Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Γ΄, Κεφάλαια 1-7: Η μετοχή στη θεοποιό χάρη και η ορθόδοξη χριστολογία

Εισαγωγή στον τρίτο λόγο με ανάλυση της πατερικής διδασκαλίας περί της θεώσεως διά της θείας χάριτος, καθώς και προβολή της ορθόδοξης χριστολογίας έναντι των αιρετικών παρερμηνειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> <ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΑ ΤΩ ΑΚΙΝΔΥΝΩ ΚΑΤΑ ΤΗΣ ΤΟΥ ΘΕΟΥ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ ΚΑΙ ΤΩΝ ΥΠ’ ΑΥΤΗΣ ΚΕΧΑΡΙΤΩΜΕΝΩΝ ΘΕΙΩΣ ΣΥΓΓΕΓΡΑΜΜΕΝΑ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΤΡΙΤΟΣ Κεφ. αʹ. Ὅτι οὐκ ἀπεικότως παρῆλθε τὸν Βαρλαὰμ ὁ Ἀκίνδυνος τῷ ἀνακολούθῳ τῶν λόγων καὶ τῇ ποικίλῃ κατ’ αὐτοὺς ἀπάτῃ καὶ συκοφαντίᾳ. Φιλονεικοῦσι μὲν οὖν ἀλλήλους ὑπερβαλέσθαι τῇ πρὸς θεὸν βλασφημίᾳ Βαρλαὰμ καὶ Ἀκίνδυνος. Αὕτη δὲ μηδεμίαν ὑπερβολὴν ἀπολείπουσα τῷ καθ’ ἑαυτὴν ἐφαμίλλους ἀμφοτέρους παρίστησι· τήν γε μὴν κακοήθειαν καὶ τὴν ἐξ ἀπονοίας ἢ ἀπορίας ἀναίδειαν καὶ τὸ ἐξ ἀνοίας ἢ ἐθελοκακίας ἀνακόλουθον τῶν ῥημάτων καὶ νοημάτων, κατὰ ταῦτα δὴ πολλῷ τῷ μέτρῳ παρελαύνει τὸν Βαρλαὰμ ὁ Ἀκίνδυνος.

Τῇ γὰρ σκαιωρίᾳ τῶν τρόπων καὶ τῇ ψευδορρήμονι γλώττῃ καὶ τῇ ψευδογράφῳ χειρὶ κἀκεῖνον οὗτος οὐκ ἀπεικότως ἀπέκρυψε· μαθητὴς γὰρ ὢν ἐκείνου τὴν πονηρὰν ταύτην δόξαν, δεξιὸς μέντοι καὶ κατηρτισμένος εἴπερ τις, ὡς ὁ διδάσκαλος γέγονε κατὰ τὴν θεσπεσίαν ψῆφον.

Ἐπεὶ δ’ ἑκὼν ἐξωρχήσατο τὴν τῆς εὐσεβείας ἀλήθειαν, ἣν ἐκείνου μὲν πρότερος καὶ μᾶλλον ἔγνω, παρ’ ἡμᾶς εἰ καὶ μὴ διὰ τέλους φοιτήσας, οὐκ ἐδοκίμασε δὲ τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει κατὰ Παῦλον εἰπεῖν, ἀλλὰ γνοὺς τῶν περὶ θεοῦ δογμάτων τὴν ἀλήθειαν, οὐχ ὡς θείαν ἀλήθειαν ἐδόξασεν ἢ ἐσεβάσθη, παρέδωκεν αὐτὸν ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, λαλεῖν τε καὶ γράφειν οὐ τὰ μὴ ἀνήκοντα μόνον, ἀλλὰ μηδ’ ἑαυτοῖς συμβαίνειν δυνάμενα καὶ συναινεῖν ἀλλήλοις, ὅτι μὴ τῇ πρὸς τὸ πονηρὸν ἀποσκοπήσει καὶ τῇ μανικῇ διαθέσει τε καὶ ἀντιθέσει πρὸς τὴν ἀλήθειαν· τοῦτο γὰρ οἷά τις μίτος συμπαρεκτείνεταί οἱ παντὶ τῷ τῶν συγγραμμάτων ὑφάσματι.

Κεφ. βʹ. Ὅτι καὶ ὁ Βαρλαάμ, ἐκ τοῦ τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ὀφθῆναι κτιστὸν ἐπεχείρει δεικνύναι τὸ θειότατον φῶς καὶ ὅπως ἐξηλέγχθη. Καὶ τοίνυν ὁ μὲν Βαρλαὰμ κτιστὴν ἐτίθει τὴν θείαν ἔλλαμψιν, τὴν ἀκήρατον ἐκείνην χάριν, τὸ ἀπόρρητον ἐκεῖνο φῶς, τεκμηρίῳ πρὸς τοῖς ἄλλοις καὶ τούτῳ χρώμενος, ὅτι καὶ τὸ φῶς ἐκεῖνο σωματικοῖς ὦπται ὀφθαλμοῖς καὶ διὰ τοῦτο πιστούμενος κτιστὴν εἶναι τὴν λαμπρότητα ἐκείνην ὡς αὐτὸς ἐνόμιζεν.

Ἡμῶν δὲ πρὸς τὸ τῆς ψευδωνύμου γνώσεως τοῦτο λῆμμα τὸ τῆς ἀληθοῦς γνώσεως φῶς ὑπὲρ τοῦ τῆς αὐτοαληθείας φωτὸς ἀντιπαρεξαγόντων, ὡς ὤφθη μὲν ἔσθ’ ὅτε καὶ ὀφθαλμοῖς σώματος ἐκεῖνο τὸ φῶς, ἀλλ’ οὐχὶ τῇ κτιστῇ καὶ κατ’ αὐτοὺς αἰσθητικῇ δυνάμει—μετασκευασθεῖσι γὰρ ὑπὸ τοῦ πνεύματος ὦπται· τοῦτο γὰρ αὐτὸ τὸ σῶμα κἀν τῷ μέλλοντι αἰῶνι συνδιαιωνίσει θεώμενον τὸ φῶς ἐκεῖνο, ἀλλὰ πνευματικὸν γεγονὸς ὡς ὁ ἀπόστολος ὑφηγήσατο—ταῦτα λεγόντων ἡμῶν, καὶ πρὸς τούτοις κἀκεῖνο δεικνύντων, μᾶλλον δὲ καὶ τοῦτο τοὺς πατέρας προδεικνύντων φανερῶς λέγοντας, ὡς οἱ κατηξιωμένοι τῆς κοινωνίας ἐκείνης καὶ γεγονότες ἐν μεθέξει τῆς ἀκτίστου χάριτος οὐ κατασπῶσιν αὐτήν, ἀλλ’ αὐτοὶ μᾶλλον πρὸς τὴν ἐκείνης ἀνιᾶσιν ἀξίαν—πῶς οὖν οὐκ ἄκτιστος ἡ χάρις, δι’ ἣν οἱ μετεσχηκότες αὐτῆς ἄναρχοι κατ’ αὐτὴν καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι παρὰ τῶν πατέρων προσηγορεύθησαν; — τίνα καὶ πρὸς ταῦτα ὁ Ἀκίνδυνος ἀντικείμενος καὶ τὴν τοῦ Βαρλαὰμ ἧτταν ἀναπαλαῖσαι φιλοτιμούμενος, εἰπεῖν τε καὶ γραφῇ παραδοῦναι τετόλμηκεν, ἀκούσατε καὶ τὸν ἄνδρα θαυμάσατε τῆς περὶ τὰ θεῖα σοφίας ἢ εὐλαβείας ἢ ἀκριβείας ἢ οὐκ οἶδ’ ὅ,τι φῶ, τῇ μεγαλοφυΐᾳ τῶν ἐφόδων ἐκείνου κατάλληλον.

Μᾶλλον δὲ αὐτῶν χρεὼν πρότερον ἀκοῦσαι τῶν ἁγίων φωνῶν, αἷς ἡμεῖς χρησάμενοι τηνικαῦτα, τὸν πρότερον ἐναριθμοῦντα τοῖς κτίσμασι τὴν ἀπόρρητον χάριν ἥκιστα συνᾴδοντα τῷ χορῷ τῶν κεχαριτωμένων ἐδείξαμεν.

Κεφ. γʹ. Μαρτυρίαι τῶν ἁγίων δεικνῦσαι ὡς οἱ τῆς θείας χάριτος ἐν μεθέξει γενόμενοι ἄναρχοι καὶ ἀτελεύτητοι κατ’ αὐτὴν εἶναι λέγονται. Φησὶ τοίνυν Μάξιμος ὁ τὰ θεῖα πολύς· «πάντα τὰ μετὰ θεὸν πράγματα καὶ ὀνόματα καὶ ἀξιώματα ὑποκάτω τῶν ἐν τῷ θεῷ διὰ τῆς χάριτος γενησομένων ἔσται· καὶ γὰρ εἴπερ κληρονομία τῶν ἀξίων αὐτός ἐστιν ὁ θεός, ὑπὲρ πάντας αἰῶνας καὶ χρόνους καὶ τόπους ὁ ταύτης ἀξιούμενος τῆς χάριτος ἔσται». Καὶ πάλιν, «ὁ τοῦ ἀεὶ εὖ εἶναι λόγος κατὰ χάριν τοῖς ἀξίοις παραγίνεται, τὸν θεὸν ἐπιφερόμενος τὸν πάσης ἀρχῆς καὶ τέλους κατὰ φύσιν ἀνώτερον, ποιοῦντα τοὺς ἀρχὴν ἔχοντας κατὰ φύσιν καὶ τέλος ἀνάρχους κατὰ χάριν καὶ ἀτελευτήτους». Καὶ πάλιν, «πάντα ὅσα ὁ θεός, καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Καὶ πάλιν, «μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων ἀναγέγραπται ὁ μέγας Μελχισεδέκ, οὐ διὰ τὴν φύσιν τὴν κτιστήν, δι’ ἣν τοῦ εἶναι ἤρξατο καὶ ἔληξεν, ἀλλὰ διὰ τὴν χάριν τὴν θείαν καὶ ἄκτιστον καὶ ἀεὶ οὖσαν ὑπὲρ πᾶσαν φύσιν καὶ πάντα χρόνον ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ».

Ὁ δ’ ἀκριβὴς οὐδὲν ἧττον ἢ πολὺς κατὰ πάντα μέγας Βασίλειος, «τὸ κινηθέν», φησί, «κίνησιν ἀΐδιον ὑπὸ πνεύματος ἁγίου, ζῶον ἅγιον ἐγένετο· ἔσχε δὲ ἀξίαν ἄνθρωπος, πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, προφήτου, ἀποστόλου, ἀγγέλου θεοῦ, πρότερον ὢν γῆ καὶ σποδός». Καὶ πάλιν, «διὰ πνεύματος ἁγίου κοινωνὸν γενέσθαι τῆς χάριτος τοῦ Χριστοῦ, τέκνον φωτὸς χρηματίζειν, δόξης ἀϊδίου μετέχειν».

Καὶ πάλιν, «ἣν προΐεται ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ πνεῦμα οὐ χωρίζεται αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐν ἑαυτῷ ἔχει τὴν ζωὴν καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι». Ὁ δὲ μέγας Ἀθανάσιος ἐν τοῖς Πρὸς Ἀπολινάριον λόγοις «ἐπουράνιός ἐστι», φησίν, «ἄνθρωπος ὁ κύριος, οὐχ ὡς ἐξ οὐρανοῦ τὴν σάρκα ἐπιδειξάμενος, ἀλλὰ τὴν ἐκ γῆς ἐπουράνιον συστησάμενος· διὸ καὶ ‘οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι’ κατὰ τὴν αὐτοῦ μετοχὴν τῆς ἁγιότητος».

Ὁ δὲ Νύσσης θεῖος Γρηγόριος «ἐκβαίνει», φησί, «τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος, ἀθάνατος ἐκ θνητοῦ καὶ ἐξ ἐπικήρου ἀκήρατος καὶ ἐξ ἐφημέρου ἀΐδιος καὶ τὸ ὅλον θεὸς ἐξ ἀνθρώπου γινόμενος· ὁ γὰρ θεοῦ υἱὸς γενέσθαι καταξιωθείς, ἕξει πάντως ἐν ἑαυτῷ τοῦ πατρὸς τὸ ἀξίωμα καὶ πάντων γίνεται τῶν πατρικῶν ἀγαθῶν κληρονόμος». Ἀλλὰ καὶ ὁ θεῖος αὖθις Μάξιμος, «πᾶς τοιγαροῦν», φησίν, «ὃς τὰ μέλη νεκρώσας τὰ ἐπὶ γῆς καὶ ἀρνησάμενος πάντα τὰ τῆς σαρκὸς καὶ τοῦ κόσμου γνωρίσματα τῆς θείας ἕνεκεν χάριτος, ζῶντα καὶ ἐνεργοῦντα μονώτατον τὸν τοῦ θεοῦ λόγον κέκτηται καὶ μηδὲν τὸ παράπαν τῆς αὐτοῦ παρουσίας ἄμοιρον ἔχει, γέγονε καὶ ἄναρχος καὶ ἀτελεύτητος, τὴν χρονικὴν μηκέτι φέρων ζωὴν τὴν ἀρχὴν καὶ τέλος ἔχουσαν».

Κεφ. δʹ. Ῥήσεις τοῦ Ἀκινδύνου ἀντικείμεναι ταῖς ῥήσεσι τῶν ἁγίων ταύταις καὶ διαβολαὶ πρὸς τοὺς ἁγίους ὡς εἰς τὸν Παλαμᾶν, οὗ πάλιν ἀντίθεσις τῶν ἁγίων ὑπεραπολογουμένη καὶ τὸ εὐσεβὲς παριστᾶσα. Ταῦτα τῶν ἁγίων φανερῶς καὶ συμφώνως ἀλλήλοις συγγραφομένων, ἡμῶν τε νῦν, οἷς ἐχαρίσθη τῆς τοῦ θεοῦ χάριτος ὑπεραγωνίζεσθαι, μαρτυρίας ἕνεκα προκομιζόντων πρὸς τοὺς κτιστὴν ταύτην ὑπειληφότας, ὁ Ἀκίνδυνος οὐ κατεπλάγη τὸ ὕψος τῆς καὶ τοὺς μετόχους αὐτῆς ἄνω τιθείσης ὑπερφυῶς θείας χάριτος ἐκ τῶν εἰρημένων ἀποδεικνύμενον· ἀλλ’ εἰς αὐτὴν καὶ τοὺς δι’ αὐτὴν ἁγίους ὑβρίζειν ᾑρημένος καθάπαξ καὶ βλασφημεῖν, εἶτα χριστιανῶν δεδιὼς ἀκοάς, αἷς σεπτὸν ἅπαν καὶ πιστὸν δόγμα τῶν θεοσόφων, ὑποκριθεὶς ἐμὲ βάλλειν ταῖς λοιδορίαις ὡς πρὸς κατηγορίαν ἁλώσιμον, οἷα πρὸς ἐκείνους ἄντικρυς γράφει τοὺς θεοφόρους, βαβαὶ τῆς ἐξουσίας καὶ τῆς δυνάμεως, ὅτι «καὶ τὰ φανερώτατα κτίσματα καὶ σεαυτὸν ὡς ἄνδρα πνευματικὸν ἀπέδειξας ἄναρχόν τε καὶ ἄκτιστον, ὃ μόνου θεοῦ ἴδιον ἠπιστάμεθα πρότερον. Τί ταύτης γένοιτ’ ἂν τῆς ἀπονοίας λαμπρότερον;».

Ἆρ’ οὐ δικαιότατα πρὸς αὐτὸν ἡμεῖς ἀνθυπενέγκαιμεν ἄν, ὦ μηδὲν ἄλλο μελετήσας ἢ διαβολὴν καὶ ψεῦδος καὶ συκοφαντίαν; Πῶς γὰρ ἡμῶν τὰ τῶν ἁγίων ἐκεῖ προθέντων καὶ μηδὲν προσθέντων παρ’ ἡμῶν αὐτῶν, σὺ τὰ σοὶ δεδογμένα μεμπτέα πρὸς ἡμᾶς μεταφέρεις καὶ τοῦ λόγου κατατρέχεις ὡς ἡμετέρου τῆς ἀληθείας κατειρωνευόμενος ἐπὶ τοσοῦτον ἀνέδην; Πῶς δὲ τοὺς ἀρχὴν ἔχοντας κατὰ τὴν φύσιν, «ἀνάρχους» γεγονότας ἀκηκοὼς τῇ κοινωνίᾳ τῆς χάριτος καὶ ὑπὲρ «πάντας αἰῶνας καὶ χρόνους καὶ τόπους» ὄντας, οὐ κατὰ φύσιν οὐδὲ διὰ φύσιν οἰκείαν, ἀλλὰ κατὰ τὴν χάριν καὶ διὰ τὴν χάριν τὴν θείαν καὶ ἄκτιστον, καὶ ὡς οἱ τεθεωμένοι ζωὴν ζῶσι θείαν τε καὶ ἀΐδιον, τῆς προϊούσης μέν, μὴ χωριζομένης δὲ τοῦ θείου πνεύματος μετεσχηκότες ζωῆς, κατὰ τὸν εἰπόντα, «ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός»; Πῶς ταῦτ’ ἀκούσας, εἶτ’ ἐμοῦ τε κἀκείνων κατηγορεῖς ὡς ἄκτιστον εἰπόντων τὴν φανερῶς κτιστὴν οὖσαν ἀνθρωπίνην φύσιν καὶ παρ’ ἐκείνων φανερῶς εἰρημένην τοιαύτην; Πῶς δὲ καὶ αὐτὸς ἑκὼν ἄκων πνευματικοὺς ὀνομάζειν ἀξιῶν τοὺς ἠξιωμένους ἐκείνης τῆς ἀξίας καὶ χάριτος, οὐδ’ ἀπὸ τοῦ ὀνόματος ἐναγόμενος τούτου— θεϊκὸν γὰρ τὸ πνευματικόν—ἐπὶ ποσὸν γοῦν ἐν περινοίᾳ γέγονας τοῦ μεγαλείου τῆς ἀκηράτου καὶ ἀπορρήτου χάριτος ἐκείνης καὶ τῶν ὑπ’ αὐτῆς κεχαριτωμένων θείως;

Ὄντως τῆς σῆς ἀνοίας περιφανέστερον οὐδέν· ὃς οὐδὲ τοῦτο συνιδεῖν ἐδυνήθης, ὡς καθάπερ ἡμεῖς καὶ σῶμα περικείμεθα καὶ ἀσώματοι κατὰ ψυχὴν ἐσμέν, οὕτω καὶ οἱ ἅγιοι, κτιστοὶ ὄντες κατὰ τὴν οἰκείαν φύσιν, ἄκτιστοί τε καὶ ἄναρχοι κέκληνται διὰ τὴν ἐπαναπεπαυμένην αὐτοῖς καὶ συνεσομένην εἰς αἰῶνας ἄκτιστον χάριν τοῦ θεοῦ. «Καὶ ψυχὴν γὰρ καὶ λόγον καὶ νοῦν καὶ πνεῦμα ἅγιον ὁ αὐτὸς ἐχώρησα», φησὶν ὁ θεολόγος Γρηγόριος. Ὡς οὖν διὰ τὸν λόγον λογικός, οὕτω διὰ τὴν ἐμφιλοχωρήσασαν τοῦ πνεύματος χάριν ὑπερφυὴς καὶ θεῖος καὶ πνευματικός. Τὸ δὲ τῆς σῆς ἀπονοίας ὅσον, ὅτι τῶν εἰρημένων Βασιλείῳ τῷ μεγάλῳ καὶ Γρηγορίῳ καὶ Μαξίμῳ τῷ σεπτῷ καὶ κοινῇ πᾶσι τοῖς ζῶσιν ἐν συγγράμμασι πατράσι φανερῶς ἐπιλαμβάνεσθαι τολμᾷς. Πόση δ’ αὖ τῆς βασκανίας ἡ ὑπερβολή, ἀφ’ ἧς τῷ Παλαμᾷ προστριβόμενος διατελεῖς τὰ κακῶς ἐν τούτοις ἔχειν σοὶ δοκοῦντα;

Τὸ δὲ καὶ σὺν δόλῳ πείθειν τοὺς ἄλλους ἐγχειρεῖν, ὡς ἂν κοινωνοὺς σχοίης ἐπ’ ὀλέθρῳ, διαβολικὸν ἄντικρύς ἐστιν. «Ἀλλὰ τοῦθ’ ὅ», φησί, «λέγετε νῦν ὑμεῖς, ὡς οἱ μέτοχοι τῆς τοῦ πνεύματος χάριτος ἄκτιστοι καὶ ἄναρχοι καὶ οὐράνιοι γίνονται, περὶ τοῦ ἀνθρωπίνου τις εἰπὼν τοῦ Χριστοῦ, ἀπεβλήθη τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. Καὶ νῦν αἱρετικὸν τὸ τοιοῦτον δόγμα τῇ ἐκκλησίᾳ λελόγισται καὶ τοῖς ὑπὲρ εὐσεβείας λόγοις εὐθύνας ἔδωκεν ἀξιολόγους».

Κεφ. εʹ. Ὅτι τὴν προσγεγονυῖαν ἀξίαν τῷ παρ’ ἡμῶν δεσποτικῷ προσλήμματι καὶ παρ’ αὐτοῦ τοῦ κυρίου εἰρημένην καὶ παρὰ Παύλου κεκηρυγμένην καὶ τῶν μετ’ αὐτὸν θεοειδῶν ἀθετῶν, ἐξ ὧν φησιν ὁ Ἀκίνδυνος, ἄθεος ἀναφαίνεται πάλιν. Πρῶτον μέν, τίς ἡ ἀκολουθία τοὺς μὴ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἀλλὰ κατὰ τὴν θείαν χάριν οὐρανίους καὶ ἀϊδίους τοὺς ἁγίους προσειρηκότας, τοῖς τὸ ἀνθρώπινον ἀΐδιον εἰποῦσι τοῦ Χριστοῦ συντάττειν καὶ ὑπὸ τὰς αὐτὰς εὐθύνας ἄγειν; Σὺ γὰρ ἡμᾶς οὐδὲ τὸν Χριστὸν κατὰ τὴν θεότητα προαιώνιον δοξάζειν συγχωρήσεις, ἵνα μὴ τοῖς κακῶς οἰομένοις τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τοιοῦτο συναριθμηθείημεν.

Ἔπειτα τίς ὁ περὶ τοῦ ἀνθρωπίνου τοῦ Χριστοῦ τοῦτ’ εἰπών, ὅτι ἄναρχον τῇ ἀξίᾳ γέγονε καὶ οὐράνιον, τῇ τε συναφείᾳ τοῦ λόγου καὶ τῇ κοινωνίᾳ τῆς χάριτος καὶ τῆς ἐνεργείας τοῦ πνεύματος; Ἀπολινάριος μὲν γὰρ καὶ ὅσοι τούτῳ συνῄραντο φερωνύμως τὴν ὁμοίαν ἀπώλειαν οὐ γέγονεν, ἔφασαν, ἡ σὰρξ οὐράνιος τῇ κοινωνίᾳ τοῦ οὐρανίου, ἀλλ’ ἐξ ἀϊδίου τὴν σαρκώδη φύσιν ἔχειν τὸν υἱὸν ἐδογμάτισαν, καὶ ταύτην ἐκ τῶν οὐρανῶν ἔχοντα κατεληλυθέναι καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου διεληλυθέναι, Διόσκορος δὲ καὶ Εὐτυχής, προσλαβεῖν μὲν τὴν ἡμῶν παρ’ ἡμῶν φύσιν, ἀλλὰ τροπὴν ὑποστᾶσαν καὶ φυρμόν, ὡς μηκέτ’ εἶναι κτιστήν, ἀλλ’ εἰς ἓν καὶ ταυτὸ παντάπασι τῇ θείᾳ συνελθεῖν.

Παῦλος δέ, ὁ καὶ αὐτὸς ἐν πνεύματι γεγονὼς οὐράνιος, ὅθεν καὶ τὴν φωνὴν ἐκείνην ἐν πείρᾳ γεγονὼς ἀφῆκεν, «οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι», οὗτος τοίνυν ὁ γεγονὼς τοιοῦτος περὶ τοῦ Χριστοῦ φησιν, «ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ». Τί οὖν φησιν; Ὅτι τοιοῦτος ἦν ἀεὶ ὁ δεύτερος ἄνθρωπος; Ἄπαγε τῆς κακονοίας.

Ἀλλ’ ὅτι τοιοῦτος γέγονεν ὁ δεύτερος ἄνθρωπος, ὡς τοῦ προσλήμματος, ὃ παρ’ ἡμῶν ἀνέλαβεν ὁ τοῦ θεοῦ υἱός, γεγονότος οὐρανίου τῷ ἀξιώματι, ἀλλ’ οὐ τῇ φύσει, καὶ διὰ τὴν πρὸς τὸν τοῦ θεοῦ λόγον καθ’ ὑπόστασιν ἕνωσιν ταύτης ἠξιωμένου τῆς κλήσεως· καὶ μὴ ὅτι ταύτην, ἀλλὰ καὶ πάσας προσιεμένου τὰς ὑψηλὰς τῆς θεότητος προσηγορίας καὶ πάσας ἀντιδιδόντος τὰς τῆς κτιστῆς καὶ ἀνθρωπίνης φύσεως ἐπωνυμίας ἀσυγχύτως καὶ ἀμεταβλήτως περιχωρουσῶν εἰς ἀλλήλας ὥσπερ τῶν φύσεων· οὕτω δὴ καὶ τῶν κλήσεων τῷ λόγῳ τῆς συμφυΐας κατὰ τὸν θεολόγον φάναι Γρηγόριον, Οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν οὐρανῷ ἦν, τῇ Ἰουδαίᾳ ἐνδιαιτώμενος, καὶ ἐξ οὐρανοῦ καταβέβηκεν ὁ μηδέπω σωματικῶς εἰς οὐρανὸν ἀνελθών. «Οὐδεὶς» γάρ, φησίν, «ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ»· οὕτω «χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας»· οὕτω πρὸ τοῦ «Ἀβραὰμ γενέσθαι» αὐτὸς ἦν, ὁ τοῖς Ἰουδαίοις αἰσθητῶς ὁμιλῶν· οὕτως ἄγγελοι τοῦ υἱοῦ τοῦ ἀνθρώπου οἱ ἄγγελοι τοῦ θεοῦ, «ἀποστελεῖ» γάρ, φησίν, «ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ». Καὶ τί τἄλλα λέγω;

Οὕτω γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου γνήσιος υἱὸς καλεῖται τοῦ ἀνωτάτω πατρός· καὶ αὐτὸς ὁ πατὴρ ἄνωθεν φωνήσας οὐκ εἶπεν, ἐν τούτῳ ἐστὶν ὁ υἱός μου, ἀλλ’ «οὗτός ἐστιν ὁ υἱός μου», ὁ κατὰ σάρκα τοῖς ἀνθρώποις ὁρώμενος, ὡς τῆς σαρκὸς πάντως διὰ τὴν κοινωνίαν τῶν τοιούτων προσρημάτων γεγονυίας ἀξίας· καὶ γὰρ ἀχωρίστως ἥνωται τῇ ὑποστάσει καὶ τῇ φύσει τοῦ υἱοῦ τοῦ θεοῦ, μᾶλλον δὲ καθ’ ὑπόστασιν ἥνωται τῷ ἑνὶ τῆς ἀνωτάτω τριάδος, «ὅς», κατὰ τὸν θεῖον Κύριλλον, «εἷς γεγένηται μετ’ αὐτῆς, οἰκειούμενος μὲν τὰ αὐτῆς, ἐμποιήσας δὲ καὶ αὐτὸς αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν. Ὁ γὰρ ἄκτιστος κτίζεται καὶ ὁ ἄναρχος ἄρχεται καὶ ὁ λόγος παχύνεται σὰρξ γενόμενος». Ἀλλὰ καὶ κατὰ τὸν ἐκ Δαμασκοῦ θεῖον ὑμνῳδόν, «ἴσος πατρὶ ὁ υἱὸς τῆς παρθένου, δημιουργὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, οὐ δημιούργημα εἰ καὶ σάρκα εἴληφεν».

Ἐπεὶ τοίνυν οὐ Διόσκορός ἐστιν οὐδ’ Ἀπολινάριος ὁ γεγονέναι λέγων τὸ ἀνθρώπινον τοῦ Χριστοῦ κατὰ τὴν ἀξίαν ὑπερουράνιόν τε καὶ θεῖον, καὶ καλῶν αὐτὸς καὶ δικαιῶν ἀπὸ πάντων τῶν θεοπρεπῶν ὀνομάτων παρὰ πάντων καλεῖσθαι τὸ προσειλημμένον παρ’ ἡμῶν ἐκεῖνο φύραμα διὰ τὴν κοινωνίαν τοῦ οὐρανίου καὶ προαιωνίου, καὶ τὴν ἐνειργασμένην τῷ προσλήμματι τῆς τοῦ λόγου φύσεως ἐνέργειαν, ἐκεῖνοι γὰρ οὐ τῇ κοινωνίᾳ οὐδὲ κατὰ τὴν ἀξίαν, ἀλλ’ αὐτῇ τῇ φύσει φασίν, ἅτερος δὲ καὶ ἀπ’ ἀρχῆς εἶναι τοιοῦτον, Παῦλος δέ ἐστιν αὐτὸς ὁ τὸν γεγονότα δεύτερον ἄνθρωπον ἀξιῶν καλεῖν οὕτω διὰ τὴν τῆς θεότητος κοινωνίαν, Γρηγόριός τε καὶ Κύριλλος καὶ πᾶς ὁ τῶν ἁγίων ἱερὸς ὅμιλος, καὶ πρὸ τούτων αὐτὸς ὁ τῶν ἁγίων καὶ ἀποστόλων θεός. Ὁ δ’ Ἀκίνδυνος ἀποβεβλῆσθαι λέγει τοὺς τοῦθ’ οὕτω λέγοντας τῆς ἐκκλησίας, ἆρ’ οὐ δῆλός ἐστι τῆς τῶν δυσσεβῶν ἐκκλησίας ἀντιποιούμενος; Τῆς δὴ κατ’ αὐτὸν ταύτης ἐκκλησίας εἰκότως πᾶς ὁ τοῖς ἱεροῖς πατράσιν ὁμολογῶν καὶ τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν ἀποβέβληται. Τοιγαροῦν καὶ τοῖς λόγοις εὐθύνοιτ’ ἂν τοῖς αὐτοῦ, συνηγόροις οὖσι τῆς πρεσβευομένης κακονοίας αὐτῷ.

Κεφ. στʹ. Ἔκφανσις ἐν ἐπιτόμῳ τοῦ μυστηρίου κατὰ τὸ ἐγχωροῦν, πῶς εἷς μὲν Χριστός, πολλοὶ δὲ χριστοειδεῖς· καὶ πῶς οὗτοι νῦν μὲν καινὴ κτίσις καλοῦνται, νῦν δὲ ἄναρχοι καὶ ἀΐδιοι· καὶ ὅτι γεννώμεθα κατὰ τὴν χάριν, ἀλλ’ οὐ κτιζόμεθα. Βέβηλος μὲν οὖν οὗτος καθάπαξ γεγονὼς καὶ τῆς τοῦ θεοῦ χάριτος ἐκπεπτωκὼς πύλας ἐπιθέσθω τοῖς ὠσίν· ἀκροάσθωσαν δὲ τῆς τῶν ἁγίων συναυλίας ὅσοι θιασῶται τῆς ἐνδιδομένης ἄνωθεν ἀϊδίου κινήσεως καὶ ἐνεργείας, οἵ τε διὰ πίστεως τῆς ἐπιπνοίας ἐρασταὶ τοῦ θείου πνεύματος, οὐκ ἀνέλπιδες ὄντες τῆς οὐρανίου μεγαλοδωρεᾶς. Ὁ μὲν γὰρ τοῦ θεοῦ υἱὸς εἷς ἐστι μετὰ τοῦ προσλήμματος· ἥνωται γὰρ τῇ ἐξ ἀνθρώπων ἀπαρχῇ καθ’ ὑπόστασιν, διὸ καὶ μεταλαμβάνει τῶν ἐκεῖθεν κλήσεων κἀκείνῃ χαρίζεται τὰς ἑαυτοῦ.

Μεθ’ ἑκάστου δὲ τῶν κεχαριτωμένων οὐκ ἔστιν εἷς ὡς μετὰ τοῦ προσλήμματος, οὐ γὰρ καθ’ ὑπόστασιν ἑκάστῳ τούτων, ἀλλὰ κατ’ ἐνέργειαν καὶ χάριν ἥνωται. Διὸ καὶ εἷς Χριστός, διὰ τὴν μίαν καὶ παντάπασιν ἀμέριστον ὑπόστασιν τοῦ λόγου τοῦ θεοῦ. «Χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Πάντα μὲν γὰρ τὰ τοῦ πατρὸς ἐν τῷ λόγῳ ἦν ἀεί, πάντα δὲ τὰ ἐν τῷ λόγῳ εἴληφεν ἡ προσληφθεῖσα σάρξ, διὸ καὶ κατὰ τὸ ἀνθρώπινον ἃ εἶχεν εἰληφέναι λέγεται ὁ κύριος. «Εἷς μὲν οὖν Χριστός, οὐχ εἷς δὲ χριστοειδής. Νεύματι γάρ», φησί, «θεοῦ ἐκινοῦντο καὶ Μωϋσῆς καὶ Δαβὶδ καὶ ὅσοι τῆς θείας ἐνεργείας χωρητικοὶ τῇ ἀποθέσει τῶν σαρκικῶν ἰδιωμάτων γεγόνασι» καὶ «ζῶσαί τινες εἰκόνες Χριστοῦ, καὶ ταυτὸν αὐτῷ μᾶλλον κατὰ τὴν χάριν ἢ ἀφομοίωμα».

Πολλοὶ μὲν οὖν οὗτοι, καὶ οὐ πολλοὶ μόνον ἀλλὰ καὶ διαφέροντες ἀλλήλων τῷ ποσῷ τῆς μεθέξεως, ἀμερίστως μεριζομένης τῆς θεουργοῦ ταύτης ἐνεργείας καὶ χάριτος. «Τὸ γὰρ θεοπρεπὲς κάλλος», κατὰ τὸν ἐξ Ἀρείου Πάγου θεοφάντορα Διονύσιον, «ἀμιγὲς μὲν ἔστι καθόλου πάσης ἀνομοιότητος, μεταδοτικὸν δὲ κατ’ ἀξίαν ἑκάστῳ τοῦ οἰκείου φωτός»· «καὶ ἡ τῶν νοερῶν ὄψεων ἀνομοιότης ἢ παντελῶς ἀμέθεκτον ποιεῖ καὶ πρὸς τὴν αὐτῶν ἀντιτυπίαν ἀδιάδοτον, ἢ τὰς μετουσίας ποιεῖ διαφόρους, μικρὰς ἢ μεγάλας, ἀμυδρὰς ἢ φανάς, τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ὑπερηπλωμένης πηγαίας ἀκτῖνος». Διαφόρως μὲν οὖν τῶν ἠξιωμένων ἕκαστος μετέχει τῆς μεγαλοδωρεᾶς τοῦ πνεύματος κατὰ τὴν τῆς ἰδίας καθαρότητος ἀναλογίαν, ἐναρμονίως πρὸς ἐκεῖνο τὸ κάλλος μορφούμενος. Ἀλλὰ καὶ ὁ τὸ μικρὸν καὶ ἀμυδρὸν ἔχων, ὡς ἐν συγκρίσει τῶν ὑπερτέρων—οὐδὲν γὰρ ἐκεῖ μικρὸν ὄντως—καὶ ὁ τὸ μικρὸν τοίνυν ἔχων διὰ τούτου πρὸς ὅλον ἑνοῦται τὸ θειότατον φῶς, ἀμερίστως ἐκείνου καὶ οὐχ ὡς τὰ σώματα μεριζομένου.

Ταῦτ’ ἄρα κατὰ τὸν πολὺν πάλιν τὰ θεῖα Μάξιμον, «μία ἐνέργεια τοῦ θεοῦ καὶ τῶν ἁγίων ἐστὶν ὡς κατὰ ταύτην ἡνωμένων αὐτῷ». Καθ’ ὑπόστασιν δ’ οὔμενουν· μόνου γὰρ τοῦτο τοῦ μόνου Χριστοῦ. Καὶ τοίνυν ἐπειδὴ κατὰ τὸν αὐτὸν αὖθις θεορρήμονα Μάξιμον, «ὁ τεθεωμένος ἄνθρωπος κατὰ τὴν ἕξιν τῆς χάριτος ὅλος ὅλῳ περιχωρήσας ὁλικῶς τῷ θεῷ γίνεται πᾶν ὅ,τιπέρ ἐστιν ὁ θεὸς πλὴν τῆς κατ’ οὐσίαν ταυτότητος ὅλον αὐτὸν ἀντιλαβὼν ἑαυτοῦ τὸν θεόν», ἀντιμεθίστανται κἀνταῦθα καταλλήλως αἱ κλήσεις. Καὶ ὁ ἐπιτυχὼν τῆς θεώσεως ἄνθρωπος ἀπ’ ἀμφοτέρων εἰκότως καλεῖται, νῦν μὲν ἄναρχος καὶ ἀΐδιος καὶ οὐράνιος, ὡς ἀνωτέρω μικρὸν ἀκηκόαμεν, «διὰ τὴν χάριν τὴν ἄκτιστον καὶ ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ», νῦν δὲ καινὴ κτίσις, καὶ νέος ἄνθρωπος καὶ τὰ παραπλήσια τούτοις δι’ ἑαυτὸν καὶ τὴν ἑαυτοῦ φύσιν, καίτοι μετὰ τῆς συνημμένης καλούμενος οὕτω χάριτος. Ὅτι γὰρ γεννώμεθα θείως ὑπὸ θεοῦ μᾶλλον κατὰ τὴν χάριν ἀλλ’ οὐ κτιζόμεθα, παραστήσει σαφῶς ὁ μέγας Ἀθανάσιος, «ἄλλως», λέγων, «οὐκ ἂν γένοιντο οἱ ἄνθρωποι υἱοὶ θεοῦ ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ υἱοῦ τὸ πνεῦμα δέξονται· διὸ ἵνα τοῦτο γένηται, ‘ὁ λόγος σὰρξ ἐγένετο’, ἵνα τὸ ἀνθρώπινον δεκτικὸν θεότητος ποιήσῃ καὶ υἱὸν καλέσῃ».

Ὁ δὲ μέγας Βασίλειος «κτίσματα», φησίν, «ὄντες ἡμεῖς, διὰ τῆς τοῦ ἁγίου πνεύματος υἱοθεσίας υἱοὶ γινόμεθα»· καὶ πάλιν, «εἰ ὁμοίως ὁ θεὸς κτίζει καὶ γεννᾷ, ὁμοίως καὶ κτίστης ἡμῶν καὶ πατήρ ἐστιν ὁ Χριστός—θεὸς γάρ—καὶ οὐ χρεία τῆς διὰ τοῦ ἁγίου πνεύματος υἱοθεσίας», τοῦτο διὰ τοῦ λόγου δεικνὺς ὡς τοῖς ἠξιωμένοις τῆς θεοποιοῦ δωρεᾶς τοῦ πνεύματος πατὴρ κατὰ τὴν χάριν, ἀλλ’ οὐ δημιουργὸς ὁ θεός, καὶ αὐτοὶ τοίνυν κατ’ αὐτὴν εἰκότως τῶν κτισμάτων ἐπέκεινα. «Ὁ γὰρ γεγεννημένος ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι» καὶ ὁ «κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι» κατὰ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν φωνὴν «ᾧ δι’ ὅλου ὅλος περιφὺς ὁ θεός, κατ’ ἐνέργειαν πάντως ἀλλ’ οὐ κατὰ τὴν τῆς θεότητος φύσιν», ὡς ὁ θεῖος Μάξιμος καὶ ὁ θεολόγος ἔφη Γρηγόριος, «ὄργανον ποιεῖται θεῖον αὐτόν, καὶ τῆς οἰκείας πληροῖ δόξης τε καὶ μακαριότητος, ζωὴν χαριζόμενος τὴν ἀΐδιόν τε καὶ ἀνεκλάλητον, ἵν’ ὅλος ἄνθρωπος θεωθῇ, τῇ τοῦ ἐνανθρωπήσαντος θεοῦ χάριτι θεουργούμενος· ὅλος ἄνθρωπος μένων κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν φύσιν, ὅλος δὲ γινόμενος θεὸς κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν χάριν καὶ τὴν ἐμπρέπουσαν αὐτῷ διόλου τῆς μακαρίας δόξης λαμπρότητα, ἧς οὐδ’ ἔστιν εὐσεβῶς ἅμα καὶ νουνεχῶς ἐννοῆσαί τι λαμπρότερον ἢ ὑψηλότερον».

Ὁ δὲ τὴν λαμπρότητα ἐκείνην κατασπᾶν ἐπιχειρῶν καὶ τιθέναι κάτω μετὰ τῆς κτίσεως, οὐδὲν θαυμαστὸν εἰ καὶ Χριστὸν αὐτὸν καὶ τοὺς δι’ ἐκεῖνον χριστοὺς κάτω τιθείη καὶ κατὰ μηδὲν διενηνοχέναι νομίζοι τῆς κτίσεως. Ἀλλὰ Χριστῷ μὲν ἴσως δίδως τὴν κοινωνίαν τῆς ἀκτίστου θεότητος, τοῖς δ’ ἐκεῖνον ὡς ἀληθῶς ἐνδεδυμένοις οὐ δίδως; Καὶ πῶς δι’ ἡμᾶς ἐκεῖνος τοιοῦτος, εἰ καὶ ἡμᾶς εἴξαντας ἐκείνῳ μὴ τοιούτους ἀποκαθίστησιν, οὐκ ἀπαραλλάκτους λέγω, ἀλλ’ ἀφωμοιωμένους καὶ ἡνωμένους κατὰ τὴν χάριν αὐτῷ; Τί δὲ πρὸς ἡμᾶς εἰ ναὸν ἑαυτῷ κατεσκεύασεν ἐκεῖνος τὴν ἐξ ἀνθρώπων ἀπαρχήν, ἡμᾶς δ’ οὐχὶ ναοὺς κατασκευάζει τῆς οἰκείας θεότητος; Πῶς δὲ καὶ κοινωνοῦμεν αὐτῷ τῆς θεότητος εἰ μηδὲ τῆς ἀκτίστου ἐνεργείας ἔχομεν τὴν κοινωνίαν;

Τῆς γὰρ φύσεως ἢ τῆς ὑποστάσεως ἐκείνης ἀμήχανον.

Κεφ. ζʹ. Ὅτι ὡς ἄνθρωπος ὁ Χριστὸς εἰληφέναι λέγεται τὴν ἄκτιστον χάριν τοῦ πνεύματος καὶ ὅτι ταύτης τῆς ἀκτίστου χάριτος καὶ τοῖς οἰκείοις μετέδωκέ τε καὶ μεταδίδωσιν. Ὅτι δὲ Χριστὸς ὁ ἐπὶ πάντων θεός, οὐχ ὅπως συνὸν καὶ συμπαρομαρτοῦν εἶχεν ὡς θεὸς κατὰ φύσιν τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ ὡς ἄνθρωπος εἴληφε τὴν τοῦ πνεύματος χάριν καὶ τὴν ἐνέργειαν—δι’ ὃ σὺ δύο φῂς θεότητας ἡμᾶς ἔχειν δογματίζειν τὸν Χριστόν—ὅτι τοίνυν ὡς ἄνθρωπος ταύτην ἔλαβεν ἄνωθεν, διδάσκου παρὰ τοῦ προσκιρτήσαντος καὶ προδραμόντος καὶ προκηρύξαντος, ὃς καὶ βαπτίζων αὐτόν, καταβαῖνον ἄνωθεν ὀφθαλμοῖς εἶδε τὸ πνεῦμα καὶ μένον ἐπὶ τὸν ναὸν ἐκεῖνον. Καὶ μετ’ οὐ πολλὰς ἡμέρας, πρὸς τοὺς ὑπὸ βασκανίας ἀχθομένους τῇ τοῦ βαπτισαμένου προκοπῇ «οὐ δύναται», φησίν, «ὁ ἄνθρωπος λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ», καὶ ὅτι «ὃν ἀπέστειλεν ὁ θεός, τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα». Ὃ διευκρινῶν Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς «πνεῦμα», φησίν, «ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη. Καὶ γὰρ ἡμεῖς μὲν πάντες μέτρῳ τὴν τοῦ πνεύματος ἐνέργειαν λαμβάνομεν, ἐκεῖνος δὲ ὁλόκληρον αὐτὴν εἶχεν· εἰ δὲ ἡ ἐνέργεια ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία».

Καὶ ἀλλαχοῦ πάλιν, «ἡ σὰρξ ἡ ἁγία, λαβοῦσα τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν, οὐκ ἔλαβεν ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν μίαν χάριν ἢ δευτέραν· ἄνθρωπος γὰρ πάντα χωρῆσαι οὐ δύναται· ἐφ’ ἡμῶν γὰρ μερίζεται τὰ δῶρα, ἐν δὲ τῇ σαρκὶ τοῦ Χριστοῦ ὅλα τὰ χαρίσματα, ὅλαι αἱ δωρεαὶ ἦσαν κατὰ τὴν τῆς σαρκὸς οὐσίαν». «Ταῦτα δὲ πάντα» κατὰ τὸν μέγαν Ἀθανάσιον «εἶχεν ἀεί, θεὸς ὢν ὁ λόγος· λέγεται δὲ ὅτι ἔλαβεν ἀνθρωπίνως, ἵνα τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ ἐφ’ ἡμᾶς διαμείνῃ βεβαίως».

Διὸ καὶ κατὰ τὸν Χρυσόστομον θεολόγον, «πᾶσα ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον, ἡμεῖς δὲ μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν». Εἶχε τοιγαροῦν καὶ ὡς ἄνθρωπος εἰληφὼς τὴν θείαν ἐνέργειαν καὶ χάριν ὁ κύριος.

Καὶ αὕτη ἐστί, κατὰ τὸν Χρυσόστομον πατέρα πάλιν, «δι’ ἧς ἐδίδασκε, δι’ ἧς ἐθαυματούργει». «Ἐθαύμαζον γάρ», φησὶν ὁ εὐαγγελιστής, «ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ», καὶ «δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας». Ἆρ’ οὖν ἡ παρ’ αὐτοῦ ἐξιοῦσα δύναμις ἡ οὐσία ἐστί; Καὶ πῶς ἡ μηδαμόθεν ἀποῦσα καὶ παντάπασιν ἀνεκφοίτητος οὖσα καὶ τοῖς πᾶσιν ἀνέκφαντος καὶ ἀμέθεκτος ἐκείνη, κτιστὴ δ’ ἄρα τις δύναμις ἦν, ὅτι μὴ οὐσία; Καὶ πῶς ἰᾶτο πάντας; Ἴδοις δ’ ἂν ταύτην καὶ διὰ Παύλου καὶ Πέτρου καὶ τῶν ὁμοίων ἐνεργοῦσάν τε καὶ ἰωμένην. «Ἐξέρχεται γὰρ δύναμις ἀπὸ Χριστοῦ», κατὰ τοὺς ἱεροὺς πατέρας, «οὐ τοπικῶς μεταβαίνουσα, ἀλλὰ πρός τε τοὺς ἄλλους διαδιδομένη καὶ ἐν τῷ Χριστῷ ἀμείωτος μένουσα, ὥσπερ καὶ τὰ μαθήματα καὶ παρὰ τοῖς διδάσκουσίν εἰσι καὶ τοῖς μανθάνουσι παραδίδονται».

Αὕτη ἄρ’ ἔστιν ἡ μετεχομένη τοῖς ἁγίοις ἄκτιστος ἐνέργεια. Συμμαρτυρείτω δὴ τῇ ἀληθείᾳ τοῦ εὐαγγελίου καὶ τῷ χρυσορρήμονι Κύριλλος ὁ θεῖος. Προθεὶς γὰρ ἐκεῖνο τὸ δι’ ἐμφυσήματος τοῖς μαθηταῖς πνεῦμα ἅγιον δεδόσθαι παρὰ τοῦ σωτῆρος, «πρῶτον μέν», φησίν, «οὐκ ἀνθρώπου τὸ διδόναι πνεῦμα δι’ ἐμφυσήματος· εἶτα καὶ τὸ μέγα καὶ ὑπὲρ τὴν κτίσιν τὴν τοιαύτην ἐξουσίαν παρασχεῖν, ὥστε κρατεῖν ὧν ἂν ἕλοιντο καὶ ἀφιέναι τὰς ἁμαρτίας». Ὁρᾷς ὡς ὑπὲρ τὴν κτίσιν ἐστὶν ἡ μετεχομένη, μᾶλλον δὲ καὶ ἐνῳκισμένη τοῖς ὡς ἀληθῶς τεθεωμένοις ἐνέργεια καὶ χάρις καὶ δύναμις, ἣν ὁ μὲν ὁμόθεος ἐκεῖνος καὶ προσκυνητὸς ναὸς μόνος ὁλόκληρον εἰκότως ἐπλούτησε, τῶν δ’ ἄλλων ἐκεῖθεν ὡς ἀπὸ δεξαμενῆς ἀρυομένων, ἐπειδήπερ οὐ μεθεκτὴ μόνον ἀλλὰ καὶ μεριστή πως καθέστηκεν ἡ τοῦ θείου πνεύματος χάρις καὶ ἐνέργεια, μέρους ἕκαστος εὐμοίρησεν ὁπόσον ἐχώρησεν; Οὕτως «ἐκ τοῦ πληρώματος αὐτοῦ», φησίν, «ἡμεῖς πάντες ἐλάβομεν». Οὕτως αὐτὸς ἐκ τοῦ πνεύματος αὐτοῦ κατ’ ἀναλογίαν τῆς τῶν προσιόντων ἀγάπης τε καὶ πίστεως ἐπὶ πάντας ἐκχεῖ. Οὕτω βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι πρὸς Δαμασκὸν πορευόμενος ἐντετύχηκεν ὁ Παῦλος.

Οὕτω πρὸ αὐτοῦ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης ἀμυδρὰν αὐγὴν θεότητος ἐπ’ ὄρους εἶδον, μεριζομένης ἀμερίστως τῆς χάριτος καὶ λαμπρότητος καὶ ἐνεργείας τοῦ πνεύματος οὐκ ἀδυνάτως ἔχοντος πρὸς τὴν ἁγίαν μετάδοσιν. Ἦ γὰρ ἂν ἀνόνητος ἡμῖν καθάπαξ ἦν πᾶσα θεία τελετὴ καὶ ἅπαν θεῖον μυστήριον, εἰ μὴ κατὰ τὸν Δαμασκηνὸν θεολόγον τὴν καθ’ ἡμᾶς ὁ κύριος ἐκ παρθένου προσλαβόμενος σάρκα πνεῦμα θεῖον ἀντέδωκεν ἡμῖν. Ὅς, καὶ κατὰ τὸν σοφὸν τὰ θεῖα Κύριλλον, διὰ τοῦτο πρῶτος αὐτὸς γεννητὸς τοῦ ἁγίου πνεύματος κατὰ τὴν σάρκα γέγονεν, ἵν’ ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς διαβαινούσης τῆς χάριτος «οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρὸς» τὴν νοητὴν ἔχωμεν ἀναγέννησιν.

Καὶ κατὰ τὸν μέγαν Ἀθανάσιον «ὁ λόγος τοῦ πατρὸς ἑνωθεὶς σαρκὶ γέγονε σάρξ, ἵνα οἱ ἄνθρωποι, ἑνωθέντες πνεύματι, γένωνται ἓν πνεῦμα. Αὐτὸς οὖν ἐστι θεὸς σαρκοφόρος καὶ ἡμεῖς ἄνθρωποι πνευματοφόροι». «Καὶ οἱ τοῦ Χριστοῦ καὶ τῆς ἀληθείας ἐργάται», κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον, «διά τε τῆς πίστεως καὶ τῶν τῆς ἀρετῆς πόνων τὰ ὑπὲρ τὴν φύσιν αὐτῶν ἀγαθὰ παρὰ τῆς τοῦ πνεύματος δεχόμενοι χάριτος, μεθ’ ἡδονῆς ἀρρήκτου καρποῦνται».

Καὶ πάλιν· «τὴν ἀπαρχὴν τῆς κοινῆς φύσεως ὁ Χριστὸς ἀναλαβὼν διὰ ψυχῆς τε καὶ σώματος ἁγίαν ἐποίησεν, ἵνα ταύτην ἄνω θεὶς διὰ τῆς ἀφθαρσίας συνεπισπάσηται δι’ αὐτῆς πᾶν τὸ συγγενὲς κατὰ φύσιν αὐτῇ καὶ ὁμόφυλον καὶ προσδέξηται τοὺς ἀποκηρύκτους εἰς τὴν υἱοθεσίαν καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ μετουσίαν»· καὶ πάλιν, «ὥσπερ τὸν ἑαυτοῦ ἄνθρωπον τῇ δυνάμει τῆς θεότητος ἑαυτῷ ὁ Χριστὸς προσῳκείωσεν, οὕτω καὶ τοῦ καθ’ ἕκαστον προσάξει τῇ συναφείᾳ τῆς θεότητος, εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον».

Σὺ δ’ ὅμοιόν τι λέγεις, ὥσπερ ἂν εἰ ἀρχιτέκτονος ἑαυτῷ κατασκευάσαντος οἶκον, κάλλει μὲν εὐπρεπέστατον, ἕδρᾳ δὲ ἀσφαλέστατον, προσβολαῖς δὲ παντοίαις ἀτίνακτόν τε καὶ ἀνεπίβατον, ἡμᾶς δ’ ἀφέντος οἰμώζειν ἐν ἐρειπίοις ἀχρείοις ἐχθρῶν περιστοιχιζόντων καὶ τυφωνικῶν πνευμάτων ἐπιρρεόντων καὶ πολλοῦ καὶ παντοίου περικλύζοντος πάντοθεν τοῦ χειμῶνος, αὐτὸς ἠξίους χαίρειν, ὡς ἐκείνου τοῦ ἀρχιτέκτονος ἡμῶν ἐπισκευάσαντος τὴν οἰκίαν, τῷ κατασκευάσαι τὴν ἰδίαν αὐτὸν ἀρίστην. Μᾶλλον δ’ ὁ πάντα τολμῶν Ἀκίνδυνος οὐδὲ τοῦτό φησιν· ἐν γὰρ τοῖς Περὶ θεώσεως αὐτοῦ λόγοις καὶ τῆς ἐξ ἀνθρώπων ἀπαρχῆς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφεν ὁ τοῦ θεοῦ υἱός, κτιστήν, ὢ τῆς τόλμης, τὴν θέωσιν ἀποφαίνεται, ὡς ἐν τοῖς πρὸς τὸν σοφὸν τῆς Κυζίκου πρόεδρον ἐπεσταλμένοις ἐπεδείξαμέν τε καὶ διηλέγξαμεν.