Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Ε΄, Κεφάλαια 23-28: Η διάκριση των πνευματικών χαρισμάτων και η μετοχή στη θεία ενέργεια

Διευκρίνιση της διαφοράς μεταξύ κτιστών αποστολικών χαρισμάτων και της άκτιστης χάριτος, καθώς και θεολογική ανάλυση της μετοχής των αγίων στις θείες ενέργειες αντί της αμέθεκτης ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 16 από 21

Κεφ. κγʹ. Ὅτι οὐκ ἄκτιστα πάντα τὰ πνευματικὰ χαρίσματα, καὶ τί τὸ ἄκτιστον ἐν τούτοις. Ἐπεὶ τοίνυν κἀνταῦθα τό τε πένθος καὶ τὰ δάκρυα καὶ τὸν τοῦ θανάτου φόβον ἢ τὸν εἰς θεὸν καὶ τὴν καινὴν κτίσιν καὶ ὅσα κατ’ αὐτήν, καὶ συνελόντα φάναι μετὰ τῶν πνευματικῶν ἁπάντων, ἔστιν ἅττα καὶ τῶν φυσικῶν, λέγειν ἡμᾶς ἄκτιστα συκοφαντεῖ, καί, θέλων αὐτὸς δεῖξαι τίνα τὰ κτιστά, τούτοις συνέταξε τὰ ἄκτιστα καὶ τὰ πνευματικὰ τοῖς φυσικοῖς, πάντα συγχέας τε καὶ φύρας καὶ μηδὲν διαστείλας μεταξὺ θείων τε καὶ ἀνθρωπίνων, δαιμονώντων τε καὶ θεοφορουμένων· ἐν τούτοις δὲ πᾶσι φλήναφόν τε καὶ βλάσφημον ἀριδήλως ἀπεδείξαμεν αὐτόν. Πρὸς τοῖς ἄλλοις καὶ τὰ πνευματικὰ χαρίσματα τῶν μὴ τοιούτων ἄρτι διακρίναντες, ἄγε νῦν καὶ τὴν καθ’ ἡμῶν καὶ τῶν μεθ’ ἡμῶν πατέρων περὶ τοῦ ἀκτίστου συκοφαντίαν ἀπελέγξωμεν, δείξαντες τίνα φρονεῖν ὑπὸ τῶν θείων πατέρων διδαχθέντες ἄκτιστα, τὴν πατερικήν, μᾶλλον δὲ πνευματικὴν καὶ θείαν γνώμην ἀσινῆ καὶ ἀπαρεγχείρητον διατηροῦμεν. Καὶ δὴ τὴν ἀνωτέρω διαίρεσιν ἀναλαβόντες καὶ πρὸς τοὺς θεολήπτους ἡμῶν πατέρας ἀναφέροντες τὰ πάντα, πάλιν ἐπίτομόν τε καὶ εὔληπτον ὡς ἔνεστι ποιησώμεθα τὸν λόγον, πανταχόθεν ἔχοντα τὸ πιστὸν καὶ ἀσφαλές.

Τῶν τοίνυν ἐν τοῖς οὖσι γινομένων ἢ ἐγγινομένων, τὰ μὲν φύσεώς ἐστι, τὰ δ’ οὔ. Τούτων δὲ τὰ μὴ δι’ ἔλλειψιν ἀλλὰ διὰ τὴν ὑπεροχὴν οὐκ ὄντα φύσεως, πάντα ἐστὶ πνευματικά, ἀλλ’ οὐ πάντα χαρίσματα λέγεται πνευματικὰ οὐδὲ πάντα ἄκτιστά ἐστιν. Ὅτι μὲν οὖν οὐ πάντα λέγεται χαρίσματα μικρὸν ἀνωτέρω διεδείξαμεν, ὅτι δὲ μὴ πάντα ἄκτιστά ἐστι δεικτέον ἂν εἴη δι’ ὀλίγων. Ἡ τοίνυν τοῦ κυρίου ἀνάστασις πνευματική ἐστιν, ὡς ὁ Χρυσόστομός φησι πατήρ, ἀλλ’ οὐκ ἄκτιστος ἡ ἀνάστασίς ἐστιν οὐδ’ αὐτὸ τὸ ἀναστάν· τοῦ γὰρ κτιστοῦ πεσόντος, ἀνάστασίς ἐστι, ταυτὸ δ’ εἰπεῖν ἀνάκτισίς τε καὶ ἀνάπλασις. Τοιοῦτόν ἐστι καὶ ἡ καινὴ κτίσις καὶ ὁ νέος ἄνθρωπος καὶ ἡ καινὴ καὶ καθαρὰ καρδία· τῶν γὰρ χαρακτήρων τῆς ψυχῆς ἀνακαινισμός τις καὶ ἀνάκτισις ἐν τῷ θείῳ λουτρῷ τῆς παλιγγενεσίας ἐκτελεῖται χάριτι καὶ διὰ τῆς κατὰ πίστιν δικαιοπραγίας αὔξεται καὶ τελειοῦται. Πνευματική ἐστι καὶ ἡ ἐν τῇ παρθένῳ κύησις καὶ ἡ τοῦ θεοῦ λόγου γέννησις ἐκ ταύτης, ὡς καὶ ταῦθ’ ὁ χρυσορρήμων λέγει· καὶ αὐτὸ δὲ τὸ σῶμα τὸ δεσποτικὸν ἐκ πνεύματός ἐστιν ἁγίου ἀλλ’ ὡς κτίσμα ἐκ τοῦ πνεύματος, ὡς καὶ ὁ μέγας ἀπέδειξε Βασίλειος.

Καὶ τοῦτό γε μὴν οὐκ ἄκαιρον ἐνταῦθ’ εἰπεῖν πρὸς τὸν πάντα τὰ κτιστὰ λέγοντα πνευματικά, καὶ αὐτῆς τῆς ὑπ’ αὐτοῦ χεομένης χάριτος ὡς πάντα τὰ ἔμβρυα τοῦ θεοῦ ἐστι δημιουργήματα, ἀλλὰ περὶ μόνης τῆς μητροπαρθένου εἴρηται, ὅτι τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου, ὡς ὄντως ὑπερφυοῦς οὔσης τῆς συλλήψεως. Ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος, καὶ ὁ θεῖος Παῦλος πνευματικὸν βρῶμα τὸ μάννα λέγει καὶ πνευματικὸν πόμα τὸ ἐκ πέτρας ὕδωρ· καὶ αὐτὴν δὲ τὴν πέτραν πνευματικὴν ἐκάλεσεν, ἅμα καὶ συμβολικὰ δείγματα τῶν ἀπορρητοτέρων ταῦτ’ ὑποδεικνύς.

Ἀλλὰ καὶ ἡ ἐν τῷ κήτει τοῦ Ἰωνᾶ διατριβὴ καὶ ἡ ἐκ τούτου παράδοξος ἀπαλλαγὴ καὶ ἁπλῶς πᾶν τὸ ἀπορρήτως ὑπὸ θεοῦ τελούμενον πνευματικόν ἐστιν ὡς καὶ ὁ Χρυσόστομός φησι πατήρ, ἀλλ’ οὐχὶ καὶ πᾶν ἄκτιστόν ἐστιν.

Ἐπειδὴ δὲ εἴπερ ἐστὶν ἄκτιστόν τι χάρισμα καὶ χάρις, ἐν τοῖς πνευματικοῖς ἀνάγκη εἶναι—τῶν γὰρ κατὰ φυσικὴν ἀκολουθίαν ὄντων τε καὶ τελουμένων, ὧν ἐστι καὶ ἡ φύσει προσοῦσα τοῖς λογικοῖς σοφία τε καὶ γνῶσις, ἀδύνατόν τι ἄκτιστον ὑπάρχειν—φυλλοκρινητέον ἂν ἡμῖν εἴη, διαιροῦσιν ἔτι φιλοπονώτερον τὰ πνευματικὰ χαρίσματα, ἵνα θηρᾶσαι δυνηθῶμεν ὅ,τι ποτὲ τὸ ἄκτιστόν ἐστι καὶ πότερον· ἕν τι τούτων ἢ μηδὲν ἢ πλείω τοῦ ἑνός.

Ἔδειξε μὲν οὖν ὁ λόγος ἀνωτέρω καὶ ὁ ἀπόστολος συνεμαρτύρησεν, ὅτι τῶν μὴ κατὰ φυσικὴν ἀκολουθίαν ὅσαπερ ἐν τοῖς κατὰ θεὸν πρόσεστι καὶ διὰ τούτων ἐκτελεῖται, ὧν ἑνός τις ἢ πλειόνων εὐμοιρῶν, ἔστι τε καὶ λέγεται πνευματικός, ὡς ὑπὸ τοῦ θείου πνεύματος ἐνεργούμενός τε καὶ κινούμενος, ταῦτά ἐστι τὰ πνευματικὰ χαρίσματα· τούτων δὲ τὰ μὲν ἐν λόγοις καθέστηκε, τὰ δὲ ἐν ἔργοις. Ἐν λόγοις μὲν τά τε γένη τῶν γλωσσῶν καὶ αἱ τούτων ἑρμηνεῖαι, ὡς καὶ αὐτόθεν κατάδηλόν ἐστιν, ὅ τε λόγος τῆς σοφίας καὶ ὁ λόγος τῆς γνώσεως, ὡς καὶ αὐτὸς ὁ ἀπόστολος κεφαλαιωδῶς ταῦτα προτιθεὶς ἐφανέρωσεν ἡμῖν, ἐν ἔργοις δὲ καὶ πράξεσι τὰ ἐνεργήματα τῶν δυνάμεων, τὰ χαρίσματα τῶν ἰαμάτων, ἡ καὶ τὰ ὄρη μεθιστάναι δυναμένη πίστις.

Ἡ δὲ προφητεία καὶ ἡ τῶν πνευμάτων διάκρισις δοκοῦσί πως ἐπαμφοτερίζειν, μάλιστα δὲ τὸ διακρίνειν ἔχειν τὰ θεῖα πνεύματα τῶν μὴ τοιούτων, ἐπεὶ καὶ διὰ πάντων χωρεῖ τῶν ἀπηριθμημένων, φανεροῦν καὶ τὰς πράξεις καὶ τοὺς λόγους εἰ ἄρα πνεύματος ἢ μή, καὶ εἰ τοῦ ἀγαθοῦ ἢ τοῦ μὴ τοιούτου. Γένοιτο δὲ καὶ ἡμῖν ἔμπνευσις θειοτέρα τις ἐκεῖθεν ὡς μὴ τῆς ἀληθοῦς ἐνταυθοῖ διακρίσεως διαμαρτεῖν, μηδ’ ἀποτυχεῖν τοῦ ζητουμένου νῦν. Οὔπω γὰρ οὐδὲ τούτων τι ἄκτιστόν ἐστιν οὔτε τῶν λόγων οὔτε τῶν πράξεων· αἰσθητὰ γάρ ἐστιν ἄμφω, καθάπερ καὶ τὸ πένθος καὶ τὰ δάκρυα καὶ αὐτὰ τὰ ἐξ ἀγάπης, ἥτις καὶ χάρισμά ἐστι καὶ τῶν χαρισμάτων πρόξενος καὶ τῶν χαρισμάτων πάντων μείζων.

Αἰσθητὰ τοίνυν ἐστὶν ἄμφω καὶ οἱ λόγοι καὶ αἱ πράξεις καὶ αἰσθητικῇ δυνάμει ὑποπίπτει, ἥτις οὐχ ὅπως οὐ τῶν ὑπὲρ νοῦν, ἀλλ’ οὐδὲ τῶν ὑπὲρ αἴσθησιν ἀντιλαβέσθαι δύναται, δηλαδὴ τῶν νοητῶν. Τὰ δ’ ἄκτιστα, καὶ ὑπὲρ νοῦν ἐστι καὶ οἱ τούτοις συναπτόμενοι κρείττονί τινι καὶ ὑπεραιρούσῃ τὴν τοῦ νοῦ φύσιν συνάπτονται δυνάμει κατὰ τὸν μέγαν Διονύσιον. Ὅτι δὲ αἰσθητά ἐστιν ἐκεῖνα τὰ σημεῖα καὶ αἰσθητικῇ δυνάμει ὑποπίπτει καὶ ὁ Χρυσόστομος ἐδίδαξε πατὴρ «αἰσθητόν τινα», λέγων, «ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι πνεῦμά ἐστιν ἐν αὐτῷ φθεγγομένῳ».

Ἐπεὶ τοίνυν τοῖς ἔξωθεν ἐφανέρου, ἀλλ’ οὐκ ἐκείνοις μόνοις αὐτοῖς τοῖς εὐμοιρηκόσι, κατὰ τὸν μέγαν Διονύσιον πάλιν εἰπεῖν, τὴν κρείττω τῆς καθ’ ἡμᾶς οὐσίας τε καὶ ἐνεργείας ἕνωσιν, κτιστά τε ἦν καὶ αἰσθητικῇ ὑποπίπτοντα δυνάμει, ἀλλ’ οὐχὶ καὶ ἡ χάρις ἐκείνη καὶ ἡ ἐνέργεια, ἥτις ἐν αὐτοῖς οὖσα, διὰ τῶν αἰσθητῶν ἐκείνων σημείων τοῖς ἀκούουσι καὶ ὁρῶσιν ἐδηλοῦτο. Οὐ γὰρ ἔσθ’ ὅπως ἂν αὕτη τῶν κτιστῶν εἴη· τὸ γὰρ πνεῦμα τὸ ἅγιόν ἐστιν αὕτη, καὶ δι’ αὐτῆς παραδόξως ἐκεῖνα ἐκτελούμενα, λέγεται πνευματικά. Καὶ τοῦτ’ ἔδειξε καὶ ὁ Χρυσόστομος εἰπών, «ἐφανέρου τοῖς ἔξωθεν, ὅτι πνεῦμά ἐστιν ἐν αὐτῷ φθεγγομένῳ», τὴν γὰρ ἐνέργειαν ἐκείνην πνεῦμα προσηγόρευσεν.

Ἀλλὰ καὶ τοῦ ἀποστόλου πάλιν εἰπόντος, «ἐὰν προσεύξωμαι τῇ γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται», ὁ Χρυσόστομος «τουτέστι», φησί, «τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶτταν». Ὥστε καὶ τὰ πνευματικὰ χαρίσματα ἐκεῖνα διὰ τοῦτο λέγεται τὸ χάρισμα τὸ κινοῦν. Ὅτι γὰρ οὐχ ὁ νοῦς ἐστι τὸ χάρισμα τοῦτο τὸ κινοῦν, αὐτὸς ὁ ἀπόστολος ἐδήλωσεν ἐπενεγκών, «ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι.

Τί οὖν ἐστί; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ». Καὶ πάλιν τοῦ ἀποστόλου ἐπαγαγόντος «καὶ γὰρ ἐὰν εὐλογήσῃς τῷ πνεύματι», ὁ Χρυσόστομος «σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς», φησί, «πνεύματι γὰρ κινούμενος φθέγγῃ». Τίνι πνεύματι κινούμενος; Πάντως τῷ ἁγίῳ. Τίνος δ’ ἕνεκεν οὐ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης οὗτος ἐνταῦθα τίθησιν, ὕστερον ἐροῦμεν. Νῦν δὲ καὶ τῷ ἀποστόλῳ προσεκτέον ἔτι, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἰρηκότι καὶ δείξαντι τὸ πνεῦμα τὸ ἅγιον εἶναι τὴν κινοῦσαν χάριν καὶ ἐνέργειαν ταύτην· «ἑκάστῳ» γάρ, φησί, «δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον». Τοῦτό ἐστι δι’ ὃ καὶ τοὺς κεχαριτωμένους πάντας τῆς αὐτῆς ἔλεγεν ἀξίας, ὄργανον γὰρ τῆς ἐν αὐτῷ θείας ἐνεργείας ἐδείκνυτο τελῶν καὶ ὁ τὸ ἧττον ἔχων.

Ἡ κυρίως ἄρα παρὰ τοῦ θείου πνεύματος ἐκχεομένη χάρις πνεῦμα ἅγιον ἐστίν· ἀλλ’ οὐχὶ τὸ προσὸν τοῖς κτίσμασιν ἀσώματον καὶ ἀόρατον καὶ ἀτελεύτητον, καὶ ὁ λόγος καὶ ἡ αἴσθησις καὶ τὰ τοιαῦτα, καθάπερ ὁ Ἀκίνδυνος ἐδογμάτισε φρενοβλαβῶς, εἰς κτίσμα τὸ θεῖον πνεῦμα κατασπῶν προφάσει τοῦ καλεῖσθαι χάριν κατὰ τὴν ἐπὶ τοὺς ἐνθέους οἰκείαν ἐνέργειαν καὶ τὴν κατὰ ταύτην πρὸς αὐτοὺς μετάδοσιν αὐτοῦ, πρὸς οὓς μόνους καὶ δίδοσθαι καὶ ἐκχεῖσθαι λέγεται. Κατὰ τοῦτο γὰρ τοῖς πνευματομάχοις ἀκριβῶς ὁμόλογος ὁ Ἀκίνδυνος, περὶ ὧν φησιν ὁ μέγας Βασίλειος· «ἐν ἡμῖν, φασί, τὸ πνεῦμα ὡς δῶρόν ἐστι παρὰ θεοῦ· οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται».

Πρὸς οὓς εὐθὺς ἀντεπάγει πάλιν αὐτός, «δῶρον μὲν οὖν θεοῦ τὸ πνεῦμα, ἀλλὰ δῶρον ζωῆς καὶ δῶρον δυνάμεως, ‘λήψεσθε γὰρ δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς’· ἆρ’ οὖν διὰ τοῦτο εὐκαταφρόνητον;».

Ποίας γὰρ ζωῆς, τίνος δυνάμεως; Ἆρα τῆς κατ’ αἴσθησιν καὶ νοῦν καὶ λόγον; Οὔμενουν· ἀλλὰ τῆς ἀπαθανατιζούσης καὶ δυναμένης τὰ ὑπὲρ αἴσθησιν καὶ νοῦν καὶ λόγον, καὶ μὴ μόνον ἀθανασίαν, ἀλλὰ καὶ ἀναμαρτησίαν τό γε εἰς αὐτὴν ἧκον χορηγούσης· «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με», φησὶν ὁ Παῦλος, «ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», ὡς εἶναι τὴν ζωὴν ταύτην καὶ ζωῆς ἀθανάτου ὑπερτέραν, μὴ φθορᾶς μόνον ἀλλὰ καὶ κακίας παντοίας οὖσαν ἀνεπίδεκτον.

Ὅτι μὲν οὖν οἱ διὰ τῆς καινοποιοῦ ταύτης ἐνεργείας καὶ χάριτος ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας καινὴ κτίσις γεγονότες καὶ διὰ τῆς νέας ζωῆς καὶ πολιτείας ἢ τηρήσαντες ἀπὸ τοῦ παλαιοῦ αἴσχους ἑαυτοὺς ἢ ἀνακαθάραντες τῇ μετανοίᾳ, κἄν τι φθάσῃ προστριβέν, καὶ διὰ τῆς κατὰ πίστιν δικαιοσύνης ἑαυτοὺς ἀνανεώσαντές τε καὶ αὐξήσαντες, ἐν ὑγείᾳ τε καὶ τῇ κατὰ Χριστὸν ἡλικίᾳ καταστάντες, ἔνδοθεν ὁρῶσι καὶ οὐ κατὰ τοὺς ἔξωθεν ὁρῶντας τὸν οἰκεῖον ἀνακαινισμὸν καὶ ἄλλοις δή τισι σημείοις ἀπορρήτοις καὶ ἀφανέσι τοῖς πολλοῖς καὶ τίσι τούτοις, τὸ νῦν εἶναι παρίημι διευκρινεῖν, πρὸς μῆκος ὁρῶν ἐκτεινόμενον τὸ λόγον.

Κεφ. κδʹ. Παράστασις διὰ πλειόνων ὅτι οὐκ ἔστιν ἡ οὐσία τοῦ πνεύματος ἡ ἄκτιστος ἐνέργεια καὶ χάρις τοῦ πνεύματος. Ἐπεὶ δὲ ἡ καινοποιὸς καὶ θαυματοποιὸς αὕτη ἐνέργεια καὶ χάρις ἄκτιστός ἐστιν—αὐτὸ γὰρ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν— ἆρα μία ἐστὶν ἁπλῶς αὕτη καὶ παντάπασιν ἀμέριστος, ἢ καὶ μερίζεται καὶ ποικίλλεται εἰς διαφόρους ἐνεργείας; Καὶ πότερον, ἀμετάληπτός ἐστι καὶ παντάπασιν ἀμέθεκτος, μόνης τῆς ἀνακαινίσεως διδομένης τοῖς καταξιουμένοις, ἢ καὶ αὕτη μεθεκτή ἐστι καὶ διαφόρως πρὸς τῇ ἀνακαινίσει καὶ αὕτη διδομένη; Καὶ πότερον, ἡ ἀνακαίνισις μόνη ἐκ τοῦ ἁγίου πνεύματός ἐστιν ἢ καὶ αὐτὴ ἡ ἄκτιστος ἐνέργεια καὶ χάρις ἐκ τοῦ ἁγίου πνεύματός ἐστιν, εἰ καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν, ὡς καὶ ἡ ἐκ τῆς ἀκτῖνος λαμπηδὼν καὶ φῶς ἐστι καὶ ἐκ φωτός; Εἰ μὲν γὰρ ἀμέριστός ἐστι παντάπασι καὶ ἄληπτος καὶ ἀμέθεκτος καὶ ἀνέκφαντος καὶ μηδενὶ φανεροῦται μηδὲ δίδοταί τε καὶ λαμβάνεται, μηδὲ μερίζεταί τε καὶ ποικίλλεται, μηδ’ ἐκ τοῦ πνεύματός ἐστιν, ἡ οὐσία τοῦ θεοῦ ἐστιν αὕτη ἡ ἄκτιστος ἐνέργεια. Εἰ δὲ καὶ μερίζεται καὶ δίδοται καὶ λαμβάνεται καὶ μετέχεται καὶ ποικίλλεται καὶ φανεροῦται καὶ ἐκ τοῦ πνεύματός ἐστι τὸ τῆς χάριτος τοῦτο πνεῦμα ἡ ἄκτιστος ἐνέργεια αὕτη, πῶς ἂν ἡ ἀμέθεκτος εἴη καὶ παντάπασιν ἀμέριστος καὶ ἀνέκφαντος καὶ ἀνεκφοίτητος καὶ ἀναίτιος οὐσία;

Ὅτι μὲν οὖν οὐ μόνον ἀνακαινισμός, ἀλλὰ καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀξίοις δίδοται, δι’ ἔργου τε καὶ λόγου ὑπέδειξεν ἡμῖν ἐμφυσήσας καὶ εἰπὼν τοῖς μαθηταῖς ὁ κύριος «λάβετε πνεῦμα ἅγιον», καὶ διὰ τοῦ Ἰεζεκιὴλ προκαταγγείλας, «δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινόν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἀπὸ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν», καὶ πρὸ τούτου διὰ τοῦ Μωσέως εἰπόντος πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ, «μὴ ζηλοῖς σύ μοι;

Καὶ τίς ἂν δῷ πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;». Τοῦτο Παῦλος εἰδὼς τῇ πείρᾳ φησίν, «ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ», καὶ πρὸς τοὺς ἐν Ῥώμῃ ἁγίους, «ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν», καὶ Θεσσαλονικεῦσι, «τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς». Εἴρηται δὲ καὶ τῷ χρυσορρήμονι πατρὶ καὶ πρὸ αὐτοῦ τῷ μεγάλῳ Ἀθανασίῳ, «μηδαμοῦ τῆς γραφῆς εἰρῆσθαι τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἢ αὐτὸν εἰπεῖν τὸν θεόν, τὸ πνεῦμά μου, μὴ αὐτὸ τοῦτο λέγοντα τὸ πνεῦμα τὸ ἅγιον». Ἀλλ’ οὐδὲ μετὰ τοῦ ἁγίου, ἢ μετὰ τῆς προσθήκης τοῦ ἄρθρου, ἢ χωρὶς αὐτῆς, ‘πνεῦμα ἅγιον’, ἢ ‘τὸ πνεῦμα τὸ ἅγιον’, εἴρηταί ποτέ τινι κτιστόν, ὅτι μὴ τοῖς πνευματομάχοις μόνοις πρότερον καὶ τῷ βαρλααμίτῃ Ἀκινδύνῳ νῦν.

Ὡς μὲν οὖν αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον τὸ διδόμενόν ἐστι καὶ λαμβανόμενον οὐκέτ’ οὐδεὶς ἀντερεῖ, τελεῖν ᾑρημένος ὑπὸ διδασκάλῳ τῷ διὰ τῶν προφητῶν λαλήσαντι καὶ τοῖς ἀπεσταλμένοις πάντα τὰ ἔθνη μαθητεῦσαι καὶ αὐτῷ τῷ πέμψαντι. Ὅτι δὲ τοῦτ’ αὐτὸ καὶ παρὰ τῶν ἀξίων μετεχόμενόν ἐστιν οὐδ’ ἀμφιγνοήσει, διδόμενον αὐτοῖς καὶ παρ’ αὐτῶν λαμβανόμενον πιστῶς ἀκούων, οὐδὲ γὰρ ἂν ἄλλως εἴη λαμβανόμενον ἢ μετεχόμενον. Πιστούτω δ’ ὅμως καὶ τοῦτο Παῦλος· «ἀδύνατον γάρ», φησί, «τοὺς ἅπαξ φωτισθέντας, γευσάμενους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου». Ὅτι δὲ καὶ διαφόρως διδόμενόν ἐστι καὶ μετεχόμενον καὶ οὐ πᾶσι τοῖς κτιστοῖς, ὁ τῆς οὐρανίου ἱεραρχίας ὑποφήτης παραστήσει Διονύσιος «ἡ τῶν νοερῶν», λέγων, «ὄψεων ἀνομοιότης τὴν ὑπερπλήρη τῆς πατρικῆς ἀγαθότητος φωτοδοσίαν ἢ παντελῶς ἀμέθεκτον ποιεῖ καὶ πρὸς τὴν αὐτῶν ἀντιτυπίαν ἀδιάδοτον, ἢ τὰς μετουσίας ποιεῖ διαφόρους, μικρὰς ἢ μεγάλας, ἀμυδρὰς ἢ φανάς, τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ὑπερηπλωμένης πηγαίας ἀκτῖνος».

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι μήτε κτιστὴν ὑπάρχειν τὴν διδομένην καὶ λαμβανομένην τοῖς κεχαριτωμένοις τοῦ πνεύματος χάριν τε καὶ ἐνέργειαν—αὐτὸ γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον—μήτε τὴν οὐσίαν εἶναι τοῦ πνεύματος. Οὐδενὶ γὰρ ὁ θεὸς τὴν οἰκείαν οὐσίαν δίδωσιν, οὐδ’ ἔνι ληπτὴν αὐτὴν γενέσθαι τινὶ καὶ μὴ δύο φύσεων ἀποδεῖξαι τὸ λαβόν, ἐκ θείας δηλονότι καὶ ἀνθρωπίνης συγκείμενον φύσεως, καὶ τοῦτ’ εἴπερ ἑνωθείη ταύτῃ καθ’ ὑπόστασιν, ὅπερ, ἀμφοτέρων προϋφεστώτων, καὶ ταῦτα κατ’ ἰδίαν ὑπόστασιν τῶν συντιθεμένων, ἀδύνατον. Διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ οὐχ ὑπόστασιν ἀλλὰ φύσιν παρ’ ἡμῶν ἀναλαβών, καθ’ ὑπόστασιν ἡνώθη ταύτῃ, καθ’ αὑτὴν γὰρ ἡ φύσις ἑνωθεῖσα φυρμὸν ἐξ ἀνάγκης καὶ δράσει καὶ πείσεται. Ταῦτ’ ἄρα καὶ τὰ ἡνωμένα ἀφύρτως ἑτερούσια, ἐκ τῶν περὶ αὐτὰ τὴν ἕνωσιν κέκτηται. Αὐτὴ τοίνυν καθ’ αὑτὴν ἡ θεία μετεχομένη τε καὶ μεταλαμβανομένη φύσις ἢ φυρμὸν πείσεται, ἢ τὴν παθητὴν ἐξαναλώσασα φθάσει φύσιν, πρὶν ἂν ληφθῇ.

Τοῦτό γε δὴ καὶ μᾶλλον. «Οὐδεὶς» γάρ, φησίν, «ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», καὶ «οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσία κυρίου», κατὰ τὸ γεγραμμένον, καὶ «θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν». Εἰ δ’ ὄψιν οὐδεὶς ἂν ἐνέγκοι, πῶς μετοχήν; Διὰ τοῦτο οἱ θεοφόροι πατέρες κατ’ οὐσίαν τὸν θεὸν πάμπαν ἀμέθεκτόν τε καὶ ἄληπτον ἀπεφήναντο.

Πρὸς πειθὼ τοίνυν ἀποχρήσει καὶ ταῦτα τοῖς ᾑρημένοις παρέχειν σφᾶς αὐτοὺς πειθηνίους τῇ ἀληθείᾳ, μήτε κτιστὴν εἶναι τὴν ἐν τοῖς κεχαριτωμένοις ἐνέργειαν, μήτε τὴν οὐσίαν εἶναι τοῦ πνεύματος. Εἰ δὲ καὶ μεριζομένη φανείη ἡ ἐνέργεια αὕτη, τὸ ἐν τούτοις δηλαδὴ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος οὖσα, πολλῷ μᾶλλον ἀριδηλότερον ἔσται μήτ’ οὐσίαν μήθ’ ὑπόστασιν εἶναι ταύτην τοῦ πνεύματος.

Ὅτι τοίνυν καὶ μερίζεται καὶ ἐκ τοῦ πνεύματός ἐστι καὶ διὰ τοῦ προφήτου Ἰωὴλ ὁ θεὸς προανεφώνησεν, οὐκ εἰπών, «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ τὸ πνεῦμά μου», ἀλλ’ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου». Ὁ δ’ Ἠσαΐας, καθάπερ ἔφθημεν διὰ πλειόνων ἀποδείξαντες, καὶ τὰ ἐκ τοῦ πνεύματος πνεύματα κεφαλαιωδέστερον ἀπηριθμήσατο, τὴν τῶν θείων ἐνεργειῶν διαίρεσιν ὑποδείξας ἐναργῶς. Ὁ δὲ κύριος ἐν τοῖς εὐαγγελίοις, ἐν δακτύλῳ θεοῦ εἰπὼν ἐκβάλλειν τὰ δαιμόνια, ἐν ταυτῷ δείκνυσι καὶ πνεῦμα ἅγιον τουτονὶ τὸν δάκτυλον, ὡς καὶ τῶν εὐαγγελιστῶν ἕτερος ἐδήλωσε, καὶ τῶν ἐξ αὐτοῦ τοῦ πνεύματος πνευμάτων ἕν, καθάπερ καὶ ὁ μέγας φησὶ Βασίλειος καὶ τῶν ὑπὸ Μωυσέως ἐν Αἰγύπτῳ τετελεσμένων σημείων μεμνημένος. Ἐπεὶ δὲ μὴ τῷ ἑνὶ τούτῳ μόνον τῶν κατὰ διαίρεσιν χαρισμάτων ἐνήργει ὁ κύριος, φησὶν Ἰωάννης ὁ καὶ προφήτου περισσότερος, «οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ».

Ὁ δὲ Χρυσόστομος Ἰωάννης «ἡμεῖς μέν», φησί, «πάντες μέτρῳ τὴν τοῦ πνεύματος ἐνέργειαν ἐλάβομεν· πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει, αὕτη γάρ ἐστιν ἡ μεριζομένη· οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν.

Τοῦτο τῇ πείρᾳ γνοὺς ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ‘ἐν τούτῳ’, φησί, ‘γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν’, καὶ πάλιν ‘ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν’».

Διὸ πάλιν ὁ χρυσορρήμων· «πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον· οὐ γὰρ ἐν μέτρῳ δίδωσιν ἐκείνῳ τὸ πνεῦμα ὁ πατήρ, ἀλλ’ ὁλόκληρον τὴν χάριν ὁ ναὸς ἔλαβεν, ἡμεῖς δὲ μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν· πᾶσαν δὲ τὴν οἰκουμένην ἡ σταγὼν αὕτη καὶ ἡ ῥανὶς ἐνέπλησε τῆς γνώσεως· διὰ ταύτην τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα ἐλύετο. Ἀλλ’ ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀρραβών. ‘Δοὺς’ γάρ, φησί, ‘τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν’, τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται». Τὸ δὲ μέρος τοῦτο καὶ ἡ ῥανὶς αὕτη πάλιν μερίζεται κατὰ λόγον τῆς δι’ ἀρετὴν καὶ πίστιν καθαρότητος ἑκάστου τῶν ὑποδεχομένων. «Μόνοις γὰρ ὂν μεθεκτὸν τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀξίοις», κατὰ τὸν μέγαν Βασίλειον, «οὐχ ἑνὶ μέτρῳ μετεχόμενόν ἐστιν, ἀλλὰ κατὰ ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν». Παρὰ τοῦτο γὰρ καὶ χωρητὸν κατ’ ἐνέργειαν γίνεται τὸ πνεῦμα τοῖς κεχαριτωμένοις θείως, ἀνθρώποις μέντοι τὴν φύσιν οὖσιν, ἐπειδὴ κατὰ ταύτην οὕτω καὶ μερίζεται. Κατ’ οὐσίαν δὲ καὶ ὑπόστασιν ὑπάρχον ἀμερές, πῶς ἄν τινι χωρηθείη τῶν κτιστῶν;

Ταύτην τὴν διαίρεσιν καὶ ὁ Παῦλος ἐνδεικνύμενος, Ἑβραίοις ἐπιστέλλων, τὴν ὑπὸ τοῦ κυρίου λαληθεῖσαν σωτηρίαν βεβαιωθῆναι λέγει «σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς». Διὸ καὶ Πρὸς Κορινθίους γράφων, πνεύματα καλεῖ τὰ πνευματικὰ χαρίσματα καὶ «παρὰ τοῦ αὐτοῦ πνεύματος καὶ κατὰ τὸ αὐτὸ πνεῦμα καὶ ἐν τῷ αὐτῷ πνεύματι» δίδοσθαί φησι. Ταύτῃ τοι καὶ ὁ χρυσορρήμων πρὸς τὸν ἔχοντα τὸ τῆς προσευχῆς χάρισμα «σὺ μὲν γάρ», φησί, «καλῶς εὐχαριστεῖς, πνεύματι γὰρ κινούμενος φθέγγῃ», καὶ περὶ τοῦ κεκτημένου τῶν γλωσσῶν τὸ χάρισμα «τὸ ξένῃ γλώσσῃ φθέγγεσθαι ἐφανέρου», φησίν, «ὅτι πνεῦμα ἦν ἐν αὐτῷ φθεγγομένῳ», χωρὶς τοῦ ἄρθρου λέγων, ὡς ἂν ἐν ἑκάστῳ τούτων μέρος ὂν δεικνύῃ τῆς μιᾶς ἐνεργείας τοῦ πνεύματος. Ἡ πνευματικὴ τοιγαροῦν χάρις οὐ φύσις, ἀλλ’ ἄκτιστός ἐστιν ἐνέργεια τοῦ θείου πνεύματος, ὑφ’ ἧς κατὰ τὸ μέτρον τῶν ὑποδεχομένων ἀμερίστως μεριζομένης, τῶν οὕτω κεχαριτωμένων ἕκαστος κινούμενος, ἐνεργεῖται θείως.

Ταῦτ’ ἄρα καὶ παραμυθίαν τοῦτ’ εἶναι τοῖς τὰ ἐλάττω κεκτημένοις ὁ ἀπόστολος ἔφη καὶ ὁ Χρυσόστομος διετράνωσε, δεικνύντες αὐτοὺς πάντας ὁμοτίμους τε καὶ ἡνωμένους θείως, ὅτι πάντα ταῦτ’ ἔστι πνεύματος ἑνός, οὗ καὶ πάντες ἐποτίσθησαν, οὐχ ὡς κτίσματα λαβόντες—οὐδὲ γὰρ ἂν ἦν ἡ παραμυθία ἀξιόλογος οὐδ’ ἀληθής· τίνα γὰρ τὴν ἕνωσιν, ποίαν τὴν ὁμοτιμίαν ἀπεργάσαιτ’ ἂν τὰ κτίσματα, καὶ ταῦτ’ ἐπὶ τὸ κρεῖττον, κἂν ὑπὸ τοῦ αὐτοῦ δημιουργοῦ κτισθῇ; —ἀλλ’ οὐδ’ εἰς ἓν σῶμα, καὶ Χριστοῦ σῶμα, οὐδ’ εἰς ἓν πνεῦμα μετὰ τοῦ κυρίου, δωρεαὶ κτισταί, καὶ ταῦτα πολλαὶ καὶ πολλὴν πρὸς ἀλλήλας αὗται κεκτημέναι τὴν διαφοράν, προξενῆσαι δυνήσονται τελεῖν.

Ἀμέλει κατὰ τὸν Ἠσαΐαν, ὡς καὶ ἀνωτέρω ἔφημεν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, τῷ μὲν ἐπ’ αὐτῆς λαῷ πνοὴν παρέχει, τὸ δὲ πνεῦμα τοῖς πατοῦσιν αὐτήν, τουτέστι τοῖς ὑπεράνω τῶν γηΐνων οὖσιν· οἱ γὰρ «κραταιοὶ τοῦ θεοῦ τῆς γῆς σφόδρα ἐπήρθησαν» κατὰ τὸν ψαλμωδόν.

Ποῖον πνεῦμα; Τὸ πνεῦμα τῆς ἀληθείας, τῆς ἐλευθερίας τῆς υἱοθεσίας, ὃ κατὰ τὴν τῆς ἀληθείας ἧς τὸ πνεῦμα τοῦτο φωνήν, ὁ κόσμος οὐ δύναται λαβεῖν, «ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δέ», φησὶ πρὸς τοὺς μαθητάς, «γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται».

Οὕτως ἡμῖν εἷς θεὸς καὶ ἓν πνεῦμα ἄκτιστόν ἐστιν, οὐ μόνης ἀκτίστου τῆς οὐσίας οὔσης, ἀλλὰ καὶ τῶν τριῶν θείων ὑποστάσεων· οὐ δὲ τούτων μόνων, ἀλλὰ καὶ τῶν θείων πασῶν ἐνεργειῶν. Εἰ δέ τις τούτων εἴη κτίσμα τῶν ἐνεργειῶν, οὐκ ἄκτιστος ἔσται ὁ θεός, οὔτε κατ’ οὐσίαν οὔτε καθ’ ὑπόστασιν· τῇ γὰρ καταλλήλῳ ἐνεργείᾳ ἡ ἑκάστου φύσις χαρακτηρίζεται κατὰ τοὺς θεολόγους. Ἐπεὶ δὲ καὶ ὅλος ὁ θεὸς χαρακτηρίζεται δ’ ἑκάστης τῶν ἐνεργειῶν, οἱ πάσας λέγοντες κτιστάς, ὅλον αὐτὸν ποιοῦσι δι’ ἑκάστης κτίσμα τὸν θεόν. Οὕτω πολύχουν αὐτοῖς ἐστι καὶ δαψιλὲς τὸ τῆς ἀθεΐας λήϊον.

Κεφ. κεʹ. Ὅτι κακῶς ἐκλαμβάνων ὁ Ἀκίνδυνος τὸ ‘ὅλος’ ἐπὶ τοῦ θεοῦ, ὑπέρτερον ἑαυτὸν δείκνυσι, βαβαὶ τῆς ἀπονοίας, καὶ αὐτοῦ τοῦ Χριστοῦ. Ἀλλ’ «ὅλος ὁ θεός με θεοῖ καὶ ὅλῳ τῷ θεῷ ἑνοῦμαι θεούμενος», φησὶν ὁ Ἀκίνδυνος, ὅλον θεὸν λέγων καὶ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις πάσας καὶ πᾶσαν ἐνέργειαν ἄκτιστον.

Ὁμοῦ δ’ ἁπαξάπαντας ἀγγέλους τε καὶ ἀνθρώπους ἁγίους οὐχ ὅλος οὕτως ὁ θεὸς θεοῖ τε καὶ ἁγιάζει· μέρος δέ τι τῆς ἐνεργείας ὡς καὶ ὁ Χρυσόστομος εἶπεν, ὃ καὶ σταγόνα καὶ μικρὰν ῥανίδα ἐκάλεσε. Διὸ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «Χριστός», φησί, «διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος»· ᾧ συνᾴδων ὁ μελίττης δίκην πανταχόθεν τὸ θεολογικὸν ἀπανθιζόμενος μέλι, «οὐ θεοφόρος ἐστὶν ἄνθρωπος ὁ Χριστός», φησίν, «ἀλλὰ θεὸς σεσαρκωμένος, οὐχ ὡς προφήτης ἐνεργείᾳ χριόμενος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, ὥστε ἄνθρωπον γενέσθαι τὸ χρίσαν καὶ θεὸν τὸ χριόμενον».

Πάντων τοίνυν ὁμοῦ καὶ τῶν θεοφόρων ἀνθρώπων καὶ τῶν ἁγίων ἀγγέλων, διὰ μόνης θεουμένων τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ ταύτης οὐ πάσης ἀλλὰ μικροῦ τινος μέρους καὶ οἷον ῥανίδος ὡς πρὸς τὸ πέλαγος ἐκεῖνο βραχείας, τοῦ δὲ παρ’ ἡμῶν τοῦ λόγου προσλήμματος διὰ τῆς μιᾶς τῶν τριῶν ὑποστάσεων, μηδεμίαν ὑπερβολὴν ἀπονοίας καὶ παραπληξίας παραλιπὼν ὁ Ἀκίνδυνος, ὑπέρτερον δείκνυσιν ἑαυτόν, οὐ τῶν θεοφόρων μόνων, καὶ ταῦθ’ ὁμοῦ πάντων ἀγγέλων τε καὶ ἀνθρώπων, ἀλλὰ καὶ αὐτοῦ, βαβαί, τοῦ μόνου Χριστοῦ, καθ’ ὃν ἄνθρωπος ἐγένετο τὸ χρίσαν καὶ θεὸς τὸ χριόμενον, οὐ κατὰ πᾶσαν ἀλλὰ κατὰ μίαν τῶν ὑποστάσεων ἑνωθὲν τῇ θεότητι. Τάχα δὲ καὶ κατὰ τοῦτο πλεονεκτεῖν οἴεται ὁ Ἀκίνδυνος, ὡς μὴ μόνον μᾶλλον ὅλον εἶναι θεὸν τὸ χρίσαν αὐτόν, ἀλλὰ καὶ μᾶλλον ὅλον τὸν θεὸν ἄνθρωπον ἐπ’ αὐτοῦ γεγενῆσθαι, εἰ κατὰ πᾶσαν οὐκ ἐνέργειαν μόνον, ἀλλὰ καὶ θείαν ὑπόστασιν ἑνοῦται τούτῳ θεός, καθάπερ αὐτός τε διατείνεται καὶ τοὺς κατ’ αὐτὸν ἀναπείθει λέγειν τε καὶ φρονεῖν, ἵνα μὴ μερισμόν, φησί, πάθῃ θεός, μὴ κατὰ πάντα τρόπον ὅλος αὐτοῖς ἑνούμενος, οὐ συνιεὶς ὅτι τὰ θεῖα σωματικῶς οὐ μερίζεται.

Καὶ τοίνυν εἰ καὶ μία τῶν προσκυνητῶν τριῶν ὑποστάσεων ἐνηνθρώπησε καὶ κατὰ τὴν μίαν ταύτην ὁ θεὸς ἡνώθη τῷ ἀνθρωπίνῳ φυράματι, ἀλλ’ ὅλῳ μοι ἀτρέπτως ὅλος ἥνωται καὶ ὅλος ὁ θεὸς ἀνείληφε τὸ ἀνθρώπινον, ἐπεὶ μὴ σωματικῶς τὰ ἀσώματα διαιρεῖται, καὶ ἔτι μᾶλλον τὰ θεῖα καὶ αὐτὸς ὁ θεός, ὡς εἶναι τούτου μέρος ἐν μέρει, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς ἐνεργείας ἀδιαιρέτως διαιρεῖται καὶ συνάπτεται διῃρημένως.

Κεφ. κστʹ. Ὅτι διαφόρως τὸ ‘ὅλος’ ἐπὶ τοῦ θεοῦ παρὰ τῶν ἁγίων ἐκλαμβάνεται καὶ ποσαχῶς, ἐν ᾧ ῥήσεις Ἀκινδύνου, φανερῶς ἀντιλέγουσαι πρὸς τοὺς ἁγίους καὶ βλασφημίαις ἀλλοκότοις περιπίπτουσαι. Ταῦτ’ ἄρα καὶ τὸ ‘ὅλος’ ἐπ’ αὐτοῦ διαφόρως παρὰ τῶν θεολόγων ἐστὶ νοούμενόν τε καὶ λεγόμενον. Ὁ γὰρ μέγας Διονύσιος «πάσας», φησί, «τὰς θεοπρεπεῖς ἐπωνυμίας οὐ μερικῶς ἀλλ’ ἐπὶ τῆς ὅλης καὶ παντελοῦς καὶ ὁλοκλήρου καὶ πλήρους θεότητος ὑπὸ τῶν λογίων ὑμνεῖσθαι»· καὶ πάλιν, «ὁποίαν ἀναπτύξαι θεωνυμίαν ὁλικὴν ἐγχειρήσομεν ἐπὶ τῆς ὅλης αὐτὴν θεότητος ἐκληπτέον»· τί λέγων ὅλην ἐνταῦθα καὶ παντελῆ καὶ ὁλόκληρον καὶ πλήρη θεότητα;

Τὰς τρεῖς ὑποστάσεις, ἀλλ’ οὐχὶ καὶ πᾶσαν ἄκτιστον ἐνέργειαν τῆς θεότητος, ὡς τὴν ἁπλότητα τὴν θείαν, ἔλεον ἢ κρίσιν ἢ σοφίαν παρὰ τῶν λογίων λέγεσθαι, ἢ δημιουργικήν τε καὶ προγνωστικὴν ἐνέργειαν καὶ τὴν κρίσιν πάλιν ἀφθαρσίαν καλεῖσθαι καὶ ἀτρεψίαν καὶ ἁπλότητα καὶ τἄλλα πάντα, καθάπερ ὁ Ἀκίνδυνος φρενοβλαβῶς ἐξεδέξατο, ταῦτα προτιθεὶς καὶ λέγων· «οὐκ ἐπί τινος ὁπωσδήποτε τῶν τοῦ θεοῦ λέγεσθαί τινα θεωνυμίαν, ἀλλ’ ἑκάστην καὶ αὐτῆς τῆς οὐσίας εἶναι σημαντικὴν καὶ τῶν ἐμφύτων ταύτης ἐνεργειῶν ἁπασῶν»· διὸ καὶ ἀποφαίνεται γράφων, ὡς «ὁ τὰ μὲν οὐσιώδη καὶ φυσικὰ τοῦ θεοῦ ὀνομάζων, τὴν δὲ οὐσίαν τιθεὶς ὑπερώνυμον, καὶ ἄλλα μὲν ταῦτα, ἑτέραν δὲ ἐκείνην ὁριζόμενος εἶναι, βλασφημεῖ φανερῶς καὶ ἀποσχίζειν τολμᾷ τὴν ὑπερηνωμένην ἑνάδα».

Μηδ’ αἰσχυνθεὶς ὁ τάλας εἰ μηδὲν ἕτερον, τὴν γοῦν πρὸς τὸν κατάπτυστον Εὐνόμιον ἀκριβῆ συμφωνίαν, μηδ’ ὁμοῦ πάντας τοὺς θεολόγους τἀναντία τῶν παρ’ αὐτοῦ λεγομένων τιθέντας δυσωπηθείς. «Ἡ θεὸς» γάρ, φασί, «προσηγορία πρόδηλον ὅτι ἐνεργητικὴ τυγχάνει· οὐ γὰρ αὐτὴν τὴν τοῦ θεοῦ οὐσίαν ἡμῖν παρίστησιν, ἀδύνατον γὰρ ταύτην γνῶναι, ἀλλὰ μόνην τὴν θεωρητικὴν αὐτοῦ ἐνέργειαν δηλοῖ»· καὶ πάλιν, «χρὴ τῶν ἐπὶ θεοῦ λεγομένων ἕκαστον, οὐ τί κατ’ οὐσίαν σημαίνειν οἴεσθαι, ἀλλ’ ἢ τί οὐκ ἔστι δηλοῦν, ὡς τὸ ἀσώματον, ἢ σχέσιν τινά, ὡς τὸ δημιουργὸς καὶ κύριος, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ὡς τὸ ἀγαθὸν καὶ δίκαιον, ἢ ἐνέργειαν, ὡς τὸ θεὸς ὁ θεώμενος καὶ ἐφορῶν καὶ τὰ πάντα περιέπων»· καὶ πάλιν, «ἡ θεία φύσις ἐν πάσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι μένει ἀσήμαντος· εὐεργέτην γὰρ καὶ κριτὴν ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. Ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον· ὧν δὲ ὁ λόγος ἕτερος τούτων καὶ ἡ φύσις διάφορος».

Ἀλλ’ ὁ τὸν πολὺν τουτονὶ καὶ μέγαν Βασίλειον καὶ τοὺς πρὸ αὐτοῦ τε καὶ μετ’ αὐτὸν ἠκριβωκότας τὸν λόγον τῆς εὐσεβείας καὶ πάντας ἁπλῶς τοὺς ἐκείνοις ὁμολογοῦντας, ἀσεβείας γράψασθαι γραφὴν ὑπὸ νεανικῆς ἄγαν ἀπονοίας τολμήσας Ἀκίνδυνος, εἰς τοὺς ἀρίστους ἀλιτηρίους ἐγγραφῆναι ποθήσας αὐτὸς ὡς ἔοικε, τοῦ τε θεοῦ καὶ τῶν ἁγίων θεοῦ καὶ ἀσεβείας ἐσχάτης γραφὴν ὡς ἀληθῶς ἁλῶναι, καὶ γραφῆναι κατὰ τὸ προφητικὸν ἐκκήρυκτος ἄνθρωπος, φησὶν ἐπὶ λέξεως· «ὅσα τοῦ θεοῦ εἶναι λέγεται οὐκ ἔστι ταῦθ’ ἕτερα ἄκτιστα, τῆς θείας φύσεως παρηλλαγμένα. Εἰ γὰρ τὰ θεῖα ὀνόματα διαφόρων εἰσὶν ἀκτίστων ἐνεργειῶν δηλωτικά, οὐδὲν ἦσαν εἰς πολυθεΐαν οἱ Ἕλληνες· οὕτως ἀναριθμήτους ἀκτίστους θεοὺς θεραπεύσομεν, τὰ γὰρ θεῖα ὀνόματα πάμπολλα».

Φέρε δὴ πάλιν αὐτὸς ὁ τὰ πάντα μέγας Βασίλειος ἐλεγχέτω τὴν ἀφροσύνην ὁμοῦ καὶ τὴν πρὸς τὸν κατάπτυστον Εὐνόμιον ἀκριβῆ συμφωνίαν τοῦ καταψευδομένου τοσοῦτο τῶν ὄντως θεοσεβῶν, ὡς καὶ τοὺς Ἕλληνας μηδὲν εἶναι λέγειν εἰς πολυθεΐαν παραβαλλομένους αὐτοῖς. «Παραιτησώμεθα» γάρ, φησί, «τὸν θεὸν ὀνομάζειν ἄφθαρτον, ἀόρατον, ἀναλλοίωτον, δημιουργόν, κριτήν, καὶ πάντα ὅσα νῦν εἰς δοξολογίαν παραλαμβάνομεν; Ἢ δεχόμενοι τὰ ὀνόματα ταῦτα τί καὶ ποιήσωμεν; Πότερον, εἰς τὴν οὐσίαν ἅπαντα φέροντες καταθήσωμεν; Οὐκοῦν οὐχὶ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον αὐτὸν ἀποδείξομεν διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι»· καὶ πάλιν, «εἰ τὰ ἐπιλεγόμενα τῷ θεῷ πάντα πρὸς ἓν σημαινόμενον τείνει, κατὰ τὸν Εὐνόμιον, ἀνάγκη πᾶσα ταυτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα ὡς ἐπὶ τῶν πολυωνύμων· καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν ἑκάστου τῶν ὀνομάτων σημασίαν ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος»· καὶ πάλιν, «πῶς οὐχὶ μανία σαφὴς μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν ὀνομάτων ὑποβεβλῆσθαι λέγειν;».

Ἆρ’ οὐκ Εὐνόμιος ἄλλος ἐναργῶς ὁ Ἀκίνδυνος; Κατ’ ἐκεῖνον γὰρ οὗτος μεμηνὼς καὶ τὰ θεῖα συγχέων καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος ἀντικείμενος καὶ τοῖς ἀνωμολογημένοις κοινῇ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ δόγμασιν ἀντιλέγων πάλιν φησί· «πῶς οὐκ ἄκτιστοι δύο θεότητες, ἵνα μὴ λέγω πλείους, εἴπερ ἡ τοῦ θεοῦ δύναμις καὶ παντουργὸς ἐνέργεια καὶ σοφία καὶ ζωὴ καὶ ἀγαθότης καὶ ὅσα εἶναι λέγεται κατ’ οὐσίαν τὸ θεῖον, ἄλλο καὶ ἄλλο καὶ πάντα διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν ἐστι; Ταῦτα γὰρ ἡμῖν ἡ νέα κηρύττει θεολογία ἐναντιώτατα ὄντα τῇ πίστει τῆς εὐσεβείας, ἅπερ οὐ χρὴ δέχεσθαι καὶ τοῖς διδάσκουσι πείθεσθαι».

Λέληθας, ἄνθρωπε, σαυτὸν καταισχύνων, τὴν αἰδῶ ῥίψας καὶ εἰς τὴν ἀληθῆ θεολογίαν ὑβρίσας καὶ πρὸς τοὺς ἀληθεῖς θεολόγους ἀναισχυντήσας καὶ τολμήσας εἰσηγεῖσθαι μὴ πείθεσθαι μηδὲ δέχεσθαι τοὺς πᾶσι τοῖς εὖ φρονοῦσιν ὄντας σεπτοὺς καὶ παρὰ πάντων ὡς ἐνθέους προσκυνουμένους. «Ἀλλ’ οὐκ ἔστιν ὅλως», φησί, «διαφορά τις ἐν τῇ μιᾷ καὶ ὅλῃ καὶ παντελεῖ τρισυποστάτῳ θεότητι κατὰ μηδένα τρόπον, πλὴν τῶν κατὰ τὰ θεῖα καὶ ὑπερούσια τρία πρόσωπα διαφορῶν». Τί λέγεις; Οὐκ ἔστι διαφορὰ τῆς θείας σοφίας πρὸς τὴν θείαν δικαιοσύνην, τῆς ἁπλότητος πρὸς τὴν ἀϊδιότητα, τῆς ἀγαθότητος πρὸς τὴν ἀτρεψίαν, ἐπειδὴ μὴ προσωπικῶς ταῦτα πρὸς ἄλληλα διαφέρουσιν; Ἀλλ’ ἡ τῶν θεολόγων ἀντιφθεγγέσθω πλατυκώτερον γλῶττα διαρκῶς ἄγαν ἔχουσα καὶ μὴ δεομένη συλλήπτορος πρὸς τὸν ἀνταίρειν αὖθις ἐκείνοις ᾑρημένον ἀρτίως. «Πάλιν» γάρ, φησί, «πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν ὁ Εὐνόμιος», ταυτὸ δ’ εἰπεῖν ὁ Ἀκίνδυνος, «καὶ τὸν περὶ τῆς οὐσίας ἀφεὶς λόγον, τὰς ἐπιθεωρουμένας ἐνεργείας εἰς μίαν τὰς πάσας ἔννοιαν συντάξας ἓν τὰ πάντα ἐποίησεν.

Οὐ γὰρ δυνατόν, φησί, τὴν μὲν οὐσίαν εἶναι μίαν, τὸν δὲ τοῦ ἀφθάρτου λόγον μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννήτου, καλῶς ὁ γενναῖος προστίθης, δοκεῖ μοι μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ εἰρημένα τυγχάνειν, μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνάμεως καὶ τὸν τῆς ἀγαθότητος καὶ ἑκάστου τῶν θεοπρεπῶν ὀνομάτων· καὶ μηδεὶς ἔστω λόγος κατὰ τὸ ἰδιάζον νοούμενος, ἀλλ’ ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων ἓν ὑποκείσθω τὸ σημαινόμενον, καὶ εἷς ὑπογραφῆς λόγος τὸν περὶ ἑκάστου τῶν λεγομένων ὅρον ἀποπληρούτω. Κἂν ἐρωτηθῇς τὸ τοῦ κριτοῦ σημαινόμενον, τὴν τῆς ἀγεννησίας ἑρμηνείαν ἀπόκριναι· κἂν τῆς δικαιοσύνης δέῃ τὸν ὁρισμὸν ἀποδοῦναι, τὸ ἀσώματόν σοι πρόχειρον εἰς τὴν ἀπόκρισιν ἔστω· τί δὲ σημαίνει ἡ ἀφθαρσία;

Ὅπερ ἡ τοῦ ἐλέους πάντως ἐρεῖς ἢ ἡ τῆς κρίσεως σημασία παρίστησιν. Οὕτω καὶ τὰ καθέκαστα πάντα πρὸς ἄλληλα μεταχωρείτω, μηδεμιᾶς ἰδιαζούσης ἐμφάσεως τὸ ἕτερον τοῦ ἑτέρου διαστελλούσης». «Καὶ εἰ ταῦτα νομοθετεῖ ὁ Εὐνόμιος», ταυτὸ δ’ εἰπεῖν ὁ Ἀκίνδυνος, «μηδεμίαν εἶναι» λέγων καὶ οὗτος κατ’ ἐκεῖνον «διαφορὰν κατὰ μηδένα τρόπον τῆς τε θείας φύσεως καὶ τῶν περὶ αὐτὴν θεωρουμένων φυσικῶς», «τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσι θεόν, κριτήν, δίκαιον, ἰσχυρόν, μακρόθυμον, ἀληθινόν, ἐλεήμονα καὶ ἄλλα τοιαῦτα κατονομάζουσαι; Εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύσεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαινόμενον διαφορᾶς ἀπ’ ἀλλήλων τὰ ὀνόματα διαστελλούσης».

Ὁ δ’ ἐν μάρτυσι φιλόσοφος Ἰουστῖνος «τοῦ θεοῦ», φησίν, «ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ θεοῦ καὶ τὴν ποίησιν· ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων».

Ὁ δὲ μέγας Ἀθανάσιος «τῶν ἐπὶ θεοῦ», φησί, «λεγομένων οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν». Ὁ δὲ μέγας ἐν θεολογίᾳ Γρηγόριος «ἢ καὶ τὸ ἀθάνατον», φησί, «καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον οὐσία θεοῦ—ἀλλ’ εἰ τοῦτο πολλαὶ οὐσίαι θεοῦ καὶ οὐ μία—ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον· οὐ γὰρ ἀσυνθέτως ταῦτα εἴπερ οὐσίαι». Ὁ δὲ πολὺς τὰ θεῖα Κύριλλος «πολλά», φησί, «τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ θεοῦ ταττόμενα, ἀλλ’ ἕκαστον τούτων οὐ τῆς οὐσίας ἐστὶ σημαντικόν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει». «Εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται»· καὶ πάλιν, «οὐχ ὅσα φυσικῶς προσεῖναι λέγεται τῷ θεῷ, ταῦτα πάντα ἔσται αὐτοῦ καὶ οὐσία». Ἀλλὰ τίς ἂν ἐξαριθμήσαιτο πάσας τὰς τῶν θεοσόφων θεολόγων φωνάς, οὓς ὁ Ἀκίνδυνος βλασφημεῖν ἀναφανδὸν ἀποφήνασθαι τετόλμηκε, δι’ ὧν καὶ τῶν φυσικῶς προσόντων τῷ θεῷ ἑτέρα δείκνυται ἡ θεία φύσις καὶ τὸ ὑπερώνυμον δηλοῦται ταύτης, ἐκείνων ὀνομαζομένων, καὶ οὐκ ἐπὶ πάντων τούτων καθάπερ ὁ Ἀκίνδυνος ἔφη, συγχέων ταῦτα δυσσεβῶς, ἀλλ’ ἐπὶ τίνος ἑκάστην λέγεσθαι τῶν θεωνυμιῶν;

Οὐ τοῦτο τοίνυν καὶ ὁ μέγας Διονύσιος διὰ τῆς ἀνωτέρω ῥήσεως ἐδήλωσεν, ὡς ἐπὶ πάσης ἐνεργείας ἑκάστη τῶν θεωνυμιῶν ἐκλαμβάνεται καὶ τὸν αὐτὸν τρόπον ἐπ’ αὐτῶν καὶ τῆς οὐσίας, ἀλλ’ ὡς ἑκάστη τούτων ἀμερῶς ἐπὶ τῶν τριῶν λέγεται προσώπων; Τοῦτο δὴ καὶ αὐτὸς διατρανοῖ γράφων ὅτι «τὸ ἀγαθός, τὸ ὤν, τὸ κύριος, τὸ ζωοποιεῖν τε καὶ θεοποιεῖν, καὶ πάντα ὅσα τῇ ὅλῃ θεαρχίᾳ πρόσεστιν, ὁ μὴ κοινῶς καὶ ἡνωμένως ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐκδεχόμενος, ἀθέσμως ἀποσχίζειν τολμᾷ τὴν ὑπερηνωμένην παντοδύναμον μονάδα». Τοῦθ’ οὕτως ἔχειν καὶ ὁ θεῖος Μάξιμος ἐν τοῖς Σχολίοις ὑπεσημήνατο λέγων, «καλῶς τὸ ‘οὐ μερικῶς’ ὁ μέγας τέθεικεν· αἱ γὰρ ἐνέργειαι καὶ πᾶσαι τῆς θεολογίας αἱ ὑμνολογίαι οὐχ ἑνὶ καὶ μόνῳ τῶν τῆς θείας τριάδος προσώπων ἀποκληρωτικῶς ἀπονενέμηνται, ἀλλὰ κοιναὶ τῆς τριάδος εἰσί, χωρὶς τῶν ὑποστατικῶν ἰδιοτήτων».

Τοῦτο καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ἐν τοῖς Κατ’ Εὐνομίου διδάσκει γράφων, «κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται, τῶν δὲ ἀξιωμάτων ἐφ’ ἑκάστης τῶν ὑποστάσεων τῶν αὐτῶν φαινομένων, ἡ κατὰ τὴν οὐσίαν ταυτότης τῶν ταῖς αὐταῖς ἀξίαις ὑποκειμένων σαφῶς ἐπιδείκνυται».

Ἔστι μὲν οὖν ὅτε τὰς τρεῖς ὑποστάσεις ἡ θεολογία δηλοῖ, ὅλον τὸν θεὸν εἰποῦσα· ἔστι δ’ ὅτε καὶ ἐπὶ τῆς μιᾶς τὸ ὅλον τίθησι, διὰ τὸ μὴ σωματικῶς μερίζεσθαι τὴν θεότητα ἀλλ’ ὅλην ὑπάρχειν ἐν ἑκάστῃ τῶν ὑποστάσεων. Οὕτω τοίνυν καὶ ἐπὶ τῶν ἐνεργειῶν φιλαλήθως ἐξετάσας μάθοις ἄν· ὡς οὖν ὅλος ὁ θεὸς ἐνηνθρώπησεν, εἰ καὶ μὴ πᾶσα θεία ὑπόστασις ἐνηνθρώπησε, μήτε κατ’ οὐσίαν, ἀλλὰ καθ’ ὑπόστασιν τὴν μίαν τῶν τριῶν ἥνωται τῷ ἡμετέρῳ φυράματι.

Οὕτω καὶ τοὺς ἀξίους ὅλος ὁ θεὸς θεοῖ, μήτε μέντοι καθ’ ὑπόστασιν ἡνωμένος αὐτοῖς—τοῦτο γὰρ μόνον τοῦ μόνου Χριστοῦ—μήτε κατ’ οὐσίαν, ὡς καὶ ὁ λόγος φθάσας ἀπέδειξεν, ἀλλ’ οὐδὲ κατὰ πᾶσαν θείαν χάριν τε καὶ ἐνέργειαν, ἀλλὰ κατὰ βραχύ τι μέρος τῶν ἀκτίστων ἐνεργειῶν τῆς ἀκτίστου θεότητος, ὡς καὶ τοῦτο προαποδέδεικται, ὅλος ἑκάστῳ παρὼν καὶ ὅλος ἐν πᾶσιν ὤν, «ἀπαθῶς μεριζόμενος καὶ ὁλοσχερῶς μετεχόμενος κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος», ὡς ὁ μέγας φησὶ Βασίλειος, ἧς βραχεῖ μέρει τὸν ἥλιον ὅλον καὶ τῶν ὀφθαλμῶν ἑκάτερος καθορᾷ.

Τοιοῦτόν τί ἐστιν ἡ τοῦ θεοῦ ἁπλότης, ὡς ἐκ μικρῶν ὑποδειγμάτων τῶν ἐν τῇ κτίσει φαινομένων ἐκφῆναί τι τῶν ὑπὲρ αὐτὴν ἐφ’ ὅσον ἐγχωρεῖ· καὶ οὕτω διαιρούμενος, ἀδιαίρετος μένει διὰ πάντων ὁ θεός. Ὡς δ’ ὁ Ἀκίνδυνος ὑπέθετο, μὴ μόνον σύνθετος, ὡς καὶ ἀνωτέρω μικρὸν ἔδειξαν οἱ θεολόγοι, ἀλλὰ καὶ διφυὴς ἔσται ὁ θεός. Διὸ καὶ πρὸς τὸν Εὐνόμιον ὁ Νύσσης θεῖος Γρηγόριός φησι—τὰ αὐτὰ τῷ Ἀκινδύνῳ πρότερον πεφρονηκότα καὶ τὰ αὐτὰ τοῖς εὐσεβέσιν ἐγκαλοῦντα τηνικαῦτα καὶ διὰ τὸν ἴσον τρόπον, ἅτε καὶ δι’ ὃν νῦν ὁ Ἀκίνδυνος ἡμῖν—φησὶ τοίνυν πρὸς ἐκεῖνον ὁ τὰ θεῖα σοφὸς Γρηγόριος· «τίς ἐστιν ὁ διφυᾶ τὸν θεὸν εἶναι λέγων πλὴν σοῦ, τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ πατρὸς οὐσίᾳ συμφύοντος καὶ μηδὲν ἔξωθεν προσεῖναι λέγοντος, ἀλλ’ ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνομάτων τῇ τοῦ θεοῦ οὐσίᾳ ἐγκεντρίζοντος»; Ἆρα γὰρ οὐ τοῦτο καὶ ὁ Ἀκίνδυνος δῆλός ἐστι ποιῶν γράφων πάλιν, «ἐπὶ ὅλου τοῦ θεοῦ ὅ,τί ποτέ ἐστιν αἱ θεωνυμίαι λέγονται, οὐκ ἐπὶ μέρους τινὸς ἢ τινῶν ὁπωσδήποτε, οἷον τῶν οὐσιωδῶν καὶ φυσικῶν τοῦ θεοῦ ἐνεργειῶν καὶ δυνάμεων· τοῦτο γάρ ἐστι βλασφημεῖν καὶ ἀποσχίζειν ἐκθέσμως τὴν ὑπερηνωμένην ἑνάδα»;

Τοῦτο γάρ φησιν, ὡς οὐ τῶν περὶ τὸν θεόν εἰσι τὰ ὀνόματα, ἀλλὰ τῆς θείας οὐσίας. Εἰ δ’ ἀμφοτέρων ἐρεῖ λέγειν, καὶ τῶν οὐσιωδῶν καὶ τῆς οὐσίας, ἀλλ’ ἀνωτέρω μικρὸν ἀπηγόρευσεν εἶναι τὰ οὐσιώδη τῆς οὐσίας ἕτερα. Τοιγαροῦν διὰ τοῦ «ὅ,τι ποτέ ἐστιν» εἰπεῖν κἀνταῦθα τὴν τοῦ θεοῦ οὐσίαν ἐδήλωσε καὶ ταύτῃ φέρων πᾶσαν θεωνυμίαν τῷ Εὐνομίῳ παραπλησίως ἐνεκέντρισε καὶ συνέφυσε, καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἀποσχίζειν, φησί, τὴν ὑπερηνωμένην μονάδα, τοῦτ’ ἄντικρυς λέγων φρενοβλαβῶς, ὡς, εἰ μή τις διφυᾶ τὸν θεὸν εἶναι φαίη, τὸ ἑνιαῖον εἰς δύο σχίζει, τοσαύτῃ κακοφροσύνῃ περιπέπτωκεν, ἀγνοήσας ὡς ἀδιαιρέτως διαιρεῖται τὸ θεῖον, οὐ κατὰ τὰς ὑποστάσεις μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἐνεργείας, ὡς ἡμεῖς καὶ ἐν ἰδίᾳ πραγματείᾳ διετρανώσαμεν συνεπιμαρτυρούντων ἡμῖν τῶν ἱερῶν θεολόγων.

Κεφ. κζʹ. Ὅτι διττῆς οὔσης τῆς ἐπὶ τοῦ θεοῦ διακρίσεως, ὡς ἐδείχθη παρὰ τῶν θεολόγων, ὅταν ἐπὶ τῆς μιᾶς αὐτῶν λέγηται τὸ ὅλον, οὐ συμπεριβάλλει καὶ τὴν ἑτέραν· καὶ ὅτι τῆς θείας ἐνεργείας ἀλλ’ οὐ τῆς θείας οὐσίας μετέχει τὰ τοῦ θεοῦ μετέχοντα. Ἀλλ’ ὄντως ἐπὶ τῶν τοιούτων, καθά τις τῶν πατέρων εἶπεν, ἀκοῆς εὐγνώμονος χρεία καὶ πιστῆς καὶ ἀσφαλοῦς.

Ἐπεὶ γὰρ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς ἐνεργείας διακρίνεται τὸ θεῖον, ἑτερότης καθ’ ἑκατέραν διάκρισιν ὁρᾶται ἐναλλὰξ πρὸς ἀλλήλας ἐχουσῶν· τὰ μὲν γὰρ ἴδια τῶν θείων ὑποστάσεων ὀνόματα κοινά ἐστι ταῖς ἐνεργείαις, τὰ δὲ κοινὰ ταῖς ὑποστάσεσιν ἴδια τῶν θείων ἐνεργειῶν ὀνόματά ἐστιν. Ἡ γὰρ ζωὴ κοινὸν ὄνομα πατρός, υἱοῦ καὶ πνεύματος, ἀλλ’ οὐχ ἡ πρόγνωσις ζωὴ καλεῖται οὐδ’ ἡ ἁπλότης οὐδ’ ἡ ἀτρεψία οὐδ’ ἄλλο τι τῶν τοιούτων. Οὕτω δὴ καὶ τῶν ἀπηριθμημένων ἕκαστον, κοινὸν μέν ἐστιν ὄνομα πατρός, υἱοῦ καὶ πνεύματος, μιᾶς δὲ ἐνεργείας ἀλλ’ οὐχὶ πασῶν, μιᾶς γὰρ σημασίας ἕκαστον δηλωτικόν, μιᾶς δ’ ὑποστάσεως ἴδιον ὄνομα, τὸ ‘πατήρ’ ἀλλὰ πάσας ἐκείνας συμπεριβάλλει· οὐ γὰρ μόνην τὴν ὄντως ζωὴν ἀλλὰ καὶ τὴν ἀτρεψίαν καὶ τὸν ἔλεον καὶ τὴν θείαν ἁπλότητα καὶ πᾶν ὅ,τι παραπλήσιον τούτοις. Οὕτω δὴ καὶ τὸ ‘υἱός’, οὕτω καὶ τὸ ‘πνεῦμα τὸ ἅγιον’· «πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά», πρὸς τὸν ἴδιον πατέρα ὁ θεαρχικὸς ἔφη λόγος.

Καὶ αὖθις ὅσα ἐστὶ τοῦ πατρὸς καὶ αὐτοῦ, τῷ θεαρχικῷ πνεύματι κοινῶς καὶ ἡνωμένως ἀνατίθησι. Καὶ οὕτω μερίζεται μὲν κατὰ τὰς ὑποστάσεις ἡνωμένος ὢν κατὰ τὰς ἐνεργείας ὁ θεός· αἱ αὐταὶ γάρ εἰσιν ἐνέργειαι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Μερίζεται δὲ κατὰ τὰς ἐνεργείας ἡνωμένος ὢν κατὰ τὰς ὑποστάσεις· ἑκάστη γὰρ τῶν ἐνεργειῶν ὁ πατήρ ἐστι καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ταῦτ’ ἄρα καὶ οἱ θεολόγοι, νῦν μὲν ἐπὶ τῶν ἐνεργειῶν, νῦν δ’ ἐπὶ τῶν ὑποστάσεων τιθέασι τὸ ὅλον.

Ἀλλ’ ὅταν μὲν κατὰ τὴν ὑποστατικὴν διάκρισιν λέγηται τὸ ὅλον, οὐκ ἐν ἑαυτῷ συμπεριβάλλει καὶ τὰς ἄλλας ὑποστάσεις, ἀλλὰ χωρὶς αὐτῶν πάσας τὰς θείας ἐνεργείας μετὰ τῆς θείας φύσεως. Οὕτω γὰρ καὶ τὸ κατὰ τὰς ὑποστάσεις ἀσύγχυτον διατηρεῖται, ὅλου σαρκωθέντος τοῦ θεοῦ καὶ οὕτως ὅλῳ μοι ἀτρέπτως ὅλος ἥνωται, προξενῶν μοι τὴν σωτηρίαν διὰ τοῦ πάθους τῆς σαρκός, τουτέστιν ἡ θεία φύσις καὶ πᾶσα δύναμις καὶ ἐνέργεια ἐν μιᾷ τῶν θείων ὑποστάσεων. Ὅταν δὲ κατὰ τὴν τῶν ἐνεργειῶν διάκρισιν ἐπὶ μιᾶς αὐτῶν παρὰ τῶν θεολόγων λέγηται τὸ ὅλον, οὐκ ἐν ἑαυτῷ συμπεριβάλλει καὶ τὰς ἄλλας ἐνεργείας, τὸ κατὰ ταύτας πάλιν ἀσύγχυτον τηρούντων, ἀλλὰ χωρὶς αὐτῶν, τὰς ὑποστάσεις πάσας. Καὶ οὕτω δι’ ἑκάστης τούτων τῶν ἐνεργειῶν ὅλος ὁ θεὸς μετέχεται καὶ δι’ ἑκάστης ὅλος ὀνομάζεται.

Τίς ὅλος; Ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ οὐχὶ πᾶσα ἐνέργεια διὰ μιᾶς ἐνεργείας ὀνομάζεταί τε καὶ μετέχεται. Διὸ πάντα μὲν τὰ ὄντα μετέχειν λέγεται ὅλου τοῦ θεοῦ, τουτέστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Οὕτω γὰρ καὶ ὁ μέγας Διονύσιός φησιν, ὅτι «καὶ τοῦτο κοινὸν καὶ ἡνωμένον καὶ ἕν ἐστι τῇ ὅλῃ ἀγαθότητι, τὸ πᾶσαν αὐτὴν ὑφ’ ἑκάστου τῶν μετεχόντων μετέχεσθαι»· ἀλλ’ οὐχ ὡς ὁ τῆς αἱρέσεως Ἀκινδύνου λόγος, τὸ πᾶσάν τε καὶ ὅλην ἐκλαμβάνει, διατεινόμενος ἐντεῦθεν καὶ τῆς οὐσίας καὶ τῆς ἐνεργείας τοῦ θεοῦ μετέχειν πάντα. Πῶς γὰρ ἂν ὁ αὐτὸς θεοφάντωρ ἐν τῷ τετάρτῳ τῶν Περὶ τῆς οὐρανίου ἱεραρχίας εἴρηκε, «πάντα τὰ ὄντα μετέχει προνοίας, ἐκ τῆς ὑπερουσίου καὶ παναιτίου θεότητος ἐκβλυζομένης» καὶ μετά τινα, «δῆλον δὲ ὅτι περὶ αὐτὴν ἐκεῖναι τῶν οὐσιῶν εἰσιν ὅσαι πολλαχῶς αὐτῆς μετειλήφασι»· κἀν τῷ τετάρτῳ τῶν Περὶ θείων ὀνομάτων, «ἐκτείνεται δὲ ἄχρι τῶν ἐσχάτων ἡ παντελὴς ἀγαθότης, ταῖς μὲν ὁλικῶς παροῦσα, ταῖς δὲ ὑφειμένως, ἄλλαις δὲ ἐσχάτως· καὶ τὰ μὲν πάντῃ τοῦ ἀγαθοῦ μετέχει, τὰ δὲ μᾶλλον καὶ ἧττον ἐστέρηται»; Πῶς γὰρ ὅλος ὑπὸ πάντων μετέχεται, τοῖς μὲν ὁλικῶς παρών, τοῖς δ’ οὔ, καὶ τοῖς μὲν πάντῃ τε καὶ πολλαχῶς μετεχόμενος, τοῖς δὲ μὴ πάντῃ τε καὶ πολλαχῶς, εἰ μὴ τρόπον ὃν ἔδειξεν ὁ λόγος, ὅλος ὁ θεὸς μετέχεται, τουτέστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον; Πῶς δὲ κατ’ οὐσίαν ἀμέριστος παντάπασιν ὑπάρχων, ἑκάστῳ τῶν ὄντων διαφόρως, ἔστι δ’ οἷς καὶ πολλαχῶς, κατ’ αὐτὴν μετέχοιτ’ ἄν;

Ταῦτ’ ἄρα καὶ αὐτὸς πάλιν ὁ μέγας Διονύσιος, «προνοίας» ἔφη «πάντας μετέχειν, τῆς ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης»· κἀν τῷ τρίτῳ τῶν Περὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας φησίν, «ἡ ὑπὲρ πάντα θεαρχικὴ μακαριότης, εἰ καὶ ἀγαθότητι θείᾳ πρόεισιν εἰς τὴν τῶν μετεχόντων αὐτῆς ἱερὰν κοινωνίαν, ἀλλ’ οὐκ ἔξω τῆς κατ’ οὐσίαν ἀκινήτου στάσεως καὶ ἱδρύσεως γίνεται».

Τὰ μὲν οὖν τῆς οὐσιοποιοῦ ἐνεργείας τοῦ θεοῦ μετέχει μόνης, εἰ καὶ διὰ ταύτης ὅλου τοῦ θεοῦ μετείληχεν, ἀλλ’ οὐχὶ καὶ τῆς ζωοποιοῦ· τὰ δὲ καὶ τῆς ζωοποιοῦ, ἀλλ’ οὐχὶ καὶ τῆς σοφοποιοῦ· τὰ δὲ καὶ ταύτης πρὸς ταῖς ἄλλαις.

Μόνοι δὲ οἱ τὴν ἑαυτῶν τετηρηκότες τάξιν ἄγγελοι καὶ ὅσοι τῶν ἀνθρώπων ἐπανῆλθον εἰς τὸ δεδομένον τοῖς λογικοῖς ἄνωθεν ὑπερφυὲς ἀξίωμα καὶ τῆς θεοποιοῦ ἐνεργείας καὶ χάριτος μεταλαγχάνουσιν αὐτοῦ τοῦ θείου καὶ ἀπορρήτου φωτισμοῦ. «Μόνης γάρ ἐστι», κατὰ τὸν θεῖον Μάξιμον, «τῆς θείας χάριτος ἴδιον τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτί, καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης». Τίσιν οὖσιν; Ἀγγέλοις δηλαδὴ καὶ ἀνθρώποις, ὅσοι διεσώσαντο ἢ καὶ ἀνεσώσαντο, καὶ ἐφ’ ὅσον τὴν δεδομένην τῶν ἠθῶν ἁρμονίαν παρὰ τοῦ κτίσαντος, ὡς ὄργανα τελεῖν ἐκείνου, τῆς ἐκείνου θείας ἐνεργείας χωρητικά, κἂν μὴ πάσης ἕκαστον, ἀμερίστως ἐκείνης μεριζομένης. «Εἰ γὰρ ἐπὶ τοῦ πυρός, ἔνθα οὐσία ἐστὶ τὸ ὑποκείμενον καὶ σῶμα, καὶ μερίζεται καὶ οὐ μερίζεται», φησὶν ὁ Χρυσόστομος θεολόγος, «πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας».

Ἀλλὰ γὰρ καὶ τῶν μουσικῶν ὀργάνων, τῶν τε κρουομένων καὶ ἐμπνεομένων, οὐ πασῶν ἐστιν ἕκαστον χωρητικὸν τῶν ἀνθρωπίνων ἐνεργειῶν, ἀλλὰ μιᾶς τινος, καὶ οὐδὲ πάσης τὰ πλείω, τῆς δ’ ἀνθρωπίνης οὐσίας οὐδέν. Καὶ τῶν ἡλιουμένων ἕκαστος οὐ πάσας χωρεῖ τὰς ἡλιακὰς ἀκτῖνας, τῆς δ’ οὐσίας μετείληχεν οὐδείς. Ὡς οὖν ἡ τοῦ ἡλίου ἀκτίς, ἀχώριστος οὖσα τοῦ ἡλίου, μόνη δ’ ὅμως τοῖς ἡλιουμένοις ἐστὶ μεθεκτή, τὸν αὐτὸν τρόπον, ὡς κατ’ ἀμυδρὰν ἐν αἰσθητοῖς εἰκόνα, καὶ ἡ θεοποιὸς χάρις, ἧς τὰ μετέχοντα θεοῦται, θεία τίς ἐστι χάρις, ἀλλ’ οὐχὶ ἡ φύσις τοῦ θεοῦ· οὐχ ὡς ἀποῦσα τῶν κεχαριτωμένων, κατὰ τὴν Ἀκινδύνου ληρώδη συκοφαντίαν—πανταχοῦ γὰρ ἡ φύσις τοῦ θεοῦ— ἀλλ’ ὡς οὐκ οὖσα μεθεκτή, μηδενὸς ὄντος κτιστοῦ, καθὰ προαποδέδεικται, τοῦ δυνηθέντος ἂν μεταλαχεῖν αὐτῆς, ἐπεὶ καὶ τὸ τοῦ ἡλίου φῶς τῆς ἀκτῖνος καὶ τῆς δι’ αὐτῆς χορηγουμένης θέρμης ἀχώριστόν ἐστιν, ἀλλὰ τῶν ἀπολαυόντων τοῖς ὀφθαλμοὺς μὴ κεκτημένοις ἀμέθεκτόν ἐστι τὸ φῶς, τῆς παρὰ τῆς ἀκτῖνος μόνης ἀντιλαμβανομένοις θέρμης. Ὡς οὖν οὐκ ἔσθ’ ὅπως φωτὸς ἀντίληψιν γενέσθαι τοῖς τῶν ὀμμάτων ἀμοιροῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον οὐδενὶ τῶν πάντων ἔσται μέθεξις τῆς οὐσίας τοῦ κτίσαντος· οὐ γάρ ἐστιν οὐκ ἔστι τῶν κτισμάτων οὐδέν, ὃ δύναμιν ἴσχει δεκτικὴν τῆς τοῦ κτίσαντος φύσεως.

Καὶ ἡ θεία γὰρ ἐνέργεια καὶ χάρις καὶ δύναμις, πανταχοῦ παροῦσα, τοῖς δι’ ἀκαθαρσίαν ἀνεπιτηδείοις πρὸς φωτοληψίαν ἀμέθεκτός ἐστι καθάπερ ἀποῦσα. Διό, φησὶν ὁ μέγας Βασίλειος, «πᾶσι μὲν πάρεστι τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀπούσης πάντως τῆς οἰκείας δυνάμεως, ἀχώριστος γάρ, ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν, τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκέτι»· καὶ πάλιν, «ὥσπερ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίνονται ἀλλ’ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ πνεύματος ἐνέργεια, ἀλλ’ ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις μηδὲ στραγγαλιῶδες».

Κεφ. κηʹ. Ὅτι καὶ ἡ τοῖς ἐνθέοις παρὰ θεοῦ χορηγουμένη σοφία καὶ ἀρετὴ θεία τοῦ θείου πνεύματός ἐστιν ἐνέργεια. Τοιοῦτόν ἐστι καὶ ἀρετὴ πᾶσα, οὐχ ἡ φύσει προσοῦσα τοῖς κτιστοῖς, ἀλλ’ ἥ γε ὄντως οὖσα καὶ τοῖς ἐνθέοις τῇ τοῦ θεοῦ ἑνώσει κεχορηγημένη, καθ’ ἣν καὶ ζῶσι θείως κατὰ τὴν κορυφαίαν ἀκρότητα τοῦ θείου χοροῦ τῶν ἀποστόλων Πέτρου, «τὰς ἀρετὰς ἐξαγγέλλοντες τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς». Διὸ καὶ ὁ πολὺς τὰ θεῖα Μάξιμος, «ἄναρχος πᾶσα ἀρετή», φησί, «μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, ἅτε τὸν θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα».

Ἀγάπη τοίνυν καὶ χαρά, εἰρήνη τε καὶ μακροθυμία, καὶ ὅσα τούτοις παραπλήσια, πρόσεστι μὲν καὶ φυσικῶς, ταυτὸ δ’ εἰπεῖν κτιστῶς, ἅπασι τοῖς λογικοῖς, οἷον ἀπηχήματα τῶν ὄντως ὄντων· διὸ καὶ ἐπὶ κακῷ χρήσαιτ’ ἄν τις τούτοις, ἀθετεῖν τοὺς θείους νόμους προαιρούμενος. Ἔστι δὲ καὶ τὰ ὑπερφυᾶ καὶ μόνου τοῦ πνεύματος, ἅπερ ἀϊδίως ἔχειν τὸ πνεῦμα καὶ ὁ μέγας ἔφη Βασίλειος. Οἱ γοῦν εὐμοιρήσαντες τῆς χάριτος τοῦ πνεύματος, αὐτῶν τῶν καρπῶν ἀπολαύουσί τε καὶ μετέχουσι τοῦ πνεύματος. Καὶ γὰρ καὶ σοφία ἔνεστιν ἡμῖν ἐκ φύσεως μελέτῃ προαγομένη πρὸς ἐπίδοσιν, τοῖς δὲ ἁγίοις κατὰ τὴν εὐαγγελικὴν ἐπαγγελίαν ἡ σοφία δίδοται τοῦ δι’ αὐτῶν λαλοῦντος πνεύματος, ἥτις κατὰ τὸ σολομώντειον ἔπος «οὐ κατοικήσει ἐν σώματι κατάχρεω ἁμαρτίαις»· κἂν ἐνοικισθεῖσα φθάσῃ, μεταβαλόντος ἐπὶ τὸ χεῖρον, ἀφίπταται· «πνεῦμα γὰρ ἅγιον παιδείας ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων», κατ’ αὐτὸν πάλιν τὸν θεοῦ σοφίας εὐμοιρηκότα καὶ περὶ αὐτῆς συγγραψάμενον.