Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός ΣΤ΄, Κεφάλαια 11-16: Η ενότητα της άκτιστης θείας ουσίας και ενέργειας έναντι της διθεΐας

Ανασκευή της πλάνης ότι η διάκριση ουσίας και ενέργειας εισάγει δύο θεότητες, με ανάδειξη της κοινής άκτιστης φύσεως αμφοτέρων βάσει της πατερικής παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 18 από 21

Κεφ. ιαʹ. Παράστασις ἐξ ὧν ὁ Ἀκίνδυνος προήνεγκε τοῦ μεγάλου Διονυσίου καὶ ἐξ ὧν αὐτὸς παρ’ ἑαυτοῦ γέγραφεν ὅτι μίαν μὲν ἡμεῖς θεότητα πρεσβεύομεν, δύο δὲ αὐτὸς ἐκφύλους καὶ ἀνίσους καὶ ἀπεσχοινισμένας παντελῶς ἀλλήλων. Ἀλλ’ ἡ μὲν πρὸς τὸ ὑπερκόσμιον καὶ προκόσμιον φῶς Ἀκινδύνου βλασφημία συνεισφορά τίς ἐστι παρ’ ἑαυτοῦ τῇ τοῦ Βαρλαὰμ κακοδοξίᾳ, τὰς εἰς τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως δυσσεβεῖς ἐκείνου παροινίας συναύξουσα καὶ βεβαιοῦσα. Ἐν δὲ τοῖς ἑξῆς ἀντὶ γλώττης ἐκείνῳ γεγονὼς καὶ τἀκείνου σαφῶς ἀναλαβὼν «πεπλανῆσθαί» φησιν «ἡμᾶς» καὶ ἀπὸ τοῦ μεγάλου Διονυσίου, γράφοντος, «τότε δὲ ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σὺν κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις μαρμαρυγαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀΰλῳ τῷ νῷ μετέχοντες, καὶ τῆς ὑπὲρ νοῦν ἑνώσεως ἐν ταῖς τῶν ὑπερφανῶν ἀκτίνων ἀγνώστοις καὶ μακαρίαις ἐπιβολαῖς».

Τοῦτο δὴ προθεὶς πάλιν, «κἀντεῦθεν δύο» φησὶν ἡμᾶς «οἰηθῆναι θεότητας εἶναι ἀκτίστους ἐν τῷ Χριστῷ, καὶ τὴν μὲν εἶναι ὁρατὴν θεοφάνειαν, τὴν δὲ νοητὴν φωτοδοσίαν· μᾶλλον δὲ τὴν μὲν οὐδὲ τοῦτο, τὴν δὲ τὴν αὐτὴν ταύτην καὶ τὴν ὁρατὴν εἶναι θεοφάνειαν καὶ τὴν νοητὴν φωτοδοσίαν καὶ τὴν ὑπὲρ νοῦν ἕνωσιν, μὴ συνειδότας ὅτι σῶμα ἔχοντος τοῦ Χριστοῦ καὶ ὑπὲρ πάντα ἥλιον αὐτὸ φαιδρύναντος, τοῦτό φησιν ὁρατὴν αὐτοῦ θεοφάνειαν ὁ ὑψηλὸς Διονύσιος, νοητὴν δὲ φωτοδοσίαν τὴν τῆς ἀοράτου καὶ μιᾶς ἀκτίστου θεότητος αὐτοῦ ὡς οἷόν τε φαντασίαν καὶ ἔννοιαν καὶ ὑπὲρ νοῦν ἕνωσιν τὴν πρὸς ἐκείνην ὑψηλοτέραν κατάστασιν».

Τίς οὖν ὁ δύο οἰόμενος εἶναι θεότητας ἐν τῷ Χριστῷ; Ἀκίνδυνος οὗτος ὁ λέγων φανερῶς ἐνταῦθα τὴν μὲν ἄκτιστον αὐτοῦ θεότητα, ἧς κατ’ αὐτὸν ἡ νοητὴ φωτοδοσία καὶ ὑπὲρ νοῦν ἕνωσις, τὴν δὲ κτιστὴν αὐτοῦ θεότητα, ἐν ᾗ «πάλιν ἥξει ὁ Χριστός», κατὰ τὸν μέγαν Ἀθανάσιον, «ἐκλάμπων ἐκ τοῦ σώματος τὴν δόξαν τὴν ἀπόρρητον, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέρους», ἀναλλοίωτος ὢν ἀεὶ καὶ μεταβολὴν οὐδεμίαν ἔχων περὶ τὴν θεότητα, καὶ καθ’ ἣν διαιωνίσει περιαυγάζων τοὺς τῆς χριστοειδοῦς ἐφικομένους λήξεως, ἢ ἡμεῖς οἱ, καθάπερ αὐτὸς ἐμαρτύρησεν ἐνταῦθα, μιᾶς τοῦ Χριστοῦ θεότητος λέγοντες καὶ τὴν ὁρατὴν θεοφάνειαν καὶ τὴν νοητὴν φωτοδοσίαν καὶ τὴν ὑπὲρ νοῦν ἕνωσιν; Ὁρᾶτε τὸν ἔλεγχον οἴκοθεν ἐπαγόμενον αὐτῷ καὶ τῆς αὐτοῦ δυσσεβείας καὶ τῆς ἐφ’ ἡμᾶς παρ’ αὐτοῦ συκοφαντίας; «Ἀλλὰ μίαν», φησίν, «ἄκτιστον ἐγὼ λέγω, ἧς ἡ νοητὴ φωτοδοσία καὶ ἡ ὑπὲρ νοῦν ἕνωσις». Ἀλλὰ καὶ μίαν, ὦγαθέ, κτιστήν, τὴν ὁρατὴν θεοφάνειαν, ἣ περιηύγασε τοὺς ἀποστόλους ἐν Θαβώρ, ἣν καὶ ὑπὲρ ὅρασιν, μᾶλλον δὲ καὶ ὑπὲρ νόησιν, οἱ θεολόγοι πολλαχοῦ φασιν ὡς ὑπερφυεστάτην. «Ἔρριψαν» γάρ, φησίν, «ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς οἱ μαθηταὶ μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν». Μία δὲ καὶ μία, δύο. Τὸ δὲ κατὰ σὲ τὴν μὲν κτιστήν, τὴν δὲ ἄκτιστον ὑπάρχειν οὐδὲ συγχωρεῖ κατ’ οὐδένα τρόπον εἰς μίαν τὰς δύο συνελθεῖν.

Οὔτε γὰρ ἁτέρα τῆς ἑτέρας ἔσται φύσις ἢ ἐνέργεια, ὡς διατελεῖν ἐντεῦθεν ἀχωρίστους, οὔτ’ ἀμφοτέρων ἡ αὐτὴ ἔσται φύσις ἢ ἐνέργεια, ὡς ἡνῶσθαι κατὰ τοῦτο ταύτας· κτιστὴ γὰρ ἡ τῆς κτιστῆς, τῆς δ’ ἀκτίστου ἄκτιστος. Ὥστ’ οὐ δύο μόνον σὺ λέγεις τοῦ Χριστοῦ θεότητας, ἀλλὰ καὶ παντάπασιν ἐκφύλους καὶ ἀπηλλοτριωμένας καὶ ἀπεσχοινισμένας ἀλλήλων ὅ,τι μάλιστα. «Ἀλλὰ καὶ σύ», φησί, «δύο λέγεις θεότητας, εἰ καὶ ἀκτίστους ἀμφοτέρας· καὶ μὴν αὐτὸς ὁ μαρτυρῶν τυγχάνεις ἐπὶ λέξεως», τὴν αὐτὴν ἐμὲ λέγειν καὶ ὁρατὴν καὶ νοητὴν καὶ ὑπὲρ νοῦν.

Εἶτα, πῶς πάλιν ἀθετεῖς ὃ λέγεις; Τίς ἄρ’ ἐκείνη, εἰ μήτε ὁρατὴ μήτε νοητὴ μήτε ὑπὲρ νοῦν; Πῶς δ’ ἂν καὶ δύο λέγοι τις, τὴν αὐτὴν κατὰ ταῦτα πάντα λέγων; Ὁρᾶτε τὸ ἀνέδραστον τοῦ ψεύδους; Ἀλλὰ κἂν ὑπὲρ πᾶσαν θέσιν καὶ ἀφαίρεσιν εἴπω τὸν θεόν, οὐδ’ οὕτω πολλάς φημι θεότητας. Μίαν γὰρ ἐγὼ μεμύημαι καὶ προσκυνῶ θεότητα ἐν οὐσίᾳ μιᾷ τρισυποστάτῳ, παντοδυνάμῳ τε καὶ ἐνεργεῖ, μὴ κατὰ τὴν οὐσίαν δὲ μόνην ἄκτιστον ὑπάρχουσαν, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς δυνάμεις καὶ κατὰ τὰς ἐνεργείας. «Οὐ γάρ ἐστιν ἐν τῷ θεῷ τι κτιστόν», κατὰ τὸν θεῖον Μάξιμον, «ὥσπερ οὐδ’ ἐν τῷ ἀνθρώπῳ τι ἄκτιστον». Οὗτος τοίνυν ὁ εἷς ἐν μιᾷ θεότητι θεός, ἀόρατος ὢν τῇ οὐσίᾳ κατὰ τοὺς θεολόγους, «ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἔν τισι τοῖς περὶ αὐτὸν ἰδιώμασι καθορώμενος»· «οὐδὲν δὲ τῶν θείων ἰδιωμάτων ἐπίκτητον». Οὐ τοίνυν δύο ἀκτίστους θεότητας λέγομεν ἡμεῖς, ἀλλὰ Βαρλαὰμ καὶ Ἀκινδύνου δυσσεβῶς εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα κατατεμόντων, καὶ τὴν μὲν ὑπὲρ πᾶσαν ὅρασιν οὐσίαν μόνην ἄκτιστον λεγόντων, κτιστὰς δὲ τὰς ἐνεργείας καὶ τὰ ἰδιώματα, καθ’ ἃς ὁρᾶται ὁ θεός, εὐσεβῶς ἡμεῖς συνάπτοντες τὴν ἀσεβῶς σχιζομένην παρ’ αὐτῶν θεότητα, ἄκτιστά φαμεν ἀμφότερα, καὶ τὴν οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐνέργειαν.

Καὶ τοὺς θεοφόρους προάγομεν πατέρας ἄκτιστον θεότητα λέγοντας νῦν μὲν τὴν ὑπὲρ πᾶσαν ἔκφανσίν τε καὶ ἔκφρασιν οὐσίαν, νῦν δὲ τὰς θεοπρεπῶς ἐκφαινομένας τε καὶ ὀνομαζομένας ἐνεργείας, ὡς μηδ’ ἑτέρου τούτων ἐκτὸς ὄντος τῆς μιᾶς ἀκτίστου θεότητος. Ταῦτ’ ἄρα καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως, ἣν ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἐκ τοῦ θεανδρικοῦ σώματος οἱ θεοειδεῖς διαιωνίσουσιν ὁρῶντες ἀπορρήτως περιαυγάζουσαν αὐτούς, ἄκτιστον κἀνταῦθα δείκνυσιν ὁ μέγας Διονύσιος ὡς θεοποιὸν ὑπάρχουσαν ἐνέργειαν.

Μικρὸν γὰρ τῶν ἄρτι προενηνεγμένων ἀνωτέρω, «νῦν μέν», εἰπών, «αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια, καὶ διὰ τῶν μεριστῶν συμβόλων τὴν ὑπερφυῆ καὶ ἀσχημάτιστον ἁπλότητα μυούμεθα», εἶτ’ ἐπάγει, «τότε δέ, ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, περιαυγασθησόμεθα τῇ ὁρατῇ θεοφανείᾳ, καθάπερ οἱ μαθηταὶ ἐν τῇ θειοτάτῃ μεταμορφώσει». Τοιγαροῦν ταύτην τὴν θεοφάνειαν οὐχ ὑπὲρ τὰ αἰσθητὰ μόνον δῆλός ἐστιν ἐπιδεικνύς, ἀλλὰ καὶ ὑπὲρ τὰ ὄντα πάντα, ταυτὸ δ’ εἰπεῖν ὑπερούσιόν τε καὶ ἄκτιστον διατελοῦσαν. Νῦν γὰρ τοῖς οὖσι τὰ ὑπερούσια μυούμεθά φησιν, ἀλλ’ οὐχὶ τότε· καὶ γὰρ οὐδ’ ἀέρος, οὐ φωτός, οὐ τόπου χρεία καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων τόθ’ ἡμῖν ἔσται κατὰ τὰς ἀποστολικὰς καὶ πατερικὰς παραδόσεις ὁ θεός. Οὐκοῦν οὐδ’ ἡ ὁρατὴ θεοφάνεια ἐκείνη αἰσθητὸν ὑπάρχει φῶς οὐδὲ δι’ αὐτοῦ, αἰσθητοῦ ὑπάρχοντος ὡς ἀσυνέτως ὁ Ἀκίνδυνος ᾠήθη, τὸ ἄκτιστον ὁρᾶται τότε φῶς. Ἀλλ’ αὐτὸ τὸ τηνικαῦθ’ ὁρώμενον καὶ τοῖς ἀποστόλοις ἀπορρήτως ὀφθὲν ἐπὶ τοῦ ὄρους τὸ ἄκτιστον ὑπάρχει φῶς· «τὸ γὰρ ἀπρόσιτον καὶ ἄχρονον φῶς τὴν οἰκείαν σάρκα μεταμορφῶσαν», ὡς καὶ ὁ θεοσπέσιος τῆς Κρήτης πρόεδρος Ἀνδρέας γράφει, «τῷ ὑπερβάλλοντι τῆς οἰκείας φωτοχυσίας ὑπερουσίως ἐλάμπρυνε». Πῶς οὖν κτιστὸν καὶ αἰσθητὸν φῶς ἡ ὑπερούσιος λαμπρότης;

Πῶς λαμπρότης ὂν θεότητος ἀναγέγραπται; Πῶς ἁπάντων ἐπέκεινα; Πῶς κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια; Πῶς οὐδὲν τῶν κτιστῶν, ὃ χωρήσει τούτου τὴν ὑπερβολὴν τῆς λαμπρότητος; Πῶς τροφὴ τῶν ἀγγέλων; Πῶς οὐχ ὁρᾶται μόνον ἀλλὰ καὶ δοξολογεῖται παρ’ αὐτῶν; Πῶς ἀρχέτυπον κάλλος, ἄναρχος ἀκτίς, ἀπεριόριστος αἴγλη καὶ τὰ παραπλήσια τούτοις; Τί γὰρ δεῖ τὰ μυριόλεκτα πάλιν πάντα καταλέγειν; ᾟ μὲν οὖν ὦπται, εἰ καὶ ἀπορρήτως καὶ ὑπερφυῶς, — τοῖς γὰρ ἀπὸ σαρκὸς ἐπὶ τὸ πνεῦμα μεταβᾶσιν ὤφθη «τῇ ἐναλλαγῇ τῶν αἰσθήσεων ἣν αὐτοῖς τὸ πνεῦμα ἐνήργησεν»— ὁρατή τε λέγεται καὶ νοητὴ θεότης, ὡς καὶ τὸ τοῦ θεοῦ γνωστὸν ἐνδεικνυμένη καὶ τοὺς καταφατικοὺς περὶ αὐτοῦ λόγους, ἀληθείας παριστᾶσα λόγους· οὐ μόνον ὅτι λαμπρότης ἐστὶ καὶ κάλλος ἄρρητον καὶ φῶς ἀκρότατον, πάσης λογικῆς φύσεως φωτιστικόν, καὶ τοῦτο ἐν νοητοῖς ὅπερ ἐν αἰσθητοῖς ἥλιος, ἀλλ’ ὅτι καὶ σοφία καὶ ἀγαθότης καὶ δύναμις. ᾟ δ’ ἀφόρητον παρέσχετο τὴν θέαν, καὶ ταῦτα τοῖς τηλικούτοις, τῷ πάσχειν τὰ θεῖα, τῶν ὑπὲρ φύσιν τὴν αἴσθησίν τε καὶ μύησιν ὑπερφυῶς καὶ προσιεμένοις καὶ μὴ προσιεμένοις, τὸ παραδοξότατον, ὑπὲρ νοῦν ἐστί τε καὶ λέγεται καὶ ὑπὲρ θέαν, οὐ τῶν ἀνθρώπων μόνων, ἀλλὰ καὶ τῶν ἀγγέλων αὐτῶν. «

Ἀφανὴς γὰρ ἦν ἡ δόξα», φησίν, «ἐν τῷ φαινομένῳ σώματι τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα πρὶν ἠλλοιῶσθαι τοὺς ὀφθαλμούς, ὡς ἐκ τυφλῶν γενέσθαι βλέποντας», καὶ «κατ’ ἔκστασιν εἶδον πάσης αἰσθητῆς καὶ νοητῆς ἀντιλήψεως». Ἀλλὰ καὶ τὸ ἀκατάληπτον καὶ ὑπεράγνωστον ἐντεῦθεν ὑπέφαινε τῆς τοῦ θεοῦ οὐσίας, ταυτὸ δ’ εἰπεῖν τὸν τρόπον ὑπεδείκνυ τῆς ὑπεροχικῆς καὶ ἀποφατικῆς θεολογίας, ὡς καὶ ὁ θεῖος ἔφη Μάξιμος.

Καὶ οὕτως ἐκείνη ἡ λαμπρότης ἐν ἑαυτῇ δεικνῦσα τὰ τῆς χορηγούσης αὐτὴν θείας φύσεως αὐχήματα, τὸ πρὸς αὐτὴν ἀχώριστον ἐδήλου μίαν παριστᾶσα τοῦ θεοῦ θεότητα, ἐν ἀκτίστῳ οὐσίᾳ καὶ ἀκτίστῳ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐλλάμψει καὶ χάριτι καὶ λαμπρότητι γνωριζομένην, ἣν Βαρλαὰμ καὶ Ἀκίνδυνος εἰς κτιστὰ καὶ ἄκτιστα κατατεμόντες εἶτα διθεΐτας ὀνομάζουσι τοὺς μὴ τὴν θείαν φύσιν μόνην, ἀλλὰ καὶ τὴν δόξαν καὶ χάριν καὶ λαμπρότητα τῆς θείας φύσεως ἄκτιστον δοξάζοντας, καθάπερ Ἄρειος τοὺς μὴ τὸν πατέρα μόνον ἀλλὰ καὶ τὸν υἱὸν ἄκτιστον φρονοῦντας. «Ἀλλ’ ὁρατήν», φησί, «θεοφάνειαν ὁ ὑψηλὸς Διονύσιος τὸ σῶμα λέγει τοῦ Χριστοῦ». Ἀλλ’ ἐν φωτὶ ἀϊδίῳ ὁρώμενον καὶ περιαυγάζον τοὺς ὁρῶντας ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, περὶ οὗ φωτὸς ἡμῖν ὁ λόγος· ὃ φῶς σὺ μέν, οὐκ οἶδ’ ὅ,τι παθών, κτιστὸν φῂς καὶ αἰσθητόν, καὶ πολλαχοῦ τῶν λόγων φανερῶς· ἡμεῖς δέ, τοῖς θεαυγέσι πατράσιν ὁμολόγως, ἄκτιστον, ἄχρονον, ἀσύγκριτον, ἄναρχον, ἀνέσπερον, ἀτελεύτητον. «Ἀλλὰ κἀγώ», φησίν, «αὐτὸ ἐξαίρων, εἰ καὶ αἰσθητόν, ἀλλ’ ὑπὲρ πάντα ἥλιον καθάπερ ἀκήκοάς φημι». Καὶ τὰς αἰσθήσεις ὡς ἔοικεν ἐνδιαστρόφους ἔχων, καὶ μηδὲ τοῦτο δυνάμενος εἰδέναι, ὡς εἷς ἐν αἰσθητοῖς ἥλιός ἐστιν, οὐ γὰρ ἐφ’ ἑνὸς ἀλλ’ ἐπὶ πολλῶν λέγεται τὸ «πᾶς», ὁ δὲ ἥλιος μοναδικόν.

Σὺ μὲν οὖν οὕτω πολλοὺς ἡλίους φαντασθείς τε καὶ συνάψας, πολλῶν κτισμάτων ὑπεραίρειν ἐκεῖνο πάλιν ἐφαντάσθης τὸ παρὰ σοῦ κτίσμα νομιζόμενον. Ὁ δὲ θεόληπτος Δαμασκηνὸς οὐχ οὕτως ἀλλὰ τὰς σὰς ὑπερθέσεις ὡς βεβήλους ἀπωσάμενος, εὐαγγελικαῖς δὲ στοιχῶν θεηγορίαις «καὶ ἔλαμψε», φησίν, «ὡς ὁ ἥλιος, οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερον, ἀλλὰ σαρκὸς δεσμίοις φθεγγόμενος, παράδειγμα φέρει οὐ παντελῶς ὁμοιούμενον· ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι».

Κεφ. ιβʹ. Ὅτι καὶ ῥῆσιν παραχαράξας τοῦ σεπτοῦ Μαξίμου προεβάλλετο, καθ’ ἣν πολλοῖς ἀλλοκότοις περιπίπτων ἐξελέγχεται σάρκα τε κατασκευάζων εἶναι τὸ τῆς μεταμορφώσεως φῶς καὶ διὰ πολλῶν πολύθεός τε ἅμα καὶ ἄθεος δεικνύμενος. Ὁ δὲ Ἀκίνδυνος πάλιν «ἀλλ’ ὁ θεσπέσιος Μάξιμος τὸ τοῦ μεγάλου Διονυσίου τοῦτο», φησίν, «ἐξηγούμενος, ὁρατὴν ἐνταῦθα θεοφάνειαν λέγει τὴν ἐψυχωμένην τοῦ Χριστοῦ σάρκα τὸν μέγαν εἰπεῖν, κατὰ τῶν μὴ μετὰ σώματος εἶναι τὸν Χριστὸν οἰομένων». Ὄντως ἡ τοῦ Ἀκινδύνου σύνεσις, ἣν ἐν τοῖς τῶν θεοφόρων κέκτηται διδάγμασι, κατατομή τίς ἐστι κοινὴ καὶ διαστροφὴ τῶν θείων. Οὐ γὰρ τὴν μίαν μόνον εἰς δύο κατατέμνει θεότητας ἐκφύλους, ἀλλὰ καὶ τὰς θεσπεσίας ῥήσεις τῶν ἁγίων εἰς ἀντιπάλους καταμερίζει διανοίας, ὡς ἐν πολλοῖς τε πρότερον, κἀν τοῖς μικρὸν ἀνωτέρω τοῦ θεοφάντορος Διονυσίου πνευματοκινήτοις λόγοις ἐξελήλεγκται πεποιηκώς. Νῦν δὲ τὰ γεγραμμένα τῷ σεπτῷ Μαξίμῳ πρὸς διασάφησιν αὐτῶν, οὐκ εἰς ἐναντίας ἐννοίας κατατέμνει μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα παραχαράττει, ὡς οὐκ ἄν ποτε χωρῆσαι δυνηθέντα μὴ παρακεχαραγμένα τὴν αὐτοῦ κακόνοιαν.

Τοῦ γὰρ θείου Μαξίμου περὶ τῆς θεωρίας ἐκείνης τῶν χριστοειδῶν πρότερον εἰπόντος, ὅτι ἔσονται, κατὰ τὸν ἀπόστολον, «ὡς καὶ αὐτός, τουτέστιν ὁ Χριστός», οὐκ ἄνθρωποι δηλονότι μόνον ἀλλὰ καὶ θεοί, οὐ θεωροὶ μόνον ἀλλὰ καὶ κοινωνοὶ τῆς θεότητος κατὰ χάριν γεγονότες, εἶτ’ ἐπενεγκόντος, «σημειωτέον δὲ ὅτι καὶ τὸ θεῖον αὐτοῦ σῶμα ὁρατήν φησι θεοφάνειαν», καὶ δείξαντος ὡς οὐ μόνον τὴν λαμπρότητα τῆς θείας ἐν Χριστῷ φύσεως ὁρᾶσθαι παρὰ τῶν χριστοειδῶν ἐδίδαξεν ὁ μέγας Διονύσιος, ἀλλὰ καὶ τὸ παρ’ αὐτῆς λαμπρυνθὲν ἐκείνου σῶμα συμπαρὸν ὡς κἀν τῷ Θαβωρίῳ· ταῦτ’ εἰπόντος ἄμφω τοῦ σεπτοῦ Μαξίμου φανερῶς, ὁ Ἀκίνδυνος τὰ μὲν τῶν ῥημάτων καθάπαξ ἀποτεμόμενος, τῶν δὲ τὸν δεικτικὸν τῆς πρὸς ἐκεῖνα συναφείας ἀπαλείψας σύνδεσμον αὐτὸ μόνον φησὶ τὸ σῶμα καὶ τὴν ἐψυχωμένην σάρκα τοῦ κυρίου ὁρατὴν εἰρῆσθαι παρὰ τοῦ σοφοῦ Μαξίμου θεοφάνειαν. Οὐκοῦν κατὰ τὸν Ἀκίνδυνον καὶ τὸ φῶς ἐκεῖνο μηδὲν ἕτερον ἢ σάρξ, ὡς μετὰ τοῦ προφανοῦς τῆς δυσσεβείας μηδὲ ἔχειν ἀναπλᾶσαι γοῦν τινα πῶς ἔσται σὰρξ ἐψυχωμένη τὸ φῶς. Καὶ μὴν εἴπερ ἁπλῶς τὸ σῶμα τὸ δεσποτικόν, ἡ ἐψυχωμένη σὰρξ αὐτοῦ, ἡ ὁρατὴ θεοφάνειά ἐστι, τίποτ’ ἄρ’ ἡ μεταμόρφωσις;

Ἢ κατὰ τὸν Ἀκίνδυνον οὐδέν—πῶς δ’ ἐπὶ τῆς κορυφῆς τοῦ Θαβωρίου μόνης καὶ μόνοις τοῖς τῷ Ἰησοῦ συναναβᾶσιν ὤφθη, καὶ τούτοις ἐμφανῶς ἐπέλαμψεν, ἀλλ’ οὐχὶ κἀπὶ τῆς Ἰουδαίας πάσης καὶ πᾶσι τοῖς τότε περιοῦσιν; — ἢ γοῦν τοῖς προσιεμένοις ὡς ἀληθῆ θεοῦ υἱὸν τὸν σαρκωθέντα λόγον. Ἆρ’ οὐ τελέως ἄμοιρος φωτὸς ἡ περὶ φωτὸς Ἀκινδύνου μύησις;

Ἀλλ’ ὁ θεῖος Μάξιμος συνῳδὰ τῷ θεοφάντορι Διονυσίῳ καὶ τὴν νοητὴν θεοφάνειαν μεθεκτὴν ἡμῖν ἔσεσθαί φησι τότε τελεωτέρως. Ὁ δὲ Ἀκίνδυνος τὴν τῆς ἀκτίστου θεότητος ὡς οἷόν τε φαντασίαν καὶ ἔννοιαν εἶναι ταύτην φησίν, ἣν οὐκ ἄν τις εὕροι τὸν μὴ καὶ ἀρτίως κεκτημένον, εἰ μὴ τελέως τῶν ἀμυήτων εἴη. Μέθεξις δὲ μακρῷ διενήνοχεν ἐννοίας. Ἐσχηκέναι γὰρ ἔννοιαν ἀγάπης καὶ ἀγαθότητος καὶ ἁπλῶς πάσης ἀρετῆς, καὶ τῆς τελεωτάτης, ῥᾷστον, μετασχεῖν δέ, τῶν δυσπορίστων ἄγαν. Καὶ τελεωτέραν δὲ θεοφάνειαν οὐ τὴν ὑπὲρ νοῦν, ἀλλ’ αὐτὴν τὴν νοητὴν ὁ σοφὸς τὰ θεῖα Μάξιμος ἐκεῖ φησι μὴ διαιρῶν ἐκείνης. Ὁ δ’ Ἀκίνδυνος μόνην τὴν ὑπὲρ νοῦν φησι τελεωτέραν, ἣν καὶ ὑψηλοτέραν λέγει κατάστασιν, τῶν ἄλλων διαιρῶν κακῶς, μὴ συνιεὶς ὡς ἀδιαιρέτως διαιρεῖται τὰ τοιαῦτα καὶ συνάπτεται διῃρημένως. Ἀλλὰ καὶ αὐτὴν τὴν νοητὴν ὁ πολὺς τὰ θεῖα Μάξιμος τελεωτέρως ἔφη μεθεκτήν, οὐ πρὸς τὴν ὁρατὴν συγκρίνων, ἀλλὰ πρὸς τὴν νῦν ἐγγινομένην τοῖς ἀξίοις· διὸ καὶ «τόθ’ ἡμῖν ἔσται τελεωτέρως» εἶπεν. Ὁ δ’ Ἀκίνδυνος πρὸς ἀλλήλας συγκρίνων ἃς αὐτὸς οὐ καλῶς διαιρεῖ θεοφανείας καὶ φωτοδοσίας τὴν ἑτέραν τῆς ἑτέρας ὑψηλοτέραν λέγει καὶ τελεωτέραν κατάστασιν.

Καὶ ὁ μὲν θεῖος Μάξιμος δῆλός ἐστι τὴν αὐτὴν ἐκεῖ λέγων ὕστερον καὶ ὁρατὴν καὶ νοητὴν καὶ ὑπὲρ νοῦν θεοφάνειαν. «Ὅταν», φησίν, «ἐπιστραφέντες πρὸς θεόν, ἐκεῖθέν τε τελείως ἐλλαμπόμενοι, ἑνοειδῶς ἓν γενώμεθα ἐλευθερωθέντες τῶν κατὰ σύνθεσιν ἑτεροτήτων ἡμῶν», ὅπερ ὁ αὐτὸς ἐναργέστερον ἀλλαχοῦ ποιούμενος, «ἡ ψυχή», φησί, «γίνεται θεὸς τῇ μεθέξει τῆς θεϊκῆς χάριτος, πασῶν τῶν κατὰ νοῦν τε καὶ αἴσθησιν ἐνεργειῶν αὐτή τε παυσαμένη, καὶ τὰς τοῦ σώματος φυσικὰς ἐνεργείας συναποπαύσασα, συνθεωθέντος αὐτῇ κατὰ τὴν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως· ὥστε μόνον τὸν θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος φαίνεσθαι, νικηθέντων τῇ ὑπερβολῇ τῆς δόξης τῶν φυσικῶν γνωρισμάτων». Ὁ δ’ Ἀκίνδυνος οὐδὲ τῷ Χριστῷ τοῦτο δίδωσιν, ἀλλὰ διὰ τῆς ἐψυχωμένης αὐτοῦ σαρκὸς κτιστὸν καὶ αἰσθητὸν φῶς ἐσαεὶ φαίνεσθαι διδάσκει καὶ βραβεῖον εἶναι τὴν τοῦ αἰσθητοῦ τούτου φωτὸς θεωρίαν ἀποφαίνεται διηνεκὲς τοῖς θεοειδῶς καὶ ὑπὲρ αἴσθησιν ὁρῶσι δι’ αἰῶνος.

Καίτοι Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος «μικρὸν δέ», φησίν, «ὕστερον ἡ ψυχή, καὶ τὸ συγγενὲς σαρκίον ἀπολαβοῦσα, ᾧ τὰ ἐκεῖθεν συνεφιλοσόφησε, τοῦτο συγκληρονομεῖ τῆς ἐκεῖθεν δόξης ὅλον εἰς ἑαυτὴν ἀναλώσασα καὶ γενομένη σὺν τούτῳ ἕν, καὶ πνεῦμα καὶ νοῦς καὶ θεὸς καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ τε καὶ ῥέοντος». Ὁ δ’ Ἀκίνδυνος κτιστοῦ καὶ αἰσθητοῦ φωτὸς ἀπόλαυσιν καὶ τὴν διὰ τούτου θέωσιν τοῖς τηλικούτοις χαρίζεται, διχοτομῶν ὁ τάλας εἰς κτιστὰ καὶ ἄκτιστα τὸ θεῖον καὶ τῆς μὲν κτιστῆς θεότητος μέθεξιν τοῖς θεοειδέσι παρεχόμενος, τῆς δ’ ἀκτίστου φαντασίαν μόνην καὶ ἔννοιαν ψιλήν, ὡς μηδὲ θεοποιὸν εἶναι κατ’ αὐτὸν τὴν ἄκτιστον θεότητα, ἀλλ’ ἐκείνην ἥν φησι κτιστήν. Ἆρ’ οὐχ οὗτος ὁ παρανοῶν καὶ παρεξηγούμενός ἐστι τὰ θεῖα καὶ διχοτομούμενος ἐντεῦθεν καὶ τῶν ὄντως θεοσεβῶν ἀπορρηγνύμενος; Κἂν αὐτὰς δέ τις αὐτοῦ τὰς δόξας ἀφῇ σκοπεῖν καὶ τὰς τοσαύτας καὶ τηλικαύτας περὶ τὸ χριστώνυμον σέβας καινοτομίας, αὐτὸ τὸ διαστρέφειν καὶ παραχαράττειν ἔστιν ἃ τῶν πατερικῶν ῥημάτων ἀδεῶς, καὶ ταῦτ’ ἐν τοῖς τοιούτοις, ἆρ’ οὐ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησι; Τὸ δ’ αὐτοὺς τοὺς θεολόγους, καὶ μάλιστα τοὺς τῶν ἄλλων κορυφαίους, ἑαυτοῖς καὶ ἀλλήλοις μὴ συνᾴδοντας δεικνύναι σπεύδειν, καὶ ταῦτα κατ’ εὐσέβειαν, ἆρ’ οὐκ εἰς ἀντίπαλον σαφῶς μοῖραν καθίστησιν αὐτόν;

Αὐτό γε μὴν τὸ κακοδόξους λέγειν καὶ ἀναθέματι παρρησίᾳ καθυποβάλλειν οἷς ὁμοφρονεῖ παντάπασιν ἄθεον ἀποδείκνυσιν αὐτόν, μηδ’ αὐτὸν ὅν φησι θεὸν ἀληθῆ θεὸν ἡγούμενον· καὶ τὸ τἀναντία περὶ τοῦ αὐτοῦ καὶ ἔτι μᾶλλον τὸ μηδ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις λέγειν καὶ κατασκευάζειν, ἀλλὰ καὶ τὸ οὐσίαν χωρὶς ἐνεργείας λέγειν τὸν θεόν, προφάσει τῆς ἁπλότητος—τὸ γὰρ μηδεμίαν ἐνέργειαν ἔχον οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ μὴ ὄν—. «Τίς γὰρ φύσις ἀνενέργητος», φησὶν ὁ θεοφόρος Μάξιμος, «ἢ φυσικῆς ἐνεργείας ἐκτός;

Ὡς γὰρ οὐδαμῶς ὑπάρξεως ἔρημος, οὕτως οὐδὲ δυνάμεως φυσικῆς· εἰ δὲ ταύτης ἀμοιρεῖ, καὶ τῆς ὑπάρξεως ἀμοιρήσειεν ἄν». Οὕτως οὖν ταῖς τοιαύταις ἑαυτοῦ δόξαις ἀκολούθως ὁ Ἀκίνδυνος, καὶ τὴν θέωσιν τοῦ δεσποτικοῦ προσλήμματος ἀποφαίνεται κτιστήν· οὐκ ἐνταῦθα μόνον καὶ προφάσει τοῦ κατὰ τὴν θείαν μεταμόρφωσιν φωτός, ἀλλὰ καὶ κατὰ πάντα τρόπον, ὡς ἐν τῷ πρὸς τὸν σοφὸν τῆς Κυζίκου πρόεδρον καὶ αὐτολεξεὶ παρ’ ἡμῶν προτέθειται δι’ ὧν αὐτὸς ἐτόλμησε κατασκευάσαι τοῦτο καὶ τελέως ἀνεσκεύασται.

Καὶ μὴν οὐσίαν χωρὶς ἐνεργείας λέγων εἶναι τὸν θεὸν καὶ μόνην ἄκτιστον τὴν οὐσίαν τοῦ θεοῦ, κἀπὶ τοῦ Χριστοῦ μίαν θέλησιν καὶ ἐνέργειαν δοξάσει, καὶ ταύτην οὐκ ἄκτιστον ἀλλὰ κτιστήν· ἡ γὰρ ἐν Χριστῷ θεία φύσις κατ’ αὐτὸν ἐνέργειαν οὐκ ἔχει. Ἐπεὶ δὲ τὸ μὴ ἔχον ἐνέργειαν οὐδ’ ἔστιν ὅλως, ἀκολούθως τοῖς οἰκείοις δόγμασιν αὐτοῦ καὶ μίαν φύσιν ἐπὶ τοῦ Χριστοῦ δοξάσει, καὶ ταύτην οὐκ ἄκτιστον ἀλλὰ κτιστήν· τῇ γὰρ οἰκείᾳ ἑκάστου ἐνεργείᾳ κατάλληλος ἡ φύσις. Ἆρ’ οὐκ ἐμφανὴς ἡ πρὸς τἀναντιώτατα πάντῃ τῶν λόγων, ἀντίθεσις αὐτοῦ καὶ ἐπ’ αὐτῆς τῆς θείας ἐνανθρωπήσεως; Νῦν μὲν γὰρ ἐκ τριῶν φύσεων συντεθεῖσθαι τὸν Χριστὸν παρίστησι, νῦν δὲ καὶ τὸ δύο εἶναι ἀναιρεῖ· καὶ νῦν μὲν δύο φησὶν αὐτοῦ θεότητας, νῦν δὲ μίαν· ἔστι δ’ ὅτε, βαβαὶ τῆς ἀθεΐας, μηδεμίαν ἄκτιστον. Τοῦτό γε μὴν καὶ μάλιστα πανταχόθεν αὐτῷ τῶν λόγων εἴσεταί τις ἐξετάζων κατὰ πᾶσαν ἀνάγκην συναγόμενον.

Κεφ. ιγʹ. Ὅτι πάλαι μὲν ὁ σοφιστὴς τῆς κακίας διὰ τῆς πολυθεΐας ἀπατᾶν ἐπεχείρει, νῦν δὲ τῷ ἑνιαίῳ δῆθεν συνηγορῶν τοῦ ἑνὸς δολίως ἀφιστάναι θεοῦ. Πάλαι μὲν γὰρ ὁ σοφιστὴς τῆς ἀπάτης τοῦ θεοῦ διιστὰς τὸ ἀνθρώπινον φῦλον πολλοὺς εἶναι θεούς, οὐρανίους, ἐπιγείους, καταχθονίους, διὰ τῆς ἑλληνικῆς ἀνεκήρυττε γλώττης, καὶ μικροῦ πάντας ἀνθρώπους διὰ τῆς ἐκείνων ῥητορείας σέβειν ἀνέπειθεν, ὡς ἑνὸς θεοῦ μὴ δυναμένου σώζειν τὸ οὐράνιον καὶ ἐπίγειον καὶ παντοδαπὸν ζῷον τουτί, τὸν ἄνθρωπον. Ἐπεὶ δ’ ἐξηλέγχθη τὰ τῆς ἀπάτης, μόνου πάντων ἀναπεφηνότος Χριστοῦ θεοῦ παντοδυνάμου καὶ παντοκράτορος, ὃς οὐρανόθεν ἐνδημήσας τῇ γῇ καὶ καταβὰς αὖθις ἀπὸ ταύτης εἰς ᾅδου, κἀκεῖθεν παλινδρομήσας καὶ εἰς οὐρανοὺς μετὰ τοῦ ἀνθρωπίνου προσλήμματος ἀναλύσας, πάντα ὅσα ἠθέλησεν ἐν πᾶσιν ἐποίησεν, ἑτέραν ὁ καθηγεμὼν τῆς ἀπάτης ἐτράπετο· καὶ ἀπωθεῖσθαι μὲν ὑποκρίνεται τὴν πολύθεον πλάνην, συνωθεῖν δὲ πλάττεται πάντας εἰς ἕνα θεόν, ταῖς ἑκάστοτε τῶν κακοδόξων φωναῖς, ἀλλ’ ὡς τοῦ ἑνὸς ὄντως ἀποστῆσαι θεοῦ. Πείθει γὰρ ταῖς τῶν αἱρετικῶν σοφιστείαις μὴ τρισυπόστατον εἶναι τοῦτον καὶ παντοδύναμον. «Πῶς» γάρ, φασί, «θεὸς ἐκ θεοῦ καὶ θεότης ἄκτιστος ἐξ ἀκτίστου θεότητος; Εἶτ’ οὐ δύο ἄκτιστοι θεοὶ καὶ θεότητες;

Εἰ δὲ καὶ τῶν ἀκτίστων τούτων ὁ μὲν μείζων καὶ ὑπερκείμενος, ὁ δὲ δευτερεύει καὶ ὑποβέβηκεν ὁπωσδήποτε, ἢ δύο θεοί, ἢ σύνθετος ἐκ τούτων εἷς ἐξ ὑπερκειμένου καὶ ὑφειμένου συγκείμενος. Οὐκοῦν, εἴπερ ἄκτιστός ἐστι καὶ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον, οὐδὲν τοῦ πατρὸς διενήνοχεν, ἀλλ’ ὁ αὐτός ἐστι πατὴρ καὶ υἱός. Εἰ δὲ διενήνοχε τοῦ πατρὸς ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, εἷς θεὸς ἄκτιστος ὁ πατὴρ ὁ ἐπὶ πάντων θεός, οὐσίαν ἔχων τὴν ἀγεννησίαν ἰδίαν καὶ πᾶσαν ἑαυτῷ κατάλληλον δύναμιν καὶ ἐνέργειαν· ὃ δ’ ἐξ ἐκείνου καὶ τοῦτον ὑποβεβηκὸς ὁπωσδήποτε, τῶν ὑπ’ ἐκείνου κτισθέντων ἕν».

Τί διὰ τούτων κατασκευάζειν ἐθέλοντες; Οὐκέτι πολυθεΐαν μᾶλλον ἢ ἀθεΐαν. Οὗ γὰρ πατρὸς ὁ υἱὸς οὐκ ἀληθὴς θεός, πῶς θεὸς ἀληθὴς ὁ πατήρ, πῶς δ’ ἄκτιστος ἀληθῶς ὁ γεννήσας κτιστόν, πῶς δ’ ἔσται πατὴρ ἢ υἱὸς ὁ αὐτὸς ἑκάτερος ὤν, ὑφ’ ἑκατέρου χωροῦντος ἑκατέρου πρὸς τὸ μὴ ὄν; Οὐκοῦν ἐξηλέγχθη κἀν τούτοις ὁ τῆς ἀπάτης προστάτης ἐν τρισὶ προσώποις ἀκτίστοις ὑποστατικῶς διαφέρουσιν, ἕνα θεὸν κηρυξάντων τῶν ἁγίων πατέρων καὶ σοφῶς ἀποσκευασαμένων ἐντεῦθεν καὶ τὴν σύγχυσιν καὶ τὴν σύνθεσιν.

Ὁ γὰρ ἐν τρισὶν ὑποστάσεσιν εἷς, ἀσύγχυτος καὶ ἀσύνθετος, συνημμένων τῶν τριῶν θεαρχικῶν ὑποστάσεων μὴ κατὰ φύσιν τὴν αὐτὴν μόνον, ἀλλὰ καὶ κατὰ τὴν αὐτὴν θέλησιν καὶ δύναμιν καὶ ἐνέργειαν, παρ’ ὧν καὶ μάλιστα τὸ ἑνιαῖον τῆς θεότητος δείκνυται—τῆς γὰρ θείας φύσεως ὑπὲρ πᾶσαν οὔσης ἔκφανσιν καὶ ἐπωνυμίαν καὶ ἔκφρασιν ἡ θεότης ὄνομα ἐνεργείας ὑπάρχουσα, τῆς θεατικῆς δηλαδὴ καὶ τῆς θεοποιοῦ καὶ τῶν παραπλησίων καὶ μὴ καθάπερ ἐφ’ ἡμῶν ἰδιαζόντως ἐφ’ ἑνὸς προσώπου θεωρουμένη, ἀλλ’ ἐκ πατρὸς δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι, καὶ ὑπὸ τῶν θεοπαραδότων λογίων κηρυττομένη καὶ ἀπὸ τῶν κτισμάτων ἁπάντων γνωριζομένη—τὸ ἑνιαῖον καὶ ἁπλοῦν κατὰ τὴν θεότητα τῶν τριῶν θεαρχικῶν ἀποδείκνυσι προσώπων.

Ἀλλὰ κἀν τούτοις οὕτως ἐξελεγχθεὶς οὐκ ἠρεμεῖν εἰς τέλος ἔγνωκεν ὁ πρὸς ἀπάτην ἀμηχάνως εὐμήχανος οὐδ’ ἐκστῆναι τῆς πρὸς ἀθεΐαν φερούσης τοὺς αὐτῷ πειθομένους ὑπέμεινεν, ἀλλὰ τῆς προτέρας ἐκείνης ἀπάτης μέρος μὲν ἀποστέρξας πανούργως, ὡς λανθάνειν τοὺς πολλοὺς δύναιτο, μέρος δ’ ἀπολαβών, ὡς δι’ ἐκείνου μηδὲν ἧττον πρὸς τὸ βάραθρον ἔστιν οὓς ἐπισπῷτο, πάλιν ὑποτίθεται λέγειν τοὺς ὑπηρετουμένους τῇ πλάνῃ, θεὸν μὲν ἕνα δῆθεν, καὶ τοῦτον τρισυπόστατον σέβειν, οὐ μὴν ὡς κοινῆς τε καὶ μιᾶς οὔσης τῶν τριῶν φύσεως, θελήσεως, δυνάμεως, ἐνεργείας, βασιλείας, σοφίας, ἀγαθότητος, ἀπειρίας, ἁπλότητος καὶ τῶν παραπλησίων, ἀλλ’ ὡς τούτων ἁπασῶν ἓν οὐσῶν, οὐσίας μόνης, κτιστῶν δὲ τῶν παρὰ ταύτην ἁπάντων. «Εἰ γὰρ καὶ ἡ θεία», φασί, «δύναμις καὶ ἐνέργεια, θεότης ὀνομαζομένη, ἄκτιστος εἴη καὶ ἐξ ἀκτίστου θεότητος, τῆς οὐσίας τοῦ θεοῦ, πῶς οὐ δύο ἄκτιστοι θεοὶ καὶ θεότητες; Εἰ δὲ καὶ τῶν ἀκτίστων τούτων, ἡ μὲν ὡς αἰτία ὑπέρκειται, ἡ δὲ δευτερεύει καὶ ὑποβέβηκε τῷ ἐξ ἐκείνης εἶναι, ἢ δύο θεότητες, ἢ σύνθετος ἐκ τούτων μία, ἐξ ὑπερκειμένης καὶ ὑφειμένης συγκειμένη θεότητος. Οὐκοῦν, εἴπερ ἄκτιστός ἐστι καὶ ἡ θεία θέλησις καὶ δύναμις καὶ ἐνέργεια, οὐδὲν τῆς ἀκτίστου οὐσίας διενηνόχασιν· οὕτω γὰρ ἂν εἴη μία θεότης καὶ εἷς θεὸς ἄκτιστος.

Εἰ δὲ διενηνόχασιν αὗται ἐκείνης, μία ἄκτιστος θεότης ἡ τούτων ὡς αἰτία τούτων ὑπερκειμένη οὐσία τοῦ θεοῦ· αἱ δ’ ἐξ ἐκείνης αὗται κἀκείνης ὁπωσδήποτε ὑποβεβηκυῖαι καὶ διαφέρουσαι, τοῖς τοῦ θεοῦ κτίσμασίν εἰσιν ἐναρίθμιοι».

Τί διὰ τούτων κατασκευάζοντές τε καὶ πείθειν σπεύδοντες; Μηδαμῶς εἶναι μηδεμίαν θεότητα ἄκτιστον. Ἧς γὰρ οὐσίας ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ θέλησις κτιστή, πῶς αὕτη ἄκτιστος; Πῶς δ’ ἔσται οὐσία ἢ ἐνέργεια ὅλως, ἡ αὐτὴ ἑκατέρα τῇ ἑτέρᾳ διατελοῦσα παντάπασιν; Ἑκατέρα γὰρ ὑφ’ ἑκατέρας κατὰ πᾶσαν ἀνάγκην ἐξωθουμένη χωρήσει πρὸς τὸ μὴ ὄν, καὶ δι’ ἀλλήλων ἀμφότεραι. Τῶν ἀδυνάτων μέντοι καὶ ἐκ διαδοχῆς ἀλλήλας ἀμείβειν, ὡς ἄλλοτ’ ἄλλην ἐν τοῖς οὖσι τελεῖν τῆς ἑτέρας ἔρημον, πόσῳ γε μᾶλλον διηνεκῶς. «Τίς» γάρ, φησὶν ὁ θεῖος Μάξιμος, «φύσις φυσικῆς ἐνεργείας ἐκτός; Ὡς γὰρ οὐδαμῶς ὑπάρξεως ἔρημος, οὕτως οὐδὲ δυνάμεως φυσικῆς· εἰ δὲ ταύτης ἀμοιρεῖ, καὶ τῆς ὑπάρξεως ἀμοιρήσειεν ἄν». Τὸ δ’ αὐτό τις ἀκολούθως ἂν φαίη καὶ περὶ τῆς ἐνεργείας. Τίς γὰρ ἐνέργεια φυσικὴ χωρὶς φύσεως, ἐξ ἧς καὶ ἐν ᾗ τὸ εἶναι ἔχει καὶ τῷ ἐξ αὐτῆς εἶναι διαφέρουσα ταύτης; Εἰ γὰρ φύσεως ἀμοιρεῖ ἐξ ἧς καὶ ἐν ᾗ καὶ τῆς ὑπάρξεως ἀμοιρήσει παντάπασι.

Ταύτην οὖν ἡμεῖς τὴν πρὸς ἀθεΐαν συνωθοῦσαν ἐξελέγχοντες καὶ ἀπωθούμενοι πλάνην, μίαν ἑνὸς θεοῦ προσκυνοῦμεν θεότητα ἐν ἀκτίστῳ καὶ οὐσίᾳ καὶ δυνάμει καὶ θελήσει καὶ ἐνεργείᾳ, ἀποσκευαζόμενοι χάριτι Χριστοῦ καλῶς καὶ τὴν σύγχυσιν καὶ τὴν σύνθεσιν, ταυτὸ δ’ εἰπεῖν καὶ τὴν παρ’ Ἀκινδύνου πρεσβευομένην φανερῶς ἀθεΐαν καὶ τὴν παρ’ αὐτοῦ καθ’ ἡμῶν συκοφαντικῶς λεγομένην πολυθεΐαν· τὴν μὲν ὡς τὴν πρὸς ἀλλήλας διαφορὰν ἐπιστάμενοι καὶ μὴ δι’ ἀλλήλων ἀμφοτέρας ἀναιρεῖν ἀνεχόμενοι, τὴν δὲ συκοφαντίαν, ὅτι θεοῦ ἑνὸς ἴσμεν καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν αὐτόθεν ἐχούσας τὴν πρὸς ἀλλήλας ἀσύγχυτον ἕνωσιν. Οὐ γὰρ ὦπταί ποτέ τις οὐσία χωρὶς στάσεως ἢ κινήσεως, ταυτὸ δ’ εἰπεῖν ἐνεργείας τε καὶ δυνάμεως. Εἰ δέ τις ἐνταῦθα μεμυημένος εἴη τῶν ὑπεροχικῶν ὑπὸ θεοῦ ἀφαιρέσεων, ἴστω μηδὲν ἐπ’ αὐτοῦ τὰς ἀφαιρέσεις προσισταμένας ταῖς θέσεσιν. Ὥσπερ δ’ οὐκ ἔστι σύνθετος οὐσία διὰ τὴν στάσιν, εἰ καὶ τοῦ ἱσταμένου ἡ στάσις φανερῶς διενήνοχεν, οὕτως οὐδὲ διὰ τὴν κίνησιν, ταυτὸ δ’ εἰπεῖν τὴν ἐνέργειαν, ἡ ἐνεργοῦσα οὐσία σύνθετος.

Κεφ. ιδʹ. Ὅτι λῆρος τὸ παρ’ Ἀκινδύνου λεγόμενον ὡς Κεφ. ιδʹ. Ὅτι λῆρος τὸ παρ’ Ἀκινδύνου λεγόμενον ὡς διὰ τὸ ἀσθενὲς τῆς ἡμετέρας γνώσεως πολλὰς καὶ διαφόρους λέγομεν τὰς ἐνεργείας τοῦ θεοῦ. Ἀλλ’ ἡ τῇδε κἀκεῖσε ταλαντευομένη τοῦ Ἀκινδύνου γλῶττά τε καὶ διάνοια, μηδαμοῦ δ’ ἱσταμένη, καθάπερ ὁ τοῦ Πλάτωνος μῦθος λέγει περὶ τῆς ἔτ’ ἀκόσμου καὶ ἀνειδέου τοῦ παντὸς ὕλης, ἔσθ’ ὅτε καὶ ἀναθέματι παρρησίᾳ καθυποβάλλει τοὺς λέγοντας τὰς τοῦ θεοῦ ἐνεργείας κτιστάς.

Καὶ πολλοὺς οὕτω τῶν εὐκόλων κλέψας παρῆλθεν ὡς συκοφαντούμενος παρ’ ἡμῶν κτιστὰς λέγειν τὰς θείας ἐνεργείας. Ἂν δέ τις ἐπισχὼν αὐτὸν εἴρηται, πῶς οὖν ἔτ’ ἐκείνων πολυθεΐαν κατηγορεῖς, ὡς μὴ κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ κατὰ τὰς ἐνεργείας τὸν θεὸν ἄκτιστον φρονούντων, εὐθὺς πάλιν ἐπὶ τὸ κτιστὰς λέγειν αὐτὰς καὶ τὴν τῆς οὐσίας καὶ τῆς ἐνεργείας σύγχυσιν ἐπάνεισι, πολλοὺς μέντοι κύκλους περιβαλλόμενος καὶ μὴ τοῖς αὐτοῖς ἐπὶ πάντων χρώμενος. Τοὺς μὲν γὰρ ἀκεραιοτέρους ἐπιχειρεῖ συναρπάζειν λέγων ὥς τι σοφόν, ὃ καὶ γραφῇ παραδοῦναι τετόλμηκεν, ὅτι «διὰ τὸ μεριστὸν τῆς ἡμετέρας γνώσεως τὰς ἀκτίστους δυνάμεις καὶ ἐνεργείας τοῦ θεοῦ πληθυντικῶς ἐκφέρομεν μὴ δυνάμενοι ἀμερίστως διαλέγεσθαι μηδὲ νοεῖν περὶ τῶν ἀμερίστων. Οὐκ ἔστι δὲ τὰ ἄκτιστα ταῦτα, κἂν δύναμιν ἢ δυνάμεις, κἂν ἐνέργειαν καὶ χάριν ἢ ἐνεργείας τις προσείπῃ καὶ χάριτας, τῆς θείας οὐσίας ἕτερα· πᾶν γὰρ ὅ,τι παρ’ αὐτήν, κἂν ἐνέργεια κἂν χάρις κἂν ὅ,τιδήποτε λέγηται, κτίσμα τοῦτο γινώσκομεν».

Εἰ δέ τις μικρὸν ἐπιστήσας πάλιν καὶ προσχὼν τοῖς εἰρημένοις τουτοισὶ τὸν νοῦν, ‘εὖγε, εἴποι, ὦγαθέ· κατὰ γὰρ τὴν παροιμίαν οἴκοθεν οἴκαδε σὺ σαυτῷ παρὰ σαυτοῦ τὴν συκοφαντίαν ἔρχῃ κομίζων καὶ διπλῆν ταύτην ἀνθ’ ἁπλῆς, πρὸς τῷ καὶ τῷ ἰδίῳ ἀναθέματι καθυποβάλλειν σαυτόν. Ἐκείνων μὲν γὰρ ὡς σὲ συκοφαντούντων καταψεύδῃ μὴ συκοφαντούντων, σαυτοῦ δ’ ὅτι μὴ κτιστὰς οἴει τὰς θείας ἐνεργείας, οἰομένου φανερῶς κτιστάς· τὸ γὰρ μὴ ἕτερον τῆς οὐσίας οὐδὲν ἄλλο ἢ οὐσία. Τοιγαροῦν ἢ οὐκ ἔχει κατὰ σὲ καὶ ἐνεργείας ὁ θεός, ἢ κτιστὰς ἔχει εἴπερ ἔχει, ἐπεὶ καὶ πᾶν τὸ παρὰ τὴν θείαν οὐσίαν κτίσμα κατὰ σέ. Ταῦθ’ οὕτω τοιγαροῦν δεικνὺς φρονῶν ὡς ἐκεῖνοι περὶ σοῦ φασιν, εἶτα καὶ ἀναθέματι καθυποβάλλεις τοὺς λέγοντας κτιστὰς τὰς θείας ἐνεργείας’.

Εἴ τις τοίνυν τοιαῦτ’ ἄττα πρὸς αὐτὸν ἐρεῖ, πάλιν ἑτέραν εὐχερῶς ὄψεται τραπόμενον. Οὐ μὴν ἀλλ’ εἰ διὰ τὸ μεριστὸν τῆς ἡμετέρας γνώσεως τὰς ἀκτίστους δυνάμεις καὶ ἐνεργείας τοῦ θεοῦ πληθυντικῶς ἐκφέρομεν, καθά φησιν αὐτός, οὐκοῦν, κἂν μὴ βούληται, καὶ κατ’ αὐτὸν αἱ τοῦ θεοῦ ἐνέργειαι τῆς τοῦ θεοῦ οὐσίας ἕτεραι, ἐπ’ ἐκείνης γὰρ ἅπαν τοὐναντίον. Οὐδεὶς γὰρ οὐδέποτε τῶν εὐσεβεῖν ᾑρημένων πληθυντικῶς προήγαγεν αὐτήν· ἀλλὰ καὶ ἀμέριστον αὐτὴν νοοῦμεν εἶναι καὶ ὡς ἀμερίστου παντάπασιν οὔσης περὶ αὐτῆς ἀεὶ διαλεγόμεθα.

Καὶ κατὰ τοῦτο διενηνοχέναι τὴν θείαν ἐνέργειαν αὐτῆς γινώσκομεν, ὅτι ταύτην ἔσθ’ ὅτε καὶ πληθυντικῶς ἐκφέρειν ἐδιδάχθημεν, ἀεὶ δὲ τὴν θείαν οὐσίαν ἑνιαίως. Εἰ δὲ περὶ τῆς οὐσίας οὐκ ἀδυνατοῦμεν διαλέγεσθαί τε καὶ διανοεῖσθαι ὡς ἀμέριστός ἐστι, σαφὴς ἄρ’ ἐκεῖνο λῆρος, ὅτι «διὰ τὸ μεριστὸν τῆς ἡμετέρας γνώσεως πληθυντικῶς τὰς ἀκτίστους δυνάμεις καὶ ἐνεργείας τοῦ θεοῦ προάγομεν, μὴ δυνάμενοι ἀμερίστως διαλέγεσθαι μηδὲ νοεῖν περὶ τῶν ἀμερίστων».

Παραπλησίως γὰρ ἂν τοῦτ’ ἐπάσχομεν καὶ ἐπὶ τῆς ἀκτίστου οὐσίας, καὶ μάλιστα κατὰ τὸν ὑφηγητὴν τῆς θαυμαστῆς ταύτης ἐπινοίας, εἴπερ κατ’ αὐτὸν τῆς ἀκτίστου οὐσίας οὐδὲν διενήνοχεν ἡ ἄκτιστος ἐνέργεια. Πῶς δὲ καὶ τὸ ἀσθενὲς καὶ μεριστὸν τῆς ἡμετέρας γνώσεως μὴ καὶ πρὸς τὸ θεὸν ἕνα λέγειν καὶ φρονεῖν ἡμῖν προσέστη, καίτοι, κατὰ τὸν Ἀκίνδυνον, οὐδ’ ὁ θεὸς τῆς ἀκτίστου ἐνεργείας ἕτερον; Πῶς δ’ αὐτὸς μὴ τὴν θείαν οὐσίαν μόνην, ἀλλὰ ταύτην καὶ τὴν θείαν ἐνέργειαν ἓν καὶ ἀδιάφορον φρονεῖ, καὶ ὡς ἀδιαιρέτων πρὸς ἀλλήλας παντάπασιν οὐσῶν, ἰσχυρίζεταί τε καὶ διαλέγεται περὶ αὐτῶν τῆς ἀνθρωπίνης γνώσεως μὴ δυναμένης ἀμερίστως νοεῖν καὶ διαλέγεσθαι περὶ τῶν ἀμερίστων; Ἢ μόνος ἁπάντων ὑπερφυοῦς εὐμοίρησε γνώσεως καὶ διαλέκτου ὡς ἀμερίστως περὶ τῶν ἀμερίστων μόνος καὶ νοεῖν καὶ διαλέγεσθαι; Τί δὲ καὶ ὁ λίβυς Σαβέλλιος; Οὐ τοῦτ’ εἰπὼν εἴπερ ὑπῆρχεν ἀληθές, οὐ μόνον τῶν τῆς κακοδοξίας ἐγκλημάτων ἀπηλλαγμένος ἀνεφάνη ἂν εὐθύς, ἀλλὰ καὶ τῶν ἀπ’ αἰῶνος θεολόγων ὑψηλότερος; Χαιρήσει δὲ καὶ πᾶν τὸ τῇ νομικῇ λατρείᾳ προσιζάνον ἔτι φῦλον, ὡς ἡμῶν διὰ τὸ ἀσθενὲς τῆς γνώσεως, μὴ τῆς κατ’ αὐτοὺς ἐφικνουμένων ἀμεροῦς καὶ ἀδιακρίτου παντάπασι θεολογίας.

Πᾶν γε μὴν τοὐναντίον ἡμεῖς παρὰ τῶν θεοπαραδότων μεμυήμεθα λογίων διὰ τὸ ἀσθενὲς τῆς ἐκείνων γνώσεως μὴ διὰ τῶν προφητῶν ἐκφῆναι τὸν θεὸν τρανῶς τὸ κατὰ τὰς ὑποστάσεις μεριστὸν τῆς μιᾶς θεότητος.

Οὐκοῦν ὑψηλοτέρας διανοίας καὶ ἰσχυροτέρας, ἀλλ’ οὐχ ὡς ὁ Ἀκίνδυνος ἔφη, χαμερποῦς καὶ ἀσθενοῦς, τὸ ἐν ἀμερίστῳ μεριστὸν συνεῖναι. Μερίζεται γὰρ ἀμερίστως ὁ θεὸς οὐ κατὰ τὰς ὑποστάσεις μόνον, ἀλλὰ καὶ κατὰ τὰς κοινὰς προόδους τε καὶ ἐνεργείας, ὡς ἐν ἰδίᾳ τε περὶ τούτου πραγματείᾳ διαρκῶς ἐδείξαμεν, κἀν τῷ πρὸ τοῦδε λόγῳ διελάβομεν. Καὶ ὁ μερισμὸς οὐ τομὴ καὶ χωρισμός ἐστιν, ἀλλὰ διαφορά. Διαφέρει μὲν γὰρ οὐσίας θείας ἡ ὑπόστασις καὶ αἱ τρεῖς ὑποστάσεις πρὸς ἀλλήλας, αἵ τε τοῦ τρισυποστάτου θεοῦ ἐνέργειαι ἀλλήλων τε καὶ τῆς οὐσίας διαφέρουσιν, ἀλλ’ οὐ χωρίζονται ἀλλήλων. Εἷς γὰρ πάντα ταῦτ’ ἔστι θεὸς ἐν μιᾷ οὐσίᾳ τρισυποστάτῳ καὶ παντοδυνάμῳ.

Τὸ τοίνυν τὴν διαφορὰν τῶν τοιούτων συνιδεῖν ἐν τῷ ἑνὶ θεῷ τοῦτό ἐστι διαβατικωτέρας διανοίας καὶ ἀσφαλοῦς καὶ τελέας κατὰ θεοσέβειαν. Ἀκίνδυνος δὲ τὴν οἰκείαν ἄγνοιαν νομίσας σύνεσιν καὶ τὸ χαμαίζηλον τῆς γνώσεως ὕψος διανοίας καὶ οὕτω μάτην ὑψηλοφρονήσας, ἔτι μᾶλλον ἐμωράνθη φάσκων εἶναι σοφός, καὶ ὡς εἰς ἀδόκιμον νοῦν παραδοθεὶς τελέως, ἀφ’ ἑτέρας εἰς ἑτέραν ἐκ διαδοχῆς ὁ τάλας ἀεὶ αἵρεσιν μεταπηδᾷ. Πρὸς γὰρ τοὺς ἀκεραιοτέρους, ὥσπερ ἔφημεν, ἐκεῖνα λέγων, ἄν τις ἀπαντήσῃ πρὸς αὐτὰ τὸν εἰρημένον τρόπον, ἑτοίμως αὐτὸς ἀνθυπαντᾷ πάλιν γράφων τε καὶ λέγων· «ἄκτιστοι καὶ θεῖαι δυνάμεις καὶ ἐνέργειαι τοῦ πατρός ἐστιν ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον».

Κεφ. ιεʹ. Ὅτι, ὡς αὐτὸς ἐνέργειαν εἶναι λέγει τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, τῷ Σαβελλίῳ συμφωνεῖ. Ἂν δ’ ἐκεῖνος αὖ νοῦν ἔχων ἐν συναγωγῇ τὰ ἐκ διαλειμμάτων εἰρημένα βλέπειν καὶ τὸ ἐξ ἐκείνων ἐκβαῖνον συνορᾶν, ‘σὺ μὲν οὖν ὑπάρχεις’, εἴπῃ πάλιν πρὸς αὐτὸν ὁ μικρὸν ἀνωτέρω φάμενος ‘ὅτι διὰ τὸ ἀσθενὲς τῆς ἡμετέρας γνώσεως τὰς ἀκτίστους δυνάμεις καὶ ἐνεργείας τοῦ θεοῦ πληθυντικῶς ἐκφέρομεν, μὴ δυνάμενοι περὶ τῶν ἀμερίστων ἀμερίστως διαλέγεσθαι μηδὲ νοεῖν, νῦν δὲ φῂς τοῦ πατρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον εἶναι τὰς ἐνεργείας καὶ δυνάμεις ταύτας. Οὐκοῦν κατὰ σὲ τρία ταῦτα λέγομεν καὶ μερίζομεν ἀλλήλων διὰ τὸ μεριστὸν καὶ ἀσθενὲς τῆς ἡμετέρας γνώσεως, ἐκεῖνα δὲ αὐτὰ οὐκ ἔστι τρία κατὰ τὰς ὑποστάσεις, οὐδὲ μερίζεται ἀλλήλων, καὶ Σαβέλλιος ἄλλως φανερῶς ἀνεφάνης ἐφ’ ἡμῶν’. Ἀλλ’ αἰσχυνέσθω καὶ νῦν ἐν σοὶ κἀκεῖνος τοῦ θεοφάντορος Διονυσίου λέγοντος, «οὕτως ἡμεῖς καὶ ἑνοῦν τὰ θεῖα καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται». Ἂν δὴ τοῦτο πάλιν συναγαγών τις εἴπῃ νουνεχῶς, ὁ Ἀκίνδυνος καὶ τῆς αἰσχύνης ῥᾳδίως ἀλογήσας καὶ τὸ ἀσύστατον τῶν οἰκείων λόγων παρ’ οὐδὲν θέμενος διατείνεται «μόνον ἄκτιστον δύναμιν καὶ ἐνέργειαν εἶναι τὸν υἱόν».

Οὗτος οὖν ἐστιν, ὡς ἔοικεν, ὃν πληθυντικῶς ἐκφέρεσθαί φησι μὴ δυναμένων τῶν ἀνθρώπων ἑνικῶς καλεῖν αὐτόν, καίτοι σχεδὸν οὐδεὶς οὐδέποτ’ ἀνθρώπων ἐδυνήθη μὴ ἕνα λέγειν τὸν ἕνα τοῦ θεοῦ υἱόν. Οὕτω παντοδαπῶς οὗτος, καὶ μᾶλλον ἢ κατὰ τοὺς πρὸ αὐτοῦ τὸν ἴσον τρόπον μεμηνότας, κατορχεῖται τῶν δογμάτων τῆς ἀληθείας.

Κεφ. ιστʹ. Ὅτι κακῶς ἐκλαμβάνει τὸ δύναμιν καὶ ἐνέργειαν τοῦ πατρὸς λέγεσθαι μόνον τὸν υἱόν· καὶ ὅτι τοῦτο καλῶς ἐκλαμβανόμενον, ἄκτιστον εἶναι παρίστησι τὴν κοινὴν δύναμιν καὶ ἐνέργειαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς κοινῆς οὐσίας διαφέρουσαν. Ἀλλ’ ἀφείσθω μὲν ἡμῖν τὸ τῶν προτέρων πρὸς τοὺς ἑξῆς τῶν αὐτοῦ λόγων ἀνακόλουθον καὶ ἀντίθετον, ἐταζέσθω δέ, πῶς μόνον ἄκτιστον δύναμιν καὶ ἐνέργειαν εἶναι λέγει τὸν υἱόν. Τοῦτο γὰρ καλῶς νοούμενον, ἄκτιστον οὖσαν ἀποδείξει τὴν κοινὴν δύναμιν καὶ ἐνέργειαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ πρὸς ταύτην τὴν εὐσεβῆ διάνοιαν οἱ θεῖοι πατέρες ἐνάγοντες ἡμᾶς, οὐ μόνον τὸν υἱόν, ἀλλ’ ἔσθ’ ὅτε καὶ τὸ πνεῦμα μόνον, δύναμιν καὶ ἐνέργειάν φασι τοιαύτην, ἄλλοτε δὲ καὶ τὸν πατέρα, ὃν ἔσθ’ ὅτε καὶ τοῦ υἱοῦ δύναμιν καλοῦσι. Τοῦ ψαλμῳδοῦ γὰρ Δαβὶδ εἰπόντος, «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο καὶ δύναμιν περιεζώσατο», «δύναμις δὲ καὶ εὐπρέπεια τοῦ υἱοῦ, φασίν, ὁ πατήρ· ἀλλὰ καὶ πηγὴν εἶναι τῆς ἀκτίστου ἐνεργείας καὶ θελήσεως τὴν τοῦ θεοῦ οὐσίαν», ὁ σοφὸς τὰ θεῖα Μάξιμός φησι πρὸς τοὺς μίαν θέλησιν καὶ ἐνέργειαν δυσσεβῶς λέγοντας ἐπὶ Χριστοῦ, «καὶ πηγὴν δὲ αὐτὸν σοφίας καὶ προγνώσεως οἱ ἔνθεοι καλοῦσι μελῳδοί».

Ἔστι δ’ ὅπου πάλιν καὶ ἀπαγορεύουσιν οἱ θεολόγοι εἶναί τινα καὶ καλεῖσθαι τῶν τριῶν ὑποστάσεων ἐνέργειαν. Κατὰ γὰρ τὸν Νύσσης θεῖον Γρηγόριον, «θεὸς ἐνεργοῦντα δηλοῖ, θεότης δὲ ἐνέργειαν· οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν»· ὁ δὲ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος «ἥλιον», φησίν, «ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς· ἀλλὰ κἀνταῦθα δέος, μὴ τὸν πατέρα μὲν οὐσιώσωμεν, τἄλλα δὲ μὴ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις θεοῦ ποιήσωμεν ἐνυπαρχούσας, οὐχ ὑφεστώσας».

Εἰ μὲν οὖν μόνον ἦν ὁ υἱὸς ἄκτιστος δύναμίς τε καὶ ἐνέργεια, μὴ πηγὴν δὲ τὴν φύσιν ἔχων τῆς ἀκτίστου θελήσεως καὶ ἐνεργείας, καὶ εἰ μόνος ἦν, ἀλλ’ οὐχὶ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁ πατὴρ αὐτός, καὶ εἰ τούτων ἕκαστον ὑπάρχειν μόνον, ἀλλ’ οὐχὶ καὶ μὴ ὑπάρχειν ἐνέργεια προσείρητο, εἶχεν ἄν τινα χώραν τὰ πολυπλανῆ σοφίσματα τῶν Ἀκινδύνου λόγων. Νῦν δὲ κατάδηλα τυγχάνει παντὸς δόλου καὶ πάσης ὄντα ῥαδιουργίας δυσσεβοῦς ἀνάπλεω. Καθάπερ γὰρ πολλὰς εἶναι θεότητας ἀπαγορεύων ἐξηλέγχθη δυσσεβής, οὐ γὰρ ἵνα μίαν εὐσεβῶς κηρύξῃ, ἀλλ’ ἵνα τὴν μίαν διαρρήξῃ δυσσεβῶς, οὕτω καὶ νῦν μόνον τὸν υἱὸν ἄκτιστόν φησιν ἐνέργειαν, ὡς ἂν ἐν τῇ συνηγορίᾳ δῆθεν τῆς μιᾶς ἀκτίστου ἐνεργείας, δυνηθῇ λαθεῖν εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομήσας τὴν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐνέργειαν.

Φέρ’ οὖν ἴδωμεν πῶς μόνον οὗτος λέγει τὸν υἱὸν ἄκτιστον δύναμίν τε καὶ ἐνέργειαν ὑπάρχειν. Ἆρ’ ὑποστατικὰ δογματίζων εἶναι τὴν δύναμιν καὶ τὴν ἐνέργειαν; Οὐκοῦν οὐκ ἔσθ’ ὅπως ἂν ὁ υἱὸς καὶ μὴ εἶναι ἐνέργεια λεχθείη, οὐδ’ ὅπως ἂν ὁ πατὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον εἶναι ἐνέργεια λεχθείη, οὐδὲ μία ἔσται καὶ κοινὴ καὶ ἡ αὐτὴ τῶν τριῶν προσώπων ἡ ἄκτιστος δύναμις καὶ ἐνέργεια, ἀλλὰ τῶν δύο μία, μᾶλλον δὲ θατέρου τούτων ἀλλ’ οὐκ ἀμφοτέρων. Οὐδὲ δύναμιν καὶ ἐνέργειαν ἄκτιστον ἔχει ὁ υἱός, ἐπεὶ μηδὲ υἱόν· οὐδ’ ἔσται ποτ’ ἐξ αὐτοῦ δύναμις ἄκτιστος ἐπεὶ μηδὲ υἱός. Πῶς οὖν ὁ θεῖος Λουκᾶς εὐαγγελιζόμενός φησιν, ὅτι «δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι» τοὺς ἐκ πάσης κώμης τηνικαῦτα συνεληλυθότας, καὶ «πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας», καὶ αὐτὸς ὁ κύριος πρὸς τοὺς οἰκείους μαθητὰς λάθρα τῆς αἱμορροούσης ἰαθείσης δι’ ἁφῆς κρασπέδου μόνης «ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ»;

Εἰ γὰρ ἡ ἐνεργητικὴ καὶ ποιητικὴ δύναμις καὶ ἐνέργεια καὶ χάρις, ὡς ὁ Ἀκίνδυνος συγγράφεται, ὁ υἱός ἐστιν αὐτός, οὐχ ὡς τοιαύτην ἔχων δύναμιν καὶ ἐνέργειαν καὶ χάριν, ἀλλ’ ὡς μηδὲν ἄλλο παρὰ ταύτην ὤν, τίς ἡ ἐξερχομένη παρ’ αὐτοῦ δύναμις καὶ ἰωμένη; Μᾶλλον δὲ πῶς οὐχὶ καὶ υἱός ἐστιν αὐτοῦ καὶ ἐξ αὐτοῦ εἴπερ ἐστὶ δύναμις ἄκτιστος αὐτοῦ καὶ ἐξ αὐτοῦ; Εἰ δὲ μετὰ τοῦ υἱοῦ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἁπλῶς ὁ θεός, ὅ,τι ποτέ ἐστιν, ἡ ἐνεργοῦσα θεία δύναμις καὶ ἐνέργειά ἐστιν, οὐχ ὡς ἔχων δύναμίν τε καὶ ἐνέργειαν θείαν, ἀλλ’ ὡς οὐδὲν ἄλλο παρ’ αὐτὴν ὑπάρχων, ὡς ὁ Ἀκίνδυνος ἐπὶ λέξεως καὶ τοῦτο γράφει, ἔξεισι δὲ ἐκ τοῦ υἱοῦ ἡ τοιαύτη δύναμίς τε καὶ ἐνέργεια καὶ πηγή ἐστι τούτων ὁ υἱός, ὡς καὶ τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὸν μέγαν Βασίλειον, τίς ἂν ἔτ’ ἀπαριθμήσαιτο τῶν ἐκβαινόντων ἀτόπων τὴν πληθύν;

Καὶ μὴν εἰ δύναμίς ἐστιν ὁ υἱός, οὐχ ὡς ἔχων δύναμιν, πῶς «πάντα» φέρει, κατὰ τὸν ἀπόστολον, «τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ»; Ῥῆμα δὲ εἰπών, τὴν ἀθρόαν καὶ ῥᾴστην ἔκβασιν τοῦ θείου θελήματος ὑπέδειξεν ὁ Παῦλος. «Ἡ γὰρ τοῦ Χριστοῦ θεία θέλησις», κατὰ τὸν ἱερὸν Δαμασκηνόν, «ἄναρχός ἐστι καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν».

Εἰ τοίνυν μία ἐστὶν ἡ ἄκτιστος δύναμις, καὶ αὕτη μόνος ὁ υἱός, πᾶν δὲ τὸ παρὰ ταύτην κτίσμα κατὰ τὸν Ἀκίνδυνον, ἡ τῇ παντουργῷ τοῦ Χριστοῦ θελήσει ἑπομένη δύναμις, ἄκτιστος οὖσα, ὁ υἱός ἐστιν αὐτὸς καὶ αὕτη μόνη ἄκτιστος ἐστί· λείπεται δὴ τὴν ἄναρχον καὶ παντουργὸν αὐτοῦ θέλησιν κτιστὴν ὑπάρχειν κατ’ αὐτόν. Τοῦ δὲ μεγάλου Ἀθανασίου Πρὸς Ἕλληνας εἰπόντος, «ὁ παντοδύναμος καὶ παντέλειος τοῦ πατρὸς λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, τὰ πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει», οὐχ ἕνα μόνον τοῦ υἱοῦ υἱόν, ἀλλὰ καὶ πολλοὺς ἡμᾶς εἶναι διδάξει ὁ Ἀκίνδυνος τοῦ ἑνὸς υἱοῦ υἱούς, τὰς δυνάμεις ταύτας δηλαδή, καὶ τὸ τῆς προφάσεως διαφερόντως ἀξιόλογον, ἵνα μὴ πολυθεΐᾳ περιπέσωμεν.

Οὐ γὰρ ἔχει κτιστὰς λέγειν τὰς τὸ πᾶν συνεχούσας δυνάμεις ταύτας τοῦ υἱοῦ, ἐπεὶ κἀν τοῖς ἑξῆς ὁ μέγας τὴν θείαν εἶναι πρόνοιαν τὰς τοιαύτας δείκνυσι δυνάμεις «καὶ τὰς ἀοράτους», λέγων, «δυνάμεις ὁ λόγος τοῦ θεοῦ συνέχει καὶ ζωοῖ τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προνοίᾳ».

Ἵνα τοίνυν τἄλλα μυρία ὄντα παραλίπωμεν, ἐπεὶ πολλαὶ μὲν δυνάμεις ἄκτιστοι, ὁ δὲ υἱὸς εἷς, καὶ υἱὸς μὲν υἱοῦ οὐκ ἔστιν οὐδ’ υἱοί, δυνάμεις δὲ τοῦ υἱοῦ ἄκτιστοί εἰσι, καὶ τῷ μὲν ἀνάρχῳ καὶ παντουργῷ θελήματι ἕπεται ἡ τούτου θεία δύναμις, καὶ οὐχ ἡ δύναμις μόνον ἀλλὰ καὶ ἡ θέλησις ᾗ ἕπεται ἡ δύναμις ἄκτιστός ἐστι, καὶ υἱὸς μὲν παρὰ τοῦ υἱοῦ οὐ πρόεισιν, ἡ δὲ «θεία δύναμις ἐξήρχετο παρ’ αὐτοῦ καὶ ἰᾶτο πάντας», οὐκ ἄρα ἡ ἄκτιστος δύναμις ὁ υἱός ἐστιν αὐτός, ὡς μηδὲν αὐτὸν ἕτερον ἢ ἄκτιστον δύναμιν ὑπάρχειν, καὶ τὴν δύναμιν ταύτην μόνον εἶναι τὸν υἱόν, καθάπερ ὁ Ἀκίνδυνος θεολογεῖν προήχθη, μᾶλλον δὲ καινοτομεῖν. Ὅτι δὲ καὶ κοινή ἐστι καὶ ἡ αὐτὴ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἄκτιστος δύναμις καὶ θέλησις καὶ ἐνέργεια, ὁ Δαμασκηνὸς πατὴρ πάλιν παραστήσει λέγων ἐπ’ αὐτῶν ῥημάτων, «μία καὶ ἡ αὐτή, οὐχ ὁμοία ἀλλ’ ἡ αὐτή, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος θέλησις, ἐνέργειά τε καὶ δύναμις».

Εἰ γοῦν ὁ υἱὸς αὕτη κατὰ τὸν Ἀκίνδυνον, οὐχ ὡς τὴν αὐτὴν τῷ πατρὶ δύναμιν ἔχων καὶ αὐτός, ἀλλ’ ὡς αὐτὸς ἡ δύναμις ὑπάρχων τούτων, οὐχ ὁ μόνου τοῦ πατρὸς υἱός ἐστιν, ὃν οὗτος ἄκτιστον ἐνέργειάν τε καὶ δύναμίν φησιν— οὐ γὰρ κοινὴ θέλησις καὶ δύναμις καὶ ἐνέργεια τῶν τριῶν ἐστιν ἐκεῖνος—οὐκοῦν οὐδὲ μόνος ὁ τοῦ πατρὸς υἱός ἐστι κατὰ τὸν Ἀκίνδυνον ὁ τοῦ θεοῦ υἱός. Εἰ δὲ καὶ τὸ πνεῦμα τὸν ὅμοιον τρόπον προστιθείη, καὶ τοῦθ’ ἑαυτῷ διπλασιάσας, οὐ τετράδα μόνον ἀλλὰ καὶ πεντάδα προσώπων τῇ κατ’ αὐτὸν θεολογίᾳ χαριεῖται πρὸς τῷ καὶ τὴν μίαν ἀνελεῖν θεότητα. Εἰ γὰρ μὴ κοινὴ ταῖς θείαις ὑποστάσεσι δύναμις καὶ θέλησις καὶ ἐνέργειά ἐστι κοινῶς ἐνθεωρουμένη τούτοις, ἀλλ’ οὐχ ὑφεστῶσα καθ’ αὑτήν, πῶς, κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον, «κοινὸν τοῖς τρισὶ τὸ μὴ γεγονέναι καὶ ἡ θεότης»· αὐτοῦ πάλιν λέγοντός που τῶν ἐπῶν· «τρεῖς θεοὺς καλέοιεν, ὅσους κράτος ἠὲ θέλησις ἀπ’ ἀλλήλων ἐκέασε· τῆς δ’ ἄρ’ ἐμῆς τριάδος ἓν μὲν σθένος, ἓν δὲ νόημα, ἓν κλέος, ἓν δὲ κράτος. Τῷ καὶ μονάς ἐστιν ἄρρευστος, ἁρμονίῃ θεότητος ἰῇ, μέγα κῦδος ἔχουσα»;

Ὁ δὲ Νύσσης θεῖος πρόεδρος Πρὸς Ἀβλάβιον γράφων, «τὸ θεὸς ὄνομα τοῦ θεᾶσθαι ἢ θεῖν ἢ αἴθειν, ἀλλ’ οὐχὶ τῆς θείας οὐσίας εἶναι δηλωτικὸν» εἰπών, εἶτ’ ἐπάγει, «καθὸ μὲν ἕκαστον πρόσωπον ἀπηρτισμένην ἔχει τὴν τοιαύτην ἐνέργειαν, ἀπηρτισμένον ἕξει καὶ τὸ δηλωτικὸν αὐτῆς ὄνομα, καὶ κυρίως ἔσται καὶ κληθείη θεός· καθὸ δὲ μία καὶ ἀπαράλλακτος ἐν τοῖς τρισὶν ἡ εἰρημένη ἐνέργεια, μία καὶ ἡ θεότης». Τὸ μὲν οὖν μὴ εἶναι θείαν οὐσίαν τὴν ἐνέργειαν ταύτην φανερῶς εἴρηται τῷ θεολόγῳ, τὸ δὲ μήθ’ ὑπόστασιν εἶναι ταύτην μήτε τι τῶν ὑποστατικῶν τῷ μίαν ἐν τοῖς τρισὶ καὶ ἀπαράλλακτον φάναι, φανερῶς δέδεικται, τὸ δ’ ἄκτιστον εἶναι ταύτην τὴν κοινὴν ἐνέργειαν μήτ’ οὐσίαν μήθ’ ὑπόστασιν οὖσαν μήτε τινὰ τῶν ὑποστατικῶν ἰδιοτήτων, τῷ κυρίως εἶναι ταύτην θεότητα καὶ κατ’ αὐτὴν κυρίως θεὸν καλεῖσθαι τὸν θεόν. Ὁ δ’ Ἀκίνδυνος πρὸς τὰς τῶν ἁγίων τοσαύτας καὶ τηλικαύτας φωνάς, ὥσπερ κηρῷ τὰ ὦτα βεβυσμένος, σκώπτειν καὶ διασύρειν ἡμᾶς οἰόμενος φρενοβλαβῶς, ἀλλ’ οὐκ αὐτοὺς τοὺς ἱεροὺς πατέρας, «παρὰ τίνος ἁγίου», φησί, «λαβόντες τοῦτο τιθέασι φέροντες οἱ καινοὶ θεολόγοι ἄκτιστον ἄλλην παρὰ τὴν θείαν φύσιν εἶναι κοινὴν θεότητα καὶ δύναμιν καὶ ἐνέργειαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος;».

Ὁ δὲ θεοφάντωρ Γρηγόριος πρὸς τὸν Εὐνόμιον, ὡς πρὸς Ἀκίνδυνον ἄλλον γράφων, πάλιν φησί, «συμφυές ἐστιν ἀξίωμα τῷ θεῷ αὐτὴ ἡ θεότης, ἡ σοφία, ἡ δύναμις ἅπερ πάντα καὶ τῷ μονογενεῖ υἱῷ κυρίως καὶ συμφυῶς ἐνθεωρεῖσθαι φαμέν».

Τῶν ἀριδηλοτάτων οὖν, ὡς οὐδ’ ὑποστατικαὶ ἰδιότητές εἰσιν ἡ ἄκτιστος δύναμις καὶ ἡ ἐνέργεια οὐδὲ μόνος οὕτω δύναμις καὶ ἐνέργεια καλεῖται ὁ υἱός, ἐπεὶ καὶ πρὸς Ἰουδαίους ἔλεγεν ὁ κύριος «ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως», δηλονότι τοῦ πατρός, πρὸς δὲ τοὺς οἰκείους μαθητάς, «μείνατε ἐν Ἰερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους», δηλαδὴ τὸ πνεῦμα τὸ ἅγιον. Διὸ καὶ ὁ θεῖος Μάξιμος πρὸς τοὺς πάλαι ποτὲ τοῦτ’ αὐτὸ λέγοντας αἱρετικούς, «τίς», φησίν, «ὑποστατικὴν ἐνέργειαν εἴρηκέ ποτε καὶ πόθεν τοῦτο καὶ παρὰ τίνος λαβόντες προφέρουσιν;». Ὁ δὲ μέγας Ἀθανάσιος δύναμιν εἰπὼν τὸ πνεῦμα τὸ ἅγιον, εἶτ’ ἐπάγει, «κατὰ κοινολογίαν δὲ τῆς θεολογίας λέγεται δύναμις καὶ ὁ υἱός». Ὅτι δὲ εἰ καὶ κοινὴ τῶν τριῶν ἐστιν ἡ ἄκτιστος δύναμις καὶ ἡ ἐνέργεια, ἀλλ’ οὐκ ἔστι φύσις αὕτη τῶν τριῶν καὶ αὐτὸς ἐδίδαξεν.

Οὐ γὰρ μόνον μίαν λέγει τῶν τριῶν τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τἄλλα πάντα, ἀλλὰ καὶ περὶ τὴν οὐσίαν εἶναι λέγει ταῦτα, καὶ ἀπαγορεύει τούτων ἕκαστον οὐσίαν λέγεσθαι. Ὁ δ’ ἀθέσμως σχίσας καὶ πρὸς ἑαυτὴν ἐκπολεμώσας τὴν τῶν ἁγίων θεολογίαν Ἀκίνδυνος, εἰς κτίσμα κατασπῶν τὰς κοινὰς δυνάμεις τε καὶ ἐνεργείας τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ πρὸς ἡμᾶς ἀκτίστους εἶναι ταύτας ἰσχυριζομένους ἀντικείμενος, «μὴ εἶναί» φησι «κοινὴν τῆς ἁγίας τριάδος ἄκτιστον σοφίαν καὶ ζωὴν καὶ ἀγαθότητα καὶ δύναμιν καὶ ἐνέργειαν καὶ τὰ τοιαῦτα, τῆς θείας φύσεως ὁπωσοῦν διαφέροντα». Καὶ τὴν τοιαύτην δυσσεβῆ καινοτομίαν πειρώμενος κατασκευάζειν παράγει δῆθεν καὶ μαρτυρίας πατερικάς, ὡς οὐδὲν τῷ θεῷ συναΐδιον καὶ ὅτι πάντων προνοητὴς καὶ δημιουργὸς ὁ θεός, ὁ μόνος ἄκτιστος, καὶ οὐδὲν ἄλλο προαιώνιον πλὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ πολλ’ ἕτερα τοιαῦτα συνείρων ἀνοήτως. Πῶς γὰρ οὐκ ἐσχάτης ἀνοίας ἅμα τε καὶ δυσσεβείας μὴ πρὸς τὰ κτίσματα νομίζειν εἶναι ταύτην τὴν ἀντιδιαστολήν, ἀλλὰ πρὸς τὰ φυσικῶς προσόντα τῷ θεῷ, ὧν οὐδὲν πρόσφατον οὐδ’ ἐπίκτητον οὐδ’ ἐκτός ἐστιν αὐτοῦ;