Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Α΄, Κεφάλαια 1-7: Η διάκριση θείας ουσίας και άκτιστης ενέργειας

Εισαγωγή και πρώτα κεφάλαια του πρώτου αντιρρητικού λόγου, όπου αναλύεται η ορθόδοξη διδασκαλία περί της διακρίσεως μεταξύ της αμέθεκτης θείας ουσίας και της άκτιστης θείας ενέργειας, και αναιρούνται οι κακοδοξίες του Ακινδύνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΤΩΝ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΩΤΟΣ ΚΑΤΑΛΟΓΟΝ ΕΧΩΝ ΤΩΝ ΑΙΡΕΣΕΩΝ ΑΙΣ ΠΕΡΙΠΙΠΤΕΙΝ ΕΚΙΝΔΥΝΕΥΣΕΝ ΑΥΤΟΣ ΤΕ ΚΑΙ ΟΣΟΙ ΚΑΤ’ ΑΥΤΟΝ ΕΝ ΚΑΙ ΑΔΙΑΦΟΡΟΝ ΠΑΝΤΑΠΑΣΙΝ ΕΠΙ ΘΕΟΥ ΛΕΓΟΝΤΕΣ ΟΥΣΙΑΝ ΚΑΙ ΕΝΕΡΓΕΙΑΝ Κεφ. αʹ. Ὅτι δεόντως γράφειν ἐπεχειρήσαμεν αὖθις. Οὐ δίκαιον ἂν εἴη τῆς ἀπολογίας ἀπάγειν τὸν διωκόμενον μέχρις ἂν ὁ διὰ τῆς κατηγορίας ταύτην ἀπαιτῶν παρῇ.

Κἂν γὰρ μάτην μὲν ἐπιτιθέμενος οὗτος ἐπὶ συνόδου δικαζούσης ἐξελεγχθῇ, μὴ κατασιγασθῇ δέ, τὴν ἐπὶ τῇ ψήφῳ δίκην ἐπενεγκεῖν μὴ δυνηθέντων τῶν δικασάντων, τίς ἂν ἐπισχεῖν δυνηθείη τὸν ἀπολογούμενον λόγος; Δεῖ δὴ πάλιν ἐπιέναι τῇ ὕδρᾳ τὸν Ἡρακλῆν, κεφαλὴν ἢ κεφαλὰς πάλιν φερούσῃ μετὰ τὴν ἐκτομήν, καὶ τοὺς δικαστὰς ἑτοίμους εἶναι τὸ πῦρ ἐπικάειν τῆς δίκης, τῶν κεφαλῶν αὖθις ἐστερημένῃ, τῇ φάρυγγι. Μᾶλλον δ’ ἵν’ ὁ λόγος τῶν ὑποδειγμάτων οἰκείως ἔχῃ, τῶν δεόντων ἂν εἴη δήπουθεν αὐξηθεῖσαν εὖ μάλα τὴν μωσαϊκὴν ῥάβδον ζῶσαν, μὴ ὅτι τῶν ζώντων, ἀλλὰ καὶ τῶν ὄντων ἐκ μέσου θέσθαι τὴν μαντικήν, ὑποκριναμένην ἐφάμιλλα ζῆν, κἂν ἀντιζυγῇ φιλονεικότερον ἡ κακία καὶ ἀντικαθίστηται τῷ τὰ φίλα παραινοῦντι θεῷ, φιλοτιμουμένη τὰ ἴσα κατ’ ἰσχὺν φέρεσθαι. Καὶ διὰ τοῦθ’ οἱ μάντεις ταῖς ἐπιφερομέναις πληγαῖς τὴν παρὰ σφῶν αὐτῶν ἀντεπεξάγουσι δύναμιν. Τὰς φλυκταίνας χρὴ δήπου ταῖς αὐτῶν ὄψεσιν ἐπίτηδες ἀναζέσαι ποιῆσαι τὸν τοῦ θεοφιλοῦς προεστηκότα λόγον, ὡς μηκέτι τοὺς θεοπρόπους ἔχειν ἀκαταισχύντως ἐπιδείκνυσθαι τῷ βασιλεῖ τῆς ἀπάτης.

Βασιλεῖς δὲ πολλοὶ τῷ πρὸς δόξαν ἀνθρώπων ἐπτοημένῳ καὶ διὰ ταύτην βασκάνως ἐπαναιρουμένῳ τὴν ἔριν. «ᾯ γὰρ ἥττηταί τις, τούτῳ καὶ δεδούλωται». Τοῖς δὲ νῦν ἀντικειμένοις πρὸς σαφῆ τὴν ἀλήθειαν, ἵν’ ἔχοιεν τοῖς πώποτε μικροῦ τὰ πάντα παραπλησίως, ἔστι τις καὶ βασιλὶς ἰδία, μεθ’ ἧς καὶ δι’ ἣν ἄσμενοι τῆς ἀπειθείας ὅλοι γενόμενοι, τὴν ἀδοξίαν τῆς ἥττης φεύγουσι κατὰ κράτος, οὐκ εἰδότες ὡς ἔστι καὶ ἐνδόξως ἡττᾶσθαι, μᾶλλον δὲ λυσιτελῶς καὶ καλῶς.

Ἡρακλῆν δὲ τὸν δόξαντά τι καὶ Μωϋσῆν τὸν ὡς ἀληθῶς μέγαν, οὐκ ἐμαυτὸν ἐνταῦθα προῆγμαι καλεῖν, ἀλλ’ αὐτὸν τὸν ἀληθῆ λόγον, ὃς κατὰ τὸν ἐπὶ Δαρείου καὶ Κύρου Ζοροβάβελ πάντων κρατῶν, ἀκαταγώνιστος διατείνει τὸν αἰεὶ χρόνον καὶ πολεμούμενος.

Κεφ. βʹ. Τίς ὁ τοῦ λόγου σκοπός· καὶ τί λεγόντων ἡμῶν Κεφ. βʹ. Τίς ὁ τοῦ λόγου σκοπός· καὶ τί λεγόντων ἡμῶν διθεΐαν οἱ ἀντίθεοι καταψεύδονται. Ἔνι μὲν οὖν ἀπὸ τῶν ἔναγχός τε καὶ νῦν ἐμῶν λόγων τὰς ἐπικειμένας φλυκταίνας τοῖς χείλεσι τῶν ἀντιτεταγμένων ὁρᾶν, δηλονότι τὰς ἐκ τῶν αὐτοῖς λεγομένων ἐκβαινούσας κακοδοξίας. Ὡς δ’ εὐφώρατοι τοῖς πᾶσι γένοιντο διὰ τὸ εὐσύνοπτον, δεῖν ἔγνων συνελὼν ὡς οἷόν τε τὰς πλείους ἐνταυθοῖ προθέσθαι. Λεγόντων οὖν ἡμῶν ἄκτιστον τὴν θεοποιὸν χάριν τοῦ θεοῦ, πρὸς δὲ καὶ πᾶσαν φυσικὴν ἐνέργειαν αὐτοῦ, τῆς μὲν ὑπερουσίου ἀχώριστον οὐσίας, τῷ δὲ σημαινομένῳ μὴ ταυτὸν ἐκείνῃ—καὶ γὰρ διὰ μὲν τῆς ὑπερουσίου οὐσίας τὸ ὑπερουσίως εἶναι τὸν θεὸν μανθάνομεν, διὰ δὲ τῆς ἐνεργείας τὴν ἐπὶ τὰ ὄντα πρόοδον αὐτοῦ νοοῦμεν καὶ τὴν κατὰ ταύτην δύναμιν—ὡς δύο λεγόντων θεοὺς κατηγοροῦσιν, ἕνα τὴν οὐσίαν καὶ ἄλλον τὴν ἐνέργειαν. Αὐτοὶ δέ, ἵνα μὴ τοῦτο πάθωσιν, ἓν εἶναι μόνον ἄκτιστόν φασι, τὴν οὐσίαν τοῦ θεοῦ· διὸ καὶ τὴν θεοποιὸν δωρεὰν τοῦ πνεύματος λέγουσι κτιστήν, τήν τε οὐσίαν καὶ τὴν φυσικὴν καὶ οὐσιώδη ἐνέργειαν ταυτὸν καὶ ἀδιάφορον ἐπὶ θεοῦ. Κλέπτειν δὲ βουλόμενος ὁ Ἀκίνδυνος τοὺς ἀκεραιοτέρους, καὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον ἐπενόησε ταύτην εἶναι λέγειν τὴν ἄκτιστον ἐνέργειαν.

Οὐκοῦν δεῖ βραχέ’ ἄττα περὶ ταύτης κἀνταῦθα προδιαλαβεῖν· ἐν γὰρ τοῖς ἔπειτα λόγοις, θεοῦ διδόντος, διαρκέστερον εἰρήσεται.

Κεφ. γʹ. Περὶ τῶν κοινῶν τῆς ἀνωτάτω τριάδος ἀκτίστων ἐνεργειῶν, ἃς ἀναιρεῖν ἐπιχειρεῖ πολυειδῶς ὁ Ἀκίνδυνος. Παῦλος μὲν οὖν ὁ θεῖος μὴ πάντων εἶναι τὴν γνῶσιν ἔφη, τῶν εἰδωλοθύτων ἀπάγων τοὺς προσιόντας. Πόσῳ τοίνυν μᾶλλον τοῦτ’ ἐξέσται λέγειν ἡμῖν, ἀπάγειν πειρωμένοις ὁπόση δύναμις τοὺς συντιθεμένους τῇ καινῇ δυσσεβείᾳ, καὶ περὶ τῶν ὑπερκοσμίων ὄντως καὶ προκοσμίων καὶ ἐγκοσμίων ἐνεργειῶν τοῦ θεοῦ διδόναι λόγον ὑπὸ τῶν αὐτὰς ἀθετούντων ἀναγκαζομένοις; Πᾶσι δ’ ὅμως τοῖς τὰ θεῖα μεμυημένοις, καὶ ὅσοι τοῖς τοιούτοις εὖ ποιοῦντες ἕτοιμοι πειθήνιον ὑπέχειν οὖς, εὐπρόσδεκτον ὃ μέλλω λέγειν.

Ὁ θεός, ὅ,τί ποτε κατ’ οὐσίαν ἐστί, πάντων ὑπερεξῃρημένος τε καὶ ἀπολελυμένος ὤν, ὑπὲρ πάντα νοῦν ἐστι παντάπασι καὶ πάντα λόγον, ἕνωσίν τε καὶ μέθεξιν παντοίαν, ἄσχετος, ἄληπτος, ἀμέθεκτος, ἀθεώρητος, ἀπερινόητος, ἀνώνυμός τε καὶ ἀνέκφραστος τελέως. Ἀλλ’ ὁ πάντῃ πάντων οὕτως ὑπερουσίως ἐν ἀβάτοις ὑπερανιδρυμένος, δι’ ἐμφύτου ἀγαθότητος ὑπερβολήν, καὶ τῶν αὐτοῦ τοσούτῳ καταδεεστέρων πάντων ἐξ ἀϊδίου προμηθούμενος καὶ μήπω ὄντων, ἕκαστά τε προέγνω καὶ προώρισεν ἀχρόνως ἐννοήσας. Προὐνόει τότε πρὶν ἢ ταῦτα προαγαγεῖν εἰς γένεσιν αὐτὸς τοῦ πρὸς ταύτην δέοντος καιροῦ· προήγαγέ τε βουληθεὶς ἕκαστα κατὰ καιρόν, δοὺς ἑκάστῳ τούτων καλλονὴν κατάλληλον.

Συνέχει τε καὶ διασώζει καὶ βελτιοῖ καὶ χειραγωγεῖ· κἂν εἴ πῃ σφαλείη, διορθῶν καὶ ἐπανάγων καὶ συνδέων πρὸς ἑαυτό τε καὶ πρὸς ἄλληλα τῶν ὄντων ἕκαστον· οὐ μόνον δέ, ἀλλὰ καὶ πρὸς ἑαυτὸν σωστικῷ καὶ ἀρρεπεῖ ζυγῷ δικαιοσύνης, ἐφ’ ὅσον αὐτὰ πέφυκε χωρεῖν, κατὰ τὴν οἰκείαν ἕκαστον ἀναλογίαν.

Κατὰ ταύτας δὴ τὰς ἐνεργείας ἐν σχέσει τινὶ θεωρεῖται ὁ ἄσχετος ἐκεῖνος κατ’ οὐσίαν. Τίνας ταύτας; Τὴν θελητικὴν καὶ δημιουργικήν, συνεκτικήν τε καὶ ἐποπτικήν, καθ’ ἣν δηλονότι καὶ θεὸς καλεῖται. Ταύτῃ καὶ τὴν θεωνυμίαν ταύτην, τῶν πρός τι λεγομένων καὶ οὐκ ἄφετον εἶναι, φησὶν ὁ θεολόγος Γρηγόριος. Κατὰ ταύτας δὴ καὶ τὰς τοιαύτας ἐνεργείας ὁ κατ’ οὐσίαν ἄσχετος ἐν σχέσει θεωρεῖται, ὡς ἀρχὴ καὶ δημιουργὸς καὶ αἴτιος τῶν δι’ αἰτίαν ὄντων. Οὐκοῦν καὶ μετέχεταί πως κατὰ ταύτας, κατ’ ἐκείνην ὢν ἀμέθεκτος· «πάντα γάρ», φησί, «μετέχει προνοίας, ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης»· καὶ νοεῖταί πως κατὰ ταύτας, κατ’ ἐκείνην ὢν ἀπερινόητος. «Ἡμεῖς γὰρ ἐκ τῶν ἐνεργειῶν», φησί, «γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῆς μεγαλειότητος καὶ τῆς δημιουργικῆς καὶ προγνωστικῆς δυνάμεως καὶ τῶν παραπλησίων, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα». Καὶ νοεῖται τοίνυν καὶ ὀνομάζεταί πως κατὰ ταύτας, κατ’ ἐκείνην ἀνώνυμός τε καὶ ἀνέκφραστος διατελῶν. Καὶ ἵνα κατὰ τὸν μέγαν Διονύσιον εἴπω, «δι’ ὑπερβολὴν ἀγαθότητος ἔξω ἑαυτοῦ γίνεται, ταῖς εἰς τὰ ὄντα πάντα προνοίαις, καὶ οἷον ἀγαθότητι καὶ ἀγαπήσει καὶ ἔρωτι θέλγεται· καὶ ἐκ τοῦ ὑπὲρ πάντα καὶ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται κατ’ ἐκστατικὴν ὑπερούσιον δύναμιν, ἀνεκφοίτητον ἑαυτοῦ».

Ταύτην δὴ τὴν πάντων αἰτίαν πρόνοιαν, εἰ δὲ βούλει τὰς προνοίας καὶ τὰς ἐνεργείας, κοινὰς ἐνεργείας εἶναι μεμυήμεθα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. «Κοιναὶ γάρ εἰσι» κατὰ τὸν σοφὸν τὰ θεῖα Μάξιμον «τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος αἱ δημιουργικαὶ πρόνοιαι καὶ ἀγαθότητες»· δημιουργικὰς δὲ ταύτας προσειπὼν ἀκτίστους ὑπαρχούσας ἔδειξε.

Κεφ. δʹ. Παράστασις διὰ πλειόνων, ὅτι δυσσεβῶς οὗτος τοιαύτας ἐνεργείας εἶναι λέγει τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. Κοινὰς μὲν οὖν εἶναι ταύτας μεμυήμεθα τὰς ἀκτίστους ἐνεργείας, ἀλλ’ οὐχ ὡς ὁ Ἀκίνδυνος πολλαχοῦ καὶ διὰ πολλῶν λέγει καὶ κατασκευάζει, καθ’ ἑαυτὰς ὑφεστηκυίας· οὐδὲ τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον ἑκάστην εἶναι, εἰ καὶ μὴ ἐκτός ἐστιν αὐτῶν. Ταῦτ’ ἄρα καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος, «ἥλιον», φησίν, «ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς. Ἀλλὰ κἀνταῦθα δέος, μὴ τὸν πατέρα μὲν οὐσιώσωμεν, τἄλλα δὲ οὐχ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις θεοῦ ποιήσωμεν ἐνυπαρχούσας οὐχ ὑφεστώσας». Κἀν τοῖς Πρὸς Κληδόνιον λόγοις, «τῆς Ἀπολιναρίου» φησὶν εἶναι «δυσσεβείας τὸν υἱὸν ἀκτῖνα λέγειν, ὡς ἡλίου τοῦ πατρός»· «καὶ γὰρ ἄλλος ἥλιός ἐστιν, ὡσαύτως ἔχων τῷ πατρὶ μεγαλειότητι, δυνάμει, λαμπρότητι καὶ πᾶσι τοῖς περὶ αὐτὸν θεωρουμένοις». «Τούτων γάρ», φησί, «πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος» «καὶ ὥσπερ ἐν τρισὶν ἡλίοις, μία τοῦ φωτὸς σύγκρασις».

Ὥσπερ οὖν ἀκτῖνα λέγειν τοῦ πατρὸς τὸν υἱὸν ἀπηγόρευται τὸν τρόπον τοῦτον, λέγεται δ’ ἕτερον τρόπον εὐσεβῶς, ἵνα τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ τὸ ἀϊδίως συνεῖναι τῷ πατρὶ νοήσωμεν, συνεπινοοῦντες τῇ ἀκτῖνι τηνικαῦτα καὶ τὸ ἐνυπόστατον, οὕτω καὶ δύναμις καὶ ἐνέργεια καὶ σοφία καὶ βουλὴ καὶ τὰ τοιαῦτα λέγεται τοῦ πατρὸς εἶναι ὁ υἱός· ἀλλ’ ἵνα καὶ διὰ τούτων, κατὰ τὸν μέγαν Ἀθανάσιον, «τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ τὸ ἀΐδιον καὶ τὸ τῷ θεῷ πρέπον λογιζώμεθα» καὶ ὅτι δι’ αὐτοῦ τὰ πάντα γέγονε· γνοίη δ’ ἄν τις ἐξετάσας συνεπινοοῦντας τοὺς πατέρας, ἢ καὶ συνεκφωνοῦντας ἑκάστῳ τούτων τὸ ἐνυπόστατον, καὶ οὕτω τῶν κοινῶν διαστέλλοντας ἐνεργειῶν.

Ὅτι δέ εἰσιν ἄκτιστοι θεοῦ ἐνέργειαι κοινῶς τοῖς τρισὶ προσώποις ἐνθεωρούμεναι, κοινῇ πᾶσι τοῖς θεολόγοις εἴπερ τι τῶν ἁπάντων διατεθρύλληται. Ὁ γὰρ πολὺς τὰ πάντα καὶ μέγας Βασίλειος, αὐτὸ τοῦτ’ ἀποφαινόμενος καὶ δι’ αὐτοῦ μὴ εἶναι τὸν υἱὸν δεικνὺς τοιαύτην τοῦ θεοῦ ἐνέργειαν, «εἰ ὁ υἱός», φησίν, «ἐνέργημα καὶ οὐ γέννημα, οὔτε ὁ ἐνεργήσας οὔτε μὴν τὸ ἐνεργηθὲν αὐτός ἐστιν—ἕτερον γὰρ ἡ ἐνέργεια παρὰ ταῦτα—ἀλλὰ καὶ ἀνυπόστατος· οὐδεμία γὰρ ἐνέργεια ἐνυπόστατος». Ὁρᾷς σαφῶς ὡς αἱ τοῦ θεοῦ ἐνέργειαι οὔτε κτίσματά εἰσιν, ἐνεργηθέντα γάρ ἐστι τὰ κτίσματα, οὔτε ὁ υἱός, ἐνυπόστατος γὰρ αὐτός; Ἀλλὰ κἀν τοῖς Περὶ τοῦ Πνεύματος λόγοις τὰς ἐνεργείας ταύτας ἐφ’ ὅσον ἐξῆν ἀπαριθμησάμενος εἶτ’ ἐπάγει. «Ταῦτα πάντα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον· ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι». Μόνον οὖν εἰπὼν ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον, τὰς ἐνεργείας ταύτας οὐκ ἐνυποστάτους οὔσας ἔδειξεν, ἀϊδίως δὲ ταύτας ἔχειν εἰρηκὼς τὸ πνεῦμα τὸ τούτων ἄκτιστον ἐκήρυξε. Πῶς δ’ ἂν εἴη καὶ μηδὲν τῶν κτισμάτων ἐνυπόστατον; Πῶς δ’ ἂν εἴη πάλιν οὐσία τοῦ θεοῦ τὰ πολλὰ ταῦτα, καὶ ταῦτ’ ἐκ τοῦ πνεύματος πηγάζοντα; «Διό», φησὶ πάλιν αὐτός, «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ». Τίνας λέγων ἐνεργείας;

Ὧν καὶ αὐτὸς ἐμνημόνευσεν ἐκεῖ· «τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν ἀγαθότητα, τὸ προγνωστικόν, τὸ δημιουργικόν, τὸ ἀνταποδοτικὸν καὶ πάντα τὰ τοιαῦτα».

Ὁ δὲ θεσπέσιος Κύριλλος πρὸς τοὺς ἡμιαρείους, λέγοντας ὅμοιον εἶναι τῇ βουλήσει τοῦ πατρὸς τὸν υἱόν, «ἐνυπόστατος ὤν», φησίν, «ὁ υἱός, τῇ ἀνυποστάτῳ βουλήσει κατ’ οὐδένα τρόπον ἔσται προσεοικώς». Καὶ πάλιν· «τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει, πρὸς τὰ ἐνούσια καὶ ἐνυπόστατα ἡ ὁμοιότης, ἀλλ’ οὐ πρὸς τὰ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὡς ἡ σοφία ἐν τῷ σοφῷ καὶ ἡ βουλὴ ἐν τῷ βουλευομένῳ».

Ὁ δὲ τῆς φιλοσοφίας ἐπώνυμος καὶ τοῦ Χριστοῦ μάρτυς Ἰουστῖνος, «εἰ ἄλλο τὸ ὑπάρχειν», φησί, «καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή». Καὶ πάλιν· «τὸ βούλεσθαι ἢ οὐσία ἐστίν, ἢ πρόσεστι τῇ οὐσίᾳ. Ἀλλ’ εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος· εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν. Οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταυτόν». Καὶ πάλιν· «εἰ πολλὰ μὲν βούλεται ὁ θεός, πολλὰ δὲ οὐκ ἔστι, δηλονότι κατ’ οὐσίαν, οὐκ ἄρα ταυτὸν παρὰ τῷ θεῷ τὸ εἶναι καὶ τὸ βούλεσθαι». Ἆρ’ οὐ σαφὴς ἡ διαφορὰ τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν, ἅμα δὲ καὶ πρὸς ἑκάστην τῶν ὑποστάσεων; Ἀκολούθως γὰρ ἔνι λέγειν καὶ περὶ τοῦ υἱοῦ, ὡς πολλὰ μὲν βούλεται, πολλὰ δὲ οὐκ ἔνι καθ’ ὑπόστασιν· οὐκ ἄρα ταυτὸν βουλή τε καὶ ὑπόστασις. Τὸν ἴσον δ’ ἔνι λέγειν τρόπον καὶ περὶ πατρὸς καὶ πνεύματος· ὃ δ’ ἐπὶ τῆς βουλῆς, τοῦτ’ ἄν τις φαίη καὶ ἐπὶ πάσης ἐνεργείας φυσικῆς· καὶ ἡ βουλὴ γὰρ φυσική τίς ἐστιν ἐνέργεια θεοῦ.

Ταῦτ’ ἄρα Γρηγόριος ὁ Νύσσης θεῖος πρόεδρος, «θεός», φησίν, «ἐνεργοῦντα δηλοῖ· θεότης δὲ ἐνέργειαν. Οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν». Τῶν ἐνθεωρουμένων τοιγαροῦν τοῖς τρισὶν ἐνεργειῶν ἐστι καὶ ἡ θεότης, ἀλλ’ οὐ τῶν ἐν ἰδίᾳ ὑποστάσει ὄντων, εἰ καὶ μὴ χωρίς ἐστιν αὐτῶν. Πλὴν γὰρ ἐκείνων τῶν τριῶν οὐδὲν ἐνυπόστατον ἐν τῷ θεῷ, δηλονότι αὐθυπόστατον.

Κεφ. εʹ. Ἔτι παράστασις ὅτι δυσσεβῶς ὁ αὐτὸς μόνην ἄκτιστον εἶναι θεότητά φησι τὴν οὐσίαν τοῦ θεοῦ. Ὅτι δ’ ἡ κοινῶς ἐνθεωρουμένη τοῖς τρισὶ θεότης αὕτη οὐδ’ οὐσία ἐστί, πρὸς τοῖς ἄλλοις πᾶσι θεολόγοις καὶ οὗτος διὰ πλειόνων ἐδίδαξεν ἡμᾶς. Γράφων γὰρ ὑπὲρ τούτου Πρὸς Ἀβλάβιον καὶ πολλαχῶς τοῦτο παραστήσας, συμπεραίνων ἤδη τὸν λόγον, «κατεσκευάσθη», φησί, «διὰ τῶν εἰρημένων ἐνέργειαν σημαίνειν καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα».

Ποίαν ἐνέργειαν; «Τὴν ἐποπτικήν τε καὶ θεατικήν», καθάπερ ἐκεῖ φησιν ὁ θεοφάντωρ οὗτος. Ὁ δ’ Ἀκίνδυνος, «οὐκ ἄλλη», φησίν, «ἄκτιστος θεότης καὶ ἐνέργεια παρὰ τὴν φύσιν τοῦ θεοῦ», τὴν θεατικὴν σαφῶς ἐνέργειαν ἐκείνην, ταυτὸ δ’ εἰπεῖν τὴν θείαν καὶ πρόγνωσιν καὶ πρόνοιαν, ὡς μὴ θείαν φύσιν οὖσαν, φανερῶς τῆς θεότητος ὑπερορίζων καὶ εἰς κτίσμα κατασπῶν. Καὶ πάλιν· «ἄλλην θεότητα ἄκτιστον παρὰ τὴν θείαν φύσιν οὐ δέχεται τῆς εὐσεβείας ὁ λόγος», σαφῶς λόγον εὐσεβείας λέγων μόνην τὴν τοῦ Βαρλαὰμ καὶ αὑτοῦ κακοδοξίαν, ἧς τἀναντία διδάσκουσιν οἱ θεῖοι θεολόγοι.

Καὶ πάλιν· «οὐ δυνάμεθά τι τῶν ἀκτίστων καὶ φυσικῶν τοῦ θεοῦ ἕτερόν τι φρονῆσαι τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως, οὐδ’ ἀνούσιον, οὐδ’ ἀνυπόστατον, οὐδ’ ἄλλην παρὰ τὸν υἱὸν εἶναι σοφίαν ἢ δόξαν ἢ ἀγαθότητα, καὶ ἁπλῶς κοινὴν ἄκτιστον ἐνέργειαν τῆς ἁγίας τριάδος», τὰς μικρὸν ἀνωτέρω παρὰ τῶν θεολόγων ἐκπεφρασμένας κοινὰς ἀκτίστους ἐνεργείας τῶν τριῶν προσκυνητῶν προσώπων, νῦν μὲν κτιστὰς ἀποφαινόμενος, νῦν δ’ αὐθυπόστατον ἑκάστην λέγων, ἄλλοτε δὲ συναλείφων τῇ φύσει τοῦ θεοῦ κακῶς ὡς μηδὲν αὐτῆς διαφερούσας.

Κεφ. στʹ. Ὅτι καὶ τὸ τοῦ θείου Μαξίμου περὶ τοῦ «μήτε τῶν νοούντων μήτε τῶν νοουμένων εἶναι τὸν θεὸν» Κεφάλαιον καθ’ ἑαυτοῦ προβάλλεται. ᾯ δὴ καὶ πρόχειρον αὐτῷ τε καὶ τοῖς κατ’ αὐτόν ἐστι τὸ τῷ σεπτῷ Μαξίμῳ σοφῶς ἄγαν γεγραμμένον «πᾶσα νόησις ὥσπερ ἐν οὐσίᾳ πάντως ἔχει τὴν θέσιν ὡς ποιότης, οὕτω καὶ περὶ οὐσίαν πεποιωμένην ἔχει τὴν κίνησιν· οὐ γὰρ ἄφετόν τι καὶ ἁπλοῦν καθ’ ἑαυτὸ ὑφεστὼς δυνατόν ἐστιν αὐτὴν ὑποδέξασθαι, ὅτι μὴ ἄφετός ἐστι καὶ ἁπλῆ. Ὁ δὲ θεὸς κατ’ ἄμφω πάμπαν ὑπάρχων ἁπλοῦς καὶ οὐσία τοῦ ἐν ὑποκειμένῳ χωρὶς καὶ νόησις μὴ ἔχουσα καθάπαξ ὑποκείμενον, οὐκ ἔστι τῶν νοούντων καὶ νοουμένων, ὡς ὑπὲρ οὐσίαν ὑπάρχων δηλονότι καὶ νόησιν». Τοῦτο τοίνυν πρόχειρον αὐτοῖς ἐστι μὴ νοοῦσι περὶ τίνος ἐστὶ νοήσεως ὁ λόγος ἐκείνῳ τῷ θεοσόφῳ. Περὶ ἐκείνης γάρ, ὡς καὶ αὐτὸς μεταξὺ λέγων ὑπεσήμηνε, καθ’ ἣν ὁ θεὸς ἄφετός ἐστι παντάπασιν, αὐτὸς ἑαυτὸν νοῶν καὶ ἀνεκφοιτήτως ἔχων ἑαυτοῦ. Ἡμῖν δέ, περὶ τῶν προόδων καὶ ἐνεργειῶν πρὸς τοὺς ἀρτίως ἐπηρεάζοντας ὁ λόγος, καθ’ ἃς ὁ θεὸς ἐν σχέσει τινὶ θεωρεῖται, ὡς προαναπέφηνε· μὴ δ’ ὅτι κατὰ ἀποφατικὴν θεολογίαν ὁ κλεινὸς ἐκεῖνος τὰ τοιαῦτα γράφει.

Ἐπεὶ καὶ τοῖς θεολόγοις ἔθος καταφατικά τινα λέγειν ὑπεροχικῆς ἀποφάσεως κεκτημένα δύναμιν, ὡς αὐτὸς καὶ τοῦτ’ ἐδήλωσε τοῦ κεφαλαίου τελευτῶν, αἴτιον εἶναι τῶν τοιούτων αὐτῷ λόγων εἰρηκώς, τὸ μήτε τῶν νοουμένων, μήτε τῶν νοούντων εἶναι τὸν θεόν.

Ὧν μάλιστά γε θάτερον οὐκ ἔσθ’ ὅπως ἄν τις φαίη, ὅτι μὴ καθ’ ὑπεροχικὴν ἀπόφασιν θεολογῶν, μηδὲ γοῦν ὅτι ὡς ποιότητα τὴν νόησιν, ἀλλ’ οὐχ ὡς ἐνέργειαν, ἐπὶ τοῦ θεοῦ ἀπηγόρευσεν ὁ θεηγόρος· καίτοι τοῦτο καὶ φανερῶς τὴν ἀρχὴν εὐθὺς προσκείμενον, καὶ τὸ ὑπερφυὲς ἐμφαῖνον τῶν ἐν τῷ θεῷ θεωρουμένων.

Ἀλλὰ γὰρ καὶ κατ’ ἄμφω τὸν θεὸν ἁπλοῦν εἰπὼν ὁ θεῖος Μάξιμος ἐνταῦθα ἔδειξεν αὐτὸν καὶ οὐσίαν καὶ ἐνέργειαν ἔχειν, ἣν δήποθ’ οὗτος καὶ φησὶν ἐνταῦθα νόησιν, ἀλλὰ καὶ διαφορὰν κεκτῆσθαι ταύτας πρὸς ἀλλήλας. Αὐτοῦ γάρ ἐστι λόγος, ὡς «χωρὶς διαφορᾶς ἀριθμὸν εὑρεῖν, ἀνένδεκτον».

Ἀλλ’ οὐδὲ ἡ ἀποφατικὴ θεολογία προσίσταται τῇ καταφατικῇ, παρίστησι δὲ μᾶλλον τὸ ὑπερφυὲς αὐτῆς, ὡς ἀληθῶς μὲν πάντων ἐπὶ τοῦ θεοῦ τιθεμένων παρ’ ἡμῶν, ἀλλ’ ὑπὲρ ὃ λέγειν καὶ νοεῖν ἔχομεν ἡμεῖς ἔχοντος ταῦτα τοῦ θεοῦ.

Κεφ. ζʹ. Ὅτι ἐξ ὧν περὶ θείας οὐσίας καὶ ἐνεργείας ἐδογμάτισαν Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτόν, πλεῖν ἢ πεντήκοντα κακοδοξίαις περιπίπτουσι, καὶ πάσαις ἁπλῶς ταῖς ἀπ’ αἰῶνος πονηραῖς αἱρέσεσι θύραν ἀνοίξαντες εἴσοδον παρέχουσιν. Τῶν τοιούτων τοίνυν Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτὸν μηδὲν ἐπὶ νοῦν βαλόμενοι, ταυτό φασιν ἐπὶ θεοῦ καὶ ἀδιάφορον παντάπασι τὴν ἄκτιστον οὐσίαν καὶ τὴν ἄκτιστον ἐνέργειαν.

Συμβαίνει τοίνυν αὐτοῖς ἐξ ἀνάγκης θάτερον τῶν ὀνομάτων τούτων ψιλὴν εἶναι λέγειν παντάπασι φωνήν, μᾶλλον δὲ ἀμφότερα δι’ ἑκατέρου πρὸς τοῦτο συνωθοῦσιν ἑκάτερον. Ὥσπερ γὰρ οὐκ ἔνι λέγειν τὴν τοῦ θεοῦ φύσιν ἔχειν καὶ οὐσίαν, ἐπειδήπερ ἀδιάφορόν ἐστιν οὐσία καὶ φύσις ἐπὶ τοῦ θεοῦ παντάπασιν, οὕτως οὐδ’ αὐτοὶ δυνήσονται λέγειν ἀκολούθως ἑαυτοῖς ἔχειν ἐνέργειαν τὴν τοῦ θεοῦ οὐσίαν, ἐπειδήπερ κατ’ αὐτοὺς ἡ θεία ἐνέργεια τῆς θείας οὐσίας μηδαμῆ διενήνοχεν. αʹ ᾟ μὲν οὖν τὴν ἐνέργειαν ψιλὴν λέγουσι φωνήν, ὡς οὐκ οὔσης ἐνεργείας θείας φυσικῆς, ἀθεΐᾳ περιπίπτουσιν, ἀναιροῦντες τὸ εἶναι τὸν θεόν. Οὐ γάρ ἐστιν ἐνεργεῖν χωρὶς ἐνεργείας, ὥσπερ οὐδὲ ὑπάρχειν χωρὶς ὑπάρξεως, τὸ δὲ ἀνενέργητον, καὶ ἀνύπαρκτον. Φησὶ γὰρ ὁ τὰ θεῖα σοφὸς Δαμασκηνός, «ἀδύνατον ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι, ἡ δὲ κατὰ φύσιν ἐνέργεια οὐ τῶν ἐκτὸς ὑπάρχει, καὶ δῆλον ὅτι οὔτε εἶναι οὔτε γινώσκεσθαι τὴν φύσιν δυνατὸν ἄνευ τῆς κατὰ φύσιν ἐνεργείας». Μάξιμος δὲ πάλιν ὁ θεῖος συνεπιμαρτυροῦντας ἐπαγόμενος πάντας τοὺς κατ’ αὐτὸν θεοφόρους, «οἱ ἅγιοι», φησί, «πατέρες φανερῶς λέγουσι μήτε εἶναι μήτε γινώσκεσθαι χωρὶς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τὴν οἱανδήποτε φύσιν»· καὶ πάλιν, «τίς φύσις ἀνενέργητος ἢ φυσικῆς ἐνεργείας ἐκτός;

Ὡς γὰρ οὐδαμῶς ὑπάρξεως ἔρημος οὐδὲ δυνάμεως φυσικῆς· εἰ δὲ ταύτης ἀμοιρεῖ, καὶ τῆς ὑπάρξεως ἀμοιρήσειεν ἄν». Καὶ Πρὸς Νίκανδρον αὖθις περὶ τῶν αὐτῶν γράφων, «τοῦ φυσικοῦ», φησί, «θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας ἀναιρουμένων, πῶς θεὸς ἢ ἄνθρωπος ἔσται, καὶ πῶς τοῦτο ἢ ἐκεῖνο κατ’ οὐσίαν ὑπάρχων δειχθήσεται μὴ σῴζων ἑκατέρας φύσεως ἀνελλιπῶς τὴν ἰδιότητα; Τὸ γὰρ τῶν κατὰ φύσιν ἐκστάν, καὶ αὐτῆς ἔξω τῆς οὐσίας γεγένηται μηδεμίαν ὕπαρξιν ἔχον».

Ὁρᾷς πολλὰ σαφῶς τὰ κατὰ φύσιν, Ἀκίνδυνε, μιᾶς ἐκείνης οὔσης; καὶ ὡς ἰδιότης αὐτῆς ἐστι τὸ φυσικὸν θέλημα καὶ ἡ τοιαύτη ἐνέργεια; καὶ ὡς ἐλλιπής, μᾶλλον δὲ ἀνύπαρκτός ἐστι χωρὶς αὐτῶν, καὶ δι’ αὐτῶν ἡ φύσις ὡς ἔστι δήπου δείκνυται, ἀλλ’ οὐκ αὐτά ἐστιν ἡ φύσις, καὶ ταῦτα ἡ ἀνέκφαντος ἐκείνη;

Ὁ δ’ ἐν μάρτυσι σοφώτατος Ἰουστῖνος, τῶν Ἑλλήνων τηνικαῦτα τοῦτ’ αὐτὸ λεγόντων, ὃ καὶ παρ’ Ἀκινδύνου νῦν ἀκούομεν, ὡς «οὐκ ἔστιν ὅλως ἐπὶ θεοῦ διαίρεσις οὐσίας καὶ ἐνεργείας»· ὁ μὲν γάρ φησιν, «ὅσα λέγεται ἐπὶ θεοῦ οὐκ ἔστιν ἄλλο καὶ ἄλλο, καὶ πάντα διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν· οὐ γάρ ἐστιν ὅλως διαφορά τις ἐν τῷ θεῷ κατὰ μηδένα τρόπον, πλὴν τῶν κατὰ τὰ τρία πρόσωπα διαφορῶν», οἱ δέ, καθάπερ αὐτὸς ὁ τοῦ Χριστοῦ μάρτυς αὐτοῖς ἀντιλέγων προὔθηκεν, «οὐκ οἰητέον ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ἐν αὐτῷ ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι· ὃ γάρ ἐστι, καὶ βούλεται, καὶ ὃ βούλεται, καὶ ἔστι, καὶ οὐδεμία τούτων ἐπ’ αὐτοῦ διαίρεσις»· τοῦτο, παραπλησίως Ἀκινδύνῳ, τηνικαῦτα λεγόντων τῶν Ἑλλήνων ὁ τῆς ἀληθείας σοφὸς μάρτυς Ἰουστῖνος «τοῦ θεοῦ», φησίν, «ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ θεοῦ καὶ τὴν ποίησιν· ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων». βʹ Οὕτως Ἀκίνδυνος ἀρτίως ἐφ’ οἷς ἡμῖν ἀντίκειται, μεταλαβὼν ἐπὶ τῆς θείας ἐνεργείας τὰ τοῖς Ἕλλησιν ἐπὶ τῆς θείας βουλῆς κακῶς προειρημένα, τὴν ἐκείνων πλάνην ἀναζῆν ποιεῖ, θεὸν μὲν οὐκ εἶναι παριστάς, εἶναι δὲ τὸ πᾶν ἀγένητον.

Καὶ τί λέγω μεταλαβεῖν τοῦτον ἐπὶ τῆς ἐνεργείας τἀπὶ τῆς βουλῆς ἀθέως τοῖς Ἕλλησι προειρημένα;

Ὁ γὰρ τῶν Ἑλλήνων ἀθεώτατος Ἰουλιανὸς ὁ παραβάτης, τὸν αὐτοῦ θεὸν ἥλιον ἐγκωμιάζων, αὐτὴν αὐτοῖς ῥήμασι τὴν Ἀκινδύνου δόξαν κεκτημένος ἀναφαίνεται γράφων, «οὐκ ἄλλο μὲν ἔστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, καὶ τρίτον παρὰ ταῦτα ἐνέργεια· πάντα γὰρ ἃ βούλεται, ταῦτά ἐστι καὶ δύναται καὶ ἐνεργεῖ. Οὐδὲ γὰρ ὃ μὴ ἔστι βούλεται, οὐδὲ ὃ βούλεται δρᾶν οὐ σθένει, οὔθ’ ὃ μὴ δύναται ἐνεργεῖν ἐθέλει ἐνεργεῖν». Οὐκ ἀπεικότως δ’ ἄρα ταυτὸ πάσχουσι τοῖς Ἕλλησιν οἱ ἀδιάφορον εἶναι λέγοντες τῇ θείᾳ φύσει τὴν ἄκτιστον ἐνέργειαν· ἀπὸ γὰρ τῶν οἰκείων ἐνεργειῶν ὅτι ἔστι μόνον ὁ θεὸς γινώσκεται. Τῷ τοίνυν ἀθετοῦντι τὰς δεικτικὰς θείας ἐνεργείας ἀναγκαίως ἕψεται τὸ ἀγνοεῖν εἶναι τὸν θεόν, κἂν ὑποκρίνηται συνηγορεῖν θεῷ. γʹ Ἀλλὰ καὶ ὅταν λέγωσι, μᾶλλον δὲ καὶ γραφῇ παραδιδόντες κατασκευάζειν ἐγχειρῶσιν, ὡς ἡ θεοποιὸς χάρις οὔτε κτιστὴ οὔτε ἄκτιστός ἐστι, τοῦτ’ αὐτὸ λέγουσιν, ὅτι θεὸς οὐκ ἔστι· τὸ γὰρ μήτε κτιστὸν μήτε ἄκτιστον, οὐδ’ ἔστιν ὅλως. Ὡς οὖν ὁ φωτιστικὴν ἐνέργειαν ἀποφηνάμενος μὴ εἶναι μηδαμῶς, τὸ φῶς ἐκ μέσου πεποίηκε τῶν ὄντων, οὕτω καὶ ὁ τὴν θεουργὸν χάριν ἀθετῶν, ἀθετεῖ τὸ εἶναι τὸν θεόν.

Ὥσπερ δ’ εἴ τις τὰς φωτοδότιδας ἡλιακὰς ἀκτῖνας ἀναιρῶν, εἶθ’ ἥλιον εἶναι διϊσχυρίζετο, καταγέλαστος ἂν ἦν, οὕτως οὗτοι, θείαν μὲν οὐσίαν εἶναι διαβεβαιούμενοι, θεουργὸν δὲ μὴ εἶναι χάριν καὶ τὰς ἄλλας ἐνεργείας.

Καὶ μὴν κατ’ οὐσίαν ὁ θεὸς πᾶσι μὲν ἔσται μεθεκτός, δʹ τοῖς δ’ ἁγίοις καὶ θεωρητός, εἴπερ τῷ μὲν αὐτοῦ μετέχειν συνέστηκε τὸ πᾶν, καὶ κατὰ τὴν εὐαγγελικὴν ἐπαγγελίαν μόνοις αὐτὸς ὁρᾶται τοῖς ἀξίοις, τὴν δ’ οἰκείαν ἐνέργειαν καὶ τὴν θεοποιόν, ταυτὸ δ’ εἰπεῖν ἄκτιστον λαμπρότητα καὶ χάριν, παντάπασιν ἀδιάφορον ἔχει τῆς οὐσίας κατ’ αὐτούς.

Ἀλλ’ ἐκεῖνο τοῖς πατράσιν ἀπηγόρευται κατ’ οὐσίαν τὸν εʹ θεὸν λέγουσιν ἀμέθεκτον. Οἱ τοίνυν τοῦτο λέγοντες—καὶ γὰρ ἔσθ’ ὅτε καὶ διαρρήδην οὗτοι τοῦτο φάσκουσι—πρὸς τῷ τοῖς πατράσιν ἀντικεῖσθαι καὶ τοῖς Μεσσαλιανοῖς ἑαυτοὺς ἐντάττουσιν. Ὡς γὰρ αἰσθητικὴν ἔχοντες καὶ λογικὴν οὐσίαν φύσει πάντες ἐσμὲν αἰσθητικοὶ καὶ λογικοί, οὕτως, εἰ καὶ τῆς θείας μετάσχοιμεν οὐσίας, φύσει ἐσόμεθα θεοί. Μεσσαλιανοῖς μὲν οὖν ἄνθρωποι μόνοι φύσει, κακῶς, ἔδοξαν θεοί, καὶ τῶν ἀνθρώπων οἱ τὴν ἀρετὴν διενεγκόντες. Οὗτοι δὲ καὶ Μεσσαλιανοὺς παρέδραμον τῇ δυσσεβείᾳ. Τήν τε γὰρ θέωσιν φυσικὴν εἶναι μίμησιν φάσκοντες, τοῦτο αὐτὸ κατασκευάζουσι κατὰ τὸν εἰπόντα, «φύσει γὰρ ἔσται κατὰ πᾶσαν ἀνάγκην θεὸς ὁ θεούμενος, εἰ κατὰ δεκτικὴν δύναμιν φύσεως ἡ θέωσις εἴη· καὶ δυνήσεται καὶ φύσει θεὸς ὁ τοιοῦτος προσαγορεύεσθαι».

Ξύμπαντά τε λέγοντες οὐσίας μετεσχηκέναι θείας, ἀνουστάτῳ προφάσει, τῷ παρεῖναι ταύτην πανταχοῦ, φύσει θεῖον πᾶν κτίσμα πεποιήκεσαν. Πρὸς δὲ τούτοις, ἐπεὶ τῆς θείας οὐσίας κατ’ αὐτοὺς ἡ στʹ θεία μηδὲν διενήνοχεν ἐνέργεια, καὶ τὸ ἐνεργεῖν τοῦ εἶναι τὸν θεὸν οὐκ ἂν εἴη παρηλλαγμένον οὐδ’ ὁπωστιοῦν, οὐκοῦν ταυτὸν ἐκ τοῦ ἀκολούθου φάναι κατ’ αὐτούς, ὡς ἐνήργησέ τι τῶν ἁπάντων δεδημιουργηκώς, καὶ ὅτι ὁ θεὸς ὑπῆρξε. Τοιγαροῦν κατὰ τὸ ἀκόλουθον τῆς τούτων δόξης, τόθ’ ὑπῆρξεν ζʹ ὁ θεός, ὅτε τὰ κτισθέντα παρήγαγεν εἰς γένεσιν. Καὶ μάλισθ’ ὅτι τὸ ἐνεργεῖν σημαντικὸν ἀεὶ τοῦ κτίζειν εἶναι ὁ Ἀκίνδυνός φησιν. Εἰ δὲ καὶ φύσις χωρὶς ἐνεργείας ὁ θεός, ὡς ἀδιάφορον αὐτῇ ταύτην κεκτημένος, καὶ θελήσεως χωρίς ἐστιν· ἐνέργεια γὰρ φύσεως ἡ θέλησις. Οὐκοῦν τῆς γενέσεως ηʹ τῶν ὄντων θεία θέλησις οὐ προηγήσατο· τὸ γὰρ πρὸ τῆς γενέσεως ἀγένητον ἀνάγκη εἶναι· πᾶσαν δὲ ἐνέργειαν ἀγένητον μηδὲν τῆς θείας οὐσίας διαφέρειν ὁ Ἀκίνδυνός φησι.

Ταυτὸν οὖν κατ’ αὐτὸν θελήσει τε φάναι καὶ φύσει τοῦ θεοῦ τὸν πᾶν προῆχθαι· κἀπειδήπερ κατὰ θέλησιν θεοῦ γεγόναμέν τε καί ἐσμεν κατὰ φύσιν θεοῦ γεγόναμέν τε καί ἐσμεν. θʹ Εἰκότως δ’ ἄρα καὶ διαφερόντως ἀκολούθως τοῖς νενοσηκόσιν ἀθεΐαν, θεοὶ δοκεῖ τὰ κτίσματα. ιʹ ᾟ μὲν οὖν τὴν ἐνέργειαν ψιλὴν λέγουσι φωνήν, ἀθεΐᾳ περιπίπτουσι καὶ τὰ κτίσματα θεοὺς ποιοῦσιν. ᾟ δ’ οὐχ ἁπλῶς οὗτοι ταύτην ἀθετοῦσιν, ἀλλὰ καὶ τῷ κτιστὰς εἶναι διατείνεσθαι τὰς διενηνοχυίας ὁπωσοῦν τῆς θείας φύσεως θείας ἐνεργείας, κτίσμα ποιοῦσι τὸν θεόν. Πρὸς γὰρ τοὺς μίαν ἐνέργειαν λέγοντας ἐπὶ Χριστοῦ φησιν αὖθις ὁ σοφὸς τὰ θεῖα Μάξιμος, «εἰ κτιστή ἐστιν αὕτη ἡ ἐνέργεια, κτιστὴν δηλώσει φύσιν, εἰ δ’ ἄκτιστος, ἄκτιστον χαρακτηρίσει οὐσίαν· δεῖ γὰρ κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά».

Τὸ γὰρ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διενήνοχε, καὶ τὸ κατάλληλον, δηλονότι τὸ προσῆκον, ἑτέρῳ τινί πως ὄντι προσήκειν ἀναγκαῖον. ιαʹ Ἐπεὶ δὲ καὶ τὸν υἱὸν εἶναι μόνον ἰσχυρίζονται τὴν ἄκτιστον, ἣν αὐτοί φασιν ἐνέργειαν, οὐ πρὸς τὰ κτιστὰ νομίζοντες ποιεῖσθαι τὴν ἀντιδιαστολήν, καὶ ὡς μηδεμία τῶν ἀκτίστων κοινῶν ἐνεργειῶν, ἥτις οὐκ αὐτοῦ, ἀλλὰ πρὸς ἀθέτησιν τῶν ἀκτίστων τῆς προσκυνητῆς τριάδος κοινῶν ἐνεργειῶν ἐκλαμβάνοντες τὸ «μόνος»· εἰ μὲν τὴν αὐτὴν ἔχειν τῷ πατρὶ τὸν υἱὸν ἐνέργειάν φασιν, ὥσπερ οὖν ἔχει, ἕξει καὶ αὐτὸς κατ’ αὐτοὺς ἕτερον υἱόν· μόνος γὰρ ὁ υἱὸς κατ’ αὐτοὺς ἡ ἄκτιστος τοῦ πατρὸς ἐνέργεια. Εἰ δὲ μὴ ἔχει τὴν αὐτὴν ἐκείνῳ, οὐδὲ τὴν οὐσίαν ἕξει τὴν αὐτήν· ἐκ γὰρ τῆς ἐνεργείας ἡ οὐσία χαρακτηρίζεται. Οὔκουν ἡ ἐνέργεια τῶν ὑποστατικῶν ἐστιν· ἐκεῖνα γὰρ οὐκ οὐσίαν ἀλλ’ ὑπόστασιν χαρακτηρίζει. Ταῦτ’ ἄρα καὶ ὁ θεῖος πάλιν Μάξιμος, ἄντικρυς πρὸς τοὺς νεήλυδας τούτους θεολόγους ποιούμενος τὸν λόγον, «τίς», φησίν, «ὑποστατικὴν ἐνέργειαν εἴρηκέ ποτε, καὶ πόθεν τοῦτο καὶ παρὰ τίνος λαβόντες προφέρουσιν;». ιβʹ Εἰ τοίνυν οὐ τῶν ὑποστατικῶν ἐστιν ἡ ἄκτιστος ἐνέργεια, μὴ τὴν αὐτὴν δὲ κατὰ τὸν Ἀκίνδυνον ὁ υἱὸς ἀπαραλλάκτως ἔχει τῷ πατρὶ ἄκτιστον ἐνέργειαν, ἐν τοῖς κατὰ φύσιν αὐτοῖς παρηλλαγμένος ἔσται τοῦ πατρός.

Εἰ δ’ ἄρα μὴ ὅτι ιγʹ παρηλλαγμένην, ἀλλὰ καὶ κτιστὴν ὁ υἱὸς ἔχει τὴν ἐνέργειαν, κτιστὴν ἕξει καὶ τὴν φύσιν, ὃ σαφῶς Ἀρείου λέγειν ἐστὶ καὶ Εὐνομίου καὶ τῶν ἐξ ἀλλοκότου μανίας ἀνομίαν λαλούντων εἰς τὸ ὕψος. Ἡ γὰρ κτιστὴ ἐνέργεια, καθάπερ ἀνωτέρω ἐδιδάχθημεν, κτιστὴν παρίστησι τὴν φύσιν. Εἰ δὲ μηδαμῶς ἔχει μήτε τὴν αὐτὴν τῷ πατρὶ ὁ υἱὸς ἐνέργειαν μήθ’ ἑτέραν ἡντινοῦν, ἀνυπόστατος ἔσται καθ’ αὑτόν, τῷ πατρὶ μόνον ἐνθεωρούμενος. ιδʹ Ἐπεὶ δὲ κατὰ τοὺς θεοσόφους θεολόγους, τὰς αὐτὰς ἀπαραλλάκτως τῷ πατρί, μὴ ὅτι μίαν ἀλλὰ καὶ πολλὰς ὁ υἱὸς ἔχει ἐνεργείας, ὧν οὐδεμία τῶν κτιστῶν—τὰ γὰρ τούτων ἀποτελέσματα τὰ κτίσματά ἐστιν—ἐξ ὧν πᾶς τις εὖ φρονῶν ἐπιγνώμων γίνεται τῶν ἐμφύτων τοῦ κτίσαντος ἐνεργειῶν τε καὶ δυνάμεων τούτων ἐκ τῶν ἀποτελεσμάτων, ἀλλ’ οὐ τῆς αὐτοῦ φύσεως ἐν περινοίᾳ γινόμενος. Καὶ μὴ μόνον ὁ υἱός, ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἔχει τὰς αὐτάς, ὡς καὶ πηγὴν τῶν ἀϊδίων ἐνεργειῶν τούτων ἑκάτερον ὑπάρχειν ἅμα τῷ πατρί, κατὰ τοὺς ἐνθέους θεολόγους ὡς ἀρχόμενοί τε διεσαφήσαμεν κἀν τοῖς ἑξῆς λόγοις τελεώτερον ἐκθήσομεν. Ὁ δ’ Ἀκίνδυνος ἑκάστην τῶν ἀκτίστων ἐνεργειῶν αὐθυπόστατον εἶναι παραδίδωσι, καὶ τὸν υἱὸν αὐτὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον ὑπάρχειν ὡς μηδεμίαν διαφορὰν ἐκείνων πρὸς ταύτας κεκτημένων. Τίς ἂν ἔτ’ ἀπαριθμήσαιτο τῶν ἐκβαινόντων ἐντεῦθεν ἀτόπων τὴν πληθύν;

Ταυτὸν δέ ἐστιν ἐνεργείας ἔσθ’ ὅτε καὶ ἐνέργειαν ἐπὶ τῶν φυσικῶς προσόντων τῷ θεῷ εἰπεῖν. Κατὰ γὰρ τοὺς ἱεροὺς πατέρας, ὡς ὁ ἥλιος διὰ τῆς ἀκτῖνος καὶ θερμαίνει καὶ φωτίζει καὶ ζωογονεῖ καὶ αὔξει, οὕτω καὶ ὁ θεὸς τὰ πάντα ἐνεργεῖ. Καὶ τοίνυν ὡς ἐπὶ τοῦ ἡλίου, κἂν τὴν περιεκτικὴν ἐκείνην εἴπῃς πάσας ἔφης, κἂν πάσας εἴπῃς ἐκείνην αὖθις φῂς τὴν μίαν, οὕτω καὶ ἐπὶ θεοῦ. Ταύτῃ τοι καὶ ὁ ἐξ Ἀρείου Πάγου θεοφάντωρ, τὴν μὲν θείαν ἀγαθότητα καὶ πρόνοιαν ἔσθ’ ὅπου, μᾶλλον δὲ πολλαχοῦ τῶν λόγων, καὶ προνοίας καὶ ἀγαθότητας καλεῖ, τὴν δ’ ὑπερουσιότητα τὴν θείαν ἑνιαίως πανταχοῦ. Καὶ τοὺς κατ’ αὐτὸν μετ’ αὐτὸν θεολογοῦντας, ποτὲ μὲν ἑνικῶς εὑρήσεις τὴν θείαν ἐνέργειαν προσειρηκότας, ποτὲ δὲ πληθυντικῶς. «Ἡ τοῦ κυρίου γάρ», φησί, «σὰρξ τὰς θείας ἐνεργείας ἐπλούτησε, διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην ἕνωσιν, τοῦ Λόγου δι’ αὐτῆς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν». Εἶδες καὶ πολλὰς καὶ μίαν τὴν αὐτήν; ιεʹ Ἀλλ’ οἱ ταύτας λέγοντες κτιστάς, καὶ μονοθελῆταί εἰσι τῶν πώποτε ἐκείνων χείρους καὶ αὐτὴν τὴν κατ’ ἐκείνων ἐκ περιουσίας τελέως ἀθετοῦντες σύνοδον. Κτιστὸν γὰρ μόνον ἐπὶ τοῦ Χριστοῦ θέλημα δοξάσουσι, καὶ μίαν ἐνέργειαν μόνην, τὴν κτιστήν, εἴπερ πᾶν κτιστόν ἐστιν ὅπερ θεία οὐσία οὐκ ἔστιν, ἀφ’ οὗ πάλιν καὶ τὴν θείαν οὐσίαν ιστʹ εἰς κτίσμα κατασπῶσιν.

Οὐ μόνον δ’ ἀπὸ τούτων, ἀλλὰ καὶ ἀπὸ τοῦ τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς κτίσμα ιζʹ λέγειν, κτίσμα ποιοῦσιν οὗτοι τὸν θεόν. Καὶ τοῦτο γὰρ κατὰ τοὺς ἁγίους φυσική ἐστι δόξα τοῦ θεοῦ καὶ φυσικὴ τῆς θεότητος ἄναρχος ἀκτὶς καὶ οὐσιώδης εὐπρέπεια θεοῦ καὶ ὑπερτελὲς καὶ προτέλειον κάλλος. Οὗ δὲ κτιστὰ τὰ φυσικά, καὶ αὐτὸς κτιστὸς τὴν φύσιν ἐξ ἀνάγκης. ᾟ δ’ αὖιηʹ θις αὐτοὶ τοῦτο τῆς θείας φύσεως ἀλλοτριοῦντες καὶ τῆς ἀκτίστου θεότητος ὑπερορίζοντες, λαβεῖν μέν φασιν ἐκ τοῦ Θαβωρίου τὴν ἀρχήν, συνέσεσθαι δὲ τῷ Χριστῷ κατὰ τὸν ἄληκτον αἰῶνα, καθάπερ δῆτα καὶ συνέσται τοὺς τοῦ φωτὸς υἱοὺς ἀπορρήτως περιλάμπον, ἐκ τριῶν φύσεων συγκεῖσθαι τὸν Χριστὸν δοξάσουσι· τῆς τε ἀνθρωπίνης καὶ τῆς θείας καὶ τῆς τοῦ φωτὸς ἐκείνου. ιθʹ Καὶ μὴν τὸ λαμβανόμενον τοῖς ἁγίοις ἐκ τοῦ κατοικοῦντος ἐν τῷ Χριστῷ πληρώματος κτίσμα λέγοντες, κτίσμα λέγουσιν ἄντικρυς καὶ τὸ πλήρωμα ἐκεῖνο, ταυτὸ δ’ εἰπεῖν τὴν θείαν καὶ ἐνέργειαν καὶ φύσιν. Τοῦ δὲ μεγάλου Βασιλείου ἐν τοῖς Πρὸς Εὐνόμιον φυσικὴν δεικνύντος εἶναι τάξιν ἐπὶ τοῦ θεοῦ, καθ’ ἣν καὶ τῷ κατ’ αὐτὴν ἀξιώματι δευτερεύειν τὸν υἱόν, ἀλλ’ οὐ τῇ φύσει, τὸ κατὰ τὴν τάξιν τοῦτο τοῦ υἱοῦ ἀξίωμα κτιστὸν ἔσται κατὰ τὸν Ἀκίνδυνον, εἰ πᾶν κτιστόν, ὃ τῇ θείᾳ φύσει κατά τι μὴ ταυτόν.

κʹ Τοῦτο δ’ ἄντικρυς τοῦ κόμματός ἐστιν Ἀρείου, καὶ οἷόν τις παραφυὰς τῆς κατ’ αὐτὸν μανίας, εἰ μὴ καὶ ταύτην ὑπερέβαλε, μηδ’ αὐτοῦ φειδομένη τοῦ πατρός. Οὐ μὴν ἀλλ’ ἐπεὶ τὴν φυσικὴν ταύτην τάξιν ἐπὶ τοῦ θεοῦ καὶ τὸ κατ’ αὐτὴν ἀξίωμα οὐκ ἄν ποτέ τις εὖ φρονῶν φαίη τῶν κτιστῶν, κατὰ δὲ τὴν Ἀκινδύνου νεοφανῆ θεολογίαν πᾶν ἄκτιστον οὐσία, καὶ ἡ τάξις αὕτη καὶ τὸ ἀξίωμα οὐσία κατ’ αὐτόν· καὶ κατ’ οὐσίαν ὁ υἱὸς ἔσται δευτερεύων τοῦ πατρός· τοῦτο δὲ τῆς Ἀρείου λύσσης αὐτὸ τὸ κεφάλαιόν ἐστιν. Εἰ δὲ καὶ καʹ τὴν ἐναντίωσιν οἴκοθεν ἐπάγεται, τῆς ἐν πᾶσι κατεφθαρμέκβʹ νης καὶ τοῦτ’ ἔστιν Ἀκινδύνου διανοίας. Ἀλλὰ καὶ τὸ ἐκχεόμενον ἐφ’ ἡμᾶς κατὰ τὴν προφητείαν Ἰωὴλ ἀπὸ τοῦ θείου πνεύματος κτίσμα λέγων ὁ Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτόν—τοῦτο γάρ ἐστιν ἡ θεοποιὸς χάρις, ἥν φασι κτιστὴν —κτίσμα ποιοῦσι καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀφ’ οὗ ἡ θεοκγʹ ποιὸς ἐκχεῖται χάρις. ᾟ δ’ αὐτοί, τὴν κυρίως παρ’ αὐτῶν λεγομένην χάριν λέγοντες κτιστήν, τὸ δι’ ἐμφυσήματος δεδομένον τοῖς ἀποστόλοις τοῦ Χριστοῦ πνεῦμα ἅγιον οὐκ εἶναι τὴν χάριν λέγουσιν ὡς ἄκτιστον ὑπάρχον, ἀλλ’ αὐτὴν τὴν τοῦ πνεύματος ὑπόστασιν, λατινόφρονες φανερῶς εἰσί.

Καὶ γὰρ κἀκ τοῦ υἱοῦ τὸ πνεῦμα καὶ ἐμφυσᾶται καὶ δίδοται καὶ ἀποστέλλεται. Λατίνων οὖν ἐστι μὴ τὴν χάριν τοῦτο λέγειν, ἀλλ’ αὐτὴν τὴν ὑπόστασιν τοῦ πνεύματος. κδʹ Καὶ μὲν δὴ οἱ τὴν τοῦ θεοῦ οὐσίαν μόνην ἄκτιστον λέγοντες, τὰ δὲ περὶ αὐτὴν ἅπαντα κτιστά, καὶ τὰ ὑποστατικὰ ἢ οὐσίαν φήσουσιν ἢ εἰς κτίσμα κατασπάσουσιν. Ἀλλ’ εἰ μὲν οὐσίαν φήσουσιν, εὐνομιανοί εἰσιν, εἰ δὲ κτιστά φασι, καὶ τὸν Εὐνόμιον τῇ δυσσεβείᾳ ὑπερέβαλον· ἐκεῖνος γὰρ οὐ πάντα ταῦτ’ ἔλεγε κτιστά. Καὶ τί λέγω τὰς περὶ τὰς ὑποκεʹ στάσεις καὶ τὰς περὶ τὴν φύσιν ἐνεργείας; Οὗτοι γὰρ οὐχὶ τὰς ἐνεργείας μόνας λέγουσι κτιστάς, ὅθεν ἄν τις ὑπενόησεν ὑπὸ τῆς ὁμωνυμίας παρασύρεσθαι—λέγεται γὰρ ἔστιν ὅτε καὶ τὸ ἀποτέλεσμα ἐνέργεια—, ἀλλ’ ὡς καὶ προφάσεως ἄνευ εἶεν ἀσεβεῖς, καὶ αὐτὰς τὰς δυνάμεις τοῦ θεοῦ κτιστὰς κστʹ εἶναι διαρρήδην ἀποφαίνονται. Λεγόντων γὰρ ἡμῶν ὡς ὁ θεὸς παντοδύναμός ἐστι καὶ οὐ μόνον πολλὰς ἀκτίστους ἔχει δυνάμεις ἀλλὰ καὶ πάσας, καὶ προφερόντων τὸ ὑπὸ τοῦ μεγάλου Βασιλείου εἰρημένον, ὅτι «τὸ πνεῦμα τὸ ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν», αὐτοὶ διαβεβαιοῦνται κτιστὰς εἶναι τὰς δυνάμεις ταύτας.

Εὖγε· πολλὰ γὰρ εἰ μὴ τοῦτο καὶ διάφορα ἔσται τὰ ἄκτιστα· καὶ διὰ ταῦτα πολλοὶ ἔσονται θεοὶ κατὰ τοὺς μακαρίους τούτους, τῆς μὲν οὐσίας ἀεὶ οὔσης ἁπλῆς, τῆς δ’ ἐνεργείας ἔσθ’ ὅτε κατὰ πρόνοιαν καὶ πολυποικίλου γινομένης· ὡς καὶ ὁ Παῦλος ἔφη, «γνῶναι τοὺς ἀγγέλους ἐκ τῆς ἐκκλησίας τὸ πολυποίκιλον τῆς σοφίας τοῦ θεοῦ».

Ἀλλὰ γὰρ ἡμῶν ἐπενεγκόντων, ὡς «καθ’ ὑμᾶς οὐκοῦν κζʹ πρὸ τῆς κτίσεως ὁ θεὸς παντοδύναμος οὐκ ἦν», αὐτοί, πολλῶν παρόντων οἳ καὶ μαρτυρήσουσιν, ἰσχυρίσαντο μὴ εἶναι τὸν θεὸν πρὸ τῆς κτίσεως παντοδύναμον. Ἀλλὰ κἂν αὐτοὶ μὴ διαρρήδην ἔλεγον, ἐκ τῆς κατ’ αὐτοὺς δόξης καὶ τοῦτο καὶ πολλ’ ἕτερα χείρω συμβήσεται αὐτοῖς. Ἐπεὶ γὰρ κατὰ τοὺς ἁγίους Ἀθανάσιόν τε καὶ Μάξιμον, μάλλον δ’ ἁπαξαπλῶς ἅπαντας, «πάντα ὅσα ἔχει ὁ θεὸς φύσει ἔχει καὶ οὐκ ἐπίκτητα», φύσει καὶ τὰς ἑαυτοῦ δυνάμεις ἔχει καὶ ἐξ ἀϊδίου καὶ ἀνάρχως ἔχει ταύτας.

Ἀνάρχων τοιγαροῦν οὐσῶν καὶ τῆς οὐσίας καὶ τῶν τοῦ κηʹ θεοῦ δυνάμεων οἱ τὴν μὲν οὐσίαν ἄκτιστον λέγοντες, κτιστὰς δὲ τὰς δυνάμεις, δύο τὰ ἄναρχα ποιοῦσι, τὸ μὲν ἄκτιστον, τὸ δὲ κτιστόν. Τὸ δὲ κτιστὸν καὶ τὸ ἄκτιστον ἐκ διαμέτρου πρὸς ἄλληλα τὴν κατὰ τὸ σημαινόμενον ἐναντίωσιν ἔχει· καὶ τοῦτό ἐστι σχεδὸν τὸ ἄθεον ἐκεῖνο δόγμα τοῦ Μάνεντος, αἱ πρὸς ἀλλήλας ἀντικαθιστάμεναι δύο ἄναρκθʹ χοι ἀρχαί. Ἀλλὰ τοῦτο μὲν ἐκ τῆς αὐτῶν ἀλογίστου καὶ κατεφθαρμένης διανοίας ἀκουσίως ἴσως σφίσι περιγίνεται, οἷον ἀλλόκοτόν τι κύημα φρενῶν ἀπονενοημένων· αὐτοὶ δὲ οὐκ ἐντεῦθεν μόνον τὴν διθεΐαν δείκνυνται πρεσβεύοντες ὡς ἀληθῶς, ἣν ἡμῶν μάτην κατεψεύσαντο, ἀλλὰ καὶ ἀπὸ τοῦ κτιστὴν καὶ ἄκτιστον λέγειν θεαρχίαν καὶ ἀγαθαρχίαν. λʹ Τί δ’ ὅτε τὰς ἐν θεῷ καὶ ἐκ θεοῦ τῶν ὄντων μετοχάς τε καὶ ἀρχάς, ὧν τῇ μεθέξει συνέστηκε τὸ πᾶν, τὴν ἀγαθότητα, τὴν ζωήν, τὴν ὀντότητα, τὴν ἀθανασίαν, τὴν ἁγιότητα καὶ τὰ παραπλήσια τούτοις, οὐσίας εἶναί φασι καὶ ὑποστάσεις περὶ τὸν θεὸν θεωρουμένας καὶ πρὸ τῶν ἀγγέλων ἐν αἰῶνι κτισθείσας ὡς καὶ ὑπ’ αὐτῶν μετεχομένας;

Ἆρ’ οὐ τὰς πλατωνικὰς ἰδέας ἐπεισάγουσι τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ πολλοὺς θεοὺς ἀναπείθουσι πρεσβεύειν, ὧν τῇ μεθέξει συνέστηκε τὸ πᾶν; Ἀλλ’ ὅταν οὗτοι πάλιν προαιωνίους ταύτας οὔσας ἐκ τῶν παρ’ ἡμῶν προτεινομένων τοῦ πνεύματος λογίων μάθωσι, διατείνονται μὴ ὑπερκεῖσθαι τούτων τὴν οὐσίαν τοῦ θεοῦ. Τοιγαροῦν κατ’ αὐτοὺς οὐκ ἐξ αὐτῆς αὗται, οὐδ’ αἰτία τούτων αὕτη· εἰ γὰρ αἰτία, καὶ ὑπέρκειται· εἰ δὲ μὴ ὑπέρκειται, οὐδ’ ἂν αἰτία εἴη μία.

Οὐκοῦν κατ’ αὐτοὺς πολλὰ τὰ αἴτια καὶ πολυθεΐα ἐξ ἀνάγκης. λαʹ Ἡμῖν δ’ οὐ δύο μόνον ἀλλὰ καὶ πολλὰ λέγουσι τὰ ἄναρχα οὐδὲν τὸ προσιστάμενον ἕνα καὶ ἁπλοῦν λέγειν τὸν θεόν. Οὐ μόνον γὰρ ἀνάρχους ἀλλὰ καὶ ἀκτίστους φαμὲν τὰς προσκυνητὰς ἐκείνας ὑποστάσεις καὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω τριάδος ἅπαντα, τήν τε μίαν φύσιν τῶν τριῶν καὶ τὰς περὶ αὐτὴν πάσας φυσικὰς δυνάμεις τε καὶ ἐνεργείας. «Οὐ γὰρ ἐνθεωρεῖται», κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον, «οὔτε τῇ θείᾳ φύσει τι κτιστὸν οὔτε τῇ ἀνθρωπίνῃ τι ἄκτιστον». Οὐκ ἀνάρχων τοιγαροῦν τούτων μόνον ἁπασῶν οὐσῶν ἀλλὰ καὶ ἀκτίστων, οὐδεμία τις ἐναντιότης ἐνορᾶται ταύταις δυναμένη τελέως ἀπ’ ἀλλήλων διαιρεῖν. «Τοιαύτη γάρ ἐστι», φησίν, «ἑκάστη τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἔμφασις, ὥστε κἂν ἰδιάζῃ τῷ σημαινομένῳ, μηδεμίαν ἔχειν πρὸς τὸ συνονομαζόμενον ἐναντίωσιν».

Ἀλλὰ καὶ τῶν φυσικῶν ἐνεργειῶν τε καὶ δυνάμεων ἓν τὸ ὑπερκείμενον ὡς αἴτιον, ἡ τρισυπόστατος οὐσία, κἀν τῇ τρισυποστάτῳ οὐσίᾳ ἓν τὸ ὑπερκείμενον ὡς αἴτιον, «ἡ πηγαία» κατὰ τὸν μέγαν Διονύσιον «θεότης», ἐξ ἧς πρόεισι καὶ εἰς ἣν ἀναφέρεται «τὰ ὑπερούσια φῶτα» τῆς θεότητος.

Οὕτως ἡμῖν εἷς θεὸς προσκυνεῖται τρισυπόστατος καὶ παντοδύναμος, κἂν διαρραγῶσιν οἱ ἀντικείμενοι. Σύνθεσις δὲ οὔτ’ ἐξ ὑποστάσεων τελείων γένοιτ’ ἄν ποτε οὔτ’ ἐξ οὐσίας καὶ τῶν ἑαυτῆς δυνάμεων ἢ ἐνεργειῶν, ἀπαθῆ καὶ ταῦτα καὶ ἀναλλοίωτον τὴν οὐσίαν τηρουσῶν. Τὸ γὰρ μηδεμίαν δύναμιν καὶ ἐνέργειαν ἔχον οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ μὴ ὄν. Οὕτως ἁπλοῦν ἡμῖν τὸ θεῖον, κἂν οἱ συκοφάνται κόψωνται, μακράν. Τούτοις γὰρ ἀλλ’ οὐχ ἡμῖν ἀκολούθως ταῖς οἰκείαις δόξαις ἢ πολλοὶ καὶ ἀντικείμενοι ἔσονται θεοὶ ἢ σύνθετος ἐξ ἐναντίων εἷς. Καὶ ἐναντίων τίνων; Τοῦ κτιστοῦ καὶ τοῦ ἀκτίστου, εἴπερ καὶ τῇ ἀκτίστῳ μόνῃ κατ’ αὐτοὺς οὐσίᾳ ἄναρχος καὶ ταῖς κτισταῖς κατ’ αὐτοὺς δυνάμεσιν λβʹ αὐτοῦ. Εἰ δ’ ἄρα λέγοιεν ὡς οὐδ’ ἄναρχοί εἰσιν αἱ δυνάμεις τοῦ θεοῦ, πολλῷ τῷ μέτρῳ καὶ τὴν τοῦ Μάνεντος μανίαν ὑπερηκόντισαν. Συμβήσεται γὰρ κατ’ αὐτοὺς μὴ μόνον πρὸ τῆς κτίσεως μὴ εἶναι τὸν θεὸν παντοδύναμον, ἀλλ’ οὐδὲ νῦν εἶναι· καὶ γὰρ εἴπερ μετὰ τοῦ κτίζειν ἤρξατο παντοδύναμος εἶναι, καὶ μετὰ τὸ κτίσαι πέπαυται.

Μάνης μὲν οὖν τὴν τοῦ κακοῦ δύναμιν, ταυτὸ δ’ εἰπεῖν τὴν τοῦ μὴ ὄντος δύναμιν, ἀφῄρει τοῦ θεοῦ. Καλῶς γε τοῦτο ποιῶν, κακῶν γὰρ εἶναι ποιητὴς ὁ θεὸς οὐ δύναται, καὶ γὰρ οὐδὲ κακός. Ἐκεῖνο δὲ κάκιστον τοῦ Μάνεντος, ὡς εἰς ἑτέραν ταύτην ἀφρόνως ἀνέφερεν ἀρχήν, μὴ δυνηθεὶς συνιδεῖν ὡς ὑποχωρήσει δικαίᾳ τοῦ ἀγαθοῦ καὶ τοῦτο τεκταίνεσθαι πέφυκεν, ἀλλ’ οὐ παρ’ ἰδίαν ἀρχήν. Μάνης μὲν οὖν τὴν τοῦ λγʹ κακοῦ μόνην δύναμιν ἀφῄρει τοῦ Θεοῦ, οἱ δὲ τὸ παντοδύναμον ἀναιροῦσι τοῦ θεοῦ· τῶν γε μὴν τοῦ θεοῦ δυνάμεών τε καὶ ἐνεργειῶν μηδεμίαν πρὸς ἀλλήλας τε καὶ τὴν οὐσίαν κατ’ αὐτοὺς κεκτημένων τὴν διαφοράν, οὐδὲ ἡ θεία θέλησις διοίσει τῆς προγνώσεως. Καὶ τῶν κακῶν τοίνυν κατὰ τὸν Ἀκίνδυνον ἔσται θελητής, πάντων ὡς ἀληθῶς ὑπάρχων προγνώστης ὁ θεός, ὃ μηδὲ Μάνης ἠνέσχετο φρονῆσαι.

Τοῦ κακοῦ δ’ αἴτιον ἐντεῦθεν δείξαντες τὴν αὐτοαγαθότητα ἐκείνην καὶ τὸ παντοδύναμον ἀνελόντες τοῦ θεοῦ, ἵνα μὴ πολλά φασι τὰ ἄκτιστα καὶ πολλοὶ τούτοις γένοιντο θεοί—τὸ γὰρ πᾶς ἐπὶ πολλῶν καὶ κατά τι διαφόρων—, πάλιν ἐκ τοῦ τὴν οὐσίαν οἴεσθαι σημαίνειν τῶν ἐπὶ θεοῦ λεγομένων ἕκαστον καὶ πάντα τὰ προσόντα τούτῳ φυσικῶς μηδὲν διαφέρειν τῆς λδʹ φύσεως, οὐ σύνθετον μόνον ἀλλὰ καὶ πολυσύνθετον καὶ πολυούσιον ποιοῦσι τὸν θεόν, τοῦ μὲν θείου λέγοντος Κυρίλλου, «εἴπερ ἕκαστον τῶν φύσει προσόντων τῷ θεῷ οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται»· τοῦ δὲ μεγάλου Βασιλείου γράφοντος, «εἴπερ εἰς τὴν οὐσίαν πάντα τὰ θεῖα ὀνόματα φέροντες καταθήσομεν, οὐ μόνον σύνθετον ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν θεὸν ὑποδείξομεν διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι».

Ἀποχρῶσα δὲ κἀντεῦθεν ἡ παράστασις, ὡς ἐκ τοῦ διενηνοχέναι οἴεσθαι τῆς φύσεως τὰ τῷ θεῷ προσόντα φυσικῶς, ἀσινὴς συντηρεῖται παρ’ ἡμῖν ἡ τοῦ θεοῦ ἁπλότης. λεʹ Ἔτι, μόνης οὔσης ἀκτίστου τῆς θείας φύσεως, ἵνα μὴ πολλὰ τὰ ἄκτιστα καὶ πολλοὶ γένοιντο θεοὶ κατὰ τὸν βαρλααμίτην Ἀκίνδυνον καὶ ὅσοι κατ’ αὐτόν, ἐπεὶ κατὰ τὸν θεολόγον Γρηγόριον «οὐ θεία φύσις ἡ ἁπλότης ἡ θεία», λστʹ κτιστή ἐστιν αὕτη κατ’ αὐτούς. Εἰ μὲν οὖν ἐξ ἀϊδίου ταύτην προσεῖναι τῷ θεῷ φασιν, ἐκ κτιστοῦ καὶ ἀκτίστου συντιθέασιν αὐτόν· εἰ δ’ οὐκ ἐξ ἀϊδίου ὡς κτιστήν, οὐκ ἀπ’ ἀρχῆς κατ’ αὐτοὺς ἁπλοῦς ὑπῆρχεν ὁ θεός, οὐδὲ φύσει πρόσεστιν αὕτη τῷ θεῷ. Τοιγαροῦν οὐδὲ κατὰ φύσιν ἁπλοῦν εἶναι τὸν θεόν φασιν. Οὕτως, ἐν τῇ συνηγορίᾳ δῆθεν τοῦ ἑνιαίου τοῦ θεοῦ, κατὰ τῆς ἁπλότητος ἐμμανῶς χωροῦσι τοῦ θεοῦ. λζʹ Γνοίης δ’ ἂν ἐκβαῖνον ἀπὸ τῶν ἐκείνων λόγων μηδὲ τὴν οὐσίαν, ἣν μόνην λέγουσιν ἄναρχόν τε καὶ ἄκτιστον, ἀτελεύτητον ὑπάρχουσαν. Φασὶ γὰρ ταυτὸ καὶ ἀδιάφορον παντάπασιν ὑπάρχειν οὐσίαν ἄναρχόν τε καὶ ἄκτιστον εἰπεῖν καὶ ἐνέργειαν ἄναρχόν τε καὶ ἄκτιστον. Φησὶ τοίνυν ὁ μέγας Βασίλειος, «τὴν περί τινος θείαν πρόγνωσιν ἀρχὴν μὲν οὐκ ἔχειν, τελευτὴν δέ, προβάντος τοῦ προεγνωσμένου». Εἰ τοίνυν κατ’ αὐτοὺς ἀδιάφορον τῇ ἀνάρχῳ ἐνεργείᾳ ἡ ἄναρχος οὐσία, καὶ τελευτὴν ἕξει κατ’ αὐτούς. Εἰ δὲ μή, πάλιν δύο ἔσονται θεοί.

Διαφορᾶς γὰρ ἐμφανῶς ἐπιφανείσης οὐσίας τε καὶ ἐνεργείας, εἷς μὲν θεὸς αὐτοῖς ἡ ἄναρχος καὶ ἀτελεύτητος οὐσία, ἕτερος δὲ ἡ ἄναρχος καὶ τελευτῶσα ἐνέργεια· καὶ γὰρ αὐτῶν ἐστι λόγος δύο συνάγεσθαι θεοὺς εἰ διαφορά τις φανείη τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν. ληʹ Ἀκολούθως δὲ τοῖς σφετέροις δόγμασιν αὐτῶν καὶ πολλοὺς οὖτοι λέγουσι Χριστούς, ἄλλως γὰρ οὐκ ἂν ἔσχον ἀνελεῖν τὸν ἕνα. Καὶ γὰρ ἀκούοντες λεγόντων τῶν ἁγίων θέωσιν ἀγένητον δῶρον ὑπάρχουσαν θεοποιόν, καὶ διδομένην τοῖς ἀκριβῶς πειθομένοις τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ, καὶ ἔλλαμψιν μὴ ἔχουσαν γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν, καὶ φῶς ἄκτιστον, καὶ χάριν ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ, τὴν οὐσίαν καὶ ὑπόστασιν τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος ταύτην εἶναι λέγουσι, μηδὲ γὰρ εἶναί τι ἀγένητόν τε καὶ ἄκτιστον, ὃ μὴ τυγχάνει ὂν οὐσία θεία καὶ ὑπόστασις. Εἰ τοίνυν τὸ θεοποιὸν δῶρον, ἡ τοῖς ἁγίοις διδομένη θέωσις, ἡ ἔλλαμψις ἣν οὗτοι δέχονται, τὸ φῶς καθ’ ὃ λάμψουσιν ὡς ὁ ἥλιος, οὐσία θεία καὶ ὑπόστασίς ἐστιν, ἴσοι πάντες οὗτοι τῷ Χριστῷ εἰσι καὶ ὁμόθεοι κατὰ τὸ δεσποτικὸν ἐκεῖνο φύραμα, οὗ θέωσις ἡ τοῦ θεοῦ λόγου καθ’ ὑπόστασιν ἕνωσις, ᾧ καὶ τὸ πνεῦμα παρῆν, οὐχ ὡς ἐνεργοῦν δηλαδὴ καθάπερ τοῖς ἁγίοις, ἀλλ’ ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν.

λθʹ Οὐ μὴν ἀλλ’ ἐπεὶ κατὰ τὴν εὐαγγελικὴν ἐπαγγελίαν μετὰ τοῦ πατρὸς ὁ κύριος παρὰ τοὺς ἀξίους ἀφικνεῖται καὶ μονὴν ποιεῖται παρ’ αὐτοῖς, εἴπερ ἡ τοῖς ἀξίοις ἔνοικος ἐκ τοῦ ἀεὶ ὄντος ἀεὶ οὖσα χάρις οὐ κοινὴ τῶν τριῶν προσκυνητῶν προσώπων λαμπρότης καὶ ἐνέργειά ἐστι, καθ’ ἣν ὁ μηδαμόθεν ἀπὼν ἀφικνεῖσθαι λέγεται τουτέστιν ἐπιφαίνεσθαι, ἀλλ’ αὐτὸς ὁ θεὸς κατὰ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις, ὡς ὁ Ἀκίνδυνός φησι γράφων· «ὅλον αὐτὸ τὸ θεῖον, ὅ,τί ποτέ ἐστιν, ἡ ἄκτιστός ἐστιν ἔλλαμψις καὶ χάρις, καὶ ὅλος ὁ θεὸς ἐν τοῖς αὐτοῦ μετόχοις, ὅ,τί ποτέ ἐστιν, ἀλλ’ οὐκ ἄλλη ἄκτιστος θέωσις παρὰ τὴν θείαν φύσιν»· καὶ πάλιν, «οὐδεμίαν ὁρῶμεν θέωσιν καὶ χάριν ἄκτιστον, ἥτις οὐκ ἔστιν ἡ οὐσία τοῦ θεοῦ». Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει κατὰ τὸν Ἀκίνδυνον, οὐδ’ αὐτὴ ἡ τρισυπόστατος φύσις, οὐδ’ ὁ πατὴρ αὐτὸς ἀναίτιος. Καὶ αὐτὸς γὰρ ἔκ τινος ὑπάρχει, κατ’ αὐτόν, ἐξ οὗπερ ἡ ἐπιπτᾶσα τοῖς κατὰ καιρὸν ἁγίοις ἐκ τοῦ ἀεὶ ὄντος ἀεὶ οὖσα χάρις.

μʹ Ἀλλὰ γὰρ πάντων ἁγίων ἀγγέλων τε καὶ ἀνθρώπων, διὰ μόνης θεουμένων τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ ταύτης οὐ πάσης, ἀλλὰ μικροῦ τινος μέρους καὶ οἷον ῥανίδος ὡς πρὸς τὸ πέλαγος ἐκεῖνο βραχείας, κατὰ τὸν Χρυσόστομον θεολόγον, τοῦ δὲ παρ’ ἡμῶν τοῦ λόγου προσλήμματος διὰ μιᾶς τῶν τριῶν ὑποστάσεων μηδεμίαν ὑπερβολὴν ἀσεβείας καὶ παραπληξίας παραλιπὼν ὁ Ἀκίνδυνος, ὑπέρτερον δείκνυσιν ἑαυτὸν οὐ τῶν θεοφόρων καὶ ταῦθ’ ὁμοῦ πάντων ἀγγέλων τε καὶ ἀνθρώπων, ἀλλὰ καὶ αὐτοῦ, βαβαί, τοῦ μόνου Χριστοῦ.

Κατὰ πᾶσαν γὰρ οὐκ ἐνέργειαν θείαν μόνον, ἀλλὰ καὶ θείαν οὐσίαν καὶ τὰς ὑποστάσεις αὐτὰς ἑνοῦσθαί φησιν αὐτῷ τε καὶ τοῖς κατ’ αὐτὸν τὸν θεόν. Τοῦτο γὰρ αὐτός τε δι’ ὧν γράφει κατασκευάζει καὶ τοὺς κατ’ αὐτὸν ἀναπείθει λέγειν τε καὶ φρονεῖν, ἵνα μὴ μερισμόν, φησί, πάθῃ θεός, μὴ κατὰ πάντα τρόπον ὅλος αὐτοῖς ἑνούμενος. μαʹ Ἀλλὰ μετὰ τοῦτο πάλιν τί ὑπομένουσιν οἱ τάλανες εἰπεῖν;

Αὐτὸ τὸ ἐναντιώτατον· τὴν γὰρ θέωσιν, καθ’ ἣν τεθέωται τὸ τοῦ Χριστοῦ ἀνθρώπινον, ἀποφαίνονται κτιστήν, ὡς ἐγὼ φρίττω λέγων, κἂν ὡς παρ’ ἐκείνων εἰρημένα, καὶ οὐδ’ ἂν διηγεῖσθαι ὑπέμεινα, εὖ ἴστε, εἰ μὴ τὴν συμβαίνουσαν ὑπ’ αὐτῶν βλάβην ἑώρων τοῖς ἀκεραιοτέροις. Αὐτὰ δὲ τὰ ῥήματα τούτων προενέγκωμεν κἀνταῦθα. Φασὶ γὰρ «τὰ μὲν ἑωραμένα τοῖς προφήταις πάντα, γενέσθαι τε καὶ ἀπογενέσθαι, τὴν χρείαν τελέσαντα ἐφ’ οἷς τῷ θεῷ παρελήφθησαν, τὴν δὲ τοῦ σώματος τοῦ κυρίου λαμπρότητά τε καὶ θέωσιν, γενέσθαι μὲν ἐπὶ τοῦ Θαβωρίου ὄρους, ἔσεσθαι δὲ αἰωνίως εἰς ἀπόλαυσιν τῶν διὰ πίστεως καὶ ἀρετῆς ἀφικομένων εἰς τέλος». Ἀλλαχοῦ δ’ ὥσπερ ἐπιλελησμένος ὁ τῶν τοιούτων συγγραφεὺς ὅθεν ἔφη τὴν τῆς γενέσεως τῆς θεώσεως ἀρχήν, τοῦτ’ αὖ κατασκευάσας ὡς ἐνόμισεν ἐπάγει συμπεραίνων· «εἰ οὖν γέγονεν ἅμα τῇ προσλήψει τῆς σαρκὸς ἡ τοῦ παρ’ ἡμῶν προσλήμματος τοῦ λόγου θέωσις, πῶς ἄκτιστός τε καὶ ἄναρχος;». μβʹ Ἀλλὰ τὸν μὲν δυσσεβῆ πάντα τοῦτον λῆρον Ἀκινδύνου καὶ τῶν οἷος αὐτός, προεξηλέγξαμεν ἐν τοῖς ἐπεσταλμένοις πρὸς τὸν σοφὸν τῆς Κυζίκου πρόεδρον.

Αὐτοὶ δ’ ἔτι φασὶν «ὡς ἐν τῷ παντὶ οὕτω καὶ ἐν τῷ Χριστῷ καὶ ἐν τοῖς ἁγίοις εἶναι τὴν οὐσίαν τοῦ θεοῦ· οὕτω δ’ ἐνυπάρχουσαν, ἐν μὲν τῷ Χριστῷ κτίσαι τὰ ἑπτὰ πνεύματα», βαβαί, ἃ φύσει κατὰ τὸν θεῖον Μάξιμον εἶχεν ὡς θεοῦ γνήσιος υἱός, «ἐν δὲ τοῖς ἁγίοις κτίζειν τὴν χάριν τὴν θεοποιόν», μγʹ ἀβάλε, δι’ ἣν κατὰ τὸν αὐτὸν καὶ τοὺς ἄλλους ἱεροὺς πατέρας καὶ αὐτοὶ ἄναρχοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κληθεῖεν ἄν. Καὶ οὐδ’ αἰσθάνονται τἀναντιώτατα σφίσι λέγοντες αὐτοῖς· ἣν γὰρ οὐσίαν ἔλεγον ὡς ἀεὶ οὖσαν ἐκ θεοῦ χάριν καὶ φῶς ἄκτιστον καὶ θέωσιν ἀγένητον, νῦν μεταβαλόντες ὥσπερ ἐκ μεταμελείας, κτιστὴν αὐτήν φασι καὶ ἀρκτὴν καὶ ἐκ μὴ ὄντων παραχθεῖσαν. «Εἰ γὰρ μὴ κτιστόν ἐστι», φασί, «τὸ θεοποιὸν δῶρον καὶ ἡ χάρις αὕτη, πῶς ὑπερκείσεται ταύτης ὁ θεός, καθάπερ ἐν τοῖς τῶν πατέρων λόγοις ἀναγέγραπται;».

Τῆς ἀνοίας! Καὶ πάσης γὰρ θέσεως καὶ ἀφαιρέσεως ὑπερκεῖσθαι τὸν θεὸν οἱ ἅγιοί φασι. Τί οὖν; Καὶ τὴν αὐτοῦ ἀθανασίαν καὶ ζωὴν καὶ τὴν ἀπειρίαν καὶ ἀϊδιότητα καὶ τὴν ἀϋλίαν καὶ τὸ πνεῦμα εἶναι, καὶ ἁπλῶς ἅπαντα τὰ τοῦ θεοῦ, κτιστὰ ἐροῦμεν καὶ οὕτως ὑπερθήσομεν αὐτὸν ἁπασῶν τῶν τοιούτων θέσεων καὶ ἀφαιρέσεων;

Ἀλλὰ λάθωμεν ἡμᾶς αὐτοὺς καθαιροῦντες μᾶλλον ἢ ἐξαίροντες αὐτόν, εἰ μὴ προσεῖναι τούτῳ φαῖμεν ἐξ ἀϊδίου πάντα τὰ θεοπρεπῶς περὶ αὐτὸν νοούμενα, καὶ οὕτω τούτων ὑπερθήσομεν τὴν ἀπερινόητον αὐτοῦ παντάπασι καὶ ὑπερούσιον, μᾶλλον δὲ καὶ τοῦ ὑπερουσίου ἀπειράκις ἀπείρως ὑπερκειμένην, κατὰ τὸν σοφὸν τὰ θεῖα Μάξιμον, οὐσίαν. μδʹ Ἀλλ’ ἵνα παρῶ τό τε ἄλλο τῶν ἀτόπων πλῆθος καὶ τὰς εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα παρὰ τῶν τοιούτων λόγων βλασφημίας, καὶ ὡς κατ’ αὐτοὺς οὐκ ἔσται ὁ θεὸς ποιητὴς οὐσιῶν πεποιωμένων, ἀλλὰ τῶν ἐν τοῖς οὖσι ποιοτήτων, ὡς Ἕλληνες ἐδόξαζον· ἵνα τοίνυν καὶ τοῦτο παρῶμεν, εἰ καθάπερ ἐν τοῖς ἁγίοις οὕτω καὶ ἐν πᾶσιν ὁ θεός, ἐκεῖνο συμβήσεται αὐτοῖς, τὸ πάντα λέγειν ἅγια, καὶ Χριστοῦ πάντας μέλη καὶ θείου πνεύματος εἶναι κοινωνούς, καὶ αὐτοὺς τοὺς ἀμυήτους. Μᾶλλον δέ, εἰ καθάπερ ἐν πᾶσι καὶ ἐν τοῖς ἁμεʹ γίοις, καθάπερ δὲ ἐν τοῖς ἁγίοις οὕτω καὶ ἐν τῷ Χριστῷ κατοικεῖ τὸ θεῖον, καὶ σύνεστιν ὁμοίως κτίζον—πόση γὰρ διαφορὰ κτίσματος πρὸς κτίσμα; —εἰ τοίνυν ἐν πᾶσιν ὁμοίως ἔνεστι καὶ τὴν αὐτὴν ἐπιδείκνυται συνάφειαν, ὁμόθεα πάντα χρήματα, ἢ οὐδὲ τὸ δεσποτικὸν ἐκεῖνο φύραμα, ὃ παρ’ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβεν ὁ τοῦ θεοῦ υἱός, ὁμόθεον. μστʹ Τοῖς δ’ ἑξῆς αὐτῶν ὀκνεῖ μὲν προσβαίνειν ὁ λόγος αὖθις, οὐδὲν ἧττον ἢ τοῖς ἔμπροσθεν, ὅτι μὴ καὶ μᾶλλον, ἀλλ’ ἀνάγκη θριαμβεῦσαι τὴν πλάνην.

Αὐτὴν δὴ πάλιν τὴν αὐτῶν προενεγκτέον λέξιν· «πάντας γὰρ καὶ τοὺς προφήτας καὶ τοὺς ἀποστόλους καὶ τοὺς μετ’ αὐτοὺς θεόπτας δι’ αἰσθητῶν» φασὶ «τύπων καὶ συμβόλων τὸν θεὸν ἰδεῖν», καίτοι μικρὸν ἀνωτέρω τοῦ αὐτοῦ συγγράμματος ἀποφηνάμενοι «πᾶν τὸ αἰσθητῶς ἐν σχήματι φαινόμενον τοῖς θεωρητικοῖς, ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεσθαι, καὶ σατανικὴν πλάνην εἶναι πᾶσαν αἰσθητὴν φωτοφάνειαν ἐν τοῖς τοιούτοις ὁπωσδήποτε».

Τὸ τοίνυν ἐκ τούτων συναγόμενον τοῖς ἀκροωμένοις παρίημι σκοπεῖν. Ὁ δὲ πολὺς Ἀκίνδυνος καὶ μαρτυρίας ἐφ’ ἑκατέρου τούτων ἐκ τῶν πατερικῶν ῥημάτων προκομίζειν οἴεται, πρὸς ἃς ἀδιάβατόν ἐστιν αὐτῷ τὸ τῆς ψυχῆς λογιζόμενον· ἀλλὰ τῶν ἀβελτέρων τὰ ὦτα περιηχῶν συναρπάζει δι’ αὐτῶν τούτους πρὸς τὴν ἰδίαν ἀπώλειαν.

Ἐκ μὲν οὖν τοῦ ἀθετεῖν τὰς οὐσιώδεις ἐνεργείας τοῦ θεοῦ τοσοῦτον συρφετὸν ἀσεβειῶν ἐφ’ ἑαυτοὺς σωρεύουσι, μᾶλλον δὲ τοιοῦτον, τὴν γὰρ ἀμετρίαν φεύγων ὁ λόγος παραλείπει τὰ πλείω. Ταῦτ’ ἄρα κἀν τοῖς ἔπειτα λόγοις διεξοδικώτερόν τε τὰ συνεπτυγμένως ἐνταῦθ’ εἰρημένα, καὶ πολλὰ τῶν οὐκ ἐνταῦθα προτεθειμένων εἰρήσεται. Νῦν δ’ εἴπερ ἀδιάφορον λέγοντες οὐσίαν καὶ ἐνέργειαν ἐπὶ θεοῦ, καὶ νῦν μὲν τοῦτο νῦν δ’ ἐκεῖνο λέγοντες αὐτὸν μὴ τὴν ἐνέργειαν ἀλλὰ τὴν οὐσίαν εἶναι φήσουσιν ἐπ’ αὐτοῦ ψιλὴν φωνήν, ὡς ἐνεργείας μόνης ὄντος τοῦ θεοῦ χωρὶς οὐσίας, οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον τοῖς αὐτοῖς ἁλώσονται· μεταπεσοῦνται γὰρ αὐτοῖς εἰς τὴν οὐσίαν αἱ κατὰ τῆς ἐνεργείας βλασφημίαι. μζʹ Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἀνυπόστατον ποιοῦσιν οὗτοι τὴν τρισυπόστατον οὐσίαν· οὐδεμία γὰρ τῶν ἐνεργειῶν τοῦ πνεύματος, φησὶν ὁ μέγας Βασίλειος, ἐνυπόστατος, τουτέστιν αὐθυπόστατος. Συμβήσεται τοιγαροῦν αὐτοὺς χείρους εἶναι καὶ τοῦ Σαβελλίου. Ὁ μὲν γὰρ ἀνυπόστατον ἐποίει τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν κατὰ πάντα καὶ ἀδιάφορον λέγων τῷ πατρί, ὃ δὴ καὶ οὗτοι δι’ ὧν φασι ποιοῦσι. μηʹ Τῆς γὰρ ἀκτίστου οὐσίας τὴν ἄκτιστον ἐνέργειαν οὐδ’ ὁπωσοῦν διακρίνοντες, εἶτα τὸν υἱὸν τοῦ πατρὸς ἐνέργειαν εἶναι τοιαύτην ἀποφαινόμενοι καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἆρ’ οὐχὶ τὴν Σαβελλίου κἀντεῦθεν παρεισάγουσι συναλοιφήν;

Ὁ μὲν οὖν τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀνυπόστατον ἐποίει, μηδὲν διαφέρειν λέγων τοῦ πατρός, οἱ δὲ πρὸς τούτῳ καὶ αὐτὴν ἀνυπόστατον ποιοῦσι τὴν τρισυπόστατον οὐσίαν, ἓν κατὰ πάντα καὶ ἀδιάφορον λέγοντες τῇ ἐνεργείᾳ, ἥτις καθ’ ἑαυτὴν ἀνυπόστατός ἐστι. μθʹ Καὶ ὁ μὲν τριώνυμον ἔλεγεν οὐσίαν, τὰς ὑποστάσεις κακῶς συνάγων εἰς αὐτήν, οἱ δὲ δυώνυμόν φασι, νῦν μὲν οὐσίαν, νῦν δὲ ἐνέργειαν εἰς ἀλλήλας αὐτὰς κατὰ τὸ δοκοῦν συναλείφοντες. Καὶ ὁ μὲν πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ὀνόματα ἔλεγε κενὰ πραγμάτων, ἐφ’ ἑνὸς σημαινομένου, νῦν μὲν τούτου νῦν δ’ ἐκείνου λαμβανόμενα, οἱ δὲ τοῦτ’ αὐτὸ λέγουσιν ἐπὶ πάντων τῶν θείων ὀνομάτων, πάντα γὰρ ἕν φασι σημαίνειν, καὶ νῦν μὲν τὴν οὐσίαν, νῦν δὲ τὴν ἐνέργειαν. Ἐντεῦθεν δ’ οἷόν τι συμμιγὲς δηλητήριον ταῖς ἑαυτῶν, φεῦ, σκευάζουσι ψυχαῖς, ἐκ σαβελλιανῆς καὶ εὐνομιανῆς αἱρέσεως· τὰ μὲν γὰρ ὑποστατικὰ Σαβέλλιος, ὁ δ’ Εὐνόμιος τὰ φυσικά, εἰς ἓν σημαινόμενον ἀφρονέστατα συνῆγον. Ἀλλ’ οὐκ ἐντεῦθεν μόνον σύνθετος, ἀλλὰ καὶ πολυσύνθετος αὐτοῖς ἄλλοθεν ἡ κακόνοια φωρᾶται.

Λεγόντων γὰρ ἀκούοντες τῶν θεολόγων «ἄκτιστον καὶ νʹ ἀεὶ οὖσαν ἐκ θεοῦ χάριν», ἵνα μὴ συμβαίη, φασί, πολλὰ πεφηνέναι ἄκτιστα, οὐ κοινὴν αὐτὴν εἶναι λέγουσιν ἐνέργειαν πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ χάριν τοῦ θεοῦ, δηλονότι τοῦ πατρός, τὸν υἱὸν ὀνομάζουσι καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὁ δὲ τοῦτο λέγων, ἐν ὑποστάσει τούτων ἑκάτερον ἰδίᾳ προσκυνεῖν οὐκ ἂν ἔχοι· τοιγαροῦν ἐν τῷ πατρὶ μόνῳ καθ’ ἑαυτὸν ὑφεστῶτι ταῦτ’ ἐνορῶσιν, οἷόν τινας δυνάμεις ἐνυπαρχούσας, οὐχ ὑφεστώσας. Εἰ γὰρ κατ’ αὐτοὺς ὁ πατήρ ἐστι μόνος ἐξ οὗ ἡ χάρις, ὁ υἱὸς οὐχ ἕξει τὴν αὐτὴν χάριν, ὡς ἐξ ἡλίου ἄλλος ἥλιος εἶναι κατὰ πάντα ὡσαύτως ἔχων τῷ γεννήσαντι, χάριτι καὶ δόξῃ καὶ λαμπρότητι καὶ πᾶσι τοῖς περὶ αὐτὸν θεωρουμένοις, ἀλλ’ οἷόν τις ἀκτὶς ἔσται, καὶ τὸ πνεῦμα οἷον αὐγή, ὡς ἐκ μεγάλου καὶ μείζονος καὶ μεγίστου τὴν τριάδα συνίστασθαι· ὃ κατὰ τὸν μέγαν Γρηγόριον τὸν θεολόγον σαφῶς ἐν τοῖς Ἀπολιναρίου γέγραπται λόγοις.