Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Ζ΄, Κεφάλαια 1-9: Η θεολογία των ησυχαζόντων και η απόρριψη της πλάνης των φιλοσόφων

Ο έβδομος λόγος αντιπαραβάλλει την εμπειρία των ησυχαζόντων και το άκτιστο φως της θεοποιού χάριτος με τα δαιμονικά οράματα και την πεπλανημένη θεωρία των εθνικών φιλοσόφων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 20 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΑ ΤΩ ΑΚΙΝΔΥΝΩ ΚΑΤΑ ΤΟΥ ΦΩΤΟΣ ΤΗΣ ΧΑΡΙΤΟΣ ΚΑΙ ΤΩΝ ΥΠ’ ΑΥΤΟΥ ΚΑΤΑ ΔΙΑΦΟΡΟΥΣ ΚΑΙΡΟΥΣ ΠΕΦΩΤΙΣΜΕΝΩΝ ΣΥΓΓΕΓΡΑΜΜΕΝΑ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΕΒΔΟΜΟΣ Κεφ. αʹ. Ὅτι εὐλόγως ὁ λόγος καθ’ ὁδὸν προϊὼν ἐν τοῖς περὶ θεωρίας λόγοις τῶν ἱερῶς ἡσυχαζόντων ἔληξεν. Εὐλόγως μὲν οὖν ὁ λόγος καθ’ ὁδὸν προϊὼν ἐπ’ αὐτὰ νῦν ἥκει τελευτῶν, τὰ παρὰ τοῦ Βαρλαὰμ πρὸ παντὸς ἄλλου κατὰ τῶν ἱερῶς ἡσυχαζόντων κεκινημένα. Ἐπεὶ καὶ προσβάλλων ἤδη τοῖς Ἀκινδύνου τὴν ἀρχήν, τὸν αὐτὸν μὲν ἐκείνῳ περιθέσθαι τρίβωνα τῆς δυσσεβείας, ἀναστρέψαντα μέντοι πολυειδῶς, ἄνω τε τὰ κάτω θέμενον καὶ τὰ ὕστερα πρότερα πεποιημένον ἔφη τε καὶ ὑπέδειξε. Καὶ τὸ αἴτιον· ὅπως ἂν λανθάνοι τοὺς ὁρῶντας τὴν ἐκείνου περικείμενος σκευὴν καὶ πιθανός ἐστιν οἷς νομίζοιτο τὴν πρὸς ἐκεῖνον κοινωνίαν ἀρνούμενος. Ἐκ τοῦ ἀκολούθου τοίνυν αὐτῷ τε προῆκται πρὸς κατασκευὴν καὶ ἡμῖν ὕστερα πρὸς τὴν ἀνασκευὴν ἀπήντησε τἀκείνου πρότερα. Μαθητὴς γὰρ τῆς ἐκείνου κακονοίας ὤν, ἐπειδήπερ εἶδεν ἐκεῖνον εἰς αἰσχύνην καταστρέψαντα τὴν παρρησίαν, ὡς καὶ ἀειφυγίᾳ δι’ αὐτὴν χρήσασθαι ἑλέσθαι, φέρειν μὲν οὐχ ὡς οἷός τε ὤν, ἀναμαχέσασθαι δὲ τὴν ἧτταν φανερῶς οὐκ ἔχων, τοῖς ἐναντιωτάτοις κατὰ τὸ αὐτὸ ἐπικεχείρηκεν, ἐκείνῳ τε διατείνεσθαι μὴ ὁμολογεῖν καὶ ἡμῖν ἃ κἀκεῖνος ἐγκαλεῖν.

Πράττων τοίνυν ἑαυτῷ τὸ δοκεῖν ἐκείνῳ μὴ συνᾴδειν, ἐκ τῆς θεολογίας ἀρξάμενος ἐν τοῖς περὶ θεωρίας λόγοις ἔληξεν ἀντίστροφον ποιησάμενος τὴν τῶν λόγων ἔκθεσιν, καθ’ ἑκατέραν μέντοι τούτων πολλάκις καὶ διὰ πολλῶν, νῦν μὲν δεικνὺς τὸ ἀπαγὲς αὐτῷ τοῦ λόγου καὶ ἀπερίσκεπτον δι’ οὐδενὸς βεβαίου πρὸς ἀντιθέτους καταφορὰς καὶ ἀποφάσεις φερόμενος, νῦν δὲ τὸ περιδεὲς καὶ κακόηθες τῆς γνώμης μετ’ ἐπικρύψεως ὅ,τι πλείστης τὰ ἑαυτοῦ, ταυτὸ δ’ εἰπεῖν τὰ τοῦ Βαρλαάμ, προβαλλόμενος, ἀεὶ δὲ συκοφαντῶν καὶ διαστρέφων τὴν διάνοιαν, ἔστι δ’ ὅπου καὶ τὰ ῥήματα τῶν πρὸς ἐκεῖνον παρ’ ἡμῶν γεγραμμένων. Ἐν τούτοις γὰρ οὔτε τις τῶν εὐσεβῶν ῥημάτων ἐστὶ καινοτομία οὔτε τῆς μιᾶς θεότητος ἀθέτησις, ἀλλὰ τοῦ ὕψους τῆς θεοποιοῦ δωρεᾶς διασάφησις κατὰ τὸ ἐγχωροῦν, περιυβρισμένης μὲν ἀθέως ὑπὸ τοῦ Βαρλαάμ, ὑμνημένης δὲ καὶ διευκρινημένης ἀναγκαίως ὑφ’ ἡμῶν συνηγορούντων ταύτῃ πρὸς δύναμιν καὶ τὴν ὑπὲρ τῆς χάριτος χάριν ὀφειλομένην τῇ πηγῇ τῆς χάριτος, ἐλλιπῶς μὲν ἀποτιννύντων, τῆς δ’ ἡμετέρας αὐτῶν περὶ λόγους ἕξεως οὐκ ἐνδεῶς.

Κεφ. βʹ. Ὅτι ἡ θεοποιὸς χάρις καὶ τὸ θεῖον φῶς οὐ δι’ ἕτερόν τι θεῖον καὶ ἄκτιστόν ἐστιν. Ὁ δὲ παρασύρων καὶ παρεξηγούμενος, αὑτόν τε καὶ τοὺς αὐτῷ πειθομένους ἐπὶ τὸ βάραθρον ὠθεῖ. Καὶ δύο τὰ ἐναντιώτατα πρὸς ἄλληλα διδάσκων οὐκ αἰσθάνεται θεῖον λέγων καὶ θεοποιόν, θεότητά τε καὶ αὐτοθεότητα καὶ θεαρχίαν καὶ ἀγαθαρχίαν τὴν θεουργὸν τοῦ πνεύματος χάριν ὀνομάζων, μᾶλλον δὲ τῶν θεοφόρων ὀνομαζόντων ἀριδήλως πυνθανόμενος, καὶ ἄκτιστον αὐτὴν ἀπαγορεύων εἶναι. Καὶ ταῦτα τοῦ μεγάλου Βασιλείου γράφοντος, «εἰ κτιστόν ἐστι τὸ πνεῦμα, οὐ θεῖον· ἀλλὰ μὴν ‘ἐνέπλησε’, φησίν, ‘ὁ θεὸς τὸν Βεσελεὴλ πνεῦμα θεῖον σοφίας καὶ συνέσεως’. Ποῦ τοίνυν εὑρίσκεις προσεγγίζον τὸ θεῖον, τῇ κτίσει ἢ τῇ θεότητι; Εἰ μὲν γὰρ τῇ κτίσει, καὶ τὸν πατέρα κτίσμα ἐρεῖς· γέγραπται γὰρ περὶ αὐτοῦ, ‘ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης’.

Εἰ δὲ τῇ θεότητι, παυσάμενος τῆς βλασφημίας, ἐπίγνωθι τὴν τοῦ πνεύματος ἀξίαν», μεθ’ οὗ κἀγὼ τούτῳ προσφωνήσαιμ’ ἂν δικαίως, βραχύ τι παραλλάξας τῶν ῥημάτων οὐ τῆς ἐγκειμένης ἐννοίας, οὕτως ἀσύνετος εἶ, ὡς μηδ’ ὑπ’ αὐτῶν προσάγεσθαι τῶν ἀνωτάτω φωνῶν εἰς τὴν προσήκουσαν ἀξίαν τῇ τοῦ πνεύματος χάριτι; Κἂν γάρ τι τῶν κτισμάτων ὑπὸ τῶν πατέρων προσαγορευόμενον ἀκούσῃς θεῖον, μὴ διὰ τὴν οἰκείαν φύσιν τὴν κτιστὴν οὖσαν εἰρῆσθαι νόμιζε τοιοῦτον, ἀλλὰ διὰ τὴν ἐνοικοῦσαν αὐτῷ θείαν δωρεὰν τοῦ πνεύματος, αὐτὴν δὲ τὴν θεουργὸν χάριν καθ’ αὑτὴν οὖσαν ἴσθι θείαν τε καὶ ἄκτιστον, ὡς καὶ τὴν ἡλίου ἀκτῖνα φῶς καθ’ ἑαυτήν.

Σὺ δὲ μὴ καθ’ αὑτὸ λέγων ἄκτιστον τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς καὶ τὴν ἐκχεομένην ἐπὶ μόνους τοὺς ἀξίους θείαν δωρεὰν τοῦ θείου πνεύματος, τοῦτο λέγεις ἄντικρυς, ὡς τὴν αἰσχύνην ἐκείνην καὶ τὴν πάνδημον εὐθύνην, ἣν μετ’ ἐκεῖνον τὸν σὸν καθηγητὴν καὶ αὐτὸς ὑπέστης τρέμων, τοὔνομα προσδέχῃ μόνον, τὴν τοῦ πράγματος ἀλήθειαν ἀρνούμενος καὶ πάλιν κτιστὸν αὐτὸ καὶ δοξάζων καὶ κατασκευάζων. Ἀλλὰ πῶς ἂν εἴη καὶ κληθείη διὰ ταῦτα θεῖον ἕτερόν τι, δεομένων αὐτῶν ἑτέρου τοῦ θεοποιοῦντος;

Ἔσται δὲ καὶ σύνθετος ἡ θεία χάρις καὶ τὸ θεῖον φῶς εἴπερ δι’ ἕτερόν τι τῶν αὐτοῖς ἐνυπαρχόντων ἄκτιστα κληθεῖεν, καὶ εἰ δι’ ἄλλο μὲν ἄκτιστος, δι’ ἄλλο δὲ κτιστή. Ἀλλὰ πᾶσα θεία ἔλλαμψις, κατὰ τὸν μέγαν Διονύσιον φάναι, ποικίλως εἰς τὰ προνοούμενα προϊοῦσα, μένει ἁπλῆ.

Ἆρα νῦν γοῦν συνῆκας οὐκ ἐφ’ ἡμᾶς, ἀλλ’ ἐπ’ αὐτὸ τὸ πνεῦμα τὸ φίλερί σοι καὶ φιλοπόλεμον κινήσας ἦθος καὶ τὴν ἀκάθεκτόν σοι τῶν λόγων ῥητορείαν ἢ σοφιστείαν ἐπιστρατεύσας, κακομαχίαν δὲ εἰπεῖν οἰκειότερον ἢ λογολεσχίαν ἀπίθανον; Τίς γὰρ ἀκούσας δόξαν ἀΐδιον καὶ φῶς ἀπρόσιτον καὶ χάριν ἄκτιστον, εἶτα τῇ σῇ σοφῇ περινοίᾳ πεισθεὶς κτιστὰ μὲν εἶναι ταῦτα καθ’ αὑτὰ θεῖτο, νοεῖν δ’ ἄλλο δι’ αὐτῶν ἀνάσχοιτο, φύσει διεστὼς τὸ ἄκτιστον καὶ ἀπρόσιτον καὶ ἀΐδιον, δι’ ὃ καὶ ταῦτα κατὰ σὲ κλήσεως οὐδὲν ἐπαληθευούσης ἠξίωται;

Κεφ. γʹ. Ὅτι θυμῆρες μὲν ἡμῖν τὸ κακῶς ἀκούειν μετὰ τῆς εὐσεβείας, ἐλεεινοὶ δὲ οἱ κακῶς λέγοντες ἡμᾶς διὰ ταύτην. Τί δὴ μέγα, βλασφημουμένου τοῦ θείου πνεύματος, εἰ θεοσεβὴς δυσσεβὴς ἀκούει παρὰ τῶν μὴ καταστοχαζομένων ἢ καταψευδομένων ἑκόντων τῆς ἀληθείας; Μέγα μὲν οὖν εἰς θυμηδίας λόγον ἡμῖν τὸ κακῶς ἀκούειν μετὰ θεοῦ παρὰ τῶν ἀβλεψίαν μὲν πρὸς τὰ οἰκεῖα νοσούντων, βασκανίᾳ δὲ δεινῇ τὰ ἡμέτερα κακουργούντων. Οὕτω χαίρομεν ἡμεῖς ὑπὲρ ἡμῶν αὐτῶν ὑφ’ ὑμῶν λοιδορούμενοι, πολὺ δὲ τὸ τῆς ψυχῆς ἄλγος ἡμῖν ὑπὲρ ὑμῶν, καὶ καταστενάζομεν, εὖ ἴστε, τῶν ὑμετέρων ψυχῶν ἐλεοῦντες, οὐκ ἐπαρώμενοι. Πῶς κατεξανέστητε τῆς εὐσεβείας, πῶς ἐξετράπητε τῆς εὐθείας, πῶς ἀποτρέπεσθε τὴν ἀλήθειαν, πῶς ἀπηλγηκότες ὑμᾶς αὐτοὺς ἐνδεδώκατε τῇ τῶν οἰκείων διαλογισμῶν ἀστασίᾳ καὶ ματαιότητι, «μὴ εἰδότες μήτε ἃ λέγετε μήτε περὶ τίνων διαβεβαιοῦσθε»; Διὸ καὶ καινὸν ἀεί τι λέγοντες καὶ τοῖς προτέροις ἀνακόλουθα τὰ μετ’ αὐτὰ προβαλλόμενοι, πολὺν ἴλιγγον κατεχέασθε ταῖς τῶν ἀκουόντων ψυχαῖς.

Φεῦ, πῶς ἀπηναισχυντηκότες, ἀνερυθριάστως τὸ ψεῦδος παρρησιάζεσθε, γλῶσσαν διστόμου μᾶλλον μαχαίρας ἠκονημένην καθ’ ἡμῶν κινοῦντες, ὡς δύο καταγγελλόντων θεούς, πρῶτον καὶ δεύτερον, μέγαν καὶ μικρόν, καὶ τὸν μὲν ὑπερκείμενον, τὸν δὲ μέσον θεοῦ καὶ ἀγγέλων, οὔτε ἄγγελον ὄντα, καὶ θεὸν ἕτερον. Ταῦτα τὰ ἀπύλωτα στόματα τῶν μὴ φοβουμένων τὸν κύριον, ταῦτα τῶν ἐπὶ ψεύδει θεμένων τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐννοούντων τὸ τοῦ Χριστοῦ δικαστήριον·

Κεφ. δʹ. Ὅτι οὐκ ἄλλως δύναται ὁ Ἀκίνδυνος καθ’ ἡμῶν λέγειν ἢ διὰ τοῦ τὴν ἡμῶν πολυτρόπως ὑποκρύπτειν καὶ συκοφαντεῖν διάνοιαν. Πρόθες εἰς μέσον φανερὰν τὴν ἡμετέραν διάνοιαν καὶ ἴδωμέν σου τὸ πιθανὸν τῆς καθ’ ἡμῶν ἐπηρείας. Τοῦ ματαιόφρονος Βαρλαὰμ ἀθετήσαντος μὲν τὴν θεοποιὸν χάριν τοῦ πνεύματος, βλασφημήσαντος δὲ εἰς τὸν τῆς χάριτος πρύτανιν καὶ τοὺς ἐκ τοῦ παντὸς αἰῶνος ταύτης εὐμοιρηκότας ἐξουδενήσαντος, εἰς ἀνάγκην περιέστημεν—καθάπερ καὶ νῦν ἐφ’ ὑμῶν τῶν αὐτομαθῶν θεολόγων, οἳ κατ’ ἐκεῖνον καὶ αὐτοὶ πρὶν διδαχθῆναι διδάσκετε, καὶ ταῦτα περὶ θεώσεως— εἰς ἀνάγκην οὖν ἤλθομεν περὶ τῆς χάριτος λέγειν ἃ παρελάβομεν παρὰ τῶν ἡμετέρων πατέρων καὶ προτιθέναι τῶν λεγομένων τὰς πίστεις ἀπὸ τῶν θείων ἐκλεγόμενοι γραφῶν αὐτά τε τὰ ῥήματα καὶ τὴν τῶν λεγομένων διάνοιαν. Ταύτην οὖν ἔφημεν τὴν χάριν μήτε οὐσίαν εἶναι θεοῦ μήτ’ ἄγγελον μήτ’ ἄλλο τι τῶν τὴν χάριν δεχομένων· χάρις γὰρ καὶ θεοποιός ἐστιν ἐνέργεια θεοῦ, φῶς τε ὀνομαζομένη καὶ πνεῦμα καὶ θεότης καὶ θέωσις καὶ ὅσα τούτοις ἕπεται. Τίς ταῦτ’ ἀκούσας οὐκ ἐνασμενίσει τῷ δόγματι, μόνον εἰ μὴ φανερῶς τῆς τοῦ θεοῦ χάριτος ἀντικείμενος εἴη; Τίς οὐχ ὁμολογήσει κοινὴν καὶ τὴν αὐτὴν εἶναι τῶν τριῶν τῆς θεότητος προσώπων καὶ οὐκ ἐκτὸς εἶναι τῆς μιᾶς θεότητος τὴν θείαν χάριν καὶ τὴν ἐνέργειαν;

Τίς τῶν εὖ φρονούντων μὴ διενηνοχυῖαν τῆς θείας οὐσίας τὴν χάριν συνήσει καὶ τὴν ἐνέργειαν, ὡς ἐξ ἐκείνης οὖσαν εἰ καὶ μὴ διασπᾶται ταύτης; Τίς δὲ καὶ τοὺς πλείους τῶν ἡμετέρων περὶ ταύτης λόγων οὐκ ἐννοήσει μὴ δογματικῶς ἀλλ’ ἀγωνιστικῶς εἰρημένους πρὸς τὸν ἐν ὑποκρίσει τῆς τῶν ἡσύχιον ἀσπαζομένων βίον λαβῆς περιφανῆ κατὰ τῶν ἐν συγγράμμασι ζώντων ἁγίων ἀνῃρημένον τὸν πόλεμον;

Οὗτος δὴ σχεδὸν καὶ τοιοῦτος ὁ τῶν ἡμετέρων λόγων ἅπας ἀγών τε καὶ νοῦς. Σὺ δὲ πάντα πράττεις, ὥστε τὴν ἡμῶν ὑποκρύψαι διάνοιαν, καὶ παραχαράττεις καὶ παρεγχειρεῖς καὶ παρεξηγῇ καὶ παρακόπτεις, μεταξὺ παραλείπων κακούργως τὰ καιριώτατα, συμφύρας τε καὶ συγχέας καὶ πολὺ τὸ τῆς κακίας μέλαν ἀπὸ τῆς σῆς καρδίας ὥσπερ σηπίας καταχεάμενος, σαυτὸν μὲν ἀφανῆ ποιεῖς μετὰ τῶν κακῶν φρονημάτων, εἰς θολερὰν δὲ ἀνατροπὴν μετασκευάσας τὸ διειδὲς τῶν ἡμετέρων ναμάτων ἐπιχεῖς διὰ τῶν ὤτων εἰς τὰς τῶν ἀκροωμένων καρδίας, τῇ σαυτοῦ πάντως κεφαλῇ τὴν προφητικὴν ἀρὰν ἀμφοτέραις ἐπαντλῶν τὸ λεγόμενον· «οὐαὶ» γάρ, φησί, «τῷ ποτίζοντι τὸν ἀδελφὸν αὐτοῦ ἀνατροπὴν θολεράν». Εἰπὲ δή μοι, τὴν χάριν ταύτην οὐχὶ καὶ αὐτὸς συμμαρτυρεῖς ἡμῖν, ὡς οὐσίαν εἶναι θείαν οὐ λέγομεν; Πῶς οὖν αὕτη δεύτερος ἔσθ’ ἡμῖν θεός;

Θεὸν γὰρ ἀνούσιον οὐδὲ ἀναπλάσαι δυνατὸν κατὰ διάνοιαν. Ὁρᾷς τὸ τῆς συκοφαντίας ἀσύστατον καὶ εὐφώρατον, δι’ ἧς σὺ περινοστεῖς κυκῶν καὶ θορυβῶν καὶ ταράττων καὶ κακῶς διατιθεὶς τὴν τοῦ θεοῦ ἐκκλησίαν, τὸ σαυτοῦ λέγω μέρος;

Κεφ. εʹ. Ὅτι κατὰ μίμησιν Ἀρειανῶν τε καὶ Σεβηριανῶν, γυναικὸς πλουτούσης ὑποδὺς προστασίαν Ἀκίνδυνος, ταύτης αὐτῷ συναιρομένης χρήμασι τήν τε ἱερὰν ἐκκλησίαν πρὸς ἑαυτὴν καὶ τοὺς ἐκ παλαιοῦ ἁγίους πρὸς ἀλλήλους καὶ πρὸς ἑαυτὸν ἕκαστον ἐσπούδακεν ἐκπολεμῶσαι. Ἐπεὶ καὶ δι’ ἀπορίαν ἀνδρῶν, μηδενὸς ὡς ἔοικε πειθομένου τῶν εὖ φρονούντων, γυναικὸς ὑπέδυς προστασίαν ὁ μοναχός, μηδ’ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστῆς εἶναι προθυμουμένης, μηδ’ αἱρουμένης ποιεῖν ἑαυτῇ φίλους ἐκ τοῦ μαμωνᾶ τούτου τῆς ἀδικίας τοὺς ὅταν ἐκλίπῃ προσδεξομένους αὐτὴν ἀπὸ τῶν ἐνταῦθα φίλην γεγενημένην ἐν ταῖς αἰωνίοις αὐτῶν σκηναῖς, κατὰ τὴν τοῦ κυρίου φωνήν· ἀλλὰ τοὺς καὶ τῆς ἐπὶ γῆς τοῦ θεοῦ σκηνῆς ἐξωσθέντας βαρλααμίτας κρίσεσιν ἱεραῖς καὶ φρικωδεστάταις ἀποκηρύξεσιν, ὡς καὶ ἡ Βασιλίνα ποτὲ τοὺς τὰ Ἀρείου φρονοῦντας καὶ ἡ Πατρικία τοὺς τὰ Σεβήρου, καθάπερ ὁ μακάριος ἱστόρησε Μάξιμος.

Ταύτης οὖν μηχανῇ τε καὶ σπουδῇ πάσῃ συναιρομένης καὶ κακῶς ἀνοιγούσης τὴν χεῖρα καὶ χεῖρον σκορπιζούσης ἃ μηδὲ συνῆκται καλῶς καὶ τὰς φρένας ἐντεῦθεν ἐπιστρεφούσης τῶν ἐπὶ λήμματα κεχηνότων, ὡς μὴ μᾶλλον ἐκεῖνα σκότους ἐκφορεῖσθαι καὶ μυχῶν, ἐφ’ ὧν ἐτηρεῖτο πρῴην, ἢ φέρειν ἐπὶ σκότος ὄντως καὶ μυχοὺς δυσσεβείας ἐφ’ οὓς ταῦτα νῦν φέρεται· ταύτης τοίνυν οὕτω συναιρομένης, οὐκ ἄδηλον ὑφ’ ὅτου κεκινημένης, καὶ δαψιλῆ σοι ποριζούσης δαπάνην, οὐ πρὸς τοὺς θεολόγους μόνον καὶ τοὺς αὐτοῖς ὁμολόγους ἀκήρυκτον ἀνερρίπισας πόλεμον, ἀλλὰ καὶ τὰ θεῖα πάντα πολέμια δεῖξαι πρὸς ἑαυτὰ διὰ σπουδῆς ἔθου, θεολογίαν καὶ τὴν ὑπὲρ ταύτην τοῦ θεοῦ θεωρίαν προσαράξας ἀλλήλαις καὶ τοὺς θεολόγους τοῖς ἐξ αἰῶνος θεόπταις τὸ σαυτοῦ μέρος ἐπαναστήσας, αὐτούς τε πρὸς ἀλλήλους ἐκπολεμώσας καὶ αὐτῶν ἕκαστον ἐφ’ ἑαυτὸν ἐγείρας καὶ κατ’ ἀλλήλων ἐπιστρατεύσας τὰς ἐκείνων φωνάς, ὡς ἐξ ἀρχῆς ἄχρι τέλους περιφανῶς διαδείκνυται.

Τήν γε μὴν ἐπὶ τοῦ θείου Μαξίμου τοῖς κατὰ Σεβῆρον συλλαμβανομένην Πατρικίαν ἐκείνην, παραιτουμένων τινῶν καὶ λεγόντων ὑπὲρ αὐτῆς, ὡς οὐκ οἴκοθεν ὡρμημένη τοῖς Ἀκεφάλοις χεῖρα παρέσχεν, ἀλλ’ ἑτέροις ὑποθεμένοις πεισθεῖσα τοῦτ’ ἔπραξεν, ὁ τὰ θεῖα πολὺς ἐκεῖνος «οὐδ’ οὕτω», φησί, «τῷ γινομένῳ προστίθεμαι, Ῥοβοὰμ τὸν τοῦ μεγάλου Σολομῶντος υἱὸν ἐνθυμούμενος, ἅμα δὲ καὶ κανονικοῖς πράγμασιν ἐγχειρεῖν οἷς μὴ θέμις ἀπώμοτον γινώσκων, καὶ μάλιστα γυναιξίν, αἷς τὸ σιωπᾶν ἀναπνοῆς προσφορώτερον ὁ θεῖος ἀπεφήνατο λόγος». Νῦν δ’ ἡ τοῦ Ἀκινδύνου καὶ τοῦ κατ’ αὐτὸν πολυειδοῦς κινδύνου προστάτις, φρουρεῖ μὲν ἐν τοῖς οἰκείοις ταμείοις ὡς ἐπὶ τὸ πλεῖστον τὸν καθηγεμόνα τῶν διὰ τοσούτων ἐξεληλεγμένων πονηροτάτων δογμάτων, ἐπιτηροῦσα δὲ τοὺς καιρούς, νῦν μὲν προκαταλεάνασα τούτῳ τὴν ὁδὸν τῶν πονηρευμάτων οἷς αὕτη τρόποις ἐπίσταται, προπέμπει παρρησιασόμενον καὶ καθηγησόμενον τῶν προκαταθελχθέντων ταῖς αὐτῆς μηχαναῖς καὶ δι’ ἐκείνων συναρπάσοντα τοὺς πολλούς.

Ἡνίκα δ’ ἂν ἐπιστάντας μάθοι τοὺς ἀντικειμένους τῇ πλάνῃ καὶ παρ’ ἐκείνων ζητούμενον τοῦτον, οὓς ἔναγχος πλανᾶν ἐπεχείρει καὶ τῶν ἀντιλεγόντων παρόντων, ἀξιούντων αὐτὸν συνίστασθαι τοῖς οἰκείοις διδάγμασι, τηνικαῦτα πάλιν ἐν τοῖς οἰκείοις ἐπὶ μᾶλλον ἀδύτοις αὕτη κρύπτει τὸν ἄνδρα, καὶ παρεῖναι μὲν οὔ φησιν ἐκεῖνον δυνατὸν εἶναι —οὐ γὰρ ἐθέλειν θορυβεῖν ὅλως—ἑαυτὴν δ’ ἑτοίμην εἶναι διδάσκειν τὴν ἀκρίβειαν τῶν δογμάτων καὶ ὑπερηγορεῖν εὖ μᾶλα τοῦ κρύψαντος ἑαυτόν, μόνον εἴ τις ἐθέλοι παρ’ αὐτῇ φοιτᾶν καὶ τὰ ὦτα ὑπέχειν ὡς διδασκάλῳ. Οὐ γὰρ αὐτῆς εἶναι θεάτροις ἐπιδημεῖν, ἀλλὰ τοὺς προσιόντας διδάσκειν, ἀκριβῆ πεῖραν τῶν θείων ἐσχηκυίας δογμάτων, οὐχ ὑπὲρ τοὺς συνεληλυθότας μόνον ἅπαντας ἐπὶ τῶν μεγίστων ἐκείνων συνόδων, αἳ τὸν Βαρλαὰμ ἐκεῖνον καὶ τὸν μετ’ ἐκεῖνον ἄλλον ἐκεῖνον Ἀκίνδυνον ᾔσχυναν, οὐδ’ ὑπὲρ τοὺς ἄλλους τῶν ἐνταῦθ’ ἐλλογίμων τε καὶ σπουδαίων, ἀλλὰ καὶ ὑπὲρ αὐτὸν τὸν νῦν κατ’ εὐβουλίαν κρυπτόμενον. Εἰ γὰρ καὶ τούτου τὴν ἀρχὴν ἠκροάσατο, ἀλλὰ πᾶσαν γραφὴν ἔπειτα μετ’ ἐπιστασίας ὅ,τι πλείστης, ἅτε καὶ πάμπαν ἐσχολακυῖα διερευνήσασα, τοσοῦτον ἐπιλαβέσθαι τῆς κατ’ αὐτὴν ἐπιγνώσεως καὶ τοῦ διδάξαντος τὴν ἀρχὴν ἀκριβέστερον, ὡς ἔχειν καὶ παρρησιάζεσθαι ταύτην ἐκείνου μᾶλλον καὶ προασπίζειν ἐν τοῖς τοιούτοις, αὐτοῦ κρυπτομένου κατ’ εὐβουλίαν.

Οὕτως αὕτη μὴ μόνον ἑτέροις ὑποθεμένοις ὑπήκουσεν ἐγχειρεῖν, οἷς μὴ θέμις καὶ οἷς ἀπώμοτον γυναιξὶν ὁ θεῖος ἀπεφήνατο λόγος, ἀλλὰ καὶ αὐθόρμητός ἐστι καὶ διδάσκαλος ἐν τοῖς θείοις δόγμασι τῶν ἀνδρῶν εἶναι φιλοτιμεῖται καὶ τῶν ὑπείκειν οὐκ ἐθελόντων ἀντίθετος καὶ αὐτοῦ τοῦ ταύτην διδάξαντος θαρραλεωτέρα καὶ ὑπερτέρα, μὴ τὴν δεσποτικὴν αἰδουμένη ψῆφον, μὴ τὴν ἀποστολικὴν ἐντολὴν καὶ γνώμην προσιεμένη «γυναιξί», λέγοντος, «διδάσκειν οὐκ ἐπιτρέπω», κἀν μὲν ταῖς ἐκκλησίαις σιγᾶν ἐγκελευομένου τελέως, κατ’ οἴκους δὲ μὴ διδάσκειν ἀλλ’ ἐπερωτᾶν μόνον τοῦ μαθεῖν ἕνεκα, μηδ’ αὐτοῦ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λόγον ποιησαμένη σαφῶς ἐν τοῖς Ἔπεσι γράφοντος, «καθύπερθεν δεῖν φέρειν αἰδοῦς σκέπας γυναιξί· κἂν εἰ μάχοιντο μύθοις ἀντιθέτοισι σοφοὶ σκεδάοντες ἀπίστους, κερκὶς ταύταις μελέτω καὶ εἰρία καὶ ᾄσματα θεῖα, τοῖς δ’ ἄλλοις τεθνάναι πᾶσιν, ἐπεὶ τόδε λώιόν ἐστι». Τούτων αὕτη πάντων παντάπασιν ἀλογήσασα, πρὸς μὲν τοὺς παρόντας ἐλευθεροστομεῖ, θρασυστομεῖ δ’ εἰπεῖν οἰκειότερον, πρὸς δὲ τοὺς ἀπόντας καὶ γράμμασι χρῆται μακροῖς, ἅπερ, εἴπερ ἐνταῦθα προθέσθαι νῦν ἐνῆν, τότ’ ἂν ἔτι μᾶλλον πᾶς τις ἔγνω τὸ τοῦ Σιρὰχ ἐπ’ αὐτῆς ὡς ἀληθῶς ἐκβάν, ὡς «οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός».

Ἀλλ’ ἐρεῖ πρὸς παράδειγμα βλέπειν τὴν θεοστεφῆ Θεοδώραν ἐκείνην, ἣ τῆς ἑβδόμης προὐκαθέσθη συνόδου καὶ εἴ τις ἄλλη κατ’ ἐκείνην ἐθῶν καὶ δογμάτων προέστη θείων. Ἀλλ’ ἑαυτὴν οὕτω δείξει μετὰ τῶν ἄνω καὶ τοὺς κάτω νόμους πατήσασαν καὶ τὴν μηδαμόθεν αὐτῇ προσήκουσαν βασιλικὴν ἁρπάζειν ἐπιχειροῦσαν ἐξουσίαν τε καὶ τιμήν.

Τί γὰρ εἴπερ ὀνόματός τινος ἐπὶ βραχὺ μετέσχε δυναστείας ποτέ; Ἆρα μετὰ τῶν ἐπειλημμένων τοῦ κράτους τῆς βασιλείας παρὰ τοῦτο τετάξεται καὶ νομοθετήσει δεῆσαν καὶ συναθροίσει κοινὰς συνόδους καὶ κυρώσει τὰ καλῶς αὐταῖς δεδογμένα; Πολλοῦ γε καὶ δεῖ. Καὶ τί λέγω ταύτην, ἣ καὶ μετὰ τὸ ἐν βασιλέως ἐκεῖνο κῆδος, δουλὶς ἦν τῶν ὡς ἀληθῶς βασιλευόντων ἀεί; Καὶ γὰρ ἡ συμβασιλεύουσα περιόντι τῷ Θεοφίλῳ ἐκείνη, τὸ βασίλειον στέφος ἐπίσης περικειμένη, τοιούτοις ἐπικεχείρηκεν οὐδαμῶς πρὶν ἢ χηρεύσασα τοῦ ἀνδρός, τῶν κατὰ κλῆρον τῷ παιδὶ προσηκόντων δικαίων τῆς βασιλείας δικαίως ἀντεποιήσατο. Διὸ καὶ μετὰ τοῦ παιδὸς ἐπὶ τῆς συνόδου προὐκάθητο, δεικνῦσα κἀντεῦθεν μὴ μόνον γυναικῶν ἄλλων, ἀλλὰ μηδ’ αὐτῶν τῶν βασιλευουσῶν ὑπάρχον τὰ τοιαῦτα κυροῦν, ἂν μὴ περιπέτειά τις ἐπαγάγῃ τὴν ἀνάγκην αὐταῖς. Οὕτω δὲ συμβὰν καλὸν ὄντως καὶ καλῶν κάλλιστον, ὥσπερ τἄλλα τῆς βασιλείας πρὸς δύναμιν, οὕτω καὶ τὸ εὐσεβὲς ταύτης ἢ διαπεσὸν ἐπανάγειν, ἢ καλῶς ἔχον συντηρεῖν τῷ βασιλεῖ καὶ παιδί. Ἀλλὰ τούτων μὲν ἅλις.

Κεφ. στʹ. Ῥήσεως τούτου περὶ θεωρητικῆς ὁράσεως ἔλεγχος. Ὁ δ’ Ἀκίνδυνος ἐν τοῖς οἰκείοις συγγράμμασιν, ὥσπερ τοὺς ἐξ αἰῶνος ἱεροὺς θεολόγους καὶ τοὺς νῦν αὐτοῖς ἑπομένους, οὕτω καὶ τοὺς ὑφηγητὰς τῆς ἱερᾶς ἡσυχίας καὶ τῆς κατ’ αὐτὴν ὑπερφυοῦς θεωρίας διχῇ πως σχίσας καὶ εἰς ἀντιπάλους στῆσαι τὰς μοίρας προῃρημένος, πειρᾶται πείθειν καὶ διὰ τῶν ὑπὲρ αὐτῆς αὐτῶν συγγραμμάτων, ὡς οὐδενί ποτε τῶν ἐκ τοῦ παντὸς αἰῶνος δι’ ἀναχωρήσεως καὶ ἀσκήσεως καὶ προσευχῆς καὶ ἡσυχίας κεκαθαρμένων θεῖον ὄντως ὤφθη φῶς. Δείξας γάρ, ὡς ἐνόμισεν, ἐκ μόνων τῶν κτιστῶν οὐχ ὁρᾶσθαι μόνον ἀλλὰ καὶ μετέχεσθαι τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις τὸν θεόν—τοῦτο γὰρ ἐδήλωσε κτιστὴν καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως καὶ πάσας τὰς ἐνεργείας τε καὶ δωρεὰς τοῦ ἁγίου πνεύματος ἀποφηνάμενος— ἐπάγει· «τί δὲ ὁ εἰπών, ‘μηδεὶς ἀκούων αἴσθησιν νοός, ὁρατῶς αὐτῷ τὴν δόξαν τοῦ θεοῦ ἐλπιζέτω’, ἢ ὁ, ‘μακάριος ὁ νοῦς ἐκεῖνος, ὃς ἐν τῷ προσεύχεσθαι τελείαν ἀμορφίαν ἐκτήσατο’, ἢ ὁ, ‘πάντας μὲν ὁρᾷ ὁ θεός, ὁρῶσι δὲ τὸν θεὸν οἱ μηδὲν ὁρῶντες ἐν τῷ προσεύχεσθαι’, ἢ οἵτινες ἄλλοι τῶν ἁγίων, παντὸς ὡς φῶς ἢ ὡς πῦρ ἢ ὡς ἄλλο τι σχῆμα μορφοῦντος τὸν νοῦν τὸν θεωρητικὸν ἀποτρέποντες τοὺς θείας ἐπιφανείας ἐφιεμένους, οὐκ ἠπίσταντο τὴν ἐν τῷ ὄρει, ἐν ᾧ μετεμορφώθη, τοῦ κυρίου λαμπρότητα;

Πῶς οὖν ταῦτα εἶπόν τε καὶ ὑπέθεντο; Ἀλλ’ ὡς ἔοικεν, ἕτερος ὁ λόγος ἐκείνου τοῦ μυστηρίου καὶ ἄλλος ὁ τῆς τῶν ἄλλων ἀνθρώπων θεολογίας καὶ θεωρίας ὡντινωνοῦν ἁπάντων». Ἡμεῖς δὲ τὸ μὲν ὁρατῶς μηδενὶ δείκνυσθαι τὴν δόξαν τοῦ θεοῦ, ἀντὶ τοῦ αἰσθητῶς νοοῦμεν· καὶ δείκνυσι τὸ μετὰ μικρὸν ἐπιφερόμενον, ἀποτρέπεσθαι διδάσκον τὸν θεωρητικὸν νοῦν πᾶν τὸ ὡς φῶς ἢ ὡς πῦρ ἢ ὡς ἄλλο τι σχῆμα μορφοῦν δυνάμενον τὸν νοῦν. Πᾶν γὰρ τὸ σχῆμα ἔχον καὶ μορφήν, ἐξ ἀνάγκης αἰσθητὸν ἢ φαντασία αἰσθητοῦ τινος.

Εἰ δὲ καὶ ἐπὶ τῆς θείας μεταμορφώσεως καὶ φῶς καὶ μόρφωσιν ἀκούεις, ἀλλ’ ὡς ῥηθῆναι μὴ δυναμένων ἄλλως—καὶ γὰρ ὁ μένων ἀναλλοίωτος μεταμορφωθῆναι διὰ τὸ φανερωθῆναι τηνικαῦτα λέγεται—«μετεμορφώθη» γάρ, φησίν, «οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος».

Καὶ τὸ φῶς ἐκεῖνο καὶ γνόφος θεῖος ὀνομάζεται, οὐ μόνον κατ’ ἀφαίρεσιν, ἀλλὰ καὶ κατὰ ἀπόπαυσιν πάντων καὶ τῶν αἰσθητῶν καὶ τῶν λογισμῶν καὶ τῶν νοημάτων ἐγγινόμενος. Διὸ καὶ «μακάριος ὁ νοῦς, ὃς τελείαν ἀμορφίαν ἐκτήσατο», καὶ «ὁρῶσι τὸν θεὸν οἱ μηδὲν ὁρῶντες ἐν τῷ προσεύχεσθαι». «Ἐπειδὴ» γάρ, φησί, «πᾶς λογισμὸς διὰ φαντασίας αἰσθητῶν τινων εἰσέρχεται ἐν τῇ καρδίᾳ, τότε αὐγάζει αὐτὴν τὸ μακάριον φῶς τῆς θεότητος ἡνίκα εὐκαιρήσῃ ἀπὸ πάντων καὶ ἀσχημάτιστος ἐκ τούτων γένηται εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων τῶν νοημάτων παραφαίνεται τῷ καθαρῷ νοΐ».

Ἠπίσταντο γοῦν οἱ ταῦτα λέγοντες τὴν θείαν μεταμόρφωσιν, ἀλλ’ οὐχ ὡς αὐτὸς πεπλάνησαι, φωτὸς θέαν αἰσθητοῦ κυρίως ἢ πεφαντασιωμένων λογισμῶν ἀνάπλασμα—πρὸς τοῦτο γὰρ νῦν αὖθις δῆλος εἶ περιτραπείς—μόνοις τοῖς τρισὶν ἀποστόλοις ἅπαξ ἐγγενόμενον, ἀλλ’ οὐδὲ οὐσίαν θείαν ἢ ἀγγελικήν, ἀλλὰ θεοῦ θείαν ἔλλαμψιν καὶ χάριν καὶ λαμπρότητα πνευματικῶς ἐκφαινομένην καὶ μυστικῶς ἐγγινομένην κατὰ γενεὰς εἰς τοὺς ἀξίους, νῦν μὲν ὡς ἐν ἀρραβῶνος μέρει κατὰ λόγον τῆς ἑκάστῳ προσγεγονυίας καθαρότητος ἐκ τῆς τῶν θείων ἐντολῶν ἐργασίας, ἐν δὲ τῷ μέλλοντι τοσούτῳ φανοτάτην καὶ τοσαύτης εὐφροσύνης πρόξενον, ὡς εἶναι τὰ ἐνταῦθα πάντα πρὸς ἐκείνην παραβαλλόμενα σύμβολα καὶ ἔσοπτρα καὶ ἀπαρχάς. Ὡς οὖν ἐπιστάμενοι πνευματικῶς καὶ ἀπορρήτως τὸν φωτισμὸν ἐπιφαινόμενον τοῦ πνεύματος, ἀπαγορεύουσι τὰ δι’ αἰσθήσεως γινόμενα καὶ φαντασίας φυσικῆς ἢ δαιμονιώδους.

Κεφ. ζʹ. Ἑτέρας τοῦ αὐτοῦ ῥήσεως ἔλεγχος ἀπατηλαῖς συμβουλαῖς καταργεῖν ἐπιχειροῦντος τὴν ἐπὶ τοὺς ἀξίους τῆς θείας χάριτος ἐπιφάνειαν. «Ἀλλὰ χρή», φησί, «σκοπεῖν καὶ πρὸς τὰς πλάνας, ἃς ἐπλανήθησαν πολλοὶ τῶν ἀνακεχωρηκότων ἐκ τῶν αἰσθητῶν φωτοφανειῶν καὶ τὰς τῶν ἁγίων παραινέσεις, αἳ οὐκ ἐπιτρέπουσιν ἐπὶ τοιαύταις ἐλπίσι τὸν ἀσκητικὸν βίον μετέρχεσθαι καὶ τὸ ἀνείδεον τιμῶσι καὶ τὴν μνήμην τοῦ θεοῦ μόνην, ἐνιδρυμένην ἐν τῇ ψυχῇ, ναὸν ποιεῖν θεοῦ τὴν ψυχὴν ἀποφαίνουσιν». Ἡ γνῶσις δὲ οὐ φυσιοῖ κατὰ τὸν ἀπόστολον;

Ἀπὸ δὲ τῆς τῶν κτισμάτων γνώσεως ἔχεις τοὺς πεπλανημένους ἀριθμῷ περιλαβεῖν; Οὐκοῦν καὶ πᾶσα γνῶσις καὶ ἣν αὐτὸς πρεσβεύεις μόνην θεογνωσίαν ἐκ κτισμάτων, πλάνη κατὰ σέ. Πολλῆς μέντ’ ἂν ἀπολαύσαιμεν τῆς ὠφελείας ὑπὸ σοὶ συμβούλῳ ζῶντες, εἰ τὴν μὲν προσήκουσαν ἡμῖν γνῶσιν βδελυξόμεθα διὰ τὴν ἄγνοιαν ἢ τὴν ἀπόνοιαν, τῶν δὲ τεχνῶν διὰ τὰς κακοτεχνίας ἀφεξόμεθα, τὴν δὲ τοῦ θεοῦ θείαν χάριν τελέως ἀποποιησόμεθα διὰ τὰς πλάνας.

Ἀλλ’ οὐδὲ ἐπ’ ἐλπίδι μισθῶν ἀσκεῖν ἅπαν ἀγαθόν, διὰ μόνην δὲ τὴν πρὸς θεὸν ἀγάπην ἐδιδάχθημεν. Ἆρ’ οὖν οὐκ ἀπόκειται μισθαποδοσία οὐράνιος τοῖς ἀγωνιζομένοις; Οὕτω τοιγαροῦν καὶ κοινοῦ βραβείου προκειμένου τοῦ φωτισμοῦ τοῦ πνεύματος, οὐκ ἐπ’ ἐλπίδι τούτου παραινούμεθα τρέχειν, ἅμα μηδὲ πρὸς τὸν πονηρὸν ἐν ὑποκρίσει συλᾶν καὶ ὑφαρπάζειν πειρώμενον ὄντες εὐχερεῖς.

Ἡ δὲ ἐν τῇ εὐχῇ ἐναργὴς μνήμη τοῦ θεοῦ ἐκεῖνον ἡμῖν αὐτὸν κομίζει τὸν φωτισμὸν τοῦ πνεύματος, ὅταν μὴ γηΐναις φροντίσι τὸ συνεχὲς τῆς μνήμης διακόπτηται. Οὕτω ναοὶ θεοῦ δι’ αὐτῆς γινόμεθα· καὶ τοῦτο βουλόμενος ὁ Χριστὸς ἡμῖν δεῖξαι καὶ διδάξαι, προσευχόμενος ἐπὶ τοῦ ὄρους ἤστραψεν, ὡς ὁ Δαμασκηνὸς πατὴρ καὶ Ἀνδρέας ὁ Κρήτης θεῖος πρόεδρος διασαφοῦσι. Διὰ τοῦτο «τέλος προσευχῆς» ἐστι, κατὰ τὸν τῆς κλίμακος Ἰωάννην, «ἁρπαγὴ πρὸς κύριον», διὰ τοῦτο «καρπὸν τῆς προσευχῆς» ὁ ἅγιος Ἰσαὰκ προσηγόρευσε τὸν φωτισμόν· φησὶ γάρ, «καθαρότης ἐστὶ νοός, ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας τριάδος· καὶ τότε ὁ νοῦς ὑπεράνω τῆς προσευχῆς γίνεται καὶ οὐ δεῖ καλεῖν ταύτην προσευχήν, ἀλλὰ τοκετὸν τῆς καθαρᾶς προσευχῆς, τῆς διὰ τοῦ πνεύματος καταπεμπομένης»· καὶ πάλιν, «προσευχή ἐστι καθαρότης νοός, ἥτις μόνη ἐκ τοῦ φωτὸς τῆς ἁγίας τριάδος μετ’ ἐκπλήξεως τέμνεται»· καὶ πάλιν, «θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εὐδοκήσει ὁ θεὸς εἰσάξαι ἡμᾶς εἰς τὰ μυστήρια τὰ πνευματικά».

Κεφ. ηʹ. Ἑτέρων τῶν αὐτοῦ ῥήσεων ἀνασκευή, τὴν γνῶσιν μόνην δογματίζοντος ἀπλανὲς ὑπάρχειν φῶς καὶ τὸν εἰς ἄγγελον φωτὸς μετασχηματιζόμενον κατὰ τοῦ φωτὸς τῆς χάριτος ἐπιστρατεύοντος. Ὁ δὲ κινδυνεύσας τῇ τοῦ Βαρλαὰμ πλάνῃ περιπεσεῖν, τὴν γνῶσιν μόνην λέγει φῶς θεογνωσίας ἀπλανὲς καὶ τοῦθ’ ἡγεῖται τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐπέλευσίν τε καὶ ἐνοίκησιν.

Εἰ γὰρ καὶ τῆς τῶν θείων ἐντολῶν ἐργασίας μέμνηται, «ἀλλ’ ὡς θεούσης», φησί, «τελεώτατα τὰς ἡμετέρας ψυχὰς καὶ φωτιζούσης φῶς γνώσεως ἀπλανέστατον, ὅτι ‘ἡ ἐντολὴ κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς’, καὶ ‘φῶς τὰ προστάγματα αὐτοῦ’». Τοῦτο καὶ ὁ Βαρλαὰμ τῶν σπουδαίων ἔπαθλον τελεώτατον ἐτίθετο, τὴν τῶν λόγων τῶν ὄντων ἀλήθειαν. Εἶναι γὰρ ἔνοικον διὰ τούτων τοῖς φιλοσόφοις διεβεβαιοῦτο Χριστὸν τὴν ἀλήθειαν καὶ τὸν τῆς ἀληθείας πατέρα διὰ τὴν γνῶσιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας.

Πρὸς ὃν ἡμεῖς ἔφημεν, ὡς ὁ γινώσκων τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος ἐπίσταται· τῶν γὰρ ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. Εἰ οὖν διὰ τὴν γνῶσιν τῆς ἀληθείας ἔνοικόν τις ἔχει θεόν, καὶ διὰ τὴν γνῶσιν τοῦ ψεύδους ὁ αὐτὸς πάλιν ἔνοικον ἔχει τὸ ψεῦδος καὶ τὸν τοῦ ψεύδους πατέρα διάβολον, οὐκ ἄρ’ ἡ γνῶσις ἐνοίκησις.

Πρὸς δὲ τὸν μετ’ ἐκεῖνον ὑπὲρ τῆς ἐκείνου πλάνης ταῖς τοῦ πνεύματος παραχρώμενον φωναῖς, φαίην ἂν ὡς καὶ «ἡ ἐντολὴ κυρίου τηλαυγὴς» καὶ «φῶς τὰ προστάγματα αὐτοῦ». Ἀλλὰ καὶ διὰ τούτων Ἰουδαῖοι τὴν γνῶσιν πλουτοῦντες τοῦ θείου θελήματος καὶ τὰ διαφέροντα δοκιμάζοντες ἐκ τοῦ θείου κατηχούμενοι νόμου κατὰ τὸν θεῖον ἀπόστολον, καὶ τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἔχοντες ἐν αὐτῷ, ἐσκοτισμένοι διετέλουν καὶ πεπωρωμένοι, καθάπερ καὶ νῦν οἱ περὶ τῶν τοῦ θεοῦ μυστηρίων διδάσκοντες ἄνευ πράξεως. Οὐκ ἄρ’ ἡ γνῶσίς ἐστιν ὁ τελεώτατος καὶ λυσιτελέστατος καὶ ἀπλανέστατος φωτισμός, κἂν ἐξ αὐτῶν προσγίνηται τῶν λογίων τοῦ πνεύματος· «οὐ γὰρ οἱ ἀκροαταὶ ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου», κατὰ Παῦλον, «δικαιωθήσονται».

Οἱ μέντοι γινώσκοντες πρακτικῶς, καὶ τοῦ τῆς πράξεως τέλους ἀναλόγως τῇ πράξει μεταλαγχάνουσιν, ὅ ἐστιν ἡ ἐν πνεύματι θεοῦ θεωρία, μόνοις τοῖς ὁρᾶν ἠξιωμένοις ἐπιγινωσκομένη καὶ μόνοις τοῖς εὐθέσι τῇ καρδίᾳ πιστευομένη.

Ὁ δὲ τὸ σκολιὸν τῆς ἑαυτοῦ καρδίας κἀκ τῶν αὐτῆς τόκων, δηλαδὴ τῶν συγγραμμάτων τούτων, ἄκων ἐμφανίσας ἡμῖν, ὑψοῦ που τὴν γνῶσιν ἄρας ἀρτίως, τὸ φῶς ἐκεῖνο πάλιν κατασπᾶν ἐπιχειρεῖ λέγων, «τούτου δὲ τοῦ φωτὸς χωρίς, τοῦ τοὺς σωματικοὺς ὀφθαλμούς, ὡς λέγει, φωτίζοντος, οὐδὲν κωλύει τὸν ἄνθρωπον τελεωθῆναι καὶ θεωθῆναι, ὡς οἱ ἅγιοι λέγουσι. Τοῦτό τε ἐλπίζοντας πολλοὺς συμβήσεται πλανηθῆναι, διὰ τὸ εἰς ἄγγελον φωτὸς τὸ τῆς κακίας σκότος μετασχηματίζεσθαι». Τίνος τούτου; Τοῦ ἐν Θαβωρίῳ λάμψαντος φωτὸς καὶ τοῖς ἀποστολικοῖς ὀφθαλμοῖς ἑωραμένου θείως ἢ τοῦ τοῖς ἁγίοις πᾶσι κατὰ διαφόρους καιροὺς ἐπιφανέντος;

Ἀλλὰ καὶ τοῦτο διαρκῶς ἐν τοῖς ἀνωτέρω λόγοις ἀποδέδεικται μήτ’ ἄλλο παρ’ ἐκεῖνο, καὶ αὐτὴ τοῦθ’ ὑπάρχον ἡ θεοποιὸς χάρις καὶ ἐνέργεια τοῦ πνεύματος, ἧς χωρὶς οὐκ ἔνι ζωῆς μακαρίας ἐπιτυχεῖν. Ὡς γὰρ καὶ ὁ Νύσσης θεῖός φησι Γρηγόριος, τὸν σκοπὸν τῆς κατὰ θεὸν ἀσκήσεως ὑφηγούμενος, «τὴν μὲν ἀΐδιον ζωὴν καὶ τὴν ἄρρητον ἐν οὐρανοῖς εὐφροσύνην ἡ τοῦ πνεύματος δωρεῖται χάρις, τὴν δὲ ἀξίαν τοῦ δέξασθαι τὰ δῶρα καὶ ἀπολαῦσαι τῆς χάριτος ὁ διὰ τῆς πίστεως περὶ τοὺς πόνους ἔρως παρέχει.

Συνελθόντα δὲ εἰς ταυτὸ δικαιοσύνης ἔργον καὶ πνεύματος χάρις, εἰς ἣν συνῆλθον ψυχήν, ταύτην ζωῆς μακαρίας μετ’ ἀλλήλων ἐνέπλησαν, διαζυγεῖσαι δὲ ἀπ’ ἀλλήλων οὐδὲν τῇ ψυχῇ κέρδος παρέχουσιν. Ἥ τε γὰρ τοῦ θεοῦ χάρις ψυχαῖς φευγούσαις τὴν σωτηρίαν οὐκ ἔχει φύσιν ἐπιφοιτᾶν, ἥ τε τῆς ἀνθρωπείας ἀρετῆς δύναμις οὐκ ἐξαρκεῖ καθ’ ἑαυτὴν πρὸς τὸ τῆς ζωῆς εἶδος ἀναβιβᾶσαι ψυχὰς ἀμοιρούσας τῆς χάριτος». Ἆρα δὲ καὶ τοιοῦτόν ἐστι τὸ θεῖον φῶς ὡς τοὺς σωματικοὺς φωτίζειν ὀφθαλμούς; Εἰ γὰρ καὶ ἀναγέγραπται, καὶ παρ’ ἡμῶν εἴρηται σωματικοῖς ὀφθῆναι ὀφθαλμοῖς τὸ ἐν Θαβωρίῳ τοὺς μαθητὰς περιαστράψαν φῶς, ἀλλ’ ὡς δεξαμένοις τὴν δύναμιν τοῦ πνεύματος, δι’ ἧς ὁρᾶται τὰ τοιαῦτα. Χωρὶς οὖν τοῦ φωτὸς τοῦ πνεύματος, φανερῶς ἢ λεληθότως ἐνεργοῦντος, ἔστιν ἀρχὴν γοῦν τινα καταβαλέσθαι τοιαύτης τελειώσεως; Τῷ γε μὴν τελειωθέντι πῶς οὐκ ἂν ἐπιλάμποι φανερῶς;

Πάλιν δὲ τὴν πλάνην καὶ τὸν εἰς ἄγγελον φωτὸς μετασχηματιζόμενον εἰς μέσον ἤγαγεν. Ἀλλὰ καὶ οὗτος τὸ κατὰ τὴν Ἀκινδύνου γνῶσιν μόνην εἶναι θείαν καὶ ἀληθῆ φωτοφάνειαν τὴν γνῶσιν, ἄκων ἐξελέγξει παρ’ ἡμῶν ὡς κακοῦργος ἐταζόμενος· πάσης γὰρ ὑποκρίσεως προϋφέστηκεν ἡ ἀλήθεια. Εἰ τοίνυν τὴν οὖσαν ἀλήθειαν ὑποκρινόμενος ὁ διάβολος ἄγγελον ὑποκρίνεται φωτός, λοιπὸν ἔστιν ἡ ἀλήθεια φωτὸς ἄγγελος, ὁ ἀγαθὸς ἄγγελος. Ποῖον δὴ φῶς ἐξαγγέλλων ἄγγελός ἐστι φωτός, εἰ μὴ τὸ τοῦ θεοῦ, οὗ καὶ ἔστιν ἄγγελος; Εἰ μὲν οὖν γνῶσιν μόνην ἢ ἀρετὴν ὁ πονηρὸς ἄγγελος ὑπεκρίνετο, ἦν ἂν ἐκ τούτου συνιδεῖν ὡς καὶ ὁ παρὰ θεοῦ φωτισμὸς τοῖς ἀξίοις ἐγγινόμενος γνῶσιν μόνην παρέχει καὶ ἀρετήν. Ἐπεὶ δὲ καὶ φῶς φαντασιῶδες ὑποφαίνει κακούργως παρὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἕτερον, ἔστιν ἄρα καὶ φῶς νοερόν, ἀληθές, θεϊκόν, παρὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἕτερον.

Κεφ. θʹ. Καθ’ ἑλληνικῆς ἐποψίας καὶ τῆς κατ’ αὐτὴν πεπλανημένης θεωρίας καὶ περὶ τοῦ ἀπλανοῦς καὶ θείου φωτισμοῦ καὶ τῶν τούτου τεκμηρίων, καὶ ὡς ἐκ τούτου τὸ ὑπερβάλλον τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ θεοῦ παρίσταται. Ὅτι δὲ καὶ φῶς τοιοῦτον ἔσθ’ ὅτε πρὸς ἀπάτην ὁ πονηρὸς ἄγγελος ὑποδείκνυσιν, ἔστι καὶ φωναῖς τῶν ἐκείνου μυστηπόλων πιστώσασθαι. Φασὶ γάρ, «ἐπὶ δὲ τῶν ὑπὲρ ἡμᾶς θέαν δεῖ ἄνωθεν παραγενέσθαι καὶ φῶς ἀναλάμψαι νοερόν, δι’ οὗ ἐστι τοῖς θείοις συζυγεῖν». Οὐ θαυμαστὸν δὲ τοῖς τοῦ πονηροῦ μύσταις καὶ μυσταγωγοῖς ἀμηχάνως κακομηχάνως πρὸς ἐπίκρυψιν ἐσκευᾶσθαι τοὺς λόγους, ὡς καὶ δι’ ἀκοῆς παράγειν ἔχειν τοὺς μὴ πάνυ τοι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ γεγυμνασμένους ὄντας. Εἰ γὰρ αὐτὸς αὐτόχρημα σκότος ὤν, ἄγγελον φωτὸς ὑποκρίνεται, τί θαυμαστὸν τοὺς ἐκείνου κατασεσοφισμένους τῷ ἐνυποκρίτῳ φωτὶ καὶ οὕτω σφίσιν αὐτοῖς ὅλον εἰσοικίσαντας αὐτόν, μᾶλλον δὲ τούτῳ συζυγέντας, ἵν’ εἴπω κατ’ αὐτοὺς καὶ δι’ αὐτοῦ λαλοῦντας, ὡς τῷ τῶν λόγων εὐπρεπεῖ τοὺς πολλοὺς παράγοιεν τὰς φωνὰς ὑποκρίνεσθαι τῶν διακόνων τοῦ ἀληθινοῦ φωτός, δηλονότι τῶν κατηξιωμένων τῆς θείας καὶ θεοποιοῦ λαμπρότητος τοῦ πνεύματος καὶ οὕτως ἐντελῶς τε καὶ ἀπλανῶς πεφωτισμένων; «Καὶ οἱ διάκονοι γὰρ αὐτοῦ», φησὶν ὁ ἀπόστολος, «ὑποκρίνονται ὡς διάκονοι δικαιοσύνης».

Ἡμῖν δ’ ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐξεγένετο τὰς χρηστολογίας ἀπελέγχουσι τῶν ἐν τῇ συνηγορίᾳ δῆθεν τῆς μιᾶς θεότητος κατατομὴν αὐτῆς καὶ σύγχυσιν παρεισαγόντων, συναπελέγξαι τοὺς ἐκ παλαιοῦ τούτοις ὁμολόγους, οὕτω καὶ νῦν ἐνταῦθα τοῦ λόγου γενομένοις, χρήσιμόν τε ὁμοῦ καὶ ἀναγκαῖον τὰς ἀπατηλὰς φωνὰς τῶν τῇ πεπλανημένῃ θεοπτίᾳ κατ’ ἄκρας ἡλωκότων, περιουσίαν εἶναι παραστῆσαι πλάνης, καὶ τὰς μὲν θέας αὐτῶν ἐκείνας, δι’ ὧν φασι τοῖς θείοις συζυγεῖν, τῶν ὄντως θείων ἀποβουκολούσας δεῖξαι, τὸ δὲ δόξαν ἀναλάμψαι τούτοις φῶς δέλεαρ καὶ λόχον ὂν δεινόν, ἐξευρημένον κατ’ ἀνθρώπων τῷ τοῦ σκότους ἄρχοντι καὶ ὑπὸ ζόφον αἰώνιον τοὺς ἁλόντας ὑποσῦρον καὶ τὰς ἀνατατικὰς ἐκείνων ἐποψίας ἐκβαινούσας μὲν τῶν μέσων τῆς ψυχῆς λόγων καὶ πασῶν τῶν φυσικῶν ἀκροτήτων, ἐμπιπτούσας δ’ ἵν’ αὖθις εἴπω κατ’ αὐτούς, «οὗ βυθὸς αἰὲν ἄπιστος ὑπεστόρεσται ἀμφικνεφὴς ῥυπόων ἀνόητος». Ὑπὲρ ἡμᾶς γὰρ ἐκεῖνοι καὶ ἄνω καὶ θεῖον τὸ δαιμόνιον καλοῦσι φῦλον καὶ τοὺς τυχόντας τῆς ἐκείνων ὁμιλίας τε καὶ συναφείας εὐδαίμονας εἶναι ἀποφαίνονται.

Τοιοῦτος ἦν ἐπιφανῶς ὁ Σωφρονίσκου Σωκράτης, ᾧ συμπαρομαρτοῦν ὑπῆρχε δαιμόνιον, ᾧ καὶ διετέλει διὰ βίου πειθόμενος· τάχα δὲ καὶ τὴν σοφίαν ἄριστος ὑπ’ αὐτοῦ μεμαρτύρηται, προτελεσθεὶς δήπου τῷ ψευδεῖ φωτὶ τούτου τῆς ἀληθείας ὑφηγεῖσθαι τἀναντιώτατα. Τίνα ταῦτα; Καὶ τίς οὐκ οἶδε τὸν πλατὺν λῆρον καὶ τὴν τερατολογίαν ἐκείνην τὴν τῶν ἀνθρωπίνων κατακεχυμένην ψυχῶν, ἣ προχεῖ ταύτας οὐρανόθεν καὶ μετεγχεῖ, πλαζομένας ἐν γῆς ἀπὸ σωμάτων εἰς σώματα μὴ κατάλληλα, πρὶν καταδῦναι ἢ ἀναδῦναι, ὡς ἑκάστη ῥοπῆς ἐδυστύχησεν ἢ εὐμοίρησε; Τίς ἀγνοεῖ τοὺς νόμους ἐκείνους καὶ τοὺς γάμους τοὺς ἀθεμίτους, τοὺς ἐν τοῖς παρὰ φύσιν ἀνεράστους ἔρωτας καὶ τοὺς ὑπὲρ τούτων λόγους, τὰ περὶ θεοὺς καὶ δαίμονας καὶ ἥρως ἄθεά τε καὶ ἐναγώνια δόγματα, τὸν κενὸν ἐκεῖνον καὶ ἰδιαίτατον αὐτῷ φλήναφον, τὰς ὑφεστώσας ἰδέας; Ταῦτ’ ἐμυήθη τὰ θεοπρεπῆ καὶ ἀπόρρητα ὑπὸ τοῦ διὰ φωτὸς ἐπιφανέντος τε καὶ συζυγέντος αὐτῷ καὶ τῆς ἄνωθεν θέας.

Ἀλλ’ ἡμεῖς τοῖς λόγοις τῶν ὡς ἀληθῶς πεφωτισμένων καὶ αὐτῇ τῇ ἀληθείᾳ πειθόμενοι καὶ τοῖς λόγοις τῆς ἀπάτης μὴ παραγόμενοι, βάλλομεν οὐ τὰς αὐτοῦ μόνον ἰδέας, ἀλλὰ καὶ τὰς θεωρίας καὶ τὰ ψευδώνυμα φῶτα, δι’ ὧν ἐκεῖνος τοῖς ἀπατηλοῖς δαίμοσι συνεζύγη καὶ δι’ ὧν ἐμυήθη ψυχὴν αἰθέρος εἶναι καὶ ψυχῶν περιόδους καὶ μὴ ὅτι κακοὺς ἀλλὰ καὶ ἀγαθοὺς εἶναι δαίμονας καὶ θεοὺς διαφόρους τὴν φύσιν τε καὶ τὴν δύναμιν, ὧν οἱ μὲν τὸ κυρτὸν τῆς οὐρανίου σφαίρας ἐπιπορεύονται, οἱ δ’ ὑπὸ τὸ κοῖλον περινοστοῦσιν, οἱ δ’ ἔγγειοι καὶ ὑπόγειοι, μηκέθ’ οὗτοι θνητῶν ἀλλὰ τεθνηκότων αὐτοκράτορες ὄντες.

Μετὰ Πλάτωνα καὶ Σωκράτην ὁ πλατωνικὸς ὠνομασμένος Πλωτῖνος ἀνεφάνη τοιοῦτος, λέγων ἀνάγειν τὸ ἐν αὐτῷ θεῖον εἰς τὸ ἀνωτάτω θεῖον, περιών τε καὶ τελευτῶν ἤδη· καὶ ταῖς τοιαύταις φωναῖς πολλοὺς ἔτι καὶ νῦν ἀναπείθει παρακρουόμενος εἶναί τινα νομίζειν καὶ αὐτὸν θεῖον. Ἀλλ’ ἡμῖν ὅ τε τρόπος αὐτῷ τοῦ βίου καὶ μάλισθ’ ὁ φανεὶς ὑπ’ αὐτὸν ἕρπων δράκων ἤδη θανόντα, ὡς αὐτοί φασιν οἱ τὰ κατ’ αὐτὸν ἱστοροῦντες, τί τὸ παρ’ ἐκείνου καλούμενον θεῖον καὶ ὅθεν τὰ ἐπ’ αὐτὸν ἄνωθεν λεγόμενα φῶτα παρέστησαν.

Ἀλλὰ γὰρ καὶ παρ’ Ἀπόλλωνος τοῦ Πυθοῖ μαθεῖν ἔνι πόθεν ἐκείνοις ὁ φωτισμός. «Ἐρομένου γὰρ Ἀμελίου τοῦ Πλωτίνου ἑταίρου, ποῦ κεχώρηκεν ἀποβεβιωκότος ἡ τούτου ψυχή», Ἀπόλλων αὐτός, «ἀμφ’ ἀγανοῖο φίλοιο μελίχρους ὕφανε φωνάς», καὶ πρὸς αὐτὴν ἐπεστραμμένος τὴν Πλωτίνου ψυχήν, πρὸς τοῖς ἄλλοις ᾖσε καὶ ταῦτα· «πολλάκι σοῖο νόοιο βολὰς λοξοῖσιν ἀταρποῖς ἰεμένας φορέεσθαι ἐρωῇσι σφετέρῃσιν, ὀρθοπόρου ἀνὰ κύκλους ἄμβροτόν τ’ οἶμον ἄειραν ἀθάνατοι, θαμινὴν φαέων ἀκτῖνα πορόντες· νῦν δ’ ὅτε σκῆνος μὲν λύσαο, σῆμα δ’ ἔλειψας ψυχῆς δαιμονίης, μεθ’ ὁμήγυριν ἔρχεαι ἤδη δαιμονίην».

Εἶδες πόθεν ἐκείνων τὸ φῶς καὶ τίσι συντάττει τὰς ἐκείνων ψυχάς; Τί δὲ θαυμαστὸν εἰ παρὰ τῷ τοῦ ψεύδους πατρὶ τὸ μὲν σκότος πρὸς ἀπάτην δείκνυται φῶς, μεταβάλλει δ’ ἐψευσμένως εἰς ἄλληλα μετὰ τῶν πραγμάτων καὶ τὰ ὀνόματα, τὸ λοξόν τε καὶ τὸ ὀρθόν;

Ἀλλὰ καὶ μετὰ τοῦτον αὖ ὕστερον ἐπετείως ἄγοντος πλατώνεια καὶ σωκράτεια Πρόκλου τοῦ Λυκίου, φῶς ὡράθη ποτὲ τοῖς συμμύσταις τὴν κεφαλὴν περιθέον. Ἀλλὰ τοῦτ’ ἔδειξεν ἡμῖν τὸ φῶς αὖθις, ὅθεν ὁ περὶ τὴν αὐτὴν αὐτοῦ κεφαλὴν ἤδη τελευτῶντος φανεὶς ἕρπων δράκων, καθάπερ οἱ παρατυχόντες ἱστόρησαν. Καὶ αὐτὸς δὲ οὐκ ἀπηξίωσεν ἔτι περιὼν ἐξειπεῖν ὅθεν τὸ φῶς ἀνέλαμπεν ἐπ’ αὐτὸν ἐκεῖνο· «καθαρμοῖς γὰρ χαλδαϊκοῖς», ὡς αὐτός φησι, «χρώμενος, ἑκατικοῖς φάσμασι φωτοειδέσιν αὐτοπτουμένοις ὡμίλησε», τῆς «δὲ Ἑκάτης, σκοτεινά», φησὶν ὁ ἀληθὴς θεολόγος, «τὰ φάσματα».

Φέρε δ’ ἡμεῖς, ἅτε τἀκείνων μὴ μόνον ἐκ τῶν προφαινομένων καρπῶν τῆς πονηρίας αὐτῶν γινώσκοντες, ἀλλὰ καὶ διορατικῇ δυνάμει τῆς ἀφανοῦς πιότητος τῶν τῆς σαπρίας ῥιζῶν ἐφικνούμενοι, διὰ τῶν ἐκείνων ἐνταῦθα προτεθειμένων ῥημάτων ἀνορύξαντες τῷ λόγῳ, τὴν ἐν τῷ βάθει τούτων ἀπάτην ἀνακαλύψωμεν· ὀλίγα μὲν τῇ καθ’ ἑαυτοὺς πείρᾳ καὶ περὶ τοῦ ψευδωνύμου καὶ περὶ τοῦ ἀληθινοῦ καὶ ὄντως μὴ προσύλου φωτὸς ἐπιστάμενοι, πολλὰ δ’ ἔχοντες καὶ συνορᾶν καὶ λέγειν ἐκ τῆς διδαχῆς τῶν εὑρομένων ὡς ἀληθῶς τὴν ἐν Χριστῷ κεκρυμμένην ζωήν, καὶ τὸ νοερὸν τῆς ψυχῆς τῷ νοερῷ τε καὶ ὑπὲρ νοῦν καὶ ἀληθεῖ τετελεσμένων φωτί, καὶ ἀναστάντων τὴν πρώτην καὶ ὄντως ἀνάστασιν καὶ τῇ πείρᾳ τῶν κρειττόνων ἐξεπισταμένων τὰ φαῦλα, οἳ καὶ τὴν καρδίαν οἷα λυδίαν ἔχουσι κριτικωτάτην οὖσαν, ὡς ἀπειλικρινημένην καὶ τῇ χάριτι κεκραμένην τοῦ πνεύματος· οἷς οὐκ ἂν λήσαις οἷα χαλκὸν τὸ κακὸν διηνθισμένον ἄνθει περιτακέντι χρυσοῦ, δηλαδὴ τῇ τοῦ καλοῦ μορφώσει προσάγων, ὧν καὶ τὰ αἰσθητήρια γεγυμνασμένα διὰ τέλους εἰσὶ πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ μὴ καὶ τὴν ἀκοὴν οὐκ ἂν θέλξαις οὐδ’ ἂν κλέψαις οὐδ’ ἂν πείσαις, κἂν πρὸς τὸ λίαν ἐπαγωγὸν εὐπρεπῶς καὶ πιθανῶς εὖ μάλα συμφορήσῃς καὶ διαθῇς τὰ ὀνόματα, καὶ γὰρ δεινοὶ καὶ διὰ τούτων φωράσαι τὸ φευκτὸν καὶ ἀπρεπὲς τῆς ἐνδομυχούσης ἀπάτης· οἳ καὶ καλῶς ἂν φαῖεν τὸ συζυγεῖν ἐνηρμόσθαι τοῖς ἐν ἀβλεψίᾳ τοὺς ὁρῶντας ὑποκριναμένοις ἐκείνοις, κἂν εἴ τις τῶν ἔπειτα παραπλησίως ὑποπέσῃ τῇ πλάνῃ, καὶ γὰρ ἔλαθον ἑαυτοὺς τὴν σφετέραν ἀπάτην παραγυμνώσαντες, συνδεῖται γάρ, οὐχ ἑνοῦται, τὸ πονηρὸν πνεῦμα ταῖς κακοδαίμοσιν ἐκείναις ψυχαῖς.

Ταῦτ’ ἄρα τὸ τῆς πλάνης ἀεὶ παρυφιστάμενον ὁρᾶται φῶς, οὐ κατὰ τὴν εἰς ἑαυτὸν συνέλιξίν τε καὶ ἐπιστροφὴν τοῦ νοῦ—χειραγωγεῖ γὰρ αὕτη πρὸς τὸ θεῖον ἀπλανῶς—οὔκουν κατ’ αὐτήν, ἀλλὰ κατὰ τὴν διὰ τῶν λογισμῶν διεξοδικὴν ἐνέργειαν τὰ τῆς πλάνης πέφυκεν ἐπιφοιτᾶν, ὅταν τις ἄνευ νοητῆς σιγῆς ἐφίηται τοῦ τῆς ἐποψίας μυστηρίου. Συμμίκτους γὰρ τὰς ἐνεργείας ἐχούσης τηνικαῦτα τῆς ψυχῆς, καιρὸν ἐν τοῖς μὴ προσεκτικωτάτοις καὶ τῇ ταπεινοφροσύνῃ μὴ κατησφαλισμένοις ἔχει παρεισδύεσθαι καὶ συναναμίγνυσθαι ταύταις τὸ τῆς πλάνης πνεῦμα. Καὶ τὴν εἴσοδον οὕτω κλέψαν ἢν καὶ μετὰ ταύτην λάθῃ, παραμένει τῇ ψυχῇ, τἀγαθόν ἐστιν ἐφ’ ὧν ὑποκρινόμενον καὶ δι’ αὐτῶν αὐτῇ συνδούμενον, ἀλλ’ οὐχ ἑνούμενον. Τοῦ γὰρ ἀγαθοῦ πνεύματος μόνου δι’ ὅλων τε καὶ πάντων χωρεῖν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ.

Καὶ ἴσασιν οἱ μεμυημένοι καὶ λέγουσιν, οὐ συζυγίαν ὀλίγοις μέρεσί τισιν ἢ δυνάμεσι τὴν ἀλληλουχίαν παρεχομένην, ἀλλ’ οἷον ἀνάκρασιν εἶναι πρὸς ψυχὴν τοῦ φωτὸς τῆς χάριτος τὴν ἐνοίκησιν, θαυμαστὴν οἵαν, ἄρρητον σχεδὸν καὶ ἀνήκουστον. Τίς γὰρ ἂν παραστήσαι λόγος πῶς καὶ διαφοιτᾷ πρὸς πᾶσαν καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ ἀνεκφοιτήτως μένει καὶ τὸ πᾶν περιέχει τε καὶ ὑπερέχει κἀν τῷ μέρει ἀμερῶς χωρεῖται καὶ μεθεκτὸν γίνεται καὶ οὐδεμίαν ἔχει πρὸς τὸ μετέχον συμμιγῆ κοινωνίαν καὶ ἄκρατόν ἐστι καὶ ἀναφὲς καὶ αὐτοῖς οἷον τοῖς ὁρῶσι κἀν ταῖς ἀμυδραῖς ἐκφάνσεσι διὰ τὸ τῆς φωτοχυσίας ὑπερβάλλον οὕτω γνωριζόμενον καὶ ἓν ἐν θεωρίᾳ πνεῦμα μετὰ τῶν διὰ καθαρᾶς προσευχῆς ἐντυγχανόντων γίνεται, παρ’ αὐτῶν οἷον προχεόμενον ὁρώμενον καὶ μὴ διαιρούμενον αὐτῶν, ὡς καὶ τὸ ὑπερβάλλον μέγεθος τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ θεοῦ διὰ τῆς ἀνακράσεως ταύτης ἐναργὲς παρίστασθαι; Τὸ γὰρ ἓν ποιεῖν τὰ πλείω, τῆς ἀγάπης τὸ ἰδιαίτατον, διαφόροις δὲ τοῖς τρόποις συναγωγὸς γίνεται τῶν διεστώτων, ὧν οἱ πλείους δι’ ὁμοιότητος δοκοῦσι τὴν ἕνωσιν ποιεῖσθαι· διὸ καὶ λόγος παλαιός ἐστιν ὁ καθωμιλημένος καὶ διατεθρυλλημένος οὗτος· «ὁμοιότης, φιλότης».

Ἡ δὲ τοῦ γαμηλίου συναλλάγματος ἔχειν τι δοκεῖ τῶν ἄλλων πλέον, ἀλλ’ οὐδ’ ἐκεῖνο σύμφυσις οὐδ’ ἀνάκρασίς ἐστιν, ἀλλ’ ὁμιλίᾳ τινὶ καὶ οἷον προσκολλήσει ἓν τὰ πλείω γίνεται, καθὰ καὶ ἡ γραφή φησιν, ὅτι «καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ σάρκα μόνην, ἀλλ’ οὐχὶ καὶ πνεῦμα ἕν.

Ἡ δὲ τοῦ θεοῦ πρὸς τοὺς ἠξιωμένους ἕνωσις ἑνώσεως πάντα τρόπον ὑπερβάλλουσα τῷ παντελὴς ὑπάρχειν καὶ τοῦ χωροῦντος κρείττων ἢ λόγος δι’ ὅλων τῶν καθαρῶν πνευμάτων πνεύματος, ἐπεὶ καὶ ὁ μέγας φησὶ Βασίλειος, ὡς οὐδὲν κτίσμα μεθεκτόν ἐστι τῇ λογικῇ ψυχῇ, ὡς ἐνοικίζεσθαι αὐτῇ οὐσιωδῶς, τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐνοικίζεται αὐτῇ οὐσιωδῶς, τουτέστι δι’ αὐτῆς διήκει τῆς οὐσίας αὐτῆς, ὡς καὶ δι’ αὐτῆς μεσιτευούσης, πνευματικὸν καὶ τὸ ταύτῃ σύζυγον σῶμα ἐκτελεῖν, τῶν σαρκικῶν ὑπεραναβιβάζον φρονημάτων τε καὶ παθημάτων· τοιαύτη γοῦν ἡ πρὸς τοὺς ἀξίους ἕνωσις οὖσα τοῦ θεοῦ, καὶ τὴν τούτου πρὸς αὐτοὺς ἀγάπην ὑπερβάλλουσαν καὶ μόνην ὄντως ταύτην ἀγάπην εἶναι παρίστησι. Μόνη γὰρ ὑπερκοσμίως συμπτύσσει καὶ εἰς ἓν ἀραρότως συνάγει τὰ ἐραστά· οὕτως ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι, καὶ οἱ Χριστοῦ λάμψουσιν ὡς ὁ Χριστὸς ἔλαμψεν ἐπ’ ὄρους· «ἡ γὰρ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς», ὁ ἔνθεος ᾄδει μουσικός.

Ἀλλ’ οὐχὶ καὶ τὸ δαιμόνιον πνεῦμα δύναιτ’ ἄν ποτε δι’ ὅλης χωρῆσαι τῆς ψυχῆς οὕτως, ἀλλ’ ἐκπεσὸν τῆς ἄνω συνοδίας, ἀνακτᾶσθαι ταύτην κακῶς μέν, ἀλλ’ ὅμως δι’ ἐφέσεως καταλλήλου τῆς ἐκπτώσεως, ὡς ἐνὸν αὐτῷ πειρᾶται τῇ τῶν ὑπ’ αὐτοῦ φενακιζομένων πρὸς ἑαυτὸ ἀφομοιώσει.

Τὸ δὴ ποθοῦν ἐκτρέψαν τῆς ψυχῆς, ἑτέρας μὲν πρὸς ἕτερον, πρὸς ἓν δ’ ὅμως εἰς ἃ πάντ’ ἐκεῖνο παρετράπη διὰ τῆς ἐκτροπῆς ταύτης εἴσοδόν τε καὶ ἀνάπαυσιν εὑρόμενον, τοῖς ὑπ’ αὐτοῦ παρατετραμμένοις συζυγεῖ κακῶς, οἱονεὶ ζυγὸν ἕνα τὸν πρὸς τὸ αὐτὸ φέροντα τέλος πόθον ὑπερχόμενον.

Καὶ ὡς τὸ κράτος ἔχον αὐτὸ τῆς ἀπωλείας, οἷόν τις ἵππος κάκης, καὶ οὐχ ἑκόντας εἶναι τοὺς ἀθλίους, ἔσθ’ ὅτε διὰ τῆς συζυγίας ἐπισπώμενον πρὸς ταύτην, οὕτω τοῦτο συναγελάζεταί τε καὶ συνδυάζεται, τοιαύταις ἐπαφαῖς, τοιαύταις ἐπιπλοκαῖς, ἢ ἐγγὺς αὐτῶν. Οὕτω δὴ καὶ αὐτόθεν εὐφώρατος ἡ πλάνη καὶ τὸ ἀπλανὲς οὐκ ἀφανές· εἰ δὲ καὶ διαγινώσκειν ἑκάτερον ἑτέρωθεν ἐθέλεις, ἄκουσον τοῦ λέγοντος, «ἐκ τῶν ἐνεργημάτων εἴσῃ τὸ ἐλλαμφθὲν ἐν τῇ ψυχῇ σου νοερὸν φῶς, εἴτε τοῦ θεοῦ εἴτε τοῦ σατανᾶ πέφυκεν ὄν».