Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Β΄, Κεφάλαια 9-11: Η πατερική χρήση των θείων ονομάτων και η διάκριση ουσίας και ενέργειας

Εξέταση της χρήσης του όρου «θεότης» για την ενέργεια, θεμελίωση της διδασκαλίας περί της ουσίας ως πηγής των ενεργειών και αναίρεση των συλλογισμών περί κτιστού και ακτίστου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 21

Κεφ. θʹ. Ἐπανάληψις καὶ κατὰ μέρος ἔλεγχος τῶν εἰρημένων Ἀκινδύνῳ περὶ θεότητος καὶ παράστασις τῶν περὶ αὐτῆς τοῦ Παλαμᾶ λόγων ὡς ἀσφαλεῖς. Ταῦτ’ ἡμῶν λεγόντων πρὸς τὸν κακῶς καὶ συνάπτοντα καὶ διαιροῦντα Βαρλαὰμ ἐκεῖνον καὶ ταῦτ’ ἀμφότερα φευγόντων ἡμῶν ὡς ἐναντία κακὰ καὶ ὁμογενῆ τὴν δυσσέβειαν, ὁ τῆς εὐσεβείας μετ’ ἐκεῖνον διώκτης καὶ ἡμέτερος γίνεται.

Καὶ μιγνύει τὰ ἄμικτα καὶ κινεῖ τὰ ἀκίνητα καὶ γεγωνὸν βοᾷ καὶ καταπληκτικὸν οἷόν τι σαλπίζει καὶ τορὸν φθέγγεται καὶ λίαν ἐξηλλαγμένον ὑπὸ τοῦ μὴ κατ’ ἐπίγνωσιν, μᾶλλον δὲ καθ’ ὑπόκρισιν ζήλου, μικροῦ καὶ κατὰ τὸν Καϊάφαν ἐκεῖνον περιρρηγνὺς τὰ ἱμάτια, «δύο», λέγων, «θεότητας ἀκτίστους καὶ διαφόρους, ἢ ἐκ δύο τοιούτων μίαν, ἃ νῦν ἀκούομεν, τίς ἀκήκοε;», καὶ μεταξὺ συμπλέκει καὶ καταλέγει τὰς διαστολὰς καὶ τὰς ἀντιθέσεις, ὡς τοὺς ἀκούοντας ἐπάρῃ πρὸς ἄμυναν, «ἐξ ὑπερκειμένης», λέγων, «καὶ ὑφειμένης, ἐνεργούσης καὶ ἐνεργουμένης, ἀοράτου τε καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατῆς διὰ πνεύματος».

Ἀλλ’ ἐπίσχες τὸν ἀναίσχυντον ζῆλον καὶ τὴν κραυγήν, ἵν’ ἰδῶμεν ὅ,τι λέγεις καὶ οἷς τισι λογισμοῖς τοιαῦτα συνείρεις καθ’ ἡμῶν καὶ πανταχῇ πέμπεις καὶ πάντας ἐφ’ ἡμᾶς ἐγείρεις τό γε σὸν μέρος καὶ τὸ πᾶν θορυβεῖς, μᾶλλον δὲ πάντα πράττεις κἂν ἧττον ἀνύῃς, ὥστε θορυβεῖν τὸ θορυβεῖσθαι πλαττόμενος. Ἐπίσχες τοίνυν σαυτὸν μικρὸν γοῦν τῆς περὶ τὸ λέγειν ἀλογίστως ὁρμῆς καὶ γνῶθι καὶ δὸς λόγον, ἵν’ ἰδεῖν δυνηθῶμεν τί ποτε φῄς, οὐχ ἡμεῖς δὲ μόνον ἀλλὰ καὶ αὐτὸς μεθ’ ἡμῶν. Καὶ σὺ γὰρ διαποροῦντι ἔοικας, «δύο», λέγων, «θεότητας, ἢ μίαν ἐκ τῶν δύο καὶ τούτων ἀντικειμένων, ἃ νῦν ἀκούομεν τίς ἀκήκοε;».

Τί ποτ’ οὖν ἐκ τῶν δύο ἀκηκοὼς τὴν ἀκοὴν ἀφόρητον ἥγησαι; Εἰ δὲ μὴ γινώσκεις, ἀμφισβητοῦντος γὰρ ἡ φωνή, γενοῦ σαυτοῦ καὶ τοῖς παρὰ σοῦ λεγομένοις ἐπίστησον, μὴ τῆς σῆς ἀνάπλασμα διανοίας ᾖ τὸ ἀνήκουστον, ἢ μὴ οὐχὶ σὺν νῷ τὴν ἀκοὴν ὑποσχών, μηδὲ τῆς διανοίας ἐπιγνώμων γεγονὼς τοῦ λέγοντος μάτην, μᾶλλον δὲ κατὰ τῆς σεαυτοῦ ψυχῆς, ταράττῃ τε καὶ ταράττεις χριστιανούς. Καὶ γὰρ ἢ δύο ἢ μίαν φῂς λεγόντων ἀκηκοέναι. Εἰ μὲν οὖν δύο λέγομεν, οὐ μίαν—πῶς γάρ; —εἰ δὲ μίαν ἐκ τῶν τοιούτων, πῶς δύο;

Σύνθετον μὲν γὰρ δόξαι λέγειν ἔστι πως, δύο δὲ οὔ. Εἰ δὲ καὶ μίαν πρεσβεύομεν ἡμεῖς καὶ ἁπλῆν θεότητα, καθάπερ οὖν καὶ πολλάκις καὶ πολλαχοῦ γλώττῃ τε καὶ παρρησίᾳ κηρύττομεν καὶ χειρὶ συγγραφόμενοι διατελοῦμεν, τῶν ἀδυνάτων δύο σέβειν θεότητας ἡμᾶς, καθάπερ αὐτὸς διαβάλλεις καὶ συκοφαντεῖς, ἢ σύνθετον ἐκ δύο μίαν. Οὐδὲ γὰρ ἐκ τριῶν προσώπων συγκεῖσθαι τὸν ἕνα λέγομεν θεόν, ὅτι ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἕνα καὶ ἁπλοῦν σέβομεν θεόν. Οὕτω τοίνυν καὶ ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ τὸν ἐν τρισὶ προσώποις ἕνα σέβομεν θεόν, ἀλλ’ οὐκ ἐξ οὐσίας καὶ ἐνεργείας ἕνα σύνθετον λέγομεν αὐτόν.

Εἰ δ’ ὅτι καὶ ἡ οὐσία θεότητα ἔχει τὴν προσηγορίαν καὶ ἡ θεατικὴ τοῦ πνεύματος ἐνέργεια καὶ ἡ καθαρτικὴ καὶ ἡ θεοποιός, παρὰ τοῦτο δύο σέβειν ἡμᾶς θεότητας ᾠήθης, τί μὴ καὶ δύο πατέρας ἡμᾶς ἐπὶ τῆς ἀνωτάτω τριάδος ἐλογίσω σέβειν; Οὐδὲ γὰρ τὸν πατέρα τοῦ κυρίου μόνον ἡμεῖς λέγομεν πατέρα, ἀλλὰ καὶ αὐτὸν τὸν κύριον, ἐπεὶ κἀκεῖνος «τεκνία», φησίν, «ἐντολὴν καινὴν δίδωμι ὑμῖν»· καὶ πάλιν, «οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς». Ἀλλ’ ἕτερον τρόπον τούτων ἑκάτερος πατὴρ καλεῖται; Κἀκεῖ τρόπον ἕτερον ἑκατέρα, μᾶλλον δὲ ἑκάστη, θεότης ὀνομάζεται.

Τοιγαροῦν, ὥσπερ ἕνα πατέρα προσκυνοῦμεν, καὶ τοῦ υἱοῦ πατρὸς ἡμῶν ὄντος καὶ ὡς τὴν ἀρχὴν πλάσαντος καὶ ὡς ὕστερον ἀναπλάσαντος, οὕτω καὶ θεότητα μίαν προσκυνοῦμεν, τὴν ὑπερώνυμον ὑπερουσιότητα ἐκείνην, καίτοι καὶ τῆς θεοποιοῦ δυνάμεως θεότητος φερωνύμως προσαγορευομένης, ὡς τὰ δεκτικὰ θεώσεως θεοποιούσης. Ὥσπερ δὲ τῷ πατρὶ συμπροσκυνεῖται ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον—οὐδὲ γὰρ χωριστά, καίτοι καθ’ ὑπόστασιν ἰδίαν ἕκαστον ὑπάρχον— οὕτω καὶ τῇ τρισυποστάτῳ φύσει συμπροσκυνεῖται πᾶσα δύναμίς τε καὶ ἐνέργεια θεία· οὐδὲ γὰρ χωριστά, οὐδὲ καθ’ ὑπόστασιν ἰδίαν. Πάσας γὰρ ἀπαριθμησάμενος ὁπόσας ἐξῆν εἰπεῖν ὁ μέγας Βασίλειος, «ταύτας ἀϊδίως ἔχειν» φησὶ «τὸ πνεῦμα μόνον ὑπάρχον ἐνυπόστατον».

Καὶ τί δεῖ συνείρειν τὰ παραπλήσια; Καὶ γὰρ ὁ πατὴρ πνεῦμα, καὶ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὴν τοῦ κυρίου φωνὴν εἰπόντος πρὸς τὴν Σαμαρεῖτιν «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».

Ἀλλ’ οὐδὲν προσέστη τοῦτο τῷ μεγάλῳ Βασιλείῳ φάναι, «εἷς πατήρ, εἷς υἱός, ἓν πνεῦμα ἅγιον». Τί τοίνυν χρὴ τὰ τοιαῦτα καταλέγειν νῦν; Ἀλλ’ ἐπειδήπερ ἡμεῖς, κατὰ τὴν πατερικὴν ὑφήγησιν, καὶ τὴν θεοποιὸν καὶ τὴν καθαρτικὴν καὶ τὴν θεατικὴν δύναμίν τε καὶ ἐνέργειαν, πρὸς δὲ ταύταις καὶ τὸ θεῖον φῶς ἀνυμνοῦμεν τῇ τῆς θεότητος ἐπωνυμίᾳ, καὶ ἀπὸ τούτων χρώμεθα καὶ ἐπὶ τῆς πηγαζούσης ταύτας οὐσίας τῷ προσρήματι—κατὰ γὰρ τὸν θεῖον Μάξιμον «ἡ οὐσία πηγὴ ἐνεργειῶν ἐστιν»—· ἐπεὶ τοίνυν ἡμεῖς κατὰ τὴν πατερικὴν παράδοσιν καὶ δυοῖν πλείω τὰ σημαινόμενα τῆς θεότητός φαμεν, πῶς σὺ δύο καὶ μὴ πλείους ἡμᾶς λέγειν ἰσχυρίζῃ θεότητας, ἢ καὶ κατὰ τοῦτο συκοφάντης εἶναι φιλοτιμούμενος, καὶ μὴ μόνον τῆς σαυτοῦ διανοίας κεκαυτηριασμένος ὤν, καθώς φησι Παῦλος τὴν συνείδησιν, ἀλλὰ καὶ τῶν σῶν ὤτων ἐν ὑποκρίσει ψευδολόγων καταψευδόμενος; Ἡμεῖς δ’ ὅμως οὕτως ἀλογοῦμεν τῶν σῶν τούτων καθ’ ἡμῶν κηρυγμάτων, ὥσθ’ ὅτι καὶ μὴ κατὰ τὰς σαυτοῦ δηλονότι περινοίας πλείους ἔφης, ὡς ὁρᾷς εὐθύνομεν. Σιωπᾶν δ’ ἡμᾶς οὐκ ἔνι τῆς κατ’ εὐσέβειαν ἀληθείας πολεμουμένης.

Ἀλλ’ ὁρᾷς ὅπως συκοφαντῶν ἁλίσκῃ καὶ διαβάλλων, κατὰ τοὺς ἐπὶ Σωσάννης ἐν κακοῖς γεγηρακότας πρεσβυτέρους ἐκείνους, μᾶλλον δὲ καὶ μακρῷ χεῖρον ἢ κατ’ ἐκείνους; Οἱ μὲν γὰρ πρὸς ἀλλήλους ἀσύμφωνοι, σὺ δὲ πρὸς σεαυτὸν ἀναπέφηνας. Οὐκοῦν καὶ τῆς εὐσεβείας πολέμιος ὤν, μακρῷ χείρων καὶ μανικώτερος ἢ τῆς σωφροσύνης ἐκεῖνοι, τῶν ἀπρὶξ ἀντεχομένων αὐτῆς, ὡς καὶ Σωσάννα τῆς σωφροσύνης, κατεξανίστασαι μὲν ἀφανῶς τέως σὺν δόλῳ σαίνων καὶ ταῖς ὑποκρίσεσι θέλγων καὶ τὸ φιλεῖν πλαττόμενος καὶ τοὺς λόγους τῆς ἀπάτης ἔσθ’ ὅτε μετρίως ἀνακινῶν. Ὡς δ’ ἔγνως καθάπερ ἐξ ἀσείστων προβόλων καθάπαξ ἀποκρουσθείς, κατ’ αὐτῶν μαίνῃ καὶ χωρεῖς ἀκρατῶς καὶ βοῆς πληροῖς τὰ πάντα καὶ πατὴρ γίνῃ ψεύδους ἀνακολούθου καὶ ἀνερυθριάστως ἐγκαυχᾷ τῇ κακίᾳ κατὰ τὸν ψαλμῳδὸν καὶ φληναφεῖς ἄντικρυς, ὥσπερ τὰ τοῖς σκοπέλοις περιρρηγνύμενα κύματα τὴν ἑαυτῶν ἐπαφρίζοντα κατὰ τὸ ἀποστολικὸν αἰσχύνην.

Τίνος γάρ, εἰπέ, καὶ ἡ ἀμφίκρημνος αὕτη καὶ ἀμφισβητήσιμος ἐκ τοσούτων καὶ οὕτως ἀντικειμένων συνθήκη; Τῶν γὰρ κατηγορουμένων εἶναι ταύτην ἀδύνατον· οὐδεὶς γὰρ ἀμφιγνοεῖ περὶ ἑαυτοῦ τί δοξάζει, καὶ ταῦτα περὶ τοιούτων· οὗ δ’ ἀμφισβήτησις οὔπω δόξα. Τοιγαροῦν οὐδὲ κατηγορεῖσθαι δικαία, πολλῷ δὲ μᾶλλον οὐδ’ ὁ μηδέπω κεκτημένος αὐτήν. Τοιγαροῦν, εἰ μὴ ταῦτ’ ἐπὶ λέξεως ἐκείνων, ἃ προάγεις αὐτὸς κατ’ ἐκείνων ὡς ἀπηγορευμένα, οὐ γὰρ ἐκεῖνοι συντιθέασι ταῦτα καθ’ ἑξῆς οὕτω, σοὶ φέρει τὴν μέμψιν, εἴ γε μεμπτέα, τῷ ταῦτα συνειλοχότι καὶ μιᾷ φωνῇ περισχόντι τὰ μὴ συμφωνοῦντα, καθάπερ οἴει, πρὸς ἄλληλα. Εἰ δ’ ἐκ τῶν ἐκείνοις εἰρημένων σποράδην ταῦτα συναγείρειν φῄς, κἀκεῖνοί φασιν ἐκ τῶν τοῖς ἁγίοις εἰρημένων συναθροίζειν ἃ λέγουσιν, ὃ καὶ αὐτὸς ἐκείνοις συμμαρτυρεῖς, «τὸ δὲ σπερμολογεῖν», γράφων, «τὰ ἐν τοῖς τῶν ἁγίων συγγράμμασιν, οὐδὲν πρὸς τὸν φανερὸν τῆς εὐσεβείας λόγον», εἰ δὲ «καὶ τὰ σκοτεινὰ» λέγεις ἐκλέγειν αὐτὸς ἐκείνους «καὶ τὰ μήπω ἀκουσθέντα», ἀλλὰ τοῦτο συκοφαντῶν ὡς αὐτό, φασί, δείξει.

Πῶς δὲ τὸ μὲν συλλέγειν ἡμᾶς τὰ σποράδην ἐν τοῖς τῶν ἁγίων συγγράμμασιν οὐδὲν πρὸς τὴν τῶν ἁγίων φανερὰν εὐσέβειαν, τὸ δὲ σὲ συλλέγειν τὰ σποράδην ἐν τοῖς ἡμετέροις συγγράμμασιν οὐκ ἔστιν οὐδὲν πρὸς τὴν ἡμῶν χάριτι Χριστοῦ φανερὰν ὁμολογίαν τε καὶ εὐσέβειαν, καὶ ταῦτα τῆς ἡμέρας πολλάκις πιστεύειν εἰς ἕνα θεὸν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ὁμολογούντων; Ἀλλ’ εἴθε σὺ τὰ σποράδην ἡμῖν γεγραμμένα συνῆγες, ἀλλὰ μὴ προσθήκαις καὶ ὑφαιρέσεσι συμφύρων καὶ παραχαράττων καὶ διατέμνων, καὶ τὰ καλῶς προσηρτημένα παραιρούμενος προὔφερες, ἵν’ αὐτόθεν εἶχες τὸν ἔλεγχον, καθάπερ Βαρλαὰμ ἐκεῖνος ὁ καὶ σοὶ τῆς πλάνης καθηγησάμενος καὶ ἡμᾶς πρὶν ἢ σὺ βιασάμενος λογογραφεῖν τὴν εὐσέβειαν, τῷ καταλογογραφεῖν ἐκεῖνος αὐτῆς ὥσπερ καὶ σὺ μετ’ ἐκεῖνον ἀρτίως. Ἀλλὰ πρῶτον μέν, ὡς ἔφην, σὺ τῶν σῶν ἀπόδειξις ὡς οὐδέν.

Εἶτ’ ἐπεὶ παρὰ τῶν τοῖς ἁγίοις συγγεγραμμένων ἡμεῖς συλλέγομεν, σὺ δὲ τοῦ τε παρ’ ἐκείνων συνειλοχέναι καὶ τῶν παρ’ ἐκείνων ἡμῖν συνειλεγμένων κατηγορεῖς, ἆρ’ οὐκ αὐτόθεν δῆλον ὡς αὐτῶν ἐκείνων τῶν ἁγίων κατηγορεῖς; Δῆλος γὰρ εἶ καὶ τοῖς σοῖς αὐτὸς ἁλίσκῃ πτεροῖς μηδένων ἄλλων ἁπτόμενος ἢ τῶν ἡμῖν περὶ τῶν συγγεγραμμένων τοῖς ἁγίοις ἀπειλημμένων.

Φῂς γὰρ ὡς οὐδὲν ταῦτα πρὸς τὸν φανερὸν τῆς εὐσεβείας λόγον ὡς ἀντικείμενα τούτῳ πάντως. Τί δ’ ἂν καὶ συνεξουθένεις ἐκεῖνα τοῖς παρὰ σοῦ διωκομένοις ἡμῖν, εἰ μὴ τὰ ἡμέτερα συνῇδον ἐκείνοις; Ἐπεὶ δὲ καὶ κατὰ τοὺς ἐνθέους θεολόγους «τοιαύτη ἐστὶν ἑκάστη τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἔμφασις, ὥστε κἂν ἰδιάζῃ τῷ σημαινομένῳ, μηδεμίαν ἔχειν πρὸς τὸ συνονομαζόμενον ἐναντίωσιν», σκεπτέον ἂν εἴη καὶ ταῦθ’ ἃ καθυποβάλλεις ταῖς σαῖς παροινίαις, πῶς καὶ τίνα τρόπον πρὸς ἄλληλα κεκτημένα διατελεῖ τὴν ἀντίθεσιν. Εἰ μὲν γὰρ κατὰ τὸ ἐναντίον ταύτην ἔχει, τοῦτο δέ ἐστι τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, ὄντως ἀσεβὲς καὶ ἀλόγιστον· ἓν γὰρ εἶναι ταῦτα καὶ ἁπλοῦν ἀδύνατον. Εἰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν τὸ μὲν ὑπέρκειται, τὸ δὲ ὑποβέβηκεν ἢ τῇ τάξει ἢ τῷ ἀξιώματι, σὺ δὲ τὰ τοιαῦτ’ ἀπαγορεύεις εἰς ἓν συνάγεσθαι καὶ ἁπλοῦν, Ἀρείου καὶ Εὐνομίου διενήνοχας οὐδέν.

Τοῦτο γὰρ ἑκάτερος αὐτῶν, ὁ μὲν Ἀθανασίῳ τῷ μεγάλῳ προὔφερεν, ὁ δὲ Βασιλείῳ τῷ μετ’ ἐκεῖνον κατ’ ἐκεῖνον μεγάλῳ, πρὸς ὃν καὶ γράφων ὁ μέγας οὗτος «δευτερεύειν μέν» φησι «τὸν υἱὸν τοῦ πατρός, καὶ τὸ πνεῦμα ὑποβεβηκέναι τὸν υἱὸν τῇ τάξει καὶ τῷ ἀξιώματι, ἀλλ’ οὐχὶ καὶ τῇ φύσει», τουτέστιν οὐ κατὰ τὸ ἄκτιστόν τε καὶ κτιστόν· τὸ γὰρ κατὰ φύσιν ὑποβεβηκὸς τὸ ἄκτιστον, κτιστῆς ἐξ ἀνάγκης φύσεώς ἐστιν. Εἰ δὲ σὺ τὴν θείαν φύσιν καὶ τὴν μὴ ἐν ἰδίᾳ ὑποστάσει οὖσαν τῆς θείας φύσεως ἐνέργειαν, ὅτι μήτε χωριστὴ τῆς φύσεώς ἐστι, καὶ τὴν φύσιν ὑποβέβηκε τῇ τάξει, τῆς γὰρ κινήσεως προηγεῖται τάξει τὸ κινούμενον, εἰ τοίνυν σύνθετα λέγεις εἶναι ταῦτα, διὰ τοῦτο καὶ συνελθεῖν εἰς ἓν καὶ ἁπλοῦν ἀπαγορεύεις, συναπαγορεύεις, εὖ ἴσθι, καὶ πολλῷ μᾶλλον ὥσπερ ἐκ περιουσίας τὸν υἱὸν καὶ τὸ πνεῦμα μετὰ τοῦ πατρὸς εἰς ἕνα καὶ ἁπλοῦν συνάγεσθαι θεόν, ἐπεὶ μετὰ τοῦ ὑπερκεῖσθαι καὶ ὑποβεβηκέναι, κατὰ τὸν μέγαν Βασίλειον, καὶ ἐν ἰδίᾳ ὑποστάσει τούτων ἕκαστόν ἐστι.

Ὅτι δ’ ἡμεῖς οἱ παρὰ σοῦ διωκόμενοι κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ἀλλ’ οὐχὶ κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον τὸ ὑποβεβηκός, ταυτὸν δ’ εἰπεῖν τὸ ὑφειμένον καὶ ὑπερκείμενον ἔφημεν, μᾶλλον δὲ τοῦ Βαρλαὰμ εἰπόντος, πρὸς μὲν τὴν λέξιν ἀντειπεῖν οὐκ ἠξιώσαμεν ἡμεῖς, πρὸς δὲ τὴν εὐσεβῆ τοῦτο μετηνέγκαμεν διάνοιαν, σὺ μάρτυς αὐτός, ὡς εἰπόντων ἄκτιστον ἡμῶν κατεπεμβαίνων. Τοιγαροῦν καὶ σὺ σαυτῷ τε καὶ ἡμῖν μάρτυς ἀξιόπιστος καὶ ἀπαράγραπτος.

Ἡμῖν μέν, ὡς εὐσεβοῦμεν οὕτω λέγοντες, σαυτῷ δέ, ὡς πᾶν τὸ καθ’ οἱονδήτινα τρόπον ὑποβεβηκὸς ἐπὶ θεοῦ κτιστὸν δοξάζεις. Καὶ νέος Ἄρειος ἐφ’ ἡμῶν ἀναφανείς, εἶθ’ ὑποδὺς τὴν ἀλωπεκὴν καὶ τὸ τῆς ὑποκρίσεως κώδιον, λαφύξασθαι λεληθότως τὰ πρόβατα ποθεῖς τοῦ Χριστοῦ καὶ μεγαλαυχεῖς ὡς ἤδη καταβροχθίσας καὶ τῶν μὴ πεπεισμένων βίᾳ κρατήσας οὐκ εἰδὼς ὡς οἱ τοῦ Χριστοῦ δι’ ἀσθενείας κρατοῦσιν ὄντως· κἂν κακοπαθῶσιν ὡς κακοῦργοι μέχρι δεσμῶν, ἀλλ’ οὐκ ἐπαισχύνονται τὸ μαρτύριον τῆς ἀληθείας, εἰδότες ᾧ πεπιστεύκασι καὶ πεπεισμένοι ὅτι πιστός ἐστιν αὐτοὺς φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ἐπεὶ «καὶ πάντες οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται» νῦν δήπου, «πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι» «καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει», καίτοι περὶ τὴν ἀλήθειαν ἀστοχήσας. Οἵ τε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀντεχόμενοι, «κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσι διδασκάλους τοιούτους, κνηθόμενοι τὴν ἀκοήν».

Κεφ. ιʹ. Μαρτυρίαι τῶν ἁγίων ὅτι ἡ θεία φύσις πηγὴ θείων ἐνεργειῶν ἐστιν, ἐν ᾧ παράστασις σαφὴς ὅτι ἀρειανός ἐστιν ὁ Ἀκίνδυνος. Ὅτι δὲ ἡ οὐσία πηγὴ καὶ αἰτία τῆς ἐνεργείας ἐστὶ δείκνυσιν ὁ λέγων, «πάντα μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης». Ὁ δὲ Νυσσαέων φανότατος φωστήρ, «τίς ἂν λόγος ἐκφράσαι δύναιτο τὴν θείαν ἐνέργειαν, μᾶλλον δὲ τὴν δύναμιν ἀφ’ ἧς ἡ ἐνέργεια, μᾶλλον δὲ τὴν φύσιν ἀφ’ ἧς ἡ δύναμις;». Ὁ δὲ Χρυσόστομος πατὴρ Περὶ ἀκαταλήπτου γράφων, «οἱ προφῆται», φησίν, «οὐ μόνον τί τὴν οὐσίαν ἐστὶν ὁ θεὸς ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτῆς πόση τίς ἐστιν ἀποροῦσι, καίτοι οὐχ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαβεῖν μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς;». Ὁ δὲ μέγας Βασίλειος, «πηγὴν ἀϊδίου ζωῆς» εἰπὼν τὸ πνεῦμα τὸ ἅγιον, μετ’ ὀλίγα τὰ προσόντα τῷ θείῳ πνεύματι ἀϊδίως τε καὶ ἀχωρίστως ἀπαριθμησάμενος, εἶτ’ ἐπάγει, ὡς «ἐκ θεοῦ μέν ἐστι τὸ πνεῦμα, δηλονότι τοῦ πατρός, πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν· ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα, ἐνέργειαι αὐτοῦ εἰσιν». Ὁ δὲ μέγας Ἀθανάσιος, «‘πάντα ὅσα ἔχει», φησίν, «ὁ πατὴρ ἐμά ἐστιν’.

Ἀνάγκη τοίνυν νοεῖν ἡμᾶς ὅτι ἔστιν ἐν τῷ πατρὶ τὸ ἀΐδιον, τὸ αἰώνιον, τὸ ἀθάνατον, τὸ δυνατόν, τὸ προγνωστικόν· ἔστι δὲ αὐτοῦ οὐχ ὡς ἀλλότρια αὐτοῦ, ἀλλ’ ὡς ἐν πηγῇ ἐστιν ἐν αὐτῷ ἀναπαυόμενα». Ἀλλὰ καὶ ὁ Δαμασκηνὸς θεολόγος «πηγὴν σοφίας καὶ προγνώσεως» ἔφη τὸν υἱόν.

Ἡ δὲ ἕκτη τῶν οἰκουμενικῶν συνόδων φασὶν ἐπὶ λέξεως· «πᾶσα φύσις πηγὴ ἐνεργείας ἐστὶ καὶ ταῖς διαφόροις ἐνεργείαις αἱ φυσικαὶ θελήσεις συνδιασχίζονται. Εἰ δὲ δύο φύσεις ἐπὶ Χριστοῦ, πῶς οὐχ ἑκατέρα πηγάσει τὴν ἰδίαν ἐνέργειαν καὶ τὴν θέλησιν καὶ κατάλληλον ἑαυτῇ, ὡς κτιστὴν μὲν εἶναι τῆς κτιστῆς, ἄκτιστον δὲ τῆς ἀκτίστου φύσεως ἐνέργειάν τε καὶ θέλησιν;». Ἆρ’ οὖν καὶ τούτων διθεΐαν ἢ τριθεΐαν κατηγορήσεις, ὡς ἄκτιστον λεγόντων οὐ τὴν οὐσίαν μόνην τοῦ υἱοῦ, ἀλλὰ καὶ τὴν διαφέρουσαν τῆς οὐσίας ὡς αἰτίας ἐξ αὐτῆς πηγαζομένην ἐνέργειάν τε καὶ θέλησιν καὶ μὴ κατὰ σὲ νῦν μὲν ἀναιρούντων θεότητα τῷ μηδὲν διενηνοχέναι κατασκευάζειν ἐκείνας—φεύξεται γὰρ ὅπερ ἐστὶν ἑκατέρα, πρὸς ἀλλήλας μεταχωροῦσαι καὶ σὲ καταλείπουσαι—, νῦν δὲ κατασπώντων εἰς κτίσμα ταύτην τῷ κτιστὴν λέγειν τὴν τῆς θείας οὐσίας ἐνέργειαν—οὐ γὰρ ἄκτιστός ἐστι φύσις ἡ κτιστὴν ἔχουσα τὴν ἐνέργειαν—, ἄλλοτε δ’ αὖ, κατὰ σὲ καὶ τοῦτο, συγχεόντων τὰς ὑποστάσεις καὶ τὸν υἱὸν πατέρα ποιούντων τῷ διατείνεσθαι, καθάπερ σύ, μόνην ἄκτιστον ἐνέργειαν εἶναι τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον; Εἰ γὰρ ὡς ἀκήκοας ὁ υἱὸς πηγάζει τὴν ἄκτιστον ἐνέργειαν καὶ τὴν θέλησιν, καὶ ταῦτα τὴν αὐτὴν ἀπαραλλάκτως τῷ πατρί, σὺ δὲ ταύτας ὡς ἀκτίστους λέγεις πνεῦμα καὶ υἱόν, κατὰ σὲ πατὴρ ἔσται ὁ υἱός, πηγάζει γὰρ αὐτάς. Ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος.

Εἰ κατὰ τὸν μέγαν Βασίλειον «οὐ τῇ φύσει ἀλλὰ τῇ τάξει καὶ τῇ κατ’ αὐτὴν ἀξίᾳ ὁ υἱὸς δευτερεύει τοῦ πατρός, ὅτι ἀπ’ ἐκείνου, καὶ τὸ πνεῦμα τὸν υἱὸν ὑποβέβηκεν», ὡς δι’ αὐτοῦ δηλαδὴ χορηγούμενον, ἕτερον ἄρα θεία φύσις ἀξίας θείας. Σὺ δὲ τὸ διαφέρον ὁπωσδήποτε τῆς θείας φύσεως ἢ καὶ ὑποβεβηκὸς κτιστὸν διδάσκεις εἶναι. Τί οὖν, ἄλλο φῂς ἢ ὅτι ἡ ἀξία τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κτιστή; Οὐχ ὅπως γὰρ διενήνοχεν αὐτῆς, ἀλλὰ καὶ ὑποβέβηκε τὴν θείαν φύσιν, ἣν αὐτὸς ἄκτιστον ἡγῇ μόνην· καὶ μὴν ὁ τὴν θείαν μόνην οὐσίαν ἄκτιστον ἡγούμενος φανερὸς ἀρειανός ἐστιν. Εἰ γὰρ τὴν φύσει προσοῦσαν τάξιν ἐπὶ τοῦ θεοῦ κτιστὴν εἶναι ἀδύνατον, κατὰ δὲ τὴν Ἀκινδύνου θεολογίαν πλὴν τῆς θείας οὐσίας ἕτερον ἄκτιστον οὐδέν, ἡ τάξις αὕτη οὐσία ἔσται τοῦ θεοῦ καὶ κατ’ οὐσίαν ὁ υἱὸς τοῦ πατρὸς δεύτερος ἔσται κατ’ αὐτόν. Τοιγαροῦν, κατὰ τὸν εὐσεβῆ τῆς ἀληθείας λόγον, οὐχ ἡ οὐσία μόνη ἄκτιστός ἐστιν, ἀλλὰ καὶ τὰ φυσικῶς ἐνθεωρούμενα τῇ θείᾳ ὑπερουσιότητι καὶ ἄκτιστα καὶ οὐκ οὐσία.

Κεφ. ιαʹ. Μαρτυρίαι τῶν ἁγίων ὅτι ὑπέρκειται ἡ τοῦ θεοῦ οὐσία τῆς οἰκείας ἀκτίστου ἐνεργείας καὶ τῆς ἁπλότητος οὐκ ἐξίσταται τὸ θεῖον παρὰ τοῦτο, ἐν ᾧ καὶ περὶ τῶν αὐτομετοχῶν. Ὅτι δὲ καὶ ἡ τῆς θείας φύσεως ἐνέργεια, ἧς θεότης ἡ ἐπωνυμία, δευτέρα τῆς φύσεώς ἐστιν, ἄκουσον Ἀθανασίου τοῦ μεγάλου, ὃς ἐγκελεύεταί σοι κατὰ Μακεδονίου γράφων· «γίνωσκε ὅτι τὸ θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως», καὶ προσγράφει τὴν αἰτίαν· «ὅτι μεθεκτὴ μὲν ἡ θεότης, ἡ δ’ οὐσία ἀμέθεκτος. Καὶ ἡμεῖς γάρ», φησίν, «ἐὰν μιμηταὶ γενώμεθα τοῦ θεοῦ, θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Κατ’ ἀρειανῶν δὲ γράφων «εἰ τὸ βούλεσθαι», φησί, «περὶ τῶν μὴ ὄντων διδόασι τῷ θεῷ, διατί τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ θεοῦ; Ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν πατέρα τοῦ ἰδίου λόγου». Καὶ πάλιν· «τὸ μὲν ἀντικείμενον τῇ βουλήσει ἑωράκασιν οἱ ἀρειανοί, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐ τεθεωρήκασιν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν». Ἆρ’ οὖν ἡ τοῦ θεοῦ βούλησις τοῖς κτίσμασίν ἐστιν ἐναρίθμιος ἐπειδήπερ ὑπέρκειται ταύτης τὸ κατὰ φύσιν; Καὶ πῶς ἐβούλετο περὶ τῶν κτισμάτων μήπω ὄντων ὁ θεός, εἰ καὶ τὸ βούλεσθαι τῶν οὕτως ὄντων ἕν;

Ἀλλ’ ὁ αὐτὸς κἀν τῇ συνόδῳ πρὸς Ἄρειον ἀποτεινόμενός φησιν, «οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτήρ, ‘πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι’». Καὶ τίνα ταῦτα μικρὸν ἀνωτέρω τὸν αὐτὸν προὔθηκεν ὁ λόγος ἀπαριθμούμενον.

Ὁ δὲ μέγας Βασίλειος τῶν ἀπηριθμημένων τούτων μείζονα ἔφη τὸν πατέρα. Γράφων γὰρ πρὸς τοὺς λέγοντας μὴ εἰδέναι τὸν υἱὸν τὰ τοῦ πατρὸς πάντα, προάγει τὴν δεσποτικὴν φωνήν· «καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα», καὶ ἐπάγει προστιθείς, «εἰ ἕτερον τὸ τὸν πατέρα εἰδέναι καὶ ἕτερον τὸ τὰ τοῦ πατρός, μεῖζον δὲ τὸ εἰδέναι τὸν πατέρα, καθ’ ὅσον ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μείζων, ὁ τὸ μεῖζον εἰδώς—‘οὐδεὶς γάρ’, φησίν, ‘οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς’—πῶς τὸ ἔλαττον οὐκ ᾔδει;». Τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ θεῖος Κύριλλος τὴν πρόγνωσιν τοῦ τῆς κτίσεως τέλους ἔχειν καὶ τὸν υἱὸν κατασκευάζων «εἰ πάσης γνώσεως», φησίν, «ὑπεραναβέβηκε τὸ γινώσκειν τὸν πατέρα, πῶς ὁ τὸ μεῖζον εἰδὼς ἀγνοήσει τὸ ἔλαττον;», Ὁ δὲ ἅγιος Μάξιμος ἐν τοῖς Περὶ ἀγάπης κεφαλαίοις, «ὁ θεός», φησίν, «αὐτοΰπαρξις ὢν καὶ αὐτοαγαθότης καὶ αὐτοσοφία, μᾶλλον δέ, ἀληθέστερον εἰπεῖν, καὶ ὑπὲρ ταῦτα πάντα, οὐδὲν ἔχει τὸ σύνολον ἐναντίον». Τί οὖν; Τὴν θείαν πρόγνωσιν καὶ τὴν αὐτοΰπαρξιν καὶ τὰ τοιαῦτα—διότι καὶ τὰ μείζω καὶ ὑπερκείμενα τούτων ἐνθεωρεῖται τῷ θεῷ— ταῦθ’ ἡμεῖς τοῖς κτιστοῖς συναριθμήσομεν, σοὶ πεισθέντες διδάσκοντι πᾶν τὸ καθ’ οἱονδήτινα τρόπον ὑποβεβηκὸς κτιστὸν νομίζειν καὶ τὸ κομψὸν ἐκεῖνο προκομίζοντι φρενοβλαβῶς, «εἰ μὲν ὑφειμένον οὐκ ἄκτιστον, εἰ δ’ ἄκτιστον πῶς ὑφειμένον»;

Τῷ γὰρ καὶ μετρίως ἐπεσκεμμένῳ περὶ τίνος ὁ λόγος καὶ τίς ὁ τρόπος τῆς κατ’ αὐτὸν ὑπερθέσεως, ταυτὸν δ’ εἰπεῖν ὑφέσεως—συνεισάγει γὰρ ἐξ ἀνάγκης ἄλληλα—τῷ τοίνυν ἐπισκεψαμένῳ τὸν λόγον τοῦ χάριν, οὐ χάριεν, ἀλλὰ καταγέλαστον τοῦτό σου φανεῖται τὸ κομψὸν ὡς ἀμφίκρημνον μέν, ἀλλὰ σὲ τὸν εἰρηκότα πέμπον ἑκατέρωθεν εἰς τὸ βάραθρον.

Ἀλλὰ γὰρ καὶ τοῦ μεγάλου Διονυσίου γράφοντος, «οὐκ ἐκφράσαι τὴν αὐτοϋπερούσιον ἀγαθότητα ὁ λόγος ἐπαγγέλλεται, τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα, ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ». Ταύτην ἄρα σὺ τὴν πάντων αἰτίαν πρόνοιαν καὶ ἀγαθότητα κτιστὴν ἐρεῖς, ὅτι ταύτης ἡ αὐτοϋπερούσιος ἀγαθότης ὑπέρκειται; Καὶ πάλιν τοῦ αὐτοῦ Γαΐῳ ἐπιστέλλοντος, ὃ καὶ πολλαχοῦ πολλάκις εἴπομεν, ὡς «ὁ θεὸς καὶ ὑπέρθεός ἐστι, τῆς θεαρχίας καὶ τῆς ἀγαθαρχίας καὶ τῆς θεοποιούσης θεότητος ὢν ἐπέκεινα ὡς ὑπεράρχιος».

Ἆρα σὺ τὴν θεότητα ταύτην μετὰ τῶν κτιστῶν θήσεις οὐδὲ τῆς θεαρχίας καὶ ἀγαθαρχίας τὸ ὕψος φοβηθείς, ὃ μηδὲ τῶν αἱρετικῶν ἐτόλμησέ τις φάναι μέχρι νῦν; Ἢ σὲ κατασπᾷ προσκείμενον τὸ ἀμίμητον τοῦ ὑπερθέου μίμημα, διεστηκὸς ὡς ἔοικε διαφερόντως τῆς σῆς γνώμης καὶ τῆς γνώσεως; Ἀλλ’ ἄκουσον καὶ ἄκτιστον μίμημα καὶ προσάγαγέ ποτε τῇ ἀληθείᾳ τὴν σὴν διάνοιαν. Φησὶ γὰρ ἐν τῷ δευτέρῳ τῶν περὶ υἱοῦ ὁ θεολόγος Γρηγόριος, «εἰκὼν ὁ υἱὸς τοῦ πατρὸς ὡς ὁμοούσιος, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου πατήρ. Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται· πλὴν ὅτι καὶ πλεῖον ἐνταῦθα».

Ἀλλ’ ὁ μέγας ἐκεῖνος καὶ τὰς μετοχὰς ὡς μὴ μετεχούσας ἀλλὰ μετεχομένας μετὰ τῶν ἀκτίστων τιθείς, εἶτά φησι· «πάντων τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὑπεριδρύσθαι τὸν ἀμέθεκτον αἴτιον». Μετοχαὶ δέ εἰσιν, ἃς καὶ ὁ ἅγιος ἔφη Μάξιμος, «ἡ αὐτοΰπαρξις, ἡ αὐτοαγαθότης, ἡ αὐτοσοφία» καὶ τὰ παραπλήσια τούτοις, ἃ κἀκεῖνος ἔφη τὸν θεόν, καὶ ὑπὲρ ἃ πάλιν τρόπον ἕτερον ἔφη τὸν θεόν. Ἆρ’ οὖν καὶ οὗτοι πάντες ἐξ ὑπερκειμένου καὶ ὑφειμένου συντιθέασι τὸ θεῖον, ὃ καὶ δι’ ὃ κατηγορεῖς ἡμῶν; Εἰ δέ τις φαίη μόνην τὴν αὐτοΰπαρξιν εἶναι μετοχήν, ὡς μόνην μὴ μετέχουσαν ἀλλὰ μετεχομένην μόνον, αἱ γὰρ ἄλλαι μετέχουσιν αὐτῆς, οὐδὲν ὁ λόγος λυμαίνεται τῇ παρ’ ἡμῶν ὑμνουμένῃ τοῦ θεοῦ ὑπεροχῇ· καὶ ταύτης γὰρ τῆς μετεχούσης μηδαμῇ μηδαμῶς αὐτοϋπάρξεως ὑπέρκειται τὸ θεῖον. Γνώτω δ’ ὅμως ὁ κἀκεῖνο λέγων ὡς οὐ συνετῶς καὶ περὶ τῶν ἄλλων μετοχῶν διανοεῖται· τὰ γὰρ ζῶντα ἢ τὰ ἅγια ἢ τὰ ἀγαθὰ οὐ διὰ τὸ ἁπλῶς εἶναι καὶ τῆς αὐτοϋπάρξεως μετέχειν ζῆν λέγεται μεθέξει καὶ ἁγιάζεσθαι καὶ ἀγαθύνεσθαι, ἀλλὰ τῷ τῆς αὐτοζωῆς μετέχειν καὶ αὐτοαγιότητος καὶ αὐτοαγαθότητος. Ἡ δὲ αὐτοζωὴ καὶ τ’ ἄλλα τὰ τοιαῦτα οὐκ ἄλλης αὐτοζωῆς μεθέξει γίνεται αὐτοζωή· διὸ καὶ καθὸ αὐτοζωὴ τῶν μετεχομένων ἀλλ’ οὐ τῶν μετεχόντων ἐστί. Τὸ δὲ μὴ μετέχον ζωῆς, ἀλλ’ αὐτὸ μετεχόμενον καὶ ζωοποιοῦν τὰ ζῶντα, πῶς ἂν εἴη κτίσμα;

Κἀπὶ τῶν ἄλλων μετοχῶν ὁμοίως. Ὁ δ’ οὐρανόφρων ἐκεῖνος καὶ περιεκτικώτατα πάλιν ἀλλαχοῦ τὴν ὑπερεξῃρημένην ἐκείνην ὕμνησεν ὑπεροχήν, «καὶ πάντα», λέγων, «ἀποφάσκομεν καὶ πάντα καταφάσκομεν ἐπὶ θεοῦ καὶ αἱ ἀφαιρέσεις ὑπερέχουσι τῶν θέσεων. Αὐτὸς δὲ πάλιν καὶ ὑπὲρ πᾶσαν οὐ μόνον θέσιν, ἀλλὰ καὶ ἀφαίρεσίν ἐστιν». Εἰ τοίνυν πάντα ἐστὶ καὶ ὑπὲρ πάντα ἐστί, καὶ ἔτι ὑπὲρ τοῦτο, καὶ τὸ εἶναι εἷς οὐκ ἀποβάλλει διὰ ταῦτα, πῶς ἐπ’ αὐτοῦ τὸ καθ’ οἱονδήτινα τρόπον ὑποβεβηκὸς καὶ ὑπερκείμενον ἀφαιρήσεται τὸ ἁπλοῦν τοῦ θεοῦ καὶ ἑνιαῖον; Ἡμεῖς οὖν ἀγαθὸν καὶ ὑπεράγαθον ἴσμεν τὸν θεόν, θεόν τε καὶ ὑπέρθεον, ἀρχήν τε καὶ ὑπεράρχιον καὶ ἁπλῶς ὄντα τε καὶ ὑπερόντα καὶ ἔτι ὑπὲρ ταῦτα πάντα. Καὶ οὔτε ὡς ὄντα καὶ ἀρχὴν ὄντα, ἀγαθόν τε καὶ θεὸν καὶ τὰ τοιαῦτα, τοῖς κτιστοῖς συναριθμοῦμεν, οὔθ’ ὡς ὑπερκείμενον ἀγαθότητός τε καὶ θεότητος καὶ τῶν παραπλησίων, ἀλλ’ οὐδ’ ὡς καὶ τοῦ ὑπερκειμένου τούτου ἐπέκεινα θεολογούμενον. Καὶ τῆς μὲν ἀγαθότητος ἅπαντα μετέχει τοῦ θεοῦ, ἔστι δ’ ἃ καὶ τῆς θεότητος καὶ τῶν παραπλησίων, τοῦ δ’ ἐπέκεινα τούτων οὐδαμῶς. Ἀλλὰ καὶ οὕτως εἷς ἡμῖν θεός ἐστι, μίαν ἔχων καὶ ἁπλῆν θεότητα· οὐκ ἐν οὐσίᾳ δὲ μόνον, ἀλλ’ ἐν τῇ διὰ πάντων τελειότητι θεωρουμένην.

Τίνων τούτων; Αὐτεξουσιότητος, ἁπλότητος, σοφίας, δημιουργικῆς, θεοποιοῦ, θελητικῆς δυνάμεως καὶ τῶν ὁμοίων, μήτε συγχεομένων πρὸς ἀλλήλας, μήτε τοῖς κτιστοῖς συντεταγμένων, ὅτι διαφέρουσιν ἀλλήλων.