποκρύψαι τὰ πρότερα. Τί γάρ φησιν; «Εἰ καὶ ὁ Παῦλος ἤ τις ἄλλος τοιούτου φωτὸς μεταλαχὼν τεθέωται καὶ τοιοῦτον εἶδε φῶς, ὁποῖον οἱ ἀπόστολοι ἐπ’ ὄρους εἶδον ἀπὸ τοῦ σωτῆρος λάμψαν, ἀναιρεῖται τὰ ῥητὰ τῶν ἁγίων, ἃ λέγουσιν ὡς ἀπὸ σατανικῆς πλάνης φεύγειν πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε». Φανερὸν τοίνυν ὅτι καὶ τὴν ἐν τῷ ὄρει παραδειχθεῖσαν θεοφάνειαν αἰσθητὴν οὗτος ἡγεῖται. Καὶ γὰρ ἐπειδήπερ ἤκουσε καὶ τοῦθ’ ἡμῶν λεγόντων ὁμολόγως τοῖς πατράσιν, ὡς οὐ φυσικῇ δυνάμει, ἀλλὰ διὰ πνεύματος ἐκείνην τὴν δόξαν ἐθεάσαντο τῶν μαθητῶν οἱ ἔξοχοι, διὰ τοῦτο προστίθησιν οὗτος τὸ «ὁπωσδήποτε», ἵνα κἀκείνην συμπεριλάβῃ τῷ λόγῳ. Ταύτην δ’ οὕτω ταῖς αἰσθηταῖς δοκούσαις αὐτῷ συναριθμήσας, εἶτα διαβεβαιοῦται πλάνην εἶναι πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε. Ἐπιβεβαιοῖ δ’ ἑαυτῷ τὴν κακόνοιαν διὰ τῆς ἐφεξῆς κατασκευῆς· «μόνη» γάρ, φησίν, «ἀπλανὴς φωτοφάνεια καὶ μόνη τελεωτάτη, ἡ ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ ἀγάπη καὶ εἰρήνη καὶ ἀπάθεια καὶ χαρὰ καὶ τρυφὴ καὶ γλυκύτης».

Ἔοικας ταύτης ὅλος γεγενῆσθαι τῆς εἰρήνης τε καὶ τῆς ἀγάπης αὐτός, ὃς τοὺς μὲν κατὰ πνεῦμά σοι πατέρας καὶ ἀδελφοὺς δωρεὰν ἐμίσησας, μάχῃ δὲ μετ’ ἐκείνων καὶ δι’ ἐκείνους πᾶσιν ἁπλῶς, τοῖς τε νῦν ᾑρημένοις εὐσεβεῖν καὶ τοῖς ἐξ αἰῶνος ‘τὸν λόγον τῆς ἀληθείας ὀρθοτομεῖν’, πρὸς δὲ τούτοις πᾶσι καὶ σαυτῷ προάγων φύρδην καὶ ἀνακόλουθα τοὺς λόγους, οὐκ ἀνακολούθους δὲ μόνον ἀλλὰ καὶ ἀντικειμένους καὶ πολεμοῦντας φανερῶς ἀλλήλοις. Τρυφὴν δὲ λέγει καὶ γλυκύτητα τὴν αὐτοῦ πεῖραν ἡμῖν ὑποδηλῶν, ὃς ἐκ τῶν πατερικῶν βιβλίων ὡς ἔκ τινων ταμείων ἀποσυλῶν, εἰς τὰ ἐνδότερα, ὡς ἔοικεν, οὐκ εἰσέδυ οὐδὲ συνεχωρήθη κατιδεῖν, ὡς ἔστι τι τελεώτερον ταύτης τῆς παρακλήσεως, καθάπερ καὶ αὐτός φησιν ὁ θεῖος Διάδοχος, ὃν οὗτος ὡς μάρτυρα τῆς αὐτῷ δοκούσης τελειότητος προήγαγε. Καὶ δὴ προοιστέον αὖθις, εἰ καὶ μικρὸν ἀνωτέρω προενήνεκται· δεῖ γὰρ ἡμῖν τῶν αὐτῶν ὑπὲρ αὐτῶν πολλάκις πρὸς τὸν πολλάκις αὐτῶν καταψευδόμενον.

Φησὶ τοίνυν ὁ μακάριος Διάδοχος ὅτι «δύο ἡμῖν ἡ χάρις ἡ ἁγία διὰ τοῦ βαπτίσματος περιποιεῖται, ὧν τὸ ἓν ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει». Διαλαβὼν δὲ περὶ τούτων ἀμφοτέρων εἶτ’ ἐπήνεγκεν· «ὥστε ἡ μὲν αἴσθησις τῆς παρακλήσεως δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ’ ὁμοίωσιν, τὸ δὲ τέλειον τῆς ὁμοιώσεως ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα.

Ἐὰν γὰρ μὴ τελείως τὸ καθ’ ὁμοίωσιν διὰ τοῦ θείου φωτὸς ἀπολάβῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας ἀρετὰς ἔχειν δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει». Ταῦτ’ ἄρα καὶ ὁ κύριος ἐν τῇ διὰ τῶν ἔργων τῆς πρὸς αὐτὸν ἀγάπης ἐπιδείξει τὴν ἑαυτοῦ ἐπηγγείλατο παρουσίαν καὶ ἐμφάνειαν.

Ὁ δὲ Ἀκίνδυνος ἐκ πολλῆς, ὡς ἔοικε, τῆς κατ’ ἀρετὴν πείρας ἀντίστροφον ποιεῖται τὴν εἰσήγησιν καὶ οὕτω τὴν τῶν ἀρετῶν οἰκίαν οἰκοδομεῖν παραινεῖ, ὡς μὴ τοῖς τοίχοις τὸν ὄροφον, ἀλλὰ τῷ ὀρόφῳ τοὺς τοίχους ἐπιτιθέναι, μηδὲν ἄλλο σπεύδων ἢ τὴν θείαν χάριν οὖσαν ὑποδεῖξαι τοῖς πᾶσιν ἀνήνυτον καὶ ἀνόνητον. Διὸ καὶ τοὺς ἀληθεῖς ὑφηγητὰς ταύτης ἀσυμφώνους πρὸς ἀλλήλους παραστῆσαι πάντα κάλων τὸ τοῦ λόγου κινεῖ, νῦν μὲν τὴν διάνοιαν διαστρέφων τῶν αὐτοῖς εἰρημένων, νῦν δὲ καὶ αὐτὰ τὰ ῥήματα μετασκευάζων, ἐφ’ ὅσον ἂν οἴοιτο κλέπτειν τοὺς πολλοὺς ἔχειν, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται διὰ πλειόνων.

Ἐν οἷς δ’ ἂν μὴ τοῦτο ῥᾴδιον μηδ’ εὐχερὲς αὐτῷ καὶ διάνοιαν ὅλην αὐτοῖς ῥήμασιν ἐκκόψας καὶ ἀφανείᾳ παραδοὺς τελέᾳ, οὕτως ἀλλήλοις ἀντικαθίστησι, καθάπερ ἐνταῦθα σαφῶς πεποίηκε. Τοῦ μὲν γὰρ μακαρίου Διαδόχου καὶ τὰ ῥήματα καὶ τὴν διάνοιαν ἐκκόψας καὶ ἀρνησάμενος, ἐν οἷς περὶ τοῦ θειοτάτου φωτὸς διατρανοῖ, περὶ τῆς παρακλήσεως μόνης ὑφηγήσασθαι τοῦτον ἰσχυρίζεται. Τοῦτον δ’ οὕτω φανερῶς διαβαλών, εἶτα τὴν διαβολὴν ταύτην πρόφασιν ποιεῖται τοῦ μὴ στέργειν τὰ τοῦ θείου Μακαρίου, καὶ μὴ στέργων, ὡς στέργοντα προάγει ἑαυτόν, ἵνα κἀν τοῦτο κλέψῃ τοὺς ἀκροωμένους, «ἐγὼ στέργω», γράφων, «καὶ τὸν μέγαν Μακάριον, ἀλλὰ μέχρι τοῦ φῶς αὐτὸ παρακλήσεως λέγειν ἐκ θεοῦ χορηγούμενον, οὐ μέντοι καὶ ὑπερούσιον διατελεῖν». Ἆρ’ οὐ τὴν φωνὴν ταύτην πᾶς ἐρεῖ τῆς οἱασοῦν πονηρᾶς ἐπειλημμένος αἱρέσεως, ὡς ‘ἐγὼ στέργω καὶ τὰ τῶν πατέρων καὶ τὰ τῶν ἀποστόλων καὶ τὰ τῶν προφητῶν, ἀλλὰ μέχρι τινός, οὐκ ἐν ἅπασιν’; Εἰ δ’ ἄρα, φησὶν οὗτος, μέχρι τούτου καὶ τὸν μέγαν Μακάριον γράφειν, πῶς ἀλλαχοῦ γράμμασιν αὐτοχείροις ἀποφαίνεται παντάπασι διαφωνεῖν τὸν ἅγιον Διάδοχον πρὸς τὸν μέγαν Μακάριον περὶ τοῦ φωτὸς τούτου, παντάπασιν αὐτὸς ὄντως διαφωνῶν πρὸς ἀμφοτέρους αὐτοὺς καὶ σαφῶς κατ’ ἀμφοτέρων χωρῶν διὰ τοῦ καταψεύδεσθαι τούτων τὴν πρὸς ἀλλήλους διαφωνίαν;

Οὐ μήν, ἀλλ’ εἰ μόνη ἡ ἐκ τῶν ἐντολῶν ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ κατὰ τὴν Ἀκινδύνου σοφίαν ἀπλανής ἐστι φωτοφάνεια, ὁ μέγας καὶ πολὺς τὰ πάντα Βασίλειος οὐκ ἀπλανὴς ἦν. Φησὶ γὰρ ἐν τῷ πρὸς αὐτὸν Ἐπιταφίῳ ὁ Νύσσης θεῖος Γρηγόριος· «κατελάμφθη τῷ φωτὶ διὰ τῆς βάτου ὁ Μωυσῆς; Ἔχομέν τι συγγενὲς τῆς ὀπτασίας ταύτης καὶ ἐπὶ τούτου εἰπεῖν, ὅτι νυκτὸς οὔσης γίνεται αὐτῷ φωτὸς ἔλλαμψις κατὰ τὸν οἶκον προσευχομένῳ· ἄϋλον δέ τι τὸ φῶς ἦν ἐκεῖνο, θείᾳ δυνάμει καταφωτίζον τὸ οἴκημα».

Ἀλλ’ οὐδ’ ὁ μέγας Ἀθανάσιος οὐδ’ ὁ μέγας Ἀντώνιος ἀπλανής· τούτων γὰρ ὁ μὲν εἶδεν, ὁ δὲ συνεγράψατο φανερῶς, ὃ κἀν τοῖς ἀνωτέρω λόγοις προηνέγκαμεν, ὡς «ἀναβλέψας Ἀντώνιος εἶδε τὴν στέγην, ὥσπερ διανοιγομένην καὶ ἀκτῖνά τινα φωτὸς κατερχομένην πρὸς αὐτόν· καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν, ὁ πόνος δὲ τοῦ σώματος εὐθὺς ἐπέπαυτο καὶ ὁ οἶκος ἦν πάλιν ὁλόκληρος.

Ὁ δὲ Ἀντώνιος αἰσθόμενος τῆς ἀντιλήψεως καὶ πλέον ἀναπνεύσας, κουφισθεὶς δὲ τῶν πόνων ἐδέετο τῆς φανείσης ὀπτασίας, λέγων, ‘ποῦ ᾖς ἕως ἄρτι· διατί μὴ ἐξ ἀρχῆς ἐφάνης ἵνα μου τὰς ὀδύνας παύσῃς;’. Καὶ φωνὴ γέγονε πρὸς αὐτόν, ‘Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸν σὸν ἀγωνισμόν’». Ἐπιλείψει δέ με ὁ χρόνος τὰς ἐφ’ ἑκάστου τῶν πατέρων θείας φωτοφανείας ἀναγράφοντα· πάρεστι δὲ ἀκούειν ᾀδομένων ἐπ’ ἐκκλησίας ὁσημέραι.

Ἡμεῖς δὲ ἀπὸ τῶν ἐφ’ ἡμῶν ἐν πείρᾳ γεγονότων ἡμετέρων πατέρων διδαχθέντες, οὐκ ἀπλανεῖς νομίζομεν τὰς αἰσθητὰς φωτοφανείας. Οὐ μὴ τοῖς κατὰ τὸ χρεὼν τὸν ἡσύχιον βίον διανύουσι καὶ ἀδιαλείπτῳ προσευχῇ προσκαρτεροῦσιν αἰσθητὰς ἴσμεν φωτοφανείας ἐπιγινομένας, ἀλλὰ καὶ τεκμαίρεσθαι τὴν πλάνην ἐντεῦθεν ἐδιδάχθημεν ἐπὶ πάσης τοιαύτης θεωρίας, ἂν ὁ ὀφθαλμὸς τοῦ σώματος ὡς αἰσθητικὴν ἔχων δύναμιν τὸ ἐπιφαινόμενον ὁρῶν τυγχάνῃ. Καὶ τὰς τῶν ἁγίων δὲ ἐκείνας κατὰ πνευματικήν, ἀλλ’ οὐ κατ’ αἰσθητικὴν τελεσθῆναι πεπιστεύκαμεν δύναμιν, καὶ τοὺς ἀπαγορεύοντας, τοῦτ’ ἀπαγορεύειν μεμυήμεθα, τὰς φαντασιώδεις καὶ κατ’ αἴσθησιν φωτοφανείας. Ὁ δὲ διὰ τὰς χαμαιζήλους καὶ γεμούσας πλάνης ταύτας, ἐκείνας τὰς καὶ αὐτοῦ τοῦ νοῦ ὑψηλοτέρας πνευματικὰς θεωρίας καὶ φωτοφανείας τῶν ἱερῶς ἡσυχαζόντων διαβάλλων, ἔλαθεν ἑαυτὸν εἰς τὸν Βελίαρ τὴν τοῦ ἀγαθοῦ πνεύματος παραγνωρίσας χάριν, μᾶλλον δὲ ὑπ’ αὐτοῦ τοῦ κοινοῦ πλάνου πεφενάκισται δεινῶς.

Φῶς μὲν γὰρ οὐχ ἡ γνῶσις μόνον, ἀλλὰ καὶ ἡ ἀρετὴ κληθείη ἄν· ἀλλ’ οὐδ’ αὕτη τελειοῦται χωρὶς ἐκείνου τοῦ φωτός· «τὴν γὰρ ἐπαινετὴν ταπείνωσιν γνώσῃ», φησί, «καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ παροῦσαν ἐν πλήθει φωτὸς ἀρρήτου καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ»· καὶ αὖθις, «ψυχὴ προλήψεως ἐλευθερωθεῖσα, πάντως θεῖον φῶς ἐθεάσατο»· καὶ πάλιν, «ἐν μὲν τοῖς εἰσαγωγικοῖς πληροφορία τοῦ κατὰ θεὸν εἶναι αὐτῶν τὰ διαβήματα ἡ τῆς ταπεινώσεώς ἐστι προσθήκη, ἐν δὲ τοῖς μέσοις ἡ τῶν πολέμων ἀναχώρησις, ἐν δὲ τοῖς τελείοις ἡ τοῦ θείου φωτὸς προσθήκη καὶ περιουσία». Ὁ δὲ θεῖος Διάδοχος, καθάπερ μικρὸν ἀνωτέρω γέγραπται, «τὸ δὲ τέλειον», φησί, «τῆς ἀγάπης ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα». Συμεὼν δὲ ὁ ἔνθεος μεταφραστὴς ὑποδὺς τὸ πρόσωπον τοῦ τὰ τοιαῦτα μεγάλου Μακαρίου «τὸ ἐντελές», φησί, «τοῦ χριστιανισμοῦ μυστήριον ὁ μέγας ἀπόστολος Παῦλος ἑκάστῃ ψυχῇ δεδήλωκεν, ὅπερ ἐστὶν ἡ τοῦ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει τοῦ πνεύματος ἔλλαμψις, ἵνα μή τις τὸν διὰ γνώσεως νοημάτων φωτισμὸν μόνον τοῦ πνεύματος εἶναι νομίσας κινδυνεύσῃ δι’ ἄγνοιάν τε καὶ ῥαθυμίαν τοῦ τελείου τῆς χάριτος ἀποτυχεῖν μυστηρίου. Διὰ τοῦτο καὶ τὸ ὑπόδειγμα τῆς τῷ προσώπῳ Μωυσέως περικειμένης τοῦ πνεύματος δόξης εἰς παράστασιν ὡμολογημένην προήνεγκεν. ‘

Εἰ γὰρ τὸ καταργούμενον’, φησί, ‘διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ’, καταργούμενον εἰρηκὼς διὰ τὸ θνητῷ σώματι Μωυσέως περικεῖσθαι τὴν δόξαν· ἔδειξε δὲ τὴν ἀθάνατον ἐκείνην τοῦ πνεύματος ἐν ἀποκαλύψει δόξαν νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου προσώπῳ τοῖς ἀξίοις ἀκαταργήτως ἐλλάμπεσθαι. Φησὶ γοῦν, ‘ἡμεῖς δὲ πάντες’, τουτέστιν οἱ κατὰ τελείαν πίστιν ἐκ τοῦ πνεύματος γεννηθέντες ‘ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος’».

Κεφ. ιγʹ. Ὅτι ἀφρόνως ὁ Ἀκίνδυνος καὶ τὸ ἰδιαίτατον ἑαυτοῦ φῶς ὁρᾶν φησι τὸν δι’ ἀρετῆς κεκαθαρμένον νοῦν χωρὶς θείου φωτισμοῦ καὶ κακοβούλως μᾶλλον ἢ τὴν ἄλλην τῆς ψυχῆς παράκλησιν ἐκφεύγειν τοῦτο παραινεῖ. Ἀλλ’ ὁ τὰ αὐτὰ καὶ κατὰ τὸ αὐτὸ νῦν μὲν ἀπαγορεύων, νῦν δ’ ὑπαγορεύων ῥᾷστα, καὶ ταῦτ’ ἐν ἑνὶ συντάγματι, καὶ οὕτως ἐκ τοῦ σύνεγγυς περιτρεπόμενος, δι’ ὧν μὲν εἶπεν ἄρτι σατανικὰς ἀπεδείκνυ τὰς κατ’ αἴσθησιν φωτοφανείας διὰ τούτων διαβάλλων τὰς πνευματικάς, ἄρχεται δ’ ἐντεῦθεν ταύτας ἀπλανεῖς ἐπὶ κακῷ κατασκευάζειν. Ἡ δὲ τῆς αὐτῷ πρὸς τἀναντιώτατα μεταχωρήσεως ἀρχή, μικτή πώς ἐστιν ἐξ ἀμφοτέρων τῶν δοξῶν καὶ οὐ λίαν καταφανῆ ποιεῖται τὴν διαφοράν. «Ὁρᾶν γὰρ δεῖ ποτέ φασι, καὶ φῶς οἴεσθαι κατά τινας τῶν πατέρων τὴν φωτεινὴν καὶ καθαρὰν καρδίαν, ἀλλὰ φῶς παρακλήσεως, ὥσπερ καὶ φόβον θεοῦ διὰ τοῦ πνεύματος ἐνεργούμενον ἢ τὸ ἑαυτοῦ φῶς ὁρᾶν τὸν νοῦν κατὰ τὸν μέγαν Διάδοχον, οὐ τὸ ἄκτιστον καὶ ὑπερούσιον· καὶ τοῦτο δὲ τὸ οἰκεῖον διὰ τὰς πλάνας ἐκνεύειν, εἰς τὴν ἀγάπην τοῦ θεοῦ καταφεύγοντας τὴν ἐξ ὅλης ψυχῆς καὶ καρδίας καὶ διανοίας ἐνεργουμένην».

Παραινεῖ μὲν οὖν καὶ φῶς οἴεσθαι τὴν καρδίαν, δηλαδὴ τὸν νοῦν, ὁρᾶν οἰκεῖον, ὃ γνῶσις οὐκ ἔστιν, οὐ μέντοι τὸ ἄκτιστον, οὐδ’ ἐκεῖνο λαμβάνων ἐπὶ νοῦν, ὡς ὃ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς θεός. Φῶς μὲν οὖν ὀφθαλμῶν ὑγιαινόντων, καθ’ ὃ φῶς ἐντελεχείᾳ γίνονται τοῦ ἡλίου ὄντος ὑπὲρ γῆν. Ποῖον; Οὐ τὸ ἡλιακόν; Καὶ φῶς ἄρα νοῦ διὰ τῶν θείων ἐντολῶν κεκαθαρμένου, καθ’ ὃ φῶς ὄντως γίνεται ὁ νοῦς, τί ἄλλο ἢ τὸ θεϊκόν; «Τοῖς μὲν γὰρ ἀϊδίοις», φησίν, «αὐτός ἐστι φῶς ὁ θεὸς καὶ οὐκ ἄλλο. Τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;». Διὸ καὶ οἱ τούτου μὴ τυχόντες Ἕλληνές τε καὶ βάρβαροι, καίτοι γνῶσιν οὐ μετρίαν ἔχοντες, ὅμως εἰσὶν ἐσκοτισμένοι. Ὁ δὲ πονηρός, καίτοι διὰ τὴν τοῦ νοῦ ἐντρέχειαν, ἣν ἐπὶ κακῷ χρῆται πονηρὸς ἀκούων, ὅμως σκότος ἄντικρύς ἐστι, τοῦ θεϊκοῦ φωτὸς ὡς πορρωτάτω γεγονώς, οὗ χωρὶς οὐδὲ τὸ ἑαυτοῦ φῶς δύναιτ’ ἂν ὁρᾶν ὁ νοῦς. «Εἴ τις» γάρ, φησί, «βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται αὐτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ». Τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας τῶν ἀδυνάτων ἐστί· θεοῦ γὰρ χρεία συνεργοῦντος καὶ ἀναπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς.

Παραινεῖ μὲν οὖν καὶ ὁ Ἀκίνδυνος ἐνταῦθα, φῶς οἴεσθαι κατά τινας τῶν πατέρων τὴν καρδίαν ὁρᾶν οἰκεῖον, ὃ γνῶσις ἢ διάθεσίς τις οὐκ ἔστιν, ἀλλὰ καὶ φῶς ὁρᾶν παρακλήσεως. Τὸ μέντοι φῶς τοῦ νοῦ διὰ τὰς πλάνας ἀποφεύγειν αὐτὸς αὖθις παραινεῖ. Ἀλλ’ ὦ μύστα καὶ διδάσκαλε τῶν ἀπορρήτων, φαίη ἄν τις δικαίως πρὸς αὐτόν, ἔστι καὶ πεπλανημένη παράκλησις. Διὸ καὶ ὁ τῆς κλίμακος Ἰωάννης «ἀπωθοῦ», φησίν, «ὡς οὐκ ἄξιος ἐν χειρὶ ταπεινώσεως, ἐπιδημοῦσαν χαράν, ἵνα μὴ λίαν εὐπαράδεκτος ὤν, δέξῃ λύκον ἀντὶ ποιμένος»· καὶ ἀλλαχοῦ πάλιν, «σκόπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων, δολίως συνεκεράσθη». Πῶς οὖν οὐχὶ καὶ ὃ φῶς εἶναι λέγεις ἡδύτητός τε καὶ παρακλήσεως ἐκνεύειν νουθετεῖς, ἀλλὰ τὸ τοῦ νοῦ μόνον; Ὁρᾷς ὅπως ματαιολόγος ὑπάρχεις καὶ φρεναπάτης; Ὃ μάλιστα πάντων ἐκ τῶν ἐφεξῆς ἐνταῦθα γενήσεται κατάδηλον.

Κεφ. ιδʹ. Ὅτι ἐξ ὧν νῦν αὖθις ὁ αὐτός φησι πάντας τοὺς ἀπ’ αἰῶνος καὶ προφήτας καὶ ἀποστόλους καὶ πατέρας καὶ μάρτυρας πεπλανημένους εἶναι καὶ μεμηνότας ὁ τάλας ἀποφαίνεται. Ὁ γὰρ πᾶσαν αἰσθητὴν φωτοφάνειαν σατανικὴν ἀποφηνάμενος καὶ τοὺς τοιοῦτό τι βλέποντας πεπλανημένους εἶναι καὶ δαιμονιώδεις καὶ ἀνεπιγνώμονας τῆς ἐκ τῶν θείων ἐντολῶν καὶ τῆς ἀγάπης τοῦ θεοῦ φωτοφανείας, ἣν γνῶσιν εἶναι τίθεται καὶ φῶς γνώσεως μόνον ἀπλανέστατον, ὁ ταῦτα διδάξας διαρρήδην ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ νῦν αὖθις φανερῶς εἰπὼν «ὁρᾶν δεῖν οἴεσθαι τὴν καθαρὰν καρδίαν καὶ φῶς οὐ παρακλήσεως μόνον ἀλλὰ καὶ τὸ ἰδιαίτατον ἑαυτοῦ φῶς τὸν νοῦν ὁρᾶν» προστίθησι γράφων «καὶ ὁράσεις θείας, ἀλλ’ ἐν σχήμασι καὶ τύποις καὶ συμβόλοις, καθάπερ οἱ προφῆται ἑώρων».

Καὶ μὴν αὐτὸς οὗτός ἐστιν ὁ μικρὸν ἀνωτέρω προενεγκὼν ἐπὶ λέξεως, ὅτι «πᾶν τὸ ἐν σχήματι φαινόμενον τῷ νῷ ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται», νῦν δέ, «ὁρᾶν» φησι «τὴν φωτεινὴν καὶ καθαρὰν καρδίαν καὶ φῶς καὶ ὁράσεις θείας, ἀλλ’ ἐν σχήμασι καὶ τύποις καὶ συμβόλοις, καθάπερ οἱ προφῆται ἑώρων καὶ οἱ τῆς χάριτος, ἐν εἴδει περιστερᾶς καὶ πυρίνων γλωσσῶν καὶ οὗτοι τὸ πνεῦμα τὸ ἅγιον ἑωρακότες, ἢ διὰ τοῦ θείου τοῦ σωτῆρος Χριστοῦ τοῦ θεοῦ ἡμῶν σώματος τὴν αὐτοῦ δόξαν τε καὶ θεότητα οὐκ αὐτὴν καθ’ ἑαυτὴν ἀμεσίτευτον· οὐ γὰρ τελεωτέρας ἡμᾶς αὐτοὺς ἀξιώσομεν χάριτος τῶν ἀποστόλων, ὅτε καὶ τοὺς θείους προφήτας ὑπερανέβημεν».

Ὁρᾶτε δὴ τὴν μετριοφροσύνην τοῦ ἀνδρὸς ὅση; Τάχα πρὸς μόνην τὴν αὐτοῦ μεγαλόνοιαν, ἣν καὶ ταύτην ὁρᾶτε προκειμένην, συμμετρεῖσθαι καὶ παραβάλλεσθαι δικαία καταλλήλως ἔχουσα διαφερόντως. Ἀλλ’ ὦ μετριώτατε τὸ ἦθος καὶ διαβατικώτατε τὸν νοῦν, πᾶν τὸ ἐν σχήμασι καὶ τύποις καὶ συμβόλοις οἵοις αὐτὸς ὑπαγορεύεις—σὸς γάρ ἐστι λόγος ἐπὶ τούτου καὶ αὐτὸς γεγραμμένος τοῦ συγγράμματος, ὡς «πάντα τὰ θεῖα σύμβολα σωματικαί εἰσιν ὑπογραφαὶ καὶ πλάσεις ἐπὶ τὴν ἀφανῆ ἀλήθειαν, τουτέστι τὴν γνῶσιν, ἀνάγουσαι»—πᾶν οὖν τὸ ἐν σχήμασι καὶ τύποις καὶ συμβόλοις τοιούτοις, αἰσθητόν· οὐδὲν γὰρ τῶν ὄντως σωματικῶν οὐκ αἰσθητόν. Εἰ οὖν πάνθ’ ὅσα ἐν φωτὶ εἶδον οἱ προφῆται καὶ οἱ ἀπόστολοι καὶ οἱ τούτων διάδοχοι, πρὸς δὲ καὶ τὸ τῶν μαρτύρων λογικὸν νέφος, μᾶλλον δὲ πνευματικόν, καὶ ὁ τῶν ὁσίων ἱερὸς κατάλογος ἐν σχήμασι καὶ τύποις καὶ συμβόλοις εἶδον ὁποίοις φῂς αὐτός, πάντες οὐκοῦν αἰσθητῆς ἔτυχον φωτοφανείας κατὰ τὸν σὸν ἐνταῦθα λόγον, ἣν σατανικὴν πλάνην ἀπεκάλεις πρὸ μικροῦ χριστιανοῖς ἅπασιν ἀποτρόπαιόν τε καὶ φευκτήν. Διὸ καὶ τοὺς πατέρας ἰσχυρίζου παραινεῖν ὡς ἀπὸ σατανικῆς πλάνης φεύγειν πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε. Τὸ γὰρ «ὁπωσδήποτε» τοῦτο προσγεγραμμένον παρὰ σοῦ καὶ τὰ τοῖς ἁγίοις ἐν σχήμασι καὶ τύποις φανέντα συμπεριβάλλει καὶ τῆς ἀπλανοῦς φωτοφανείας ἐκβάλλει φανερῶς.

Ἀλλὰ καὶ τοὺς ταύτην διώκοντας ἀγνοεῖν ἔλεγες, ὡς αὐτὴ καθ’ ἑαυτὴν ἡ τῶν θείων ἐντολῶν πρᾶξις ἡ ἀνείδεός ἐστι καὶ ἀπλανὴς φωτοφάνεια, μηδὲ τὴν τοῦ ἐντειλαμένου δυσωπηθεὶς ἐπαγγελίαν, ἥξειν καὶ ἐμφανίσεσθαι καὶ ἐνοικήσειν ὑπεσχημένου τοῖς τετηρηκόσι τὰς αὐτοῦ θείας ἐντολάς. Οἴεσθαι τοίνυν ἄμφω κατὰ σὲ χρεὼν καὶ σατανικὴν πλάνην πᾶν τὸ ἐν σχήματι πεφηνὸς ὁπωσδήποτε καὶ τοὺς ἐξ αἰῶνος προφήτας καὶ ἀποστόλους καὶ πατέρας καὶ μάρτυρας ὁρᾶν τῇ καρδίᾳ, δηλαδὴ τῷ νῷ καὶ φῶς καὶ ὁράσεις θείας ἀλλ’ ἐν σχήμασι καὶ τύποις, ὡς ἐγὼ μὲν φρίττω καὶ διανοούμενος τὸ προφαινόμενον ἐκ τούτων βλάσφημον, σὺ δὲ δῆλος εἶ μηδὲν διαστέλλων μεταξὺ θεοῦ καὶ Μαμωνᾶ, μενομένων τε καὶ θεοφορουμένων.

Κεφ. ιεʹ. Ὅτι καὶ τὸ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως μυστήριον διαβάλλει τὸ σῶμα τοῦ Χριστοῦ σύμβολον εἶναι λέγων τοῦ φωτὸς ἐκείνου, ὡς τὴν ἑωραμένην τῷ βαπτιστῇ περιστερὰν σύμβολον τοῦ πνεύματος, ἐν ᾧ καὶ ὅτι πίστεως ἀλλ’ οὐκ ἀποδείξεώς εἰσι ῥήματα ὅσα παρ’ ἡμῶν περί τε τῶν προφητικῶν θεαμάτων καὶ τοῦ θείου λέγεται φωτός. Τί δὲ καὶ τὸ εἶδος τῶν γλωσσῶν καὶ τῆς περιστερᾶς προβάλλῃ κατὰ τῆς λαμπρότητος τῆς θείας φύσεως; Οὐδεὶς γὰρ τοιοῦτον εἶδος ἀϊδίως κεκτῆσθαι τὸ πνεῦμα τὸ ἅγιον ἐθεολόγησεν ἢ ἐνενόησεν. «Ἀνάρχως» δέ, φησίν, «ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι, οὐδὲ αὐτὴν τὴν δόξαν προσλαμβανόμενος· καὶ ἡ δόξα τῆς θεότητος καὶ δόξα τοῦ σώματος γίνεται». ‘Πῶς οὖν εἶδεν Ἠσαΐας μὲν θρόνον ὑψηλὸν καὶ ἐπῃρμένον, Ἰεζεκιὴλ δὲ ἅρματα, ὁ δὲ βαπτιστὴς ἐν εἴδει περιστερᾶς αὐτὸ τὸ πνεῦμα’, φαίης ἄν; Σὲ δὴ μᾶλλον ἡμεῖς ἀντερωτήσωμεν, τὸν πρότερον ἀποφηνάμενον πλάνην εἶναι πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε καὶ κακοτεχνίαν τοῦ ἐχθροῦ πᾶν τὸ ἐν σχήματι φαινόμενον, πῶς οἱ προφῆται καὶ οἱ τῆς χάριτος ἐν σχήμασι καὶ τύποις εἶδον, καθάπερ καὶ αὐτὸς νῦν αὖθις ὡμολόγησας;

Ἐπεὶ δὲ καὶ τὴν φωτεινὴν καρδίαν νῦν ἔφης τὰ τοιαῦτα βλέπειν, πῶς ἡ καρδία σχήματα καὶ τύπους βλέπει καὶ περιστερᾶς εἶδος καὶ γλωσσῶν; Ἡμεῖς δ’ ἴσμεν καὶ πιστεύομεν, τοῖς πατερικοῖς μεμυημένοι λόγοις, οὐ καρδίᾳ μόνον ἀλλὰ καὶ ὀφθαλμοῖς ἰδεῖν ἔσθ’ ὅτε καὶ τοὺς προφήτας καὶ τοὺς ἀποστόλους καὶ πολλοὺς τῶν μετ’ αὐτοὺς ἁγίων, οὐ τοιαῦτα μόνον, ἀλλὰ καὶ μακρῷ τῶν τοιούτων ὑψηλότερα. Κἂν εἴ τις ἔροιτο πῶς εἶδον, μετὰ τοῦ Χρυσοστόμου πατρὸς ἐροῦμεν, ὡς «οὐκ οἴδαμεν· εἰ δέ τις βούλοιτο μαθεῖν πῶς εἶδον, γενέσθω καὶ αὐτὸς προφήτης· τῇ γὰρ πείρᾳ ταῦτα γινώσκεται». Διόπερ καὶ ἡμεῖς εἴ πού τι λέγομεν περὶ τοῦ θειοτάτου φωτός, ὑπὸ τῶν ἀντιλεγόντων ἀναγκαζόμενοι, πίστεως ῥήματα λαλοῦμεν, ὅτι ὀφθαλμοῖς ἑτέροις εἶδον, ὅτι μὴ τῇ καθ’ ἡμᾶς ἀντιληπτικῇ δυνάμει, ὅτι διὰ τοῦ πνεύματος ἑώρων. Ταῦτα γὰρ οὐ φυσικῆς ἀκολουθίας ἀλλὰ πίστεώς ἐστι τὰ ῥήματα.

Πρὸς δὲ τούτοις καὶ τὰ θεῖα θεάματα ἐκεῖνα ἄρρητα εἰδότες θεοπρεπῶς ἐκλαμβάνομεν τὰ εἰρημένα, κατανοοῦντες ἐξ αὐτῶν διάνοιαν ὑψηλοτέραν. Οὐ γὰρ ὡς ἀληθῶς λέων καὶ βοῦς ἐστιν ἐπ’ οὐρανοῦ, ἢ γλῶσσα ἢ περιστερὰ τὸ θεῖον πνεῦμα πρὶν ἢ φανῆναι ἢ μετὰ τὸ τοιοῦτον πεφηνέναι.

Σὺ δὲ ὁ τοῖς τοιούτοις καὶ τὸ σῶμα τοῦ Χριστοῦ συναριθμῶν, οἰομένῳ ἔοικας φανῆναι μὲν ὡς ἄνθρωπον τὸν κύριον, μὴ γενέσθαι δὲ τοιοῦτον ἀληθῶς, μηδ’ εἶναι νῦν ἐν τῷ οὐρανῷ τοιοῦτον· οὐδὲ γὰρ τὸ πνεῦμα διατελεῖ νῦν περιστερά.

Κατὰ δὲ τὰς σὰς θαυμαστὰς ταύτας ὑποθήκας, ὡς ὁ τοῦ κυρίου βαπτιστὴς εἶδε διὰ τῆς περιστερᾶς τὸ πνεῦμα τὸ ἅγιον, οὕτως οἱ ἀπόστολοι διὰ τοῦ σώματος τοῦ Χριστοῦ τὴν αὐτοῦ δόξαν εἶδον καὶ θεότητα· τύπος οὖν καὶ σύμβολον, εἶδός τε καὶ σχῆμα τὸ δεσποτικὸν σῶμα τοῦ δεσποτικοῦ φωτὸς ὑπῆρχε κατὰ σέ, καὶ οὐ σύμβολον μόνον, ὢ τῆς ἀσεβείας, ἀλλὰ καὶ φασματῶδες καὶ ἀνυπόστατον. Ἔδει γε μὴν μηδένα τῶν ἐπὶ τῆς Ἰουδαίας ὀφθαλμοὺς ἐχόντων ἀθέατον τηνικαῦτα λέγεσθαι τοῦ φανέντος φωτὸς ἐν Θαβωρίῳ· ἅπαντες γὰρ ἑώρων τὸ σῶμα τοῦ κυρίου, τοῦ θεϊκοῦ φωτὸς σύμβολον ὑπάρχον κατὰ τὸν Ἀκίνδυνον, καθάπερ ἡ ἑωραμένη τῷ βαπτιστῇ περιστερὰ σύμβολον τοῦ πνεύματος· καίτοι καὶ ἡ περιστερὰ οὐχ ἁπλῶς τοῦ θείου πνεύματος σύμβολον ὑπῆρχεν, ἀλλὰ τῆς πραότητος τοῦ πνεύματος καὶ τῶν εὐαγγελίων τῆς ἀπαλλαγῆς τοῦ νοητοῦ κατακλυσμοῦ. Πῶς δ’ ἂν καὶ περιστερὰν ἁπλῶς ἰδὼν ὁ θεῖος βαπτιστὴς τὴν τοῦ ἁγίου πνεύματος κάθοδον συνῆκεν; Ἀλλ’ ὅπερ εἶπον, πάντων τῶν ἀνθρωπίνῃ γλώττῃ καὶ ἀκοῇ καὶ ὄψει χωρητῶν, ὑψηλότερα τὰ θεάματα ἐκεῖνα καὶ τρόπος ἕτερος ἄρρητος ὁ τὴν ἐπιδημίαν τοῦ πνεύματος τῷ θεόπτῃ παραστήσας.

Ὃς δ’ ἂν ἦν ὁ τρόπος οὗτος, οὐδὲν ἔχει παραπλήσιον πρὸς τὴν ἐνανθρώπησιν τοῦ λόγου. Σὰρξ μὲν γὰρ οὗτος, ἀλλ’ οὐχὶ καὶ τὸ πνεῦμα γέγονε· καὶ ἡ μὲν περιστερὰ σύμβολον, ἀλλ’ οὐ σῶμα γέγονε τοῦ πνεύματος, τὸ δὲ τοῦ Χριστοῦ σῶμα, σῶμα θεοῦ ὡς ἀληθῶς, ἀλλ’ οὐ σύμβολον, καὶ ταῦτα τοιοῦτον ὡς φανῆναι μέν, μὴ εἶναι δέ, καθάπερ ἡ συμβολικὴ περιστερά. Τοὺς μέντοι συναναβάντας τῷ Ἰησοῦ ἐπὶ τοῦ ὄρους ἰδεῖν μὲν καὶ ἡμεῖς φαμὲν διὰ τοῦ σώματος τὸ θειότατον ἐκεῖνο φῶς, οὐ μέντοι καθάπερ διὰ συμβόλου τοῦ σώματος, ἀλλ’ ὡς τῆς ἐν αὐτῷ κεκρυμμένης θείας ἀγλαΐας ἀστραψάσης ἐξ αὐτοῦ καὶ δειξάσης ὡς ἀληθῶς ἡνωμένον αὐτὸ καθ’ ὑπόστασιν τῇ τὸ φῶς ἐκεῖνο πηγαζούσῃ φύσει.

Ὁ δὲ καὶ τοῖς τῶν προφητῶν ἱεροῖς φάσμασι τὴν ἐνανθρώπησιν τοῦ λόγου τοῦ θεοῦ συντάττων οὐδὲ πρόγραμμα καὶ σκιὰν ταύτης ἐκεῖνα δύναιτ’ ἂν εἰπεῖν. Ἀνωτέρω μὲν οὖν ὁ Ἀκίνδυνος αὐτὸ τὸ φῶς σύμβολον εἶναι διετείνετο, νῦν δὲ τὸ δεσποτικὸν εἶναι σῶμα σύμβολον αὐτοῦ φησιν, ὡς εἶναι τὸ τοῦ Χριστοῦ σῶμα κατ’ αὐτὸν σύμβολον συμβόλου.

Εἰ δὲ κατ’ αὐτὸν ὑπογραφαὶ καὶ πλάσεις πάντα τὰ θεῖα σύμβολα πρὸς γνῶσιν ἀνάγουσαι, τί τὸ τοῦ συμβόλου σύμβολον αὐτὸς πάλιν διδασκέτω.

Κεφ. ιστʹ. Ὅτι μανιώδει πλάνῃ κάτοχός ἐστιν εἰκότως αὐτός, ἣν ἀνωτέρω τῶν θεοφόρων κατεψεύσατο. Τὸ δ’ ἀκροτελεύτιον αὐτῷ τοῦ λόγου φάσκον, «οὐ γὰρ τελεωτέρας ἡμᾶς αὐτοὺς ἀξιώσομεν χάριτος τῶν ἀποστόλων, ὅτε καὶ τοὺς θείους προφήτας ὑπερανέβημεν»· τοῦτο τοίνυν ὑποφαίνει καὶ αὐτὸν τοιούτου φωτός, ὁποῖον αὐτὸς δηλονότι διατείνεται καὶ τοιούτων ὁράσεων ἐπιτυγχάνειν, αἰσθητῶν δηλαδὴ καὶ φανταστῶν. Ἅμα δὲ καὶ τὴν γνώμην διασύρει τῶν μὴ προσιεμένων τὰς φαντασιώδεις καὶ σωματικὰς φωτοφανείας, ἀλλ’ ὑπὲρ αἴσθησιν δεῖν εἶναι διαβεβαιουμένων, τὰ κατὰ τὴν εἰλικρινῆ προσευχὴν μυστικὰ καὶ ἱερὰ θεάματα.

Καὶ ἀνέμνησέ με νῦν, ὡς ἡνίκα οὗτος ὡς διδασκάλῳ μοι ἐχρῆτο καὶ τὸ σὺν ἐμοὶ καὶ ὑπ’ ἐμὲ τετάχθαι μέγα τι καὶ λυσιτελὲς ἐνόμιζεν αὑτῷ· τότε τοίνυν πρὸς ἐμὲ παραγενόμενος ἐν τῷ Ἁγίῳ Ὄρει τὴν οἴκησιν ποιούμενον, καί τινας ἡμέρας ὀλίγας παραμείνας, ἐξεῖπέ μοι φῶς τι θεωρεῖν ὁπηνίκ’ ἂν ἀπολειφθείη μόνος καὶ πρὸς ἑαυτὸν ἐπιχειροίη στρέφειν τὸν οἰκεῖον νοῦν· ὃ φῶς, ὑπορρηγνύμενον πυκνῶς, διαφαίνειν ἔνδοθεν ἀνθρώπειόν τι πρόσωπον. Ἐγὼ δὲ δεινὴν αὐτῷ πλάνην τοῦτ’ ἀποφηνάμενος εἶναι καὶ χλεύην καὶ παίγνιον σατανικόν, μᾶλλον δὲ καὶ πονηρὰν ἔνεδραν καὶ δυσφώρατον λόχον καὶ δεσμὸν δυσέκλυτον τοῖς κατάκρας ἁλοῦσι, δι’ οὗ καὶ τοῖς προστάταις τῆς ἑλληνικῆς πλάνης εἰς τέλος ὁ πονηρὸς συνεζύγη, καθάπερ ἔφθημεν κἀν τούτῳ τῷ λόγῳ προαποδείξαντες, τοιαῦτα τηνικαῦτα πρὸς αὐτὸν εἰπὼν καὶ παρακατασχεῖν, πιστεύσατε, προεθυμήθην, ὡς ἂν θεοῦ συμπράττοντος τῆς παγκάκου πλάνης λυτρώσωμαι τὸν ἄνθρωπον. Ἀλλά τινες οἱ τοῦτον εἰδότες ἐκ πολλοῦ—τῇ Λαύρᾳ γὰρ αὐτὸς ἐνῴκουν, ἣν πᾶν σχεδὸν γένος ἀνθρώπων πανταχόθεν συρρεῦσαν, μᾶλλον δὲ ἀεὶ συρρέον, συμπληροῖ καθάπερ τινὰ δευτέραν ἑτέραν οἰκουμένην καὶ κοινὴν ἑστίαν τῶν ἁπανταχοῦ θεοσεβῶν—Λαυριῶται γοῦν τινες τῶν οὐκ ἀσήμων, οὐκ ἀγαθά τινα μαρτυρήσαντες αὐτῷ πρὸς τὸν τότε προεστῶτα παραδέξασθαι πρὸς συνοίκησιν οὐκ εἴασαν.

Ἀπῇρε τοίνυν τόθ’ ἡμῶν μετὰ τῆς ἐσχηματισμένης ἐκείνης αὐτῷ φωτοφανείας, καὶ δέδοικα μὴ ταύτην ἐπεκδικῇ καὶ ὑπαινίττηται νῦν καὶ ὡς ὑπ’ αὐτῆς ἐνεργούμενος τοῖς ἁγίοις πᾶσι καὶ τοῖς αὐτοῖς ὁμολογοῦσιν ἀντικείμενος διατελῇ γινόμενος, ἐμοῦ μάλιστα πάντων κατεξαναστάς, ἅτε ταύτην ἐξουθενηκότος τηνικαῦτα καὶ καθελεῖν ἐπιχειρήσαντος.

Τέλος τοῦ πρώτου βιβλίου τῶν ἀντιρρητικῶν τῶν πρὸς Ἀκίνδυνον