Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Δ΄, Κεφάλαια 17-22: Ο υπερβατικός χαρακτήρας του θείου φωτός και ύμνοι στη θεία δόξα

Υπεράσπιση της υπερβατικής φύσεως του φωτός του Θαβώρ, παράθεση ύμνων προς το άκτιστο φως και απόκρουση των κατηγοριών περί διθεΐας εκ μέρους του Βαρλαάμ και του Ακινδύνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 21

Κεφ. ιζʹ. Ἑτέρα ῥῆσις Ἀκινδύνου παρ’ ἧς ἄθεος τελέως ἐλέγχεται τὸ εἶναι τὸν Χριστὸν θεὸν ἀνελεῖν ἐπιχειρῶν καὶ δεικνύναι τοὺς ἁγίους πάντας αὐτῷ τε τῷ κυρίῳ καὶ ἀλλήλοις ἐναντίους. Φησὶ γὰρ ἐπαναλαμβάνων αὖ τὰ προεξεληλεγμένα παρ’ ἡμῶν, «πάντες οἱ θεολόγοι ἀόρατον εἶναι τὸν θεὸν ἀπεφήναντο καὶ ὑπ’ οὐδενὸς αὐτὸν φωτὸς χαρακτηρίζεσθαι καὶ ἐκ τῶν κτισμάτων ἀναλόγως ἀλλ’ οὐκ ἐκ τῶν κατ’ αὐτὸν θεωρεῖσθαι καὶ μηδενὶ τῶν ὄντων ἐκ φυσικῆς ἐμφάσεως διεγνωσμένον εἶναι καὶ ἀπερινόητον καὶ ἀπερίληπτον καὶ ἀμερῆ καὶ ἁπλοῦν καὶ ἀναλλοίωτον καὶ ἀπρόσιτον καὶ τὰ τοιαῦτα, οἷς ἐναντιοῦται ὁ λέγων ἢ θεὸν ἄκτιστον καὶ ὑπερούσιον τὸ καὶ σωματικοῖς ὀφθαλμοῖς τοῦτο φῶς ὁρατὸν ὁπωσδήποτε, ἢ ἕνα θεὸν ἐκ τούτου τε καὶ τῆς οὐσίας τοῦ θεοῦ τῆς ὑπερκειμένης αὐτοῦ».

Τί λέγεις; Οὐκ ἦν εἷς θεὸς ὁ λάμψας ἐν τῷ Θαβωρίῳ καὶ ὁ τῆς ἐπιφανείας ταύτης κατ’ οὐσίαν ὑπερέχων, ἅτε κατ’ αὐτὴν παντάπασιν ἀόρατος καὶ ἀνέκφαντος; Οὐκοῦν ὁ Χριστὸς οὐκ ἦν θεὸς κατὰ τὴν σὴν ἀπόφανσιν· αὐτὸς γάρ ἐστιν ὁ λάμψας. Ἀλλὰ καὶ διὰ τῆς φωτεινῆς νεφέλης καὶ τῆς ἐκεῖθεν ἐπὶ τὸν διὰ σώματος λάμψαντα φωνῆς, καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα συνεκλάμψας μαρτυρεῖται· διὸ καὶ αὐτὸς ὁ κύριος δόξαν τοῦτο τοῦ πατρὸς ἐκάλεσε καὶ βασιλείαν τοῦ θεοῦ. Τοιγαροῦν εἰ κατὰ σὲ μὴ εἷς θεὸς ἐκ τοῦ φωτὸς ἐκείνου καὶ τῆς οὐσίας τοῦ θεοῦ, ἣ καὶ ὑπερέχει τῆς κατὰ τοὺς θεολόγους ἀμυδρᾶς αὐγῆς ἐκείνης, ἕτερός ἐστιν ὁ σὸς θεὸς παρὰ τὸν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι προσκυνούμενον ἡμῖν θεόν. Εἰ μὲν οὖν καὶ τοῦτον προσκυνεῖς, ὄντως διθεΐτης· εἰ δ’ ἵνα ᾖς μονοθεΐτης τοῦτον ἀθετεῖς, ὄντως ἄθεος μονοθεΐτης εἶ. Τί δέ, οὐκ ἐροῦμεν ἄκτιστον τὸ φῶς ἐκεῖνο, τὴν θεϊκὴν τοῦ θεοῦ λόγου δόξαν ὡς ἀκήκοας, τὴν φυσικὴν ἄναρχον ἀκτῖνα τῆς θεότητος, τὴν τοῦ ὄντως δυνατοῦ ὡραιότητά τε καὶ θεότητα; Τὴν ἐν τῇ μεθέξει, ταυτὸν δ’ εἰπεῖν ὁράσει—μετεχομένη γὰρ ὁρᾶται, καὶ γὰρ φῶς, εἰ καὶ ἀπόρρητον—οὐκ ἐροῦμεν οὖν ἄκτιστον τὴν καὶ πᾶσαν ὑπερβαίνουσαν ἐν τῷ μετέχεσθαι κατάληψιν;

Τίνας δὲ καὶ τίσι θεολόγοις ἐναντιοῦσθαι λέγει τὸν λέγοντα τοῦτο τοῦ θεοῦ θεότητα καὶ ὡραιότητα μέγαν Βασίλειον, τὸν φυσικὴν ὀνομάζοντα τοῦτο δόξαν τοῦ θεοῦ μέγαν Ἀθανάσιον, τὸν ἀθέατον θεϊκὴν τοῦ λόγου δόξαν εἰρηκότα τοῦτο Χρυσόστομον πατέρα, καὶ προσειρηκότα ὡς παρήνοιξεν ὀλίγον καὶ ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα θεόν, ἢ τὸν Χριστὸν αὐτόν, ἵνα τοὺς ἄλλους παραλίπω νῦν, ὃς τὴν βασιλείαν εἶναι τοῦ θεοῦ τοῦτο ἀπεκάλυψε· τίσιν οὖν οὗτοι θεολόγοις ἀντιλέγουσιν;

Οὐδενί γε ἄλλῳ ἄρα ἢ αὐτῷ καὶ τοῖς κατ’ αὐτὸν θεολογοῦσι, Βαρλαὰμ ἐκείνῳ καὶ τοῖς καλουμένοις διὰ τὴν κοινωνίαν τῆς πλάνης ἀπ’ αὐτῶν, οὓς ἀσφαλεστέρους ἡγεῖται τῶν ἐξ αἰῶνος θεολόγων καὶ Χριστοῦ τοῦ θεοῦ τῶν θεολόγων.

Ὁρᾶτε γὰρ νῦν δήπου τὴν πρὸς ἐκεῖνον συμφωνίαν ἐναργῶς, τοῦ δολίως ἀρνουμένου τὴν πρὸς τὸν Βαρλαὰμ ὁμοφροσύνην.

Κεφ. ιηʹ. Παράστασις διὰ πλειόνων, ὅτι σύμφωνος τῷ Βαρλαὰμ ὁ Ἀκίνδυνος καὶ μεταξὺ διὰ βραχέων ἀνασκευὴ τῶν ἀμφοτέρων δογμάτων. Ἐκεῖνος ἀσεβεῖς ἔφη τοὺς ἀπρόσιτον τοῦτο λέγοντας καὶ ἀπεριόριστον τὸ φῶς· οὗτος τοῖς ἁγίοις ἐναντίους. Ἆρά τι διενηνόχασιν ἀλλήλων; Καίτοι τίς ὁ ἀπρόσιτον καὶ ἀπεριόριστον ἐκεῖνο λέγων; Οὐ μετὰ τῶν εὐσεβῶς φρονούντων πάντων καὶ Δαμασκηνὸς ὁ θεῖος Ἰωάννης, «σήμερον» γράφων, «φωτὸς ἀπροσίτου ἄβυσσος καὶ αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται»;

Τί δὲ καὶ οἱ μικρὸν ἀνωτέρω ὑπὲρ πᾶσαν κατάληψιν αὐτὸ λέγοντες καὶ δόξαν ἀθέατον, οὐκ ἄντικρυς ἀπρόσιτον αὐτό φασι διὰ τὸ τῆς ἐκφάνσεως ὑπερφυὲς καὶ τὴν ὑπερβολὴν τῆς λαμπρότητος; Καὶ ὁ μὲν Βαρλαὰμ νῦν μὲν ἔλεγε συνιστάμενον εἶναι τοῦτο καὶ φαινόμενον, νῦν δὲ διαλυόμενον· οὗτος δὲ τοῖς ἀναλλοίωτον τοῦτο δεικνῦσιν ἀντιλέγει, καίτοι πῶς οὐκ ἀναλλοίωτον τὸ ἄναρχόν τε καὶ ἄχρονον; Πᾶν γὰρ ἀλλοιωτόν, ἐν χρόνῳ. «Παραλαμβάνει δέ», φησίν, «ὁ κύριος τὸν Ἰωάννην, ὡς παρθένον καὶ τῆς θεολογίας καθαρώτατον ὄργανον, ὅπως, τὴν ἄχρονον δόξαν τοῦ υἱοῦ θεασάμενος, ‘ἐν ἀρχῇ ἦν ὁ λόγος’ βροντήσειεν»· «ἀνάρχως γὰρ ἐκ τοῦ πατρὸς γεννηθεὶς τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος· οὐχ ὕστερον τὸ εἶναι, οὐδὲ αὐτὴν τὴν δόξαν προσλαμβανόμενος· καὶ ἡ δόξα τῆς θεότητος καὶ δόξα τοῦ σώματος γίνεται». ‘Ὑλικὸν’ ἐκεῖνος αὖθις τοῦτο καὶ ‘ἐσχηματισμένον’ ἥγηται καὶ ‘περιγραφόμενον ἐν τόπῳ’· οὗτος δὲ τῇ πληθύϊ τῶν αἰσθητῶν συντάττων φώτων, ὡς ὁρατὸν ὀφθαλμοῖς σώματος γεγενημένον, διὸ καὶ ἀπαγορεύει διὰ τοιούτου φωτὸς τὸν θεὸν χαρακτηρίζεσθαι, τουτέστι δείκνυσθαι καὶ φανεροῦσθαι, τί ἄλλο δῆλός ἐστι φρονῶν; ‘

Μεριστὸν’ τοῦτ’ ἐκεῖνος εἴρηκεν, οὐχ ὡς ἀμερίστως μεριζόμενον ἐν τῷ μετέχεσθαι καὶ τὰς τῶν μετεχόντων αὐτοῦ μᾶλλον μεριστὰς ἑτερότητας συμπτῦσσον καὶ πρὸς ἑαυτοὺς καὶ ἀλλήλους καὶ τὸν χορηγὸν τῆς τοιαύτης ἐλλάμψεως συνάγον καὶ συνάπτον καθ’ ὑπερκόσμιον ἕνωσιν, ἀλλ’ ὡς τῆς θείας φύσεως κεχωρισμένον καὶ τοῖς αἰσθητοῖς συντεταγμένον. Μεριστὸν μὲν οὖν ἐκεῖνος εἴρηκε καὶ σύνθετον· ὁ δὲ ἀμερὲς αὐτὸ λέγειν οὐκ ἀνέχεται· καὶ σύνθεσίν φησιν ἐνεργάζεσθαι τῇ θείᾳ φύσει, εἴπερ φωτιστική τις εἴη δύναμις αὐτῆς ἀπόρρητος, ἐπιφαινομένη καὶ μεταδιδομένη τοῖς ἀξίοις ὁπότε καὶ ὅπως καὶ ὁπόσον εὐδόκησεν ὁ δοτὴρ τῶν αἰωνίων δώρων καὶ ὑπερφυῶν.

Καὶ οὐδὲ τοῦτο συνιδεῖν ἴσχυσεν ὁ ἐν τοῖς τοιούτοις τὰς συνθέσεις ἀφρόνως φανταζόμενος, ὡς ἡ τῶν ἀκτίστων καὶ ὄντως ἁπλῶν συνέλευσις εἰς ἕν, σύνθεσιν οὐδεμίαν ἐμποιεῖ, καὶ ἡ ἀπόδειξις ἐγγύς· αἵ τε ὑποστάσεις καὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω καὶ προσκυνητῆς τριάδος ἅπαντα.

Οὕτω δὴ καὶ ἡ μία φύσις τῶν τριῶν καὶ τὰ κοινὰ καὶ φυσικὰ κατὰ τοὺς πατέρας ἰδιώματα, ὧν ἓν καὶ τὸ θεοποιεῖν· κοινὸν γὰρ τῆς θεουργοῦ τριάδος, «λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ» καὶ τοὺς αὐτοῦ μετόχους ἄλλους ἡλίους ἀπεργαζομένης αἰωνίους καὶ θεοειδεῖς. Εἰ οὖν ὡς παντοδύναμος πάσας ἔχων ὁ θεὸς τὰς δυνάμεις οὐ συντίθεται, πῶς διὰ μόνην τὴν θεουργὸν ταύτην χάριν συντεθήσεται;

Καὶ ὁ μὲν Βαρλαὰμ «κτίσμα» τοῦτο διεβεβαιοῦτο εἶναι· ὁ δὲ τῶν ἄκτιστον ἐκεῖνο προσαγορευόντων μεγίστην δυσσέβειαν κατηγορεῖ καὶ «σύμβολον μὲν εἶναι ἱερόν» φησι, «πάντα δὲ τὰ ἱερὰ σύμβολα, σωματικά τε καὶ κτιστά, καὶ τῆς θείας φύσεως ἀπηλλοτριωμένα, καὶ θεωρηθῆναι μὲν κἀκ τούτου τὸν θεόν, ἀεὶ δὲ καὶ πᾶσι τοῦτον ἐκ τῶν κτισμάτων μόνον θεωρεῖσθαι». Καίτοι Γρηγόριος ὁ Νύσσης φανότατος φωστήρ, τὸν ἐκ τῶν κτισμάτων τῆς τοῦ θεοῦ κατανοήσεως τρόπον διεξελθών, εἶτά φησιν, «ἀλλ’ οὐ πρὸς τοῦτο φέρει τοῦ θείου μακαρισμοῦ ἡ διάνοια, τὸ ἔκ τινος ἐνεργείας τὸν ἐνεργοῦντα ἀναλογίσασθαι. Γένοιτο γὰρ ἂν ἴσως καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς διὰ τῆς τοῦ κόσμου εὐαρμοστίας ἡ τῆς ὑπερκειμένης σοφίας τε καὶ δυνάμεως κατανόησις».

Ὁ γὰρ φυσικός ἐστι νόμος ἀρχὴ τῆς ἐκ τῶν κτιστῶν κατανοήσεως ταύτης, ὃν οὐχ ὁ πνευματικὸς μόνον, ἀλλὰ καὶ ὁ γραπτὸς ὑπερήνεγκε πολλῷ τῷ μέτρῳ. Ἀκίνδυνος δὲ ὁ τὴν ἀκριβῆ περὶ τὰ θεῖα σύνεσιν ἀπαράμιλλος καὶ αὐτοὺς τοὺς ἐν πνεύματι θεολογοῦντας, ἵνα μὴ λέγω καὶ τοὺς ὁρῶντας ἀπορρήτως, ἐκ τῶν κτιστῶν οἴεται σοφίζεσθαι, μᾶλλον δὲ καὶ αὐτῶν ὡς οὕτω φρονούντων καταψεύδεται, ὡς κἀν τῷ τρίτῳ τῶν πρὸς Βαρλαὰμ δευτέρων ἐλέγχων διὰ πλειόνων ἀπεδείξαμεν.

Ἀλλὰ καὶ ἀγγέλων καὶ τοῦ καθ’ ἡμᾶς νοῦ χεῖρον τοῦτ’ ἔλεγεν ὁ Βαρλαὰμ ἐκεῖνος· οὗτος δὲ φῶς τοῦτ’ εἶναι φάσκων αἰσθητόν, πῶς οὐ χεῖρον πάσης διανοίας τίθεται; Καὶ τῶν μεμωραμένων τοίνυν σοφῶν ἡ γνῶσις ὑπὲρ τὰς τῶν μελλόντων ἀγαθῶν ἐλπίδας ἔσται κατ’ αὐτόν· κἀκεῖνοι γὰρ ἐκ τῆς εὐαρμοστίας τοῦ κόσμου δύναιντ’ ἂν τὸν κοσμοποιὸν ἐννοεῖν, ὥσπερ καὶ νῦν οἱ τῶν εὐαγγελικῶν ἀλλότριοι θεσμῶν.

Ἔσται γοῦν καὶ τῆς τῶν ἀσεβῶν διανοίας χεῖρον κατὰ τὸν Ἀκίνδυνον τὸ τοῦ μέλλοντος αἰῶνος φῶς· τὸ δ’ ἔτι παραδοξότερον ἢ ἀνοητότερον, ὅτι «κἂν ἄληπτον ᾖ κτιστῇ τινι δυνάμει κἂν εἰ διὰ τοῦ θείου πνεύματος ὁρῷτο, οὐδ’ οὕτως ἄκτιστόν ἐστι», φησί, «τὸ φῶς». Καὶ γὰρ οὐ συνεώρακεν ὡς ἐν τοῖς κτιστοῖς τὰ κτιστὰ τὸ πέρας ἔχουσι καὶ ὑπὸ τῆς κατ’ αὐτὰ δυνάμεως ἅπαντα περιλαμβάνεται· τὸ δ’ ὑπὲρ ταῦτα πάντα ὂν καὶ τῇ δυνάμει τοῦ πνεύματος ὁρώμενον, οὐκ ἂν εἴη τῶν κτιστῶν.

Κεφ. ιθʹ. Ὅτι τὸ μὴ κτιστῇ δυνάμει καθορᾶσθαι πεφυκός, Κεφ. ιθʹ. Ὅτι τὸ μὴ κτιστῇ δυνάμει καθορᾶσθαι πεφυκός, οὐδὲ κτιστόν· καὶ ὡς ἐκ τῶν περὶ αὐτὸν ὁρῶσι τὸν θεὸν καὶ οἱ τῇ δυνάμει τοῦ πνεύματος ὁρῶντες. Τὸ δὲ καὶ συκοφαντεῖν ἡμᾶς, ὡς ἐκ τῶν κατ’ αὐτὸν διὰ τοῦτο λέγομεν γινώσκεσθαι θεόν, καὶ ταῦθ’ οἷς ἐμαρτύρησεν ἀποφήνασθαι κατ’ οὐσίαν ἄληπτον τὸ θεῖον ποῦ θήσομεν; Οὐ γάρ, ὅστις οὐκ ἐκ τῶν κτισμάτων γινώσκει μόνων, ἐκ τῶν κατ’ αὐτὸν γινώσκει τὸν θεόν. Ἡ γὰρ δημιουργική τε καὶ προνοητικὴ δύναμις οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν, ὡς ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ παρόντος λόγου καὶ ὁ θεοφόρος Μάξιμος προήνεκται εἰπών· τό τε θεῖον φῶς, ὑπὲρ οὗ ἡμῖν ὁ λόγος, οὐκ ἔστιν οὐσία κατὰ τοὺς θεολόγους, ἀλλὰ καὶ περὶ τὴν οὐσίαν καὶ ἄκτιστον· ἐνέργεια γὰρ καὶ λαμπρότης θεία. Δεῖγμα δέ—καὶ γὰρ ἀμυδρότερόν τε καὶ τηλαυγέστερον ἐκφαίνεται νῦν τε καὶ εἰς τὸν ἔπειτα αἰῶνα— κατ’ ἀναλογίαν τῆς ἑκάστου τῶν ἠξιωμένων καθάρσεως, οὐκ ἐξ εἰκασίας ἀλλὰ πρὸς ἀλήθειαν γνωρίζον θεόν. Τὸ δ’ οὕτω μεριζόμενον κατὰ τὸν χρυσορρήμονα θεολόγον ἐνέργειά ἐστι θεία, τῆς οὐσίας οὔσης ἀμερίστου παντάπασι, καθ’ ἣν οὐκ ἀμερὴς μόνον ἀλλὰ καὶ ἀόρατος ὁ θεὸς ὢν πάντῃ καὶ ἀπερίληπτος, οὐ πολυπλασιασθήσεται ἢ συντεθήσεται ταῖς κατὰ φύσιν ἐνεργείαις κατὰ τοὺς θεολόγους πολυτρόπως ὁρώμενός τε καὶ νοούμενος.

Ἀλλ’ εἰ μὴ τὰς τοιαύτας ἐνεργείας ἔχει, θεὸς οὐκ ἔσται, μᾶλλον δὲ οὐδ’ ἔσται ὅλως· καὶ ἄθεος ὁ πολυθεΐαν ἡμῶν καταψευδόμενος ἐκ τῶν οἰκείων λόγων τε καὶ δογμάτων ἀπελεγχθήσεται.

Οὐ μὴν ἀλλ’ ἡμεῖς μὲν οὕτω καὶ ὁρώμενον, ἀκατάληπτον τιθέμεθα τὸ φῶς ἐκεῖνο. Καὶ γὰρ εἰ καὶ χάριν τοῦτο θείαν ἴσμεν τοῖς ἀξίοις ἐπιφαινομένην καὶ ἐνέργειαν θεοποιὸν καὶ ἀμυδρὰν τῆς θεότητος αὐγὴν καὶ τὴν θείαν φύσιν ὑπερκειμένην ἔχον ἑαυτοῦ ὡς πηγήν, ὡς αἰτίαν, ὡς χορηγόν, ἀλλὰ καὶ ἄκτιστον αὐτὸ καὶ ἀκατάληπτον καὶ αὐτοῖς γε τοῖς ὁρῶσι, τοῖς δὲ μὴ ἀξίοις καὶ ἀθέατον. Πλεῖστον γὰρ ἀπέχει τοῦ μὲν διανοεῖσθαι τὸ πνευματικῶς ὁρᾶν, τοῦ δ’ ὁρᾶν οὕτω τὸ τί ποτέ ἐστι τὸ οὕτως ὁρώμενον εἰδέναι.

Κεφ. κʹ. Ὅτι οὐδὲν τῶν αἰσθητῶν τὸ περιλάμψαν ἐν Θαβὼρ τοὺς ἀποστόλους φῶς. Σὸν δ’ ἔτι λέγειν, τοῦ μηδὲν περὶ αὐτοῦ τῶν ὑψηλῶν τε καὶ ὑπερφυῶν ἐννοεῖν ἀνεχομένου, ποῖόν τι τουτὶ τὸ φῶς· τῇ γὰρ πληθύϊ τῶν φώτων ἔφθης δείξας ἐναρίθμιον, ἡνίκα καὶ τοῦτο συμπεριλαμβάνων οὐδενὶ χαρακτηρίζεσθαι τὸ θεῖον ἔλεγες. Τί ποτ’ οὖν ἁπάντων, ἐπειδήπερ ἓν ἁπάντων; Ἆρα σεληναῖον, ἤ τινος τῶν ταύτῃ νυκτὸς συνεκφαινομένων ἄστρων;

Καὶ πῶς ἡμέρας ἔλαμψε; Πῶς δ’ ὡς ὁ ἥλιος; Ἀλλ’ ἡλιακόν, ἐπεὶ καὶ «ὡς ἥλιος» λάμψαν ἀναγέγραπται; Καὶ πῶς οὕτω λάμπον οὐδὲ τοῖς πλησιοχώροις ὦπται; Πῶς δ’ οὐ μύσαντες τὰς ὄψεις ἔστησαν οἱ μαθηταὶ τὴν ὑπερβολὴν τῆς λαμπρότητος μὴ ἐνεγκόντες, ἀλλὰ πρηνεῖς ἔπεσον εἰς γῆν, ὡς παντὸς μὴ φέροντος τοῦ σώματος μᾶλλον δὲ καὶ τῆς ψυχῆς; Διὸ καὶ ὁ μέγας Βασίλειος αὐτὸ εἶναί φησι τὸ φῶς τὸ ἀληθινόν.

Ἀλλ’ αἰθέριον μὲν οὐκ ἦν, ἐκ δὲ τοῦ καθ’ ἡμᾶς ἐγγείου τούτου, ἤ τινος τῶν ἐπὶ γῆς πυρῶν; Καὶ πῶς οὐκ ἀπετέφρωσε τὸ πᾶν, τοσοῦτον ἀναφθὲν ὡς ὑπὲρ ἥλιον φαίνειν; Πῶς δ’ ἐπὶ τῆς δευτέρας παρουσίας κατ’ αὐτὸ λάμψων ὁ ὁ Χριστὸς ἀπ’ ἀνατολῆς ἕως δυσμῶν φανεῖται κατὰ τὸν οἰκεῖον λόγον, τότε δὲ λάμψας ἐν μιᾷ τοῦ ὄρους βραχείᾳ κορυφῇ μόνοις τοῖς τρισὶν ἐπεδείχθη μαθηταῖς; Ποῖον φῶς αἰσθητόν, ἀόρατον χωρὶς ἐμφράξεως; Πῶς δὲ καὶ ὑπὸ τοῦ φωτὸς ἐκείνου τὰ ἱμάτια γέγονεν αὐτῷ λευκά; Οὐ γὰρ φωτὸς λευκὰ τὰ λαμπόμενα ποιεῖν, ἀλλ’ ὁποῖα τὴν χροιὰν δεικνῦναι· τὸ δ’ ὡς ἔοικεν ἐπεκάλυψεν αὐτά, μᾶλλον δὲ ἠλλοίωσεν, ὃ φωτὸς ἥκιστά ἐστιν. Εἰ δὲ σὺ διὰ τὸ τοῦ φωτὸς ὄνομα τὸ θεῖον ἐκεῖνο πρὸς τὴν κτίσιν κατασπᾷς, μάνθανε νῦν συνεκφωνούμενα τῷ ὀνόματι τούτῳ τὰ ὑπερφυῆ καὶ μεγάλα καὶ ὑψηλά, ἐν οἷς καὶ τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀΐδιον· κἂν ἀγνοῇς, ἀλλὰ μὴ κακουργῇς ἑκών· μετάμαθε τὴν ἀλήθειαν καὶ μετάμελον λάβε τῆς προπετείας, ἀφ’ ἧς σκοτεινὸς περὶ τὸ φῶς ὑπῆρξας καὶ ψευδὴς τῆς ἀληθείας ὑπέρμαχος.

Κεφ. καʹ. Ὕμνος εἰς αὐτὸ τὸ φῶς, καὶ ὡς ἀνυψοῖ τοῦτο, καὶ τὰ ταπεινῶς γεγράφθαι περὶ αὐτοῦ δοκοῦντα.

Εἰ γὰρ καὶ φῶς ἔχει τὴν ἐπωνυμίαν, ἀλλὰ καὶ φῶς ἀληθινὸν καλεῖται, μᾶλλον δὲ αὐτὸ τὸ ἀληθινὸν φῶς, ὃ ὡς ἱμάτιον ὁ θεὸς ἀναβάλλεται· φῶς οὗ μηδὲν τῶν κτιστῶν χωρεῖ τὴν ὑπερβολὴν τῆς λαμπρότητος· φῶς τὸ κατὰ πάσης φύσεως ἔχον τὰ νικητήρια· φῶς «ὃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» πώποτε· φῶς, τοῖς ἁγίοις μόνοις ὁρώμενον, καὶ τούτοις ἐν πνεύματι· φῶς, ὃ φῶς τοὺς ὁρῶντας ποιεῖ καὶ φῶς τέλειον, τελείου φωτὸς γεννήματα· φῶς, ᾧ «ἐνερείδειν οἱ ἄγγελοι τὸ ὄμμα οὐ σθένουσι»· φῶς, «ὃ δοξάζουσιν ἄγγελοι, ὃ δοξολογοῦσιν ἀρχάγγελοι, ᾧ πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη, τεκμήριον ἐναργέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ λόγου φιλανθρωπίας»· φῶς ἁπλοῦν, ὑπερφυές, ἀσχημάτιστον, καὶ τοῖς μεριστοῖς συμβόλοις οὐδαμῶς παραπλήσιον· φῶς ἀνέσπερον, ἄληκτον, ἄϋλον, ἀφόρητον, ἀπρόσιτον, ἀσύγκριτον, ἄκτιστον· φῶς, δι’ οὗ κατὰ ἀλήθειαν ὁ θεὸς ὁρᾶται· φῶς, «δι’ οὗ πᾶσα γνῶσις ἀποκαλύπτεται καὶ θεὸς πρὸς ἀλήθειαν τῇ φιλουμένῃ ψυχῇ γνωρίζεται»· φῶς τὸ τὴν μέλλουσαν ἀποκατάστασιν προδεικνῦον· «φῶς ὃ κατ’ ἔκστασιν εἶδον οἱ τοῦ κυρίου ἀπόστολοι, πάσης αἰσθητικῆς καὶ νοερᾶς ἀντιλήψεως τῷ μὴ κατ’ αὐτὰς ὁρᾶν τὸ ὄντως ὁρᾶν εἰσδεδεγμένοι, καὶ τῷ πάσχειν τὰ θεῖα τῶν ὑπὲρ φύσιν τὴν αἴσθησιν προσιέμενοι»· φῶς οὐρανῶν βασιλείας· φῶς «τὸ τῶν ἐραστῶν ἁπάντων ὑψηλότατον καὶ τιμιώτατον· φῶς εὐφροσύνης ἀκαταλύτου τοῖς ὁρῶσι πρόξενον»· φῶς τὸ κρύφιον καὶ τὴν ἔκφανσιν ἔχον, γνόφος ὑπέρφωτος, ἀόρατος ὅρασις, πάθος μακάριόν τε καὶ πολυΰμνητον, φῶς θεότητος, ἀστραπὴ θεότητος, ἀκτὶς ἄναρχος θεότητος, «φωτὸς ἀπροσίτου ἄβυσσος, αἴγλης θείας χύσις ἀπεριόριστος».

Οὐκ αἰδῇ τῶν θεολόγων τὸ πλῆθος; Οὐ φοβῇ τῶν εἰρημένων τὸ ὕψος; Οὐ δέχῃ τῆς ἀληθείας τὸ ἐναργές, ἀλλὰ κατὰ τοσούτων καὶ τηλικούτων ἀναισχυντήσεις ἔτι καὶ ἀντιθήσεις τὰ τῆς σῆς βεβήλου τε καὶ χαμαιζήλου λογολεσχίας;

Οὐ γὰρ τῶν εἰπόντων ἃ σὺ προφέρεις, ὡς αὐτὸς οἴει, ἀλλὰ τῆς σῆς σκοτεινῆς περὶ τὸ φῶς διανοίας. Ἐθεάθη μὲν γὰρ ὑπ’ ὀφθαλμῶν, ἀλλ’ ἀποστολικῶν, καὶ τῶν κατ’ αὐτοὺς ἐκκρίτων τότε, καὶ τούτων ἐν πνεύματι, ὃ «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ» ἀμυδρῶς γε μήν· τίς γὰρ ἂν χωρήσαι πᾶσαν τὴν ἀπειροδύναμον δύναμιν τοῦ πνεύματος, ἵνα δι’ αὐτῆς τὸ πᾶν κατίδοι τοῦ θεοῦ; Ἑώραται μὲν οὖν ἀνθρωπίνοις ὀφθαλμοῖς, ἀλλὰ καὶ γέγραπται μηδὲ τοὺς ἀγγέλους ἀτενῶς σθένειν ἐρείδειν τὸ ὄμμα πρὸς αὐτό. Τὸ δὲ καὶ τοσοῦτον ὑπὲρ τούτους ἆρα κτίσμα; Τὸ μόνοις ἁγίοις ἀγγέλοις καὶ ἀνθρώποις, καὶ τούτοις οὐκ ἄνευ πνευματικῆς δυνάμεως ὁρώμενον, ἀλλὰ τῆς ὑπερουσιότητος ἐκείνης ὑφειμένον ἢ δεύτερον; Ἀλλ’ ὡς πηγῆς ὑπερκειμένης, ὡς αἰτίας, ὡς χορηγοῦ τῶν περὶ αὐτὴν ἱδρυμένων ἀγαθοπρεπῶν δωρεῶν, ἀφ’ ὧν δείκνυται τὸ πρὸς αὐτὴν ἀδιαίρετον. Πῶς οὖν οὐκ ἄκτιστον; Καὶ ὡς ἀμεθέκτου καὶ ἀνεκφοιτήτου καὶ ἀμεταδότου μενούσης ἐκείνης, αὐτοῦ μετεχομένου καὶ μεταδιδομένου καὶ φοιτῶντος κάτω πρὸς τὴν κτίσιν, τουτέστιν ἐπιφαινομένου τοῖς ἀξίοις καὶ θεοῦντος αὐτούς. Πῶς οὖν κτίσμα τὸ θεοῦν τὰ δεκτικὰ θεώσεως; Καὶ ὡς ἀοράτου μενούσης ἐκείνης παντάπασιν· «ἔθετο γὰρ σκότος ἀποκρυφὴν αὐτοῦ», ἴσως τὸν ὑπέρφωτον τοῦτον γνόφον, ἐπεὶ καὶ φῶς οἰκεῖν ἀπρόσιτον ἀναγέγραπται, καὶ τὸ φῶς ἀναβάλλεται ὡς ἱμάτιον.

Πῶς οὖν κτιστόν; Καὶ ὡς ἀνωνύμου τελέως ἐκείνης οὔσης· τῶν γὰρ περὶ αὐτὴν νοουμένων ἐστὶ τὰ ὀνόματα, «πᾶν δ’ ὅ,τιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον», ἐν τοῖς Ἀντιρρητικοῖς φησιν ὁ Νύσσης θεῖος Γρηγόριος, «τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, ἀλλ’ ὀνομάζεσθαι ταῦτα φαμὲν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα». Πῶς οὖν κτιστὰ τὰ πρὸ τῆς κτίσεως ὄντα; Καὶ σύμβολον μέν, ἀλλὰ καθ’ ὃ αὐτὸς ἑαυτὸν ὁ Χριστὸς ὑπέδειξε, παρανοίξας ὀλίγον τῆς θεότητος καὶ δείξας τοῖς μαθηταῖς τὸν ἐνοικοῦντα θεόν· ἀλλὰ μεθ’ οὗ ἥξει καὶ ἐπιφανήσεται κατὰ τὸν μέλλοντα αἰῶνα τοῖς ἀξίοις· ἀλλὰ καθ’ ὃ καὶ οἱ δίκαιοι περιλαμφθήσονταί τε καὶ λάμψουσιν ὡς ὁ ἥλιος, μᾶλλον δὲ καὶ συνδιαιωνίσουσι λαμπόμενοί τε καὶ συνεκλάμποντες καὶ ταῦτα τοσοῦτον ὑπερλάμποντι τὸ θαυμασιώτατον.

Πόσα δέ σοι καὶ ταῦτα τὰ ὀνόματα, δι’ ὧν ἔχεις τὴν πρὸς τὸ θειότατον ἐκεῖνο φῶς ἀγνωμοσύνην ἐπιδείκνυσθαι μάτην; Καὶ γὰρ ἐγώ σοι νῦν αὖθις ὡς ἐν ἐπιδρομῇ διὰ βραχέων ὑποδείξω καὶ ἕτερον δοξολογίας πέλαγος, ἵνα, εἰ μὲν σωφρονήσεις, ὑπ’ αὐτοῦ κατακλυσθείς, ἀναγεννηθῇς καλῶς καὶ σωτηρίως. Κύριος γάρ, δαβιτικῶς εἰπεῖν, καὶ τοῦτον τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ ἔσται σοι βασιλεὺς εἰς τὸν αἰῶνα. Εἰ δὲ μὴ μετάμελον τῆς δυσσεβείας λάβοις, ὑποβρύχιος γενόμενος, ὑπὸ βυθὸν αἰωνίου ζόφου τηρηθῇς, ὡς πορρωτάτω τοῦ τῆς ἀληθείας γεγονὼς φωτός.

Κεφ. κβʹ. Ἕτερος ὕμνος εἰς αὐτὸ τὸ φῶς καὶ μετρία προτροπὴ τοῖς ἀπιστοῦσι πρὸς ἐπιστροφήν.

Εἰ γὰρ καὶ φῶς καλεῖται τὸ ἄφραστον ἐκεῖνο φῶς, ἡ κοινὴ τῆς κλήσεως ἡμῶν ἐλπίς, ἀλλὰ καὶ θεότης τοῦ θεοῦ καὶ δόξα τῆς φύσεως αὐτοῦ· δόξα πατρός, δόξα υἱοῦ, δόξα πνεύματος· δόξα τοῦ φωτὸς τοῦ υἱοῦ, φυσική τε καὶ ἄναρχος· ἀθέατος θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, ἧς βραχύ τι δείξας ἐπ’ ὄρους ὁ Χριστός, ἔδειξε τὸν ἐνοικοῦντα τῇ σαρκὶ θεὸν καὶ τὴν αὐτοῦ θείαν καὶ οὐσιώδη εὐπρέπειαν· δόξα τῆς θεϊκῆς βασιλείας, διηνεκὴς καὶ διαιωνίζουσα, δόξα προτέλειος καὶ ὑπερτελὴς καὶ πάντων ἐπέκεινα· βασιλεία τῶν οὐρανῶν, θεοῦ βασιλεία ἐν δυνάμει τῆς ἀποκαλύψεως ὁρωμένη τε καὶ παραγινομένη· κάλλος τοῦ ὄντως δυνατοῦ, μόνοις τῆς ἀπὸ πάσης κακίας κεκαθαρμένοις θεωρητόν· εἶδος τῆς θεϊκῆς ὡραιότητος ὑπὸ μόνων μετεχόμενον τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου· δῶρον θεώσεως, «ἀνεκλάλητος» ἀγένητος θέωσις, μὴ ἔχουσα γένεσιν ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν· πνεύματος ἁγίου χάρις δι’ ἧς «μόνος ὁ θεὸς διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος τῶν ὡς ἀληθῶς ἠξιωμένων φαίνεται, νικηθέντων τῇ ὑπερβολῇ τῆς δόξης τῶν φυσικῶν γνωρισμάτων», διὸ καὶ βασιλεία κυρίως λέγεται· ἀπειρόδωρος χύσις, δι’ ἧς ἀναλόγως ἕκαστος τῇ καθάρσει θεούμεθα, «λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτί, καὶ τῶν οἰκείων ὅρων ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης»· λαμπρότης θεοῦ καὶ αὐτῆς τῆς θείας φύσεως, οὐχ ὁρωμένη μόνον ἀλλὰ καὶ ἐγγινομένη τοῖς ἀξίοις· δυνάμεως τοῦ πνεύματος ἔλλαμψις· θεία δύναμις· ἐνέργεια ἄρρητος· προοίμιον τῆς ἐν φωτὶ μετ’ ἀγγέλων δευτέρας τοῦ Χριστοῦ παρουσίας· κοινὸν βραβεῖον πάντων τῶν κατὰ θεὸν ζώντων· ἆθλον ἀρετῆς· ἀρραβὼν τῶν μελλόντων ἀγαθῶν· καρπὸς ἱερᾶς ἡσυχίας, ἀσχηματίστῳ καὶ ἀνειδέῳ γεγονυίᾳ τῇ καρδίᾳ κατὰ στέρησιν πάντων τῶν νοημάτων ἐγγινόμενος· προσευχῆς ἀληθινῆς ἀτέλεστον τέλος διὰ τὴν τοῦ κατ’ αὐτὴν ἱεροῦ ἔρωτος ὑπεροχὴν ἐν δυνάμει πνεύματος ἐπιφαινόμενον, καὶ τὴν κρείττω καὶ ὑπὲρ ἔννοιαν ἔκστασιν καὶ ἀλλοίωσιν ἐργαζόμενον, μᾶλλον δὲ καὶ αὐτῶν τῶν κρειττόνων ἐξιστάν· καὶ αὐτῆς γὰρ τῆς καθαρᾶς ὑπεραναβιβάζει προσευχῆς.

Ὁρᾷς πόσαις ἀντιλέγεις τοῦ πνεύματος φωναῖς, μᾶλλον δὲ ὁποίαις; Ἐκ πολλῶν γὰρ ὀλίγας ἡμῖν ἐξεγένετο συναγαγεῖν. Γενοῦ ποτε τοίνυν σαυτοῦ· τὸ μέτρον ἐπίγνωθι τὸ σόν. Ἄνθρωπος εἶ, λογισμοὶ δὲ θνητῶν ἐπισφαλεῖς. Μὴ τοίνυν τούτοις τὰ θεῖα πίστευε· ψυχῆς γὰρ ὄλεθρος σφαλῆναι κατὰ ταῦτα. Τῆς ἀσφαλείας οὖν ἀπρὶξ ἔχου μοι τοῦ πνεύματος καὶ πίστευε τοῖς δι’ αὐτοῦ λαλοῦσιν, ἵν’ εἰδῇς ὡς οὐκ ἀδύνατον θεῷ τοῖς λογικοῖς ἐνιέναι κτίσμασι τὴν ἁγίαν αὐτοῦ μετάδοσιν.