Οὐ μὴν ἀλλ’ εἰ κατὰ τὸν Ἀκίνδυνον ἡ ἄκτιστος ἐνέργεια καὶ δωρεὰ καὶ χάρις, οὔτε τῆς θείας οὐσίας ἕτερον οὔτε ἐνεργούμενον, καὶ τὸ λέγειν ταύτην ἑτέραν καὶ ἐνεργουμένην Μασσαλιανῶν ἐστιν, Ἀρείου τε καὶ Σαβελλίου καὶ Μακεδονίου, πῶς οὐ τοιοῦτος ὅ τε Χρυσόστομος πατὴρ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος, ὁ μὲν λέγων, «ἄλλο θέλων καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν», ὁ δὲ χρυσορρήμων μετὰ τὸ εἰπεῖν ὅτι τοῖς ἀποστόλοις ὁ σωτὴρ ἔφη, «μείνατε ἐν Ἰερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους», καὶ «λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς», ἐπενεγκών, «ἄλλο δύναμις ἡ χορηγουμένη καὶ ἄλλο τὸ πνεῦμα τὸ χορηγοῦν»· ὅ τε μέγας Βασίλειος καὶ ὁ θαυμάσιος Κύριλλος, ὁ μὲν γράφων, «ἄλλο μέν ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία», καὶ πάλιν, «εἴπερ εἰς τὴν οὐσίαν ἅπαντα φέροντες τὰ θεῖα ὀνόματα καταθήσομεν, οὐχὶ μόνον σύνθετον ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν θεὸν ἀποδείξομεν διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι», ὁ δὲ θεῖος Κύριλλος, «τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν· φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν»· καὶ πρὸς τούτοις ὁ Δαμασκηνὸς θεοφόρος γράφων, «ἕτερόν ἐστι θέλησις καὶ ἕτερον τὸ θελητικόν· θέλησις μὲν γὰρ ἡ τοῦ θέλειν δύναμις, θελητικὸν δὲ τὸ τὴν δύναμιν ἔχων»· καὶ πάλιν, «ἄλλο ἐνεργητικὸν ἐπὶ θεοῦ καὶ ἄλλο ἐνέργεια, τὸ μὲν γὰρ ἡ φύσις ἐστίν, ἐνέργεια δὲ ἡ οὐσιώδης τῆς φύσεως κίνησις», καὶ προστιθείς, ὅτι «δεῖ γινώσκειν ὡς ἡ ἐνέργεια ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ»;