Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Γ΄, Κεφάλαια 12-17: Το άκτιστο φως της Μεταμορφώσεως έναντι των παρερμηνειών

Διάκριση μεταξύ του αμέθεκτου της ουσίας και της προελεύσεως της άκτιστης ενέργειας από το Άγιο Πνεύμα, και συστηματική ανασκευή των ισχυρισμών του Ακινδύνου περί του φωτός του Θαβώρ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 21

Κεφ. ιβʹ. Ἑτέρα ῥῆσις Ἀκινδύνου μετὰ τῆς αὐτῆς μαρτυρίας, παρ’ ὧν ἀναφαίνεται διατεινόμενος μηδὲ δύνασθαι τοῖς ἁγίοις ὁμοφρονῆσαί ποτε. Ἀλλὰ κἀν τῇ πρὸς τὴν σύνοδον αὐτῷ πεπλασμένῃ ὁμιλίᾳ τεμάχιόν τι τῆς τοῦ μεγάλου ταύτης ῥήσεως προενεγκών, οὐσίαν ἐντεῦθεν ἐκεῖ κατασκευάζειν ἐγχειρεῖ τὴν ἄκτιστον ἐνέργειαν γράφων· «ἐπειδή, κατὰ τὸν μέγαν Βασίλειον, ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν τῇ οὐσίᾳ λόγον ἐπιδέχεται ἡ ἐνέργεια, οὐ δυνάμεθα τὴν φυσικὴν τοῦ θεοῦ ἐνέργειαν ἄλλο τι φρονῆσαι τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως· ἀλλ’ οὐδὲ τῆς θείας οὐσίας ταύτης διαφέρον ὁπωσοῦν φῶς ἄκτιστον καὶ τῷ θεῷ συναΐδιον, ἢ δόξαν ἢ χάριν ἢ ἔλλαμψιν»· μηδὲ κοινῇ τῆς χορείας τῶν θεοσεβῶν ἁπάντων ἐπ’ ἐκκλησίας ᾀδόντων ὡς ἔοικεν ἀκηκοώς ποτε· «Ἡ φυσικὴν συναΐδιον δόξαν προβαλλομένη μοναρχικωτάτη τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγὴν τὴν τρισήλιον»· καὶ πάλιν, «Τὸ σέλας, τρισήλιε, τῆς οὐσιώδους αἴγλης σου, λάμψον ἑνιαία μοι θεότης, ἄκτιστε φύσις καὶ φωτουργέ, καὶ πηγὴ πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι τὸ σὸν κάλλος τὸ ἄρρητον»· καὶ πάλιν, «Ἐν ἀφάτῳ πελάγει χρηστότητος τὴν ἀπερινόητον τῆς σῆς ἐλλάμψεως καὶ τριλαμποῦς θεότητος φωτοδότιδα αἴγλην μοι βράβευσον».

Ἐπὶ τοσοῦτο, φεῦ, ἀπεσχοίνισται τῆς τῶν θεοσεβῶν χορείας τε καὶ συναυλίας Ἀκίνδυνος, ὡς μηδὲ δύνασθαι φάσκειν συνελθεῖν εἰς ἕν ποτε καὶ τὴν αὐτὴν δόξαν ἐσχηκέναι καὶ συνεύξασθαι τοῖς θεοφόροις, οἳ τὸ μὲν σέλας τῆς οὐσιώδους ἐκείνης αἴγλης καὶ τὴν δόξαν ἐκείνην ἰδεῖν εὔχεσθαι τοῖς εὐσεβέσιν ἔργῳ παρῄνεσαν, τῆς δ’ οὐσίας, ἧς ἡ δόξα καὶ ἡ λαμπρότης ἐκείνη, μηδ’ ἴχνος ἐκφαίνεσθαί ποτε τοῖς μετ’ αὐτὴν ὑπὸ τοῦ πνεύματος αὐτοὶ μυηθέντες ἐμυσταγώγησαν.

Κεφ. ιγʹ. Παράστασις ὅτι τὰ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον οὐ πάντῃ τε καὶ πάντως ἓν καὶ ὅτι μὴ μόνον τὸν αὐτὸν ἐπιδέχεται λόγον τῇ ἀκτίστῳ ἐνεργείᾳ ἡ ἄκτιστος οὐσία, ἀλλὰ καὶ οὐ τὸν αὐτὸν κατὰ τὸν μέγαν Βασίλειον· ἐν ᾧ καὶ πολυειδὴς ἀνασκευὴ πάσης τῆς Ἀκινδύνου κακονοίας. «Καὶ πῶς», φησίν, «ὁ μέγας εἶπε Βασίλειος, ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τῇ οὐσίᾳ τὴν ἐνέργειαν;». Ἡμεῖς δ’ ἀντερωτήσωμεν τὸν ὑπὲρ τοῦ μηδὲν διαφέρειν δεῖξαι τῆς οὐσίας τὴν ἐνέργειαν τοῦτο προβαλλόμενον· τὰ τὸν αὐτὸν ἀλλήλοις ἐπιδεχόμενα λόγον δύο ἐστὶν ἢ ἁπλῶς ἕν; Εἰ μὲν γὰρ ἕν, πῶς καὶ τίσιν ἀλλήλοις ἐρεῖ τις ταυτά, τὸ πάντῃ τε καὶ πάντως ἕν; Εἰ δὲ μὴ ἓν πάντῃ, καὶ γὰρ τὰ τῷ αὐτῷ ταυτὰ καὶ ἀλλήλοις ὄντα ταυτά, οὐ δύο μόνον ἀλλὰ καὶ πλείω ἐστί, ταυτά γε ὄντα καὶ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον. Εἰ τοίνυν πλείω τοῦ ἑνὸς τὰ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον, πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς, καὶ ταῦτα τῶν θείων πατέρων ἀποφαινομένων, ἀριθμὸν εὑρεῖν χωρὶς διαφορᾶς μηδαμῶς ἐνδέχεσθαι;

Καὶ μὴν τὰ συνώνυμα πάντα τὸν αὐτὸν ἐπιδέχεται λόγον, πολλὰ δὲ καὶ οὐχ ἓν τὰ συνώνυμα. Καὶ γὰρ ἐγώ τε καὶ σὺ τῶν συνωνύμων ἐσμὲν ὡς ἄνθρωποι καὶ τὸν αὐτὸν κατὰ τοῦτ’ ἐπιδεχόμεθα λόγον, ἀλλὰ δύο ἄνθρωποι καὶ οὐχ εἷς ἐσμεν. Εἰ δὲ τὸν ἄνθρωπον φαίης καὶ σοῦ μόνου συνωνύμως κατηγορεῖσθαι καὶ οὕτως ὡς σοῦ διαφέροντός πως πρὸς ἐκεῖνον ἐρεῖς—οὐ γὰρ οὐσία σὺ μόνον κἂν ὁριζόμενος προσθῇς τὰ ἰδίως σοι προσόντα παρὰ τὴν κοινὴν φύσιν—, δείξεις εὐθὺς μὴ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον σὲ καὶ τὸν ἄνθρωπον. Οὕτω κἀπὶ τῶν μὴ συνωνύμων ἔσθ’ ὅτε τρόπον ἕτερον ἀμφότερα εὑρεθήσεται.

Ταῦτ’ ἄρα καὶ ὁ μέγας Βασίλειος Πρὸς Εὐστάθιον γράφων, μὴ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαί φησι τῇ θείᾳ οὐσίᾳ τὴν θείαν ἐνέργειαν· εἰπὼν γὰρ ὅτι «ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον» καὶ δείξας ἐντεῦθεν τὴν διαφορὰν τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν— τὸ γὰρ δεικνύον διενήνοχε τοῦ δεικνυμένου—καὶ προσθεὶς ὡς «οὐ φύσιν σημαίνει τὸ τῆς θεότητος ὄνομα, ἀλλὰ τῆς ἐποπτικῆς καὶ ἐνεργητικῆς ἐξουσίας ἔνδειξιν ἡ προσηγορία φέρει», κἀντεῦθεν μὴ μόνον τὴν διαφορὰν παραστήσας τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν, ἀλλὰ καὶ τὴν διαφέρουσαν τῆς θείας οὐσίας ταύτην ἐνέργειαν ἄκτιστον οὖσαν ἐπιδείξας σαφῶς· πῶς γὰρ οὐκ ἄκτιστος ἡ ἐποπτικὴ καὶ ἐνεργητικὴ τοῦ θεοῦ ἐξουσία; Πρὸς δὲ τούτοις καὶ τὴν ἀπαρίθμησιν τῶν ἀκτίστων τοῦ θεοῦ ἐνεργειῶν προσθείς, «εὐεργέτην γάρ», φησί, «καὶ κριτὴν ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα», κἀντεῦθεν πάλιν οὐκ ἐπιδείξας ἁπλῶς ἀλλὰ καὶ ἀποδείξας διενηνοχέναι τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν.

Ἡ μὲν γὰρ οὐ μία μόνον, ὡς ἀρχόμενος οὗτος ἔδειξε τοῦ λόγου, ἀλλὰ καὶ πολλαὶ ὡς διὰ τῆς ἀπαριθμήσεως ἐνταῦθ’ ὑπέδειξεν, ἡ δὲ τοῦ θεοῦ οὐσία τοῦ ἑνιαίου πάντῃ τε καὶ πάντως ἔχεται πληθυντικῶς μηδέποτε προαγομένη μηδὲ διαιρουμένη κατὰ μηδένα τρόπον. Οὐ πολλαὶ δὲ μόνον αἱ θεῖαι ἐνέργειαι, ἀλλὰ καὶ πρὸς ἀλλήλας διαφέρουσαι· «ἐνεργειῶν γάρ», φησί, «διαφορὰς ἐδιδάχθημεν»· αἱ δὲ πρὸς ἀλλήλας διαφέρουσαι, καὶ τῆς μιᾶς οὐσίας ἐξ ἀνάγκης διενηνόχασι· τὰ γὰρ μὴ διαφέροντα πρὸς ἓν οὐκ ἔνι πρὸς ἄλληλα διαφορὰν κεκτῆσθαι.

Δείξας οὖν ἐκ τούτων διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν ἐπάγει προσκατασκευάζων ἔτι τὴν πρὸς ἀλλήλας αὐτῶν διαφοράν· «ὅταν γὰρ ἀποδιδῶ τις λόγον ἑκάστου τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον· ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος».

Ὁρᾷς ἐναργεστάτην τὴν διαφορὰν τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν καὶ ὡς οὐ τὸν αὐτὸν αὗται διὰ πάντων ἐπιδέχονται λόγον; Ἡ μὲν γὰρ πρὸς τοῖς ἄλλοις καὶ ὑπὸ τῶν θείων ὀνομάτων δείκνυται τίς ποτέ ἐστιν, εἰ καὶ ἀμυδρῶς, καὶ τὴν θείαν οὐσίαν ἅτε γνωριμωτέρα ταύτης, ὡς ἔστι μόνον ὑποδείκνυσιν· ἡ δὲ τοῦ θεοῦ οὐσία οὔθ’ ὑπὸ τῶν ὀνομάτων ὅλως δείκνυται, καὶ διὰ τῆς ἐνεργείας μόνης ὑποδείκνυται. Φυλαττόμενος δ’ ὁ μέγας ἔτι τὰς παρακεκινδυνευμένας ὄντως ἐρεσχελίας τῶν οἷος Ἀκίνδυνος— ῥᾳδίως γὰρ ἂν οἱ τοιοῦτοι φαῖεν τῶν ψιλῶν ὀνομάτων φάναι τὸν μέγαν διαφόρους εἶναι τοὺς λόγους—ἐπάγει δεικνὺς ὡς οὐ περὶ τῶν ὀνομάτων ἁπλῶς, ἀλλὰ περὶ τῆς σημασίας αὐτῷ τῶν ὀνομάτων ὁ λόγος· «οὐκοῦν ἄλλο μὲν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων», διὰ τοῦ «τινὸς» κἀνταῦθα τὸ καὶ πολλὰς εἶναι τὰς θείας ἐνεργείας αὖθις καὶ διαφορὰν ἔχειν πρὸς ἀλλήλας δεικνύς, ἅτε τῶν ἔξωθεν πάντων οὔσας ἀπεργαστικάς, οὐ πολλῶν μόνον ἀλλὰ καὶ διαφόρων ὄντων. ᾟ μὲν οὖν διενηνόχασιν ἀλλήλων ἥ τε θεία οὐσία καὶ ἡ θεία ἐνέργεια, οὐ τὸν αὐτὸν ἐπιδέχονται λόγον· ᾗ δὲ μὴ διενηνόχασιν ἀλλήλων, τὸν αὐτὸν ἐπιδέχονται λόγον. Τίνα δὴ ταῦτα; Δεῖ γὰρ καὶ ταῦτ’ ἐξ ὀλίγων δεῖξαι.

Κοινή ἐστιν ἡ θεία οὐσία καὶ ἡ αὐτὴ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Κοινή ἐστι καὶ ἡ αὐτὴ τούτων καὶ ἡ θεία ἐνέργεια. Ἄκτιστος ἡ οὐσία, ἄκτιστος καὶ ἡ ἐνέργεια. Ἀσώματος ἡ οὐσία, ἀσώματος καὶ ἡ ἐνέργεια.

Κατὰ δὴ τὰ τοιαῦτα τὸν αὐτὸν ἐπιδέχεται λόγον τῇ θείᾳ οὐσίᾳ ἡ θεία ἐνέργεια. Κοινὸν αὐταῖς καὶ τὸ αὐτόθεν ἔχειν πρὸς ἀλλήλας τὴν ἕνωσιν· οὐ γὰρ ὦπταί ποτέ τις τούτων τῆς ἑτέρας ἔρημος. Τό γε μὴν καθ’ ἃ διενηνόχασι μὴ τὸν αὐτὸν ἀλλήλαις ἐπιδέχεσθαι λόγον καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ἐν τοῖς Πρὸς Εὐνόμιον διὰ πολλῶν ἀποδείκνυσιν, ἅμα καὶ προσμαρτυρῶν τῆς Εὐνομίου παραφορᾶς εἶναι τὸν αὐτὸν λέγειν κατὰ πάντα λόγον ἐπιδέχεσθαι τῇ ἀκτίστῳ οὐσίᾳ τὴν ἄκτιστον ἐνέργειαν, ὡς μηδεμίαν ἐχούσας πρὸς ἀλλήλας διαφοράν. Ὁ δὲ μέγας Βασίλειος, κἀνταῦθα τῶν λόγων, οὗ τὸν αὐτὸν ἔφη λόγον τῆς ἐνεργείας εἶναι καὶ τῆς οὐσίας, καὶ τὸ πρὸς ἀλλήλας τούτων διάφορον ἐπιδείκνυσι.

Καὶ τοίνυν οἱ λέγοντες τὰ κτίσματα εἶναι τὰς ἐνεργείας τοῦ θεοῦ λέγοντος ἀκουέτωσαν αὐτοῦ, «μὴ ὡς ἐνέργειαν ἐκ τοῦ πνεύματος εἶναι τὸ σῶμα τοῦ Χριστοῦ, ἐπειδήπερ ἐστὶ κτιστόν». Οὐδὲν ἄρα κτιστὸν ἐνέργειά ἐστι θεία· τῶν γὰρ θείων ἐνεργειῶν ἀποτελέσματά ἐστι τὰ κτίσματα. Ἀλλὰ καὶ τὴν ἄκτιστον ἐνέργειαν ἐκ τῆς οὐσίας εἶναι μεμυήμεθα, τὴν δ’ ἄκτιστον οὐσίαν οὐδείς ποτ’ εἶπεν ἐκ τῆς ἐνεργείας. Οὐκ ἄρα ταυτὸν παντάπασιν ἐπὶ θεοῦ οὐσία καὶ ἐνέργεια. Δεικνὺς δὴ ποσαχῶς τὰ ἐκ τοῦ πνεύματος ὁ μέγας τὴν ἐνέργειαν τοῦ πνεύματος διέστειλέ τε τῶν δημιουργικῶς ἐξ αὐτοῦ προαγομένων καὶ φυσικῶς εἶναι ἐκ τοῦ πνεύματος ἐδίδαξεν, ὡς κἀν τῷ προτέρῳ λόγῳ προηνέγκαμεν αὐτὸν εἰπόντα πηγάζειν ἐκ τοῦ πνεύματος τὰς ἀϊδίως αὐτῷ προσούσας ἐνεργείας.

Ἐπεὶ τοίνυν ἐκ τοῦ πνεύματος εἶναι κἀνταῦθα τὴν ἄκτιστον ἐνέργειαν ἔφη, διαφορὰν σαφῶς ὑπέδειξε τῆς θείας ἐνεργείας πρὸς τὴν θείαν φύσιν. Ἡ γὰρ θεία φύσις οὐκ ἔστιν ἐκ τοῦ πνεύματος. Κἀντεῦθεν δὴ καὶ πρὸς αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον διαφορά τις οὖσα δείκνυται τῆς ἀκτίστου ἐνεργείας ταύτης. Ἐπὶ γὰρ τῶν παντάπασιν ἀδιαφόρων οὐδέποτ’ ἂν εἴποι τις ἐκ θατέρου θάτερον· οὐδὲ γὰρ ἐκ τοῦ μέροπος εἶναι τὸν ἄνθρωπον φαμὲν οὐδ’ ἐπὶ τοῦ θεοῦ τὴν οὐσίαν ἐκ τῆς φύσεως.

Καλεῖται μέντοι καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐνέργειά τε καὶ δύναμις, ἀλλ’ ὡς δυνάμεις τε καὶ ἐνεργείας ἔχον· κατ’ οὐσίαν γὰρ ἀνώνυμόν ἐστιν ὡς ὑπερώνυμον. Διὸ καὶ συνυπακουόμενον ἢ καὶ συνεκφωνούμενον ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ὅταν δύναμις ἢ ἐνέργεια καλῆται, τὸ ἐνυπόστατον. Καθάπερ καὶ ὁ τὰ πάντ’ ἠκριβωμένος οὗτος ἐνταῦθα μικρὸν ἀνωτέρω «δύναμις», φησίν, «ἁγιαστικὴ τὸ πνεῦμα τὸ ἅγιον, ἐνούσιος, ἐνύπαρκτος, ἐνυπόστατος»· τὰς δ’ ἐκ τοῦ πνεύματος πάσας ἐνεργείας οὐκ ἐνυποστάτους ὑπάρχειν ἐν τοῖς Περὶ τοῦ πνεύματος ἀπεφήνατο. Δι’ οὗ καὶ τῶν κτισμάτων αὖθις δῆλός ἐστι ταύτας διαστείλας· ἐνυπόστατα γὰρ τὰ ἐκ τοῦ πνεύματος ὡς κτίσματα. Πεποιωμένας γὰρ οὐσίας ὁ θεὸς ἐδημιούργησεν. Ἀλλὰ καὶ τὸν υἱὸν ὁ μέγας Βασίλειος, ὡς ἐν τῷ Πρὸς Ἀκίνδυνον πρώτῳ λόγῳ προϋπεδείξαμεν, φανερῶς ἀπηγόρευσεν ἐνέργειαν εἶναι· τοῖς δ’ ἐκεῖ γεγραμμένοις χρήσαιτ’ ἄν τις ἀκολούθως καὶ περὶ τοῦ πνεύματος.

Ἐνταῦθα μέντοι μὴ μόνον ἐκ τοῦ πνεύματος εἶπεν εἶναι τὴν ἄκτιστον ἐνέργειαν, ἀλλὰ καὶ φυσικῶς εἶναι ἐκ τοῦ πνεύματος· τὰ δὲ φυσικὰ καὶ σύνεστιν ἀεὶ τῇ φύσει, παρ’ ἧς τὸ εἶναι ἔχει, καὶ φύσις οὐκ εἰσίν· ἀλλ’ ὡς μὲν ἀχωρίστως σύνεστι, τῶν πᾶσιν ἀνωμολογημένων, ὅτι δὲ πρὸς τῷ διενηνοχέναι κἀπὶ τοῦ θεοῦ τῆς φύσεως τὰ φυσικὰ καὶ σύνθεσιν οὐδεμίαν ἐμποιεῖ, φθάσαντες ἐν τῷ πρὸ τούτου λόγῳ τελευτῶντι διελάβομεν, συνεπιμαρτυρούντων ἡμῖν τῶν ἱερῶν θεολόγων, καὶ τῆς Ἑλλήνων παρανοίας εἶναι καὶ τῆς Εὐνομίου κακονοίας ἐκ τῶν τοιούτων ἐπὶ τοῦ θεοῦ σύνθεσιν φαντάζεσθαι.

Νῦν δ’ ἡμῖν καὶ τὰ ὑποστατικὰ πρὸς παράστασιν ἀρκέσει. Καθάπερ γὰρ ἐκεῖνα πολλά τε περὶ ἑκάστην τῶν θείων ὑποστάσεών ἐστι καὶ ὑπόστασις ἕκαστον αὐτῶν οὐκ ἔστιν, ἀλλὰ χαρακτηριστικὰ ἰδιώματα τῆς ὑποστάσεως ἑκάστης ἐστὶ καὶ σύνθεσιν οὐδεμίαν ἐμποιεῖ, τὸν ἴσον τρόπον καὶ τὰ φυσικὰ ἰδιώματα πρόσεστι τῇ θείᾳ φύσει καὶ τούτων ἕκαστον φύσις οὐκ ἔστιν, ἀλλὰ χαρακτηριστικὰ τῆς φύσεως, καὶ σύνθεσιν οὐδεμίαν ἐνεργάζεται τῇ θείᾳ φύσει, κἂν εἰ διενήνοχεν αὐτῆς.

Ἐπεὶ δὲ καὶ ἡ ἐνέργεια τῶν περὶ τὸν θεὸν φυσικῶς θεωρουμένων κοινὸν ὄνομα σχεδόν ἐστι, διὸ καὶ πολλὰς θείας ἐνεργείας λέγειν ἐδιδάχθημεν, καὶ ὡς παντοδύναμον τοῦτον ἀνυμνοῦμεν, σκεπτέον ἂν εἴη καὶ τὰς θείας ἐνεργείας ταύτας εἰ μὴ διενηνόχασιν ἀλλήλων. Εἰ γὰρ διαφέρουσιν, ὥσπερ οὖν καὶ διαφέρουσι, καθάπερ ὅ τε μέγας Βασίλειος ἀριδήλως μικρὸν ἀνωτέρω προϋπέδειξε καὶ πᾶς τις νοῦν ἔχων συνορᾷ—οὐ γὰρ ὅσα δύναται καὶ βούλεται τὸ πνεῦμα τὸ ἅγιον οὐδ’ ὅσα δημιουργικῶς προάγει πάντα καὶ ζωοποιεῖ οὐδ’ ὅσα θεᾶται καὶ θεοποιεῖ—πῶς τῶν πρὸς ἄλληλα διαφερόντων τούτων ἕκαστον, ἡ δύναμις, ἡ θέλησις, ἡ πρόγνωσις, ἡ θέωσις καὶ τἄλλα πάντα, πρὸς ἓν τὸ θεῖον πνεῦμα ἢ τὴν θείαν φύσιν οὐδεμίαν ἔχουσι διαφοράν;

Ἆρ’ οὐ κατὰ διάνοιαν ὁ Ἀκίνδυνος ἀμβλυωπῶν ὡς ἓν ὁρᾷ πάντῃ τὰ διαφέροντα πρὸς ἄλληλα καὶ τοὺς ὑγιῶς ὁρῶντας ὑπ’ ἀπονοίας ἄκρας ποδηγεῖν καὶ διδάσκειν ἀξιοῖ καὶ μάρτυρας ὑπ’ ἀναισθησίας παντελοῦς προβάλλεται τοὺς αὐτοῦ καταμαρτυροῦντας προφανῶς; Ἀλλ’ αἰσχυνέσθω μὲν ἐκεῖνος οὕτω καὶ διὰ τῶν ὑπ’ αὐτοῦ προτεινομένων, ἡμεῖς δὲ τὰ ἑξῆς τῶν Περὶ ἐνεργείας αὐτῷ συγγεγραμμένων ἐν τοῖς ἐπιστολιμαίοις λόγοις ἀπελέγξαντες, μικρὸν ἀρτίως τὸν ἡμέτερον τουτονὶ λόγον ἐπαναλαβόντες, τοῖς ἑξῆς τῶν προκειμένων συνάψωμεν αὐτόν.

Κεφ. ιδʹ. Ἰσχυρὰ παράστασις διὰ πλειόνων ὅτι τῆς ἀκτίστου ἐνεργείας τοῦ θεοῦ, ἀλλ’ οὐχὶ τῆς οὐσίας μετέχουσιν οἱ ἅγιοι. Ἐπεὶ γὰρ ὁ θεός ἐστιν ἡ δύναμις καὶ ἡ χάρις, ὡς καὶ αὐτός φησιν ὁ Ἀκίνδυνος, ἣν ἐνεδύσαντο οἱ θεῖοι ἀπόστολοι καὶ ἡ χάρις ἣν ὑποδέχονται πάντες οἱ κατὰ τὸν μυστικὸν λουτῆρα τῆς παλιγγενεσίας ἀναγεννηθέντες δι’ ὕδατος καὶ πνεύματος, αὐτῷ τῷ θεῷ πάντως ἥνωνται, ὡς ἓν γενέσθαι μετ’ αὐτοῦ· ἐπεὶ καὶ «ὁ κολλώμενος τῷ κυρίῳ» κατὰ τὸν ἀπόστολον «ἓν πνεῦμά ἐστι». Κατὰ τί οὖν μετὰ τοῦ θεοῦ γεγόνασιν ἕν; Ἆρα κατὰ τὴν οὐσίαν; Καὶ πῶς οὐχὶ καὶ τοὺς Μονοφυσίτας ὁ τοῦτο λέγων ὑπερβαλεῖται τῇ δυσσεβείᾳ περιφανῶς; Ἀλλὰ κατὰ τὴν ὑπόστασιν ἥνωνται, ὡς μίαν εἶναι τὴν αὐτῶν καὶ τοῦ θεοῦ ὑπόστασιν; Ἀλλὰ πρῶτον μὲν συναλοιφὴ γένοιτ’ ἂν Σαβέλλιος ἐπὶ θεοῦ, συνιουσῶν εἰς μίαν τῶν τριῶν θείων ὑποστάσεων. Οὐ γὰρ τῷ υἱῷ μόνον ἀλλὰ καὶ τῷ πατρὶ καὶ τῷ πνεύματι οἱ ἅγιοι ἑνοῦνται καὶ αὐτὴν τὴν ἐν τρισὶν ὑποστάσεσι προσκυνουμένην ἐνδύονται δύναμιν. Πρὸς δὲ τούτῳ καὶ ἡ καθ’ ὑπόστασιν ἕνωσις μόνου τοῦ μόνου Χριστοῦ. Τοιγαροῦν, εἰ ἑνοῦνται μὲν τῷ θεῷ οἱ τῆς ἑνώσεως ἄξιοι ὡς ἓν εἶναι πνεῦμα μετ’ αὐτοῦ, μήτε δὲ κατ’ οὐσίαν μήτε καθ’ ὑπόστασιν—δυσσεβῆ γὰρ ἄμφω προαπέδειξεν ὁ λόγος—, λείπεται πάντως κατ’ ἐνέργειαν ἑνοῦσθαι καὶ χάριν τὴν ἄκτιστον.

Ταῦτ’ ἄρα καὶ ὁ θεῖος Μάξιμος «ταυτὸ τοὺς ἁγίους εἶναι», φάσκει «κατὰ τὴν χάριν τῷ υἱῷ τοῦ θεοῦ μᾶλλον ἢ ἀφομοίωμα»· καὶ ἀλλαχοῦ πάλιν, «μίαν εἶναι τὴν ἐνέργειαν τοῦ θεοῦ καὶ τῶν ἀξίων αὐτοῦ». Αὕτη τοιγαροῦν ἐστιν ἡ ἄκτιστος χάρις, ἡ ἐκ τοῦ ἀκτίστου θεοῦ, δι’ ἣν καὶ τὴν τῶν ἁγίων ἀξίαν ὁ αὐτὸς ἄναρχον ἀλλαχοῦ προσηγόρευσεν, ἧς εὐμοιρήσας μαρτυρεῖται καὶ αὐτὸς παρὰ τοῦ θεολήπτου μουσικοῦ Δαμασκηνοῦ, ψάλλοντος αὐτῷ· «Ζωηφόρον αἴγλην ἐκ μιᾶς θεότητος τρισυποστάτου δεδεγμένος, ὤφθης τοῖς ἐν σκότει ἥλιος καὶ πλανωμένοις».

Ὁ δὲ πολὺς ἐν θεολογίᾳ Γρηγόριος «Χριστός», φησί, «διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Ποῦ εἰσιν οἱ κατ’ οὐσίαν καὶ ἐνέργειαν ἰσχυριζόμενοι τὰ πάντα μετέχειν τοῦ θεοῦ; Τοῦ περιφανεστάτου τῶν μετὰ τοὺς ἁγίους ἀποστόλους θεολόγων ἀκουέτωσαν, ὡς κατὰ τοῦτον τὸν τρόπον οὐχ ὅλου τοῦ θεοῦ μετέχουσιν οὐδ’ αὐτοὶ οἱ ἅγιοι· μόνου γὰρ τοῦτο τοῦ μόνου Χριστοῦ παρουσίᾳ ὅλου τοῦ χρίοντος ἁγιάζεσθαι τῶν δ’ ἄλλων ἕκαστος, τῆς ἐνεργείας μόνης μετέχων, οὕτως ἐνδύεται τὴν δύναμιν ἐκείνην καὶ οὕτω κτᾶται θεόν. Ὁ δ’ Ἀκίνδυνος ποτὲ μὲν τὴν οὐσίαν εἶναι λέγει ταύτην τοῦ θεοῦ, ποτὲ δὲ καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, ἔσθ’ ὅτε δὲ καὶ τὰς ὑποστάσεις αὐτάς. Ἄλλοτε δέ, ὢ τῆς ἀνακολούθου καὶ παντόλμου λέσχης, κτιστὴν αὐτὴν ἀποφαίνεται καὶ τοὺς ἄκτιστον αὐτὴν φρονοῦντας τῶν εὐσεβῶς φρονούντων ἀποδιΐστησιν.

Ἀλλὰ τίς ἀπόδειξις ὅτι θεὸς ἀληθὴς ὁ Χριστός, εἰ κτιστὴν ἡμῖν ἐπαγγέλλεται καὶ δωρεῖται τὴν χάριν; Καὶ ἡμεῖς γὰρ ἀλλήλοις ἀντιδιδόαμεν κτιστὴν σοφίαν καὶ παιδείαν καὶ ἀρετὴν καὶ δῶρα πρὸς εὐπρέπειάν τε καὶ χρείαν πλεῖσθ’ ἕτερα καὶ πολὺ συμβαλλόμενα. «Μετόχων δὲ Χριστοῦ καὶ μετόχων θεοῦ λεγομένων ἡμῶν δείκνυται τὸ ἐν ἡμῖν χρῖσμα καὶ ἡ σφραγίς, τουτέστιν ἡ θεοποιὸς χάρις τοῦ πνεύματος καὶ ἐνέργεια μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως», ὡς Ἀθανάσιος αὖθις ὁ μέγας ἐθεολόγησεν. Εἰ δ’ αὕτη κατὰ τὸν Ἀκίνδυνον τῶν γενητῶν ἕν, ἀκολούθως ἂν ἔχοι πάντως ἀντιστρέψαντα φάναι τοῦ ἐν ἡμῖν χρίσματος καὶ τῆς σφραγῖδος τῆς τῶν γενητῶν οὔσης φύσεως, μέτοχοι Χριστοῦ καὶ μέτοχοι θεοῦ, κατὰ τὸ Ἀκινδύνῳ δοκοῦν, ἥκιστά ἐσμεν. Ἀλλ’ οὐκ ἔστι κτίσμα τὸ χρῖσμα τῶν ἀπὸ Χριστοῦ καλουμένων καὶ τὴν κλῆσιν ἐπαληθεύουσαν κεκτημένων. Ἄπαγε· «καὶ γὰρ οὐδὲν κτίσμα μεθεκτόν ἐστι τῇ λογικῇ ψυχῇ», κατὰ τὸν μέγαν Βασίλειον, «ὡς ἐνοικίζεσθαι αὐτῇ οὐσιωδῶς», τουτέστι δι’ αὐτῆς διήκειν τῆς οὐσίας αὐτῆς, «τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐνοικίζεται αὐτῇ». Τοῦτο γὰρ κατὰ τὴν Σολομῶντος σοφίαν «χωρεῖ διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων».

Τοῦτο τοίνυν ἐστὶ τὸ κατὰ τὴν θεουργὸν χάριν σφραγισάμενον ἡμᾶς εἰς ἡμέραν ἀπολυτρώσεως, καθ’ ἣν «νικηθέντων τῇ ὑπερβολῇ τῆς θεϊκῆς δόξης τῶν φυσικῶν γνωρισμάτων», δικαίως ἂν ἀπ’ ἐκείνης ὅσα ἐκείνη κληθείημεν, εἰ μὴ διὰ τὴν ἐνταῦθα νῦν ῥαθυμίαν τοῦ βίου ταύτης, φεῦ, ἀθλίως τηνικαῦτα διαζευχθείημεν.

Ὁ δὲ τὸ φῶς τῆς θεότητος, καὶ ταῦτ’ ἐπ’ ὄρους λάμψαν ἀπὸ τοῦ ἑνὸς τῆς ἀνωτάτω τριάδος, κτιστόν, βαβαὶ τῆς ἀναιδείας, ἀποφηνάμενος εἶναι πῶς ἄν τι τῶν ἄλλως ἀκτίστων λεγομένων ἀνεπηρέαστον εἴασεν; Ὃς καίτοι τοσαῦτα κατ’ ἐκείνου θρασυστομήσας καὶ τοσαῦτα βλασφημήσας εἰς τοῦτο καὶ τὸ σύμβολον τῆς εὐσεβείας καὶ τὰς εὐαγγελικὰς φωνὰς ἐπιστρατεύσας αὐτῷ καὶ τοῖς ἠργμένοις καὶ μεταβολὴν δεχομένοις τὴν ἀΐδιον καὶ ἀναλλοίωτον βασιλείαν συντάξας καὶ μετὰ τῆς δουλευούσης κτίσεως συναριθμήσας τὴν πάντων ἐπανῃρημένην τὸ κράτος καὶ πάντων ὑπερανῳκισμένην δύναμιν καὶ μεγαλοπρέπειαν, ἣν καὶ Δαβὶδ ἀνυμνῶν ὁ θεῖος ὑμνῳδὸς ἄπειρον προσεῖπε, ταυτὸ δ’ εἰπεῖν ἄναρχον—πέρας γὰρ πάντως τῶν ὑπὸ χρόνον ἡ κατὰ χρόνον ἀρχή, τῆς δὲ μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης τοῦ θεοῦ οὐκ εἶναι πέρας, ὁ ἔνθεος ἐκεῖνος ψάλλει—· ταύτην οὖν κάτω ῥίψας, μᾶλλον δὲ αὐτὸς θεόθεν ῥιφείς, εἶθ’ ὑποκρίνεται μηδὲν ἔτι περὶ ἐκείνου τοῦ φωτὸς φάναι χεῖρον ἢ βέλτιον. Ὁ γὰρ λόγος αὐτῷ· «περὶ τῶν ὁρατῶν ὁπωσδήποτε», φησί, «γεγονότων ὑπῆρχεν, ὅτι δυσσεβὲς ἄκτιστόν τι λέγειν τοιοῦτον καὶ πολλῷ μᾶλλον εἰ καὶ θεότης ὀνομάζοιτο».

Κεφ. ιεʹ. Ἔκθεσις ἑτέρας τοῦ Ἀκινδύνου ῥήσεως, ἀφ’ ἧς ὁμολογῶν ἐλέγχεται καὶ τὸ τῆς θείας μεταμορφώσεως φῶς ἄκτιστον θεότητα λέγειν τοὺς ἁγίους, αὐτὸς δὲ παραινῶν μὴ προσέχειν αὐτοῖς ὡς διθεΐταις καὶ ψευδομάρτυσιν οὖσιν. Τοῦτο τοιγαροῦν ἀπηγόρευσε, φησί, καὶ ὑπέθετο, ἵνα μὴ δύο εἶεν ἄκτιστοι θεότητες, ἀλλ’ οὐχὶ περὶ τοῦ ἐν Θαβωρίῳ λάμψαντος ἐδίδαξε φωτός. Ὡς οὖν μήπω περὶ τούτου λέξας, μεταβιβάζει νῦν πρὸς ἐκεῖνο τὸν λόγον γράφων· «οὐδὲ δὴ τὸ ἐν τῷ ὄρει τῷ Θαβὼρ τῆς θείας μεταμορφώσεως φῶς εἰς τὸ στῆσαι δύο θεότητας τοιαύτας ἐκλαμβάνειν δεῖ καὶ τὰ εἰς ταύτην τῶν ἁγίων ἐγκώμια· τὸ μὲν γὰρ δοξάσαι δύο θεότητας, ἢ μίαν ἐκ δύο τοιούτων, παρὰ τὸν παραδεδομένον ἡμῖν ἐστι τῆς εὐσεβείας λόγον». Τί λέγεις; Οὐκ ἐκληψόμεθα τοὺς τῶν ἁγίων ὕμνους εἰς τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως, ὥστε συνῳδὰ τοῖς ἁγίοις ἐξυμνῆσαι τοῦτο καὶ ἡμᾶς, ὡς «δόξαν προτέλειον καὶ ὑπερτελῆ καὶ πάντων ἐπέκεινα», ὡς «δόξαν τῆς τοῦ θεοῦ βασιλείας διηνεκῆ καὶ διαιωνίζουσαν», ὡς «ἀθέατον καὶ θεϊκὴν τοῦ θεοῦ λόγου δόξαν, ἧς βραχύ τι δείξας ἐπὶ τοῦ ὄρους ὁ Χριστός, ἀπορρήτως ἔδειξε τὸν ἐνοικοῦντα τῇ σαρκὶ θεὸν καὶ τὴν αὐτοῦ θείαν καὶ οὐσιώδη εὐπρέπειαν», ὡς «ἀνεκλάλητον καὶ ἀγένητον θέωσιν», ὡς «φυσικὴν ἄναρχον ἀκτῖνα τῆς θεότητος», ὡς «φῶς θεότητος», «ἀστραπὴν θεότητος». «

αἴγλης θείας χύσιν ἀπεριόριστον», «θεότητα θεοῦ», «βασιλείαν θεοῦ», «φῶς ἄϋλον», «ἀΐδιον», «ἀσύγκριτον», «ἄκτιστον»;

Ταῦτα γὰρ καὶ τὰ παραπλήσια τούτοις ἀναφωνοῦντες δι’ αἰῶνος οὐ διαλείπουσιν οἱ τοῦ ἀληθινοῦ φωτὸς ἐπόπται καὶ μύσται καὶ ἐρασταί, παρὰ τῆς πρὸς αὐτὸ δήπου μυστικῆς ἑνώσεως οὕτως ὑμνεῖν ἐκεῖνο μεμυημένοι.

Καὶ μήν, ὡς μὲν ἄκτιστον οἱ ἅγιοι τοῦτ’ εἶναι κηρύττουσι τὸ φῶς καὶ θεότητα καλοῦσι καὶ αὐτὸς ἐνταῦθα, μαρτυρεῖς. Πῶς γὰρ ἂν παρῄνεις μὴ ἐκλαμβάνειν τὰ εἰς τὴν θείαν μεταμόρφωσιν τῶν ἁγίων ἐγκώμια εἰς τὸ δεῖξαι καὶ τὸ κατ’ ἐκείνην φῶς θεότητα ἄκτιστον, εἰ μὴ τοῦτ’ ἦν ἐγκείμενον τοῖς εἰς αὐτὴν ἐγκωμίοις; Εἰ τοίνυν τοιαῦτα μὲν ἐκεῖνοι περὶ τοῦ τῆς μεταμορφώσεως φωτὸς ἐγκωμιάζοντες εἶπον, μὴ τοιοῦτον δ’ ἦν ὡς ἀληθῶς ἐκεῖνο τὸ φῶς, ψευδομάρτυρες οἱ ἅγιοι τοῦ θεοῦ εὑρεθήσονται, μαρτυροῦντες αὐτὸν δεῖξαι φῶς ὁποῖον οὐχ ὑπέδειξεν ἐκεῖνος καὶ ψευδεῖς συντιθέντες καὶ ἀναπέμποντες ὕμνους εἰς Χριστὸν τὴν ἀλήθειαν.

Καὶ πῶς ἅγιοι; Μᾶλλον δὲ πῶς οὐχί, κατὰ σέ, τῇ αὐτοαληθείᾳ πολέμιοί τε καὶ ἀντικείμενοι; Εἰ δ’ ἐκεῖνοί τε εἶπον, ὥσπερ οὖν εἶπον, καὶ τὸ ἀληθὲς εἶπον, πῶς γὰρ οὔ, δύο δὲ ἄκτιστοι θεότητες συνάγονται ἐκ τούτου, ὡς αὐτὸς καὶ τοῦτο μαρτυρεῖς, εἶτα σὺ τοῦτο δυσσεβὲς εἶναι λέγεις, ἆρ’ οὐ τοὺς ἁγίους φανερῶς δυσσεβεῖς ἀποφαίνῃ; Καὶ γὰρ οὐ τοῦ συνάγοντος μᾶλλον τὸ συναγόμενον ἢ τῶν ταῦτα λεγόντων, ἐξ ὧν ἐκεῖνο συνάγεται.

Καιρίως δ’ ἂν ἡμεῖς μετὰ τοῦ θεολόγου Γρηγορίου φαῖμεν πρὸς σέ, ὡς «οὐκ ἂν φύγοιμεν τὴν ἐκφώνησιν, σὲ φοβηθέντες τὸν συκοφάντην, εἴ τι παρὰ τῆς γραφῆς εὑρίσκομεν μὴ σαφῶς δὲ λεγόμενον ἢ μὴ ῥᾷστα τοῖς πολλοῖς νοούμενον».

Καὶ τοῦτο νῦν λέγω πρὸς τὸ φίλερί σοι τοῦ ἤθους ἀποσκοπῶν, ἐπεὶ τοῖς ἀφιλόνεικον ὑπέχουσιν οὖς ἄκτιστόν τε καὶ θεότης τὸ φῶς ἐκεῖνο, ἡ τῆς θείας φύσεως λαμπρότης, καὶ ἡ φύσις ἧς αὕτη ἡ λαμπρότης, ὑπὸ τῆς γραφῆς ἀκούεται κηρυττομένη. Πρὸς δὲ ταύτῃ καὶ ἡ θεατικὴ τοῦ θεοῦ δύναμις καὶ ἡ φύσις ἧς ἡ δύναμις· «καὶ ἡ μὲν φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν», ἡ δὲ θεατικὴ δύναμις αὐτῆς καὶ ἡ αὐτεξουσιότης καὶ ἡ λαμπρότης καὶ τὰ παραπλήσια τούτοις, ἀμυδρῶς μέν, ὑποδεικνύμεναι δ’ ὅμως καὶ ὀνομαζόμεναι διὰ τοῦ ὀνόματος τῆς θεότητος. Ἀλλὰ καὶ τοῦτο κηρυττόμενον συνυπακούεται, ὡς οὐδὲν ἐμποδίζει ταῦτα μίαν εἶναι τὴν ἄκτιστον θεότητα, διὰ πάντων οὖσαν τελείαν καὶ ἐν οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀκτίστῳ παρὰ τῶν εὖ φρονούντων προσκυνουμένην. Ὥστε τὸ μὴ δεῖν διὰ τὸ ἐν Θαβωρίῳ φῶς ἀναιρεῖν τὴν μίαν θεότητα, καὶ αὐτὸς αὐτοῦ ταύτην ἀφῆκε τὴν φωνὴν ὁ Ἀκίνδυνος.

Κεφ. ιστʹ. Ὅτι ὁ κτιστὸν εἶναι λέγων τοῦτο τὸ φῶς οὐ δύναται μίαν λέγειν θεότητα, καὶ ὡς ἐξ ὧν φησιν ὁ Παλαμᾶς μία ὄντως κηρύττεται θεότης. Ἡμῖν γὰρ περὶ θεότητος τὴν ἀρχὴν λόγος ἦν οὐδείς, ἀλλὰ πρὸς τὸν πᾶσαν θεοφάνειαν διαβάλλοντα καὶ τὸ φῶς ἐκεῖνο ταύταις συνδιαβάλλοντα λόγους ἀντιρρητικοὺς συντάττοντες τὴν τοῦ θείου τούτου φωτὸς ἐξυμνήσαμεν ὑπεροχήν, τὴν πονηρὰν ὁρμὴν ἐπισχεῖν ἐκείνου προνοούμενοι.

Τοσοῦτο δ’ ἐκεῖνος καὶ μετ’ ἐκεῖνον οὗτος οὐκ ἐνετράπησαν οὐδ’ ἐσέφθησαν τὸ φανότατον ἐκεῖνο τῆς θεότητος φῶς καὶ τὸ ὑπερανιδρυμένον τοῦ παντὸς ἀξίωμα τῆς θείας βασιλείας, ὡς καὶ παρρησίᾳ μέχρι νῦν συγγράφεσθαι καὶ βοᾶν καὶ διατείνεσθαι μηκέτ’ εἶναι θεότητα μίαν ἀλλὰ δύο ἀντιθέτους καὶ ἐκ δύο ἀντιθέτων μίαν, εἴπερ ἄκτιστόν ἐστιν ἐκεῖνο τὸ φῶς. «Εἰ γὰρ θεότης ἐκ θεότητος», φασίν, «ἐξ ἀμεθέκτου μεθεκτή, πῶς οὐ διθεΐα;».

Πρὸς οὓς ἡμεῖς· ‘εἰ προσκυνηταὶ τῆς ἀνωτάτω τριάδος, ὦ οὗτοι, μεθ’ ἡμῶν ἐστε, δότε λόγον, πῶς θεὸν ἐκ θεοῦ λέγοντες, γεννητὸν ἐξ ἀγεννήτου, θεὸν ἕνα σέβομεν’; ᾯ γὰρ ἂν λόγῳ ταύτην ἀποκρουσώμεθα τὴν διθεΐαν, οὗτος ἡμῖν ἢ τὰ πλείω τούτου κἀπὶ τῆς παρ’ ὑμῶν καθ’ ἡμῶν πλαττομένης ἀρκέσει διθεΐας. Εἰ γὰρ ὅτι μὴ μερίζεται τοῦ πατρὸς ὁ ἐξ αὐτοῦ θεός, κἀνταῦθα τίς ἂν φαίη θέλων εὐσεβεῖν τὴν λαμπρότητα τῆς θείας φύσεως χωριστὴν τὴς θείας φύσεως;

Οὐδὲ γὰρ τὴν δύναμίν τε καὶ ἐνέργειαν τοῦ δυναμένου τε καὶ ἐνεργοῦντος διαστῆσαι δύναιτ’ ἄν τις. Ἐν τούτοις γὰρ καὶ τὸ μὴ ἐν ἰδίᾳ ὑποστάσει θεωρεῖσθαι τὴν ἐνέργειαν καὶ τὴν λαμπρότητα τὸ πρὸς τὴν φύσιν ἀχώριστον ἐναργῶς παρίστησιν.

Εἰ δ’ ὅτι μηδεὶς ἐκείνων πρότερος ἢ κατὰ χρόνον ὑστερίζων, καὶ τούτων ἡμεῖς οὐδὲν ἀρκτὸν φαμέν, τοῖς θεοφόροις συνῳδὰ πατράσιν, εἴ γε χρονικῶς ἐκδέξῃ τὴν ἀρχήν· εἰ δ’ ὅτι κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ἀλλ’ οὐ κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, μείζων ἅτερος θατέρου τῇ τε τάξει καὶ τῷ κατ’ αὐτήν, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἀξιώματι, καὶ ἁπλῶς ὅσα μὴ τὴν ἄκτιστον φύσιν διαιρεῖ. Κἀνταῦθα τοῦτο δείκνυσιν ὁ ἡμέτερος λόγος μᾶλλον δὲ τῶν θεοσόφων πατέρων αἱ θεολογίαι, ὡς οὐ κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, ἀλλὰ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν καὶ τἄλλα, ὅσα μὴ λυμαίνεταί τι τῷ ἀκτίστῳ τὸ ὑπερέχον καὶ τὸ ὑποβεβηκὸς νοεῖται.

Ἀλλὰ τῷ υἱῷ συνυπακούεται ὁ πατήρ, καὶ υἱὸς ἐν αὐτῷ; Καὶ πῶς οὐχὶ καὶ ἡ ἔλλαμψις καὶ τῆς φύσεως λαμπρότης τῇ παρ’ ἑαυτῆς ταύτην ἀφιείσῃ; Πρὸς δὲ καὶ ἡ θεία καὶ ἀρχίφωτος φύσις τῇ παρ’ ἑαυτῆς ἐλλάμψει συνυπακούοιτ’ ἂν τοῖς ὦτα ἔχουσιν. Ὁρᾷς ὡς τὸ ἄκτιστόν ἐστι παντὸς μᾶλλον τὸ συντηροῦν τὸ ἑνιαῖον τῆς θεότητος; Ἀκτίστῳ γὰρ ἄκτιστον ἕν ἐστι καὶ ἥνωται ἀεὶ καὶ οἱ τρόποι τῶν ἰδιωμάτων οὐ διασπῶσιν ἀπ’ ἀλλήλων ταῦτα. Καὶ τοίνυν εἰ καὶ τοῦτ’ εἴποι τις, ὅτι καθάπερ ὁ περὶ τοῦ πατρὸς εἰπών, ὅτι ‘εἷς ἐστι θεὸς ἀληθινὸς καὶ μόνος ἄκτιστος καὶ μόνος ἀγαθός’, εὐσεβῶς ἅμα καὶ νουνεχῶς θεολογεῖ, μόνον εἰ καὶ τὸν υἱὸν θεὸν ἀληθινὸν ὁμολογεῖ καὶ ὁμοίως ἄκτιστον καὶ ἀγαθόν. Τῷ γὰρ πατρὶ συμπεριέλαβεν αὐτόν τε καὶ τὸ πνεῦμα τὸ ἅγιον, διὸ καὶ περὶ ἑκατέρου τούτων λέγων τὰ αὐτά, λυμαίνεται τῷ λόγῳ τῆς εὐσεβείας οὐδαμῶς. Οὕτω κἂν εἴ τις φαίη ‘μία θεότης ἀληθὴς καὶ μόνη ἄκτιστος’, εἴτε περὶ τῆς θείας λαμπρότητος, εἴτε περὶ τῆς ταύτην ἐχούσης φύσεως τοῦτο φαίη, μόνον μηδετέραν αὐτῶν τοῖς κτίσμασι συντάττων, εὐσεβῶς ἐρεῖ· συνεξυμνεῖ γὰρ θατέρα τὴν ἑτέραν.

Τοῦ δ’ Ἀρείου λέγοντος ἕνα θεὸν ἀληθινὸν καὶ μόνον ἄκτιστον τὸν πατέρα τοῦ κυρίου, ἡμεῖς ‘ἄπαγε’ βοήσομεν. Οὐ μόνος γὰρ ἄκτιστός ἐστιν, ἐπεὶ θεὸς ἀληθὴς καὶ ἄκτιστος ὡς ἀληθῶς καὶ ὁ ἐκ θεοῦ θεός. Οὕτω τοίνυν καὶ Βαρλαὰμ καὶ Ἀκινδύνου μίαν λεγόντων ἄκτιστον θεότητα τὴν οὐσίαν τοῦ θεοῦ, ὡς διασπώντων ἐκείνης καὶ ἀπαλλοτριούντων καὶ μετὰ τῶν κτιστῶν ταττόντων τὴν ἐκείνης ἔμφυτον λαμπρότητα, οὐκ ἀνεχόμεθα. Διαβεβαιούμεθά τε καὶ ταύτην ἄκτιστον εἶναι καὶ ἀληθινὴν θεότητα καὶ μίαν οὕτω φαμὲν ἡμεῖς θεότητα κυρίως· οὐκ ἐν οὐσίᾳ γὰρ μόνον, ἀλλ’ ἐν τῇ διὰ πάντων τελειότητι θεωρουμένην· οὐ γὰρ ἀτελῆ, οὐδ’ ἀκαλλῆ, οὐδ’ ἐνδεᾶ λαμπρότητος ἢ θεατικῆς, δημιουργικῆς τε καὶ θεοποιοῦ ἐνεργείας καὶ δυνάμεως.

Κεφ. ιζʹ. Ἐφεξῆς ἑτέρα τοῦ Ἀκινδύνου ῥῆσις, ἧς ἐλεγχομένης ἄκτιστον μὲν αὖθις ἀναφαίνεται τὸ θεῖον φῶς, αὐτὸς δὲ τὰ τῶν θείων ἡμῶν πατέρων πολυειδῶς ἐξουθενῶν συγγράμματα καὶ ἀδόκιμα λέγων φανερῶς. Ἀλλ’ ὁ τὴν μίαν οὕτως ἀνελὼν θεότητα—χωρὶς γὰρ καταλλήλου λαμπρότητος, δηλονότι τῶν κτιστῶν ὑπερανῳκισμένης, οὐκ ἂν εἴη θεία καὶ ἀρχίφωτος φύσις, ἀλλ’ οὐδ’ ἀκτίστου φύσεως χωρὶς ἄκτιστος λαμπρότης—ὁ τοίνυν ἀνελὼν τὴν μίαν καὶ εἰς δύο, καὶ τοιαῦτα δύο, διελών, οἷα μηδ’ εἶναι συνελθεῖν εἰς ἕν—ἐκ γὰρ κτιστῆς καὶ ἀκτίστου θεότητος οὐ μήποτ’ ἂν μία γένοιτο θεότης—ὁ τοῦτ’ εὐτόλμως πράξας, μᾶλλον δὲ παθὼν ἀθλίως, «ἵνα δὴ μὴ τοῦτο πάθωμεν», φησίν, «ἐᾶν μένειν τὸ ἐν Θαβὼρ ἐκλάμψαν φῶς ἀπολυπραγμόνητον ἐν μυστηρίῳ ἀνερμηνεύτῳ, εὐσεβοῦς ἐστιν εὐλαβείας καὶ ἀκινδύνου».

Σκοπεῖτε δὲ τὴν εὐλάβειαν Ἀκινδύνου, καίτοι μηδ’ αὐτὴν ἐν τοῖς ἑξῆς παρ’ αὐτοῦ τηρουμένην· σκοπεῖτε δ’ ὅμως τὸ προσωπεῖον τοῦτο τῆς εὐλαβείας καὶ τὸ εὐσεβὲς αὐτοῦ σέβας. Οὐδὲν γὰρ ἕτερον ἢ ψεῦδος καὶ φενακισμὸς καὶ λόχος καὶ καταδρομὴ πάλιν λαθραία καὶ ἀνευλαβὴς ὄντως κατὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων ἐστίν. Οὐ γὰρ ἐπιλέλησται τῆς ἑαυτοῦ καὶ τῶν αὐτοῦ λόγων τέχνης οὐδὲ τῶν ποικιλμάτων καὶ τῆς ἐπ’ ὀλέθρῳ διπλόης, ὡς ἐν ὑποκρίσει τοῦ ἀνυψοῦν καθαιρεῖν τὸ θεῖον καὶ ἐν πλάσματι εὐσεβείας ἀναιρεῖν τὴν εὐσέβειαν. Διὰ τοῦτο πολλή τις κἀνταῦθα νῦν ἐν τῷ σχηματισμῷ τοῦ λόγου καὶ τοῖς ὀνόμασιν ἡ πρὸς τὸ φῶς εὐλάβεια. «Μυστήριόν ἐστι», φησίν, «ἀνερμήνευτον, ἀπολυπραγμόνητον»· καὶ ὁ φόβος ὥς τι τομὸν ξίφος ἐκεῖθεν ἐπικρεμάμενος καὶ ἀνατεινόμενος καὶ τῆς ἀκριβείας ἀκίνδυνον ὥς τι δέλεαρ ἐντεῦθεν προσηρτημένον καὶ προτεινόμενον.

Ἆρ’ οὖν, ἄνθρωπε, τὸ ἐν μυστηρίῳ ἀνερμηνεύτῳ καὶ πολυπραγμοσύνην προσιεμένῳ μηδαμῶς ὁραθὲν ἐκεῖνο τοῖς τῶν ἀποστόλων κορυφαίοις φῶς κτίσμα; Τοῦτο γὰρ ἐν τοῖς προτέροις καὶ τοῖς ἔπειτα λόγοις ἀνερυθριάστως καὶ τρανῶς αὐτὸς ἀποφαίνῃ. Καὶ πῶς μυστήριον ἀνερμήνευτον ἡ τοῦ κτιστοῦ φωτὸς θέα, καὶ ταῦτ’ οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἁγίοις καὶ τοῖς ἀποστόλοις καὶ τοῖς τῶν ἀποστόλων ἐξόχοις αὐτοῖς;

Ἀλλ’ οὔτε κτιστὸν οὔτε ἄκτιστον, ὃ καὶ τοῦτο σόν ἐστι ῥῆμά τε καὶ δόγμα, μᾶλλον δὲ καὶ γράμμα, περιφεύγοντος πανταχόθεν τὴν εἰς τὸ ἄκτιστον πίστιν. Τοιγαροῦν οὐ φάσμα μόνον ἀνυπόστατον, ὡς ὁ Βαρλαὰμ ἐδόξασε κακῶς, ἀλλ’ οὐδ’ ἔστιν ὅλως κατὰ σὲ τοιοῦτο φῶς οὐδὲ πέφηνέ ποτε.

Καὶ τί λέγω τὸ μηδέποτ’ εἶναι ἢ φανῆναι; Τοιοῦτο γὰρ οὐδὲ ἀναπλάσαι δυνατὸν κατὰ διάνοιαν φῶς τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος, ὅτι «μέσον κτιστοῦ καὶ ἀκτίστου οὐδ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἀναπλάσαιεν».

Τοῦτο τοίνυν ὁμολόγησον, ὅτι ἄκτιστον ὡς ἀληθῶς ἐστι τὸ φῶς ἐκεῖνο τὰ πολύμορφα προσωπεῖα καὶ τὰς κλοπὰς ἀποδύς, καὶ τὸ νομίζειν ἢ λέγειν μηδ’ ἑαυτὸ ἀλλ’ ὁμωνύμως ἄκτιστον, καὶ τιθέναι μὲν ἐν ἀποκρύφῳ σοι τῶν λογισμῶν, ἔσθ’ ὅτε τὴν δυσσεβῆ προσθήκην, προφέρειν δὲ δολίως εἰς ἐξαπάτην τῶν ἀκροωμένων τὸ χωρὶς προσθήκης καὶ πονηρᾶς περιεργείας εὐσεβές, ὃ σὺ νῦν καθάπερ ὑποδυόμενος τὸ σαθρὸν ἐπηλυγάζεις τῆς σαυτοῦ δόξης, ἡνίκα μὴ τοῖς γνησίοις σοι μύσταις συνδιαλέγῃ· κτιστὸν γὰρ εἶναι καθ’ οἱονδήτινα τρόπον ἢ μηδέτερον τὸ φῶς ἐκεῖνο, τῶν ἀδυνάτων.

Καὶ τοίνυν κατὰ τοῦθ’ ὁμολογήσας τῇ ἀληθείᾳ καὶ ἡμῖν, τἄλλ’ ἐᾶν ἀπολυπραγμόνητα ἐν μυστηρίῳ ἀνερμηνεύτῳ, πῶς ὦπται τοῖς συναναβᾶσιν ἄκτιστον ὑπάρχον; Πῶς οὐχὶ καὶ τοῖς κατὰ τὴν ὑπώρειαν ἀπολειφθεῖσι μύσταις ὦπται λάμψαν ὑπὲρ ἥλιον; Πῶς οὐχὶ πρὸς τοῖς ὁρῶσι καὶ τὸ πᾶν συναπετέφρωσεν ἐγγὺς οὕτω φρυκτωρῆσαν; Πῶς τοὺς μὲν τῶν ὁρώντων ὀφθαλμοὺς οὐκ ἔσβεσεν ὑπὲρ τὴν συμμετρίαν ἐκείνων ἐπιλάμψαν, τὸν δὲ τῆς ψυχῆς καὶ τοῦ σώματος παρέλυσε τόνον ὡς πρηνεῖς πεσεῖν, καίτοι φῶς ἄϋλον ὑπάρχον, ὡς ἐκ τῶν ἔργων συνορᾶν ἐστι καὶ παρὰ τῆς ἁγίας διδασκόμεθα γραφῆς; Τὰ τοιαῦτα τοίνυν ἀπολυπραγμονήτως μεθ’ ἱερᾶς εὐλαβείας ἀγάλλων ἐν ἀπορρήτῳ τῆς διανοίας κάτεχέ μοι τὸ θαῦμα, πάντα μὲν ἀνατιθεὶς ἐκεῖνα, σαυτὸν δ’ ὑποτάττων διὰ τῆς πίστεως τῇ ἐξουσίᾳ καὶ δυνάμει τοῦ πνεύματος.

Σοῦ δὲ τίς ἡ εὐλαβὴς καὶ ἀκίνδυνος ἀρτίως εἰσήγησις; Ἐᾶν ἀπολυπραγμόνητον ἐκεῖνο τὸ φῶς, ἵνα μὴ φυσικῶς προσεῖναι τῷ θεῷ τὴν τῆς αὐτοῦ φύσεως λαμπρότητα συνέντες ἄκτιστον αὐτὴν δοξάσωμεν. Ἀλλὰ κτιστὴν εἶναι ταύτην παρὰ σοῦ πεπεισμένοι τῆς μιᾶς καὶ ἀκτίστου διέλωμεν θεότητος; Ἀλλὰ τοῦθ’ ἡμεῖς, ὦ σοφὲ τῆς ἀπωλείας σύμβουλε, ἀπολυπραγμονήτως ἴσμεν καὶ πιστεύομεν ὑπὸ τῶν θείων πατέρων μεμυημένοι· «ἀνάρχως γάρ», φησίν, «ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννηθεὶς τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι, οὐδὲ αὐτὴν τὴν δόξαν προσλαμβανόμενος· καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται». Τοιγαροῦν ἡ σὴ μὲν εὐλάβεια οὐκ εὐλάβειά τις ἀκίνδυνος, ἀλλ’ ἀπιστία τε καὶ ἀπείθεια καὶ κινδύνου τοῦ μεγίστου πρόξενος, ἡμῶν δὲ καταψεύδῃ τὴν πολυπραγμοσύνην ἡμῖν ἐπικαλῶν. Εἰς δὲ τοὺς ἁγίους τοῦ θεοῦ ὑβρίζεις ὡς ἐκ πολυπραγμοσύνης ἀποφηναμένους ἄναρχον ἐκεῖνο τὸ φῶς, τοὺς πολλοὺς δ’ ὑποσύρεις πιθανῶς ὑφαρπάζων καὶ διιστὰς τῆς πρὸς τοὺς ἁγίους σωτηρίου πειθοῦς, εὐχερεῖς παρασκευάζεις ἀμελετήτους εἶναι τὰ θεῖα δολίως πείθων, ὡς ὑπαγάγοιο ῥᾳδίως ταῖς ἰδίαις καινοφωνίαις.

Ὅτι δ’ οὗτος οὐδὲ τοὺς ἁγίους ἀξιολόγους πρὸς πίστιν οἴεται καὶ τοὺς οἰομένους ἐν πᾶσιν αὐτοῖς πιστεύειν θεολογοῦσι τῆς εἰς τὸν θεὸν ἀσφαλοῦς ἐκτρέπεσθαι πίστεως—τοῦ γὰρ σκοποῦ πόρρω βάλλειν ἐκείνους—τοῦτο τοίνυν, ὅτι μὴ καταστοχαζόμενοι καλῶς οἱ πατέρες τῆς ἀληθείας τὰς τῶν λόγων ὑπερπέμπουσι βολὰς καὶ σφάλλουσι τὰς γνώμας τῶν εἰς αὐτοὺς ὁρώντων πιστῶς, ἐξαγγέλλει μὲν οὗτος τοῖς γνησίοις δοκοῦσι φοιτηταῖς αὐτῷ, παρ’ ὧν, ἔστιν ὧν ἔκφορον πολλαχοῦ ποιησαμένων, καὶ ἡμεῖς ἠκούσαμεν, ὁμιλῶν δὲ τοῖς ἄλλοις ὑπ’ ὀδόντα κρύπτει τοὐναντίον ὑποκρινόμενος. Ἐν δὲ τοῖς συγγράμμασι λίαν μὲν φανερῶς οὐ τίθησιν, ὑπούλως δέ, καὶ διατείνει δι’ ὅλου τοῦ συντάγματος τοῦτο κατασκευάζων, νῦν μὲν τῷ πρὸς ἑαυτοὺς καὶ ἀλλήλους ἐναντίως ὑποφαίνειν γράφοντας, νῦν δὲ τῷ μεγίστων ἀτόπων οὐ μικρὰς αὐτοὺς παρέχειν ἀφορμὰς ὑποσημαίνειν, εἴ τις πείθοιτο τοῖς γεγραμμένοις ὑπ’ αὐτῶν· ἄλλοτε τῷ τἀκείνων ὡς ἡμέτερα προβάλλεσθαι καὶ ἀναιρεῖν.

Ἀλλὰ γὰρ καὶ μικροῦ με διέφυγεν, ὅτι καὶ φανερῶς οὗτος τοῦτο λογογραφεῖ καὶ σφόδρα φανερῶς ἰσχυρίζεται· μικρὸν μὲν γὰρ ἀνωτέρω παρῄνει γράφων, μὴ προσέχειν δεῖν τοῖς εἰς τὴν θείαν μεταμόρφωσιν ὑπὸ τῶν ἁγίων συγγεγραμμένοις ἐγκωμίοις, μηδὲ προσίεσθαι τὰ τούτοις εἰρημένα περὶ τοῦ φωτὸς τῆς τοῦ κυρίου μεταμορφώσεως, φανερῶς ἀποκηρύττων τὰ παρὰ τῶν ἐκείνοις εἰρημένων ἐκβαίνοντα.

Τὰ δὲ Κεφάλαια τοῦ σεπτοῦ Μαξίμου, ἐν οἷς ἄναρχα λέγει πάντα τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα, παρεξηγούμενος οὗτος τῶν αὐτοῦ λόγων ἀλλαχοῦ καὶ μεθέλκων εἰς τὴν οἰκείαν δόξαν, ὡς εἶδε ταῦτα φανερῶς ἀντικείμενα ταύτῃ—καὶ γὰρ οὗτος ἓν ἄναρχόν φησι, τὴν οὐσίαν τοῦ θεοῦ, ὁ δὲ θεῖος Μάξιμος ἄναρχα καὶ τὰ περὶ αὐτὴν φυσικῶς θεωρούμενά φησι, καὶ οὕτως ἓν ἄναρχον αὐτὸν τὸν θεὸν κατὰ πάντα δοξάζων ἄναρχον αὐτόν, ἀλλ’ οὐ διαιρῶν εἰς φύσιν ἄκτιστον καὶ κτιστάς τινας δυνάμεις—ὡς οὖν εἶδεν ὁ Ἀκίνδυνος ἐναντιούμενα τούτῳ ταῦτα περιφανῶς, εἰς εὑρεσιολογίας ἑτέρας ἐκτραπείς, εἶτα καὶ τοῦτ’ ἐτόλμησεν εἰπεῖν, ὡς «καταφανές ἐστιν ὅτι πολλὰ ἐν τοῖς τῶν ἱερῶν πατέρων συγγράμμασι φαίνεται, ἅπερ αἱ θεῖαι σύνοδοι καὶ οἱ μετ’ ἐκείνους θεοειδεῖς πατέρες ἀπεδοκίμασαν».

Ὢ ψυχῆς παντόλμου καὶ φιλοβλασφήμου γλώττης. Καὶ τί τῶν τῷ θείῳ Μαξίμῳ ἢ τοῖς πρὸ αὐτοῦ μεγάλοις ἢ τοῖς μετ’ αὐτὸν αὐτῷ τε κἀκείνοις ὁμολόγοις, καὶ ταῦτα περὶ θεότητος καὶ κτιστοῦ καὶ ἀκτίστου συγγεγραμμένων, ἀπεδοκίμασαν οἱ μετ’ ἐκείνους θεοειδεῖς, εἰ μὴ τὸν Βαρλαὰμ λέγει καὶ ἑαυτὸν εἶναι τοὺς θεοειδεῖς πατέρας; Ἐν ἐκείνοις μὲν οὖν οὕτω τὴν τῶν ἁγίων ἐσφαλμένην φανερῶς ἀποφαίνεται θεολογίαν, ἐνταῦθα δὲ τὸ περὶ τοῦ θειοτάτου φωτός, ἔστιν οὗ τῶν θεωριῶν εἰρημένον τῷ σεπτῷ Μαξίμῳ καλῶς, πολυπραγμονήσας οὗτος, καὶ λίαν κακῶς, ὁ πρὸ μικροῦ πολυπραγμονεῖν περὶ τοῦ φωτὸς τούτου τελέως ἀπαγορεύσας, τοὺς ἁγίους ἐναντιουμένους ἀλλήλοις ὑποδείκνυσι, τῷ δοκεῖν ἔστιν οὕς, ὡς αὐτὸς ἐνόμισε, μὴ φυσικὴν εἶναι λαμπρότητα θεοῦ τὸ φῶς ἐκεῖνο λέγειν. Καθ’ ὃ συναιρομένου τοῦ φωτὸς τῆς ἀληθείας ἐξελέγξομεν αὐτὸν ἐν τοῖς ἔπειτα Περὶ φωτὸς λόγοις ψεύστην ὄντα λαμπρότατον.