Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Α΄: Περί ειρήνης και ομόνοιας
Λόγος που εκφωνήθηκε κατά την εμφύλια διαμάχη, προτρέποντας τους πιστούς σε καταλλαγή, αγάπη και ενότητα εντός του σώματος του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Α΄: Περί ειρήνης και ομόνοιας
Λόγος που εκφωνήθηκε κατά την εμφύλια διαμάχη, προτρέποντας τους πιστούς σε καταλλαγή, αγάπη και ενότητα εντός του σώματος του Χριστού.
ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ΕΙΡΗΝΗΣ Ρηθεῖσα μετὰ τρίτην ἡμέραν τῆς πρὸς Θεσσαλονίκην ἐπιδημίας Ἀδελφοὶ μὲν ἡμεῖς πάντες, ὡς ἑνὸς δεσπότου καὶ ποιητοῦ, ὃν καὶ Πατέρα κατὰ τοῦτο κεκτήμεθα κοινόν· ἀλλὰ τὴν ἀδελφότητα ταύτην κοινὴν ἔστιν ὡς ἔχομεν καὶ πρὸς τὴν ἄλογον καὶ ἀναίσθητον φύσιν. Ἡμεῖς δὲ ἀλλήλων ἐσμὲν ἀδελφοί, καὶ ὡς ἐξ ἑνὸς γηγενοῦς τοῦ Ἀδὰμ ὄντες ἅπαντες, καὶ κατ’ εἰκόνα μόνοι γεγονότες Θεοῦ· ἀλλὰ καὶ τοῦτο κοινὸν ἡμῖν τε καὶ πᾶσιν ἔστι τοῖς ἔθνεσιν· Ἡμεῖς δὲ ἀλλήλων ἐσμὲν ἀδελφοί, καὶ ὡς ὁμογενεῖς ἔτι μᾶλλον καὶ τὴν αὐτὴν οἰκοῦντες· μάλιστα δὲ πάντων ὡς κοινὴν πλουτοῦντες μητέρα τὴν ἱερὰν ἐκκλησίαν καὶ τὴν εὐσέβειαν, ἧς ἀρχηγὸς καὶ τελειωτὴς Χριστὸς ὁ τοῦ Θεοῦ γνήσιος Υἱός, ὃς ἡμῶν οὐ Θεός ἐστι μόνον, ἀλλὰ καὶ ἀδελφὸς εὐδόκησεν εἶναι, καὶ Πατήρ· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ κεφαλή, συνάγων εἰς ἓν σῶμα πάντας ἡμᾶς, καὶ ποιῶν ἀλλήλων εἶναι μέλη καὶ ἑαυτοῦ.
Μετὰ γὰρ τὴν ἐκ νεκρῶν αὐτοῦ τριήμερον ἔγερσιν, ὀφθεὶς ταῖς προσελθούσαις τῷ τάφῳ γυναιξίν, ἔλεγεν ὁ Κύριος· «ὑπάγετε, εἴπατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται». Ὁρᾶτε ὅπως ἀδελφὸς ἡμῶν ἀξιοῖ καλεῖσθαι; διὸ καὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ φησιν· «οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι». Ὅτι δὲ καὶ Πατὴρ ἡμῶν ἐστιν ὁ Χριστός, ἀναγεννήσας ἡμᾶς διὰ τοῦ ἁγίου βαπτίσματος καὶ τῆς αὑτοῦ θείας χάριτος, διὰ τοῦτο τεκνία ἑαυτοῦ τοὺς οἰκείους μαθητὰς ὀνομάζει, καὶ μὴ ἀφήσειν αὐτοὺς ὀρφανοὺς ἐπὶ τὸ σωτήριον πάθος ἐρχόμενος ἐπαγγέλεται· ὅθεν πάλιν φησὶν ὁ Ἀπόστολος ὡς, «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Διάβολον». Ὅτι δὲ καὶ ἓν σῶμα πάντες ἐσμὲν ἐν Χριστῷ, Παῦλος καὶ τοῦτο πιστώσεται λέγων· «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους».
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ ἑνὸς σώματος πολλὰ ὄντα σῶμά ἐστιν ἕν, οὕτω καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ Πνεύματι πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν. Ἓν οὖν ἡμῖν ἐστιν ἀδελφοὶ τὸ τῆς παλιγγενεσίας καὶ θεογενεσίας λουτρόν· μία πίστις, μία ἐλπίς, εἷς Θεὸς ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν, συνάγων ἡμᾶς εἰς ἑαυτὸν δι’ ἀγάπης ἐνθέου καὶ μέλη ποιῶν ἀλλήλων καὶ ἑαυτοῦ. Ἀλλὰ τὸ πρὸς ἀλλήλους μῖσος ἐπεισελθὸν τῇ συνεργείᾳ τοῦ πονηροῦ καὶ τὴν ἀγάπην ἐξῶσαν, μᾶλλον δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἐπεισερχόμενον καὶ τὴν δι’ ἀγάπης πρὸς ἀλλήλους τε καὶ πρὸς τὸν Θεὸν ἕνωσιν ἡμῶν διαλῦον, οὐ μόνον ἀπ’ ἀλλήλων παραλύει τὰ κοινὰ τῆς πόλεως μέλη καὶ οἷον πάρετον αὐτὴν ἀπεργάζεται, ἀλλὰ καὶ εἰς πολεμίους ἀντικαταστῆσαν ταῦτα μερίδας ἐμφυλίους στάσεις κινεῖ καὶ συγχύσεις καὶ ταραχὰς ἀνηκέστους, καὶ τοὺς ὁμοφύλους ἀντιπάλους κατασκευάσαν, σχῆμα πόλεως ὑπ’ ἐχθρῶν ἁλούσης τῇ καθ’ ἡμᾶς ταύτῃ περιτίθησι πόλει, αὐτὴν ἐφ’ ἑαυτὴν ἐλεεινῶς ἐγεῖρον καὶ αὐτεπίβουλον καὶ πολεμίαν ἑαυτῆς ἐργαζόμενον· ὡς ὑπὸ τῆς ἀλιτηριώδους στάσεως ταύτης εἰς αἴνιγμα τὰ κατ’ αὐτὴν περιίστασθαι.
Τίνες γὰρ οἱ τὴν πόλιν ἐπιτρέχοντες, ἔσθ’ ὅτε καὶ τοὺς οἴκους καταστρέφοντες, καὶ τὰ ἐν τοῖς οἴκοις διαρπάζοντες, καὶ σὺν πολλῇ μανίᾳ τοὺς τῶν οἴκων δεσπότας ρινηλατοῦντες, καὶ κατ’ αὐτῶν φονῶντες ἀνιλεῶς τε καὶ ἀπανθρώπως; Οὐχ οἱ τὴν πόλιν οἰκοῦντες ταύτην; Τίνες καθ’ ὧν ἡ τηλικαύτη μανία καὶ βοὴ καὶ ὁρμὴ καὶ καταδρομή; Οὐχὶ καὶ οὗτοι πάλιν οἱ τὴν πόλιν οἰκοῦντες ταύτην, ἔστι δ’ ὅτε καὶ παρ’ ὧν ἀπήλαυσε πολλῶν ἀγαθῶν; Ὢ τοῦ πάθους! βαβαί, τοῦ μεγέθους τῆς ἀθλιότητος! Αὐτὴ ἑαυτὴν πολεμεῖ, αὐτὴ ὑφ’ ἑαυτῆς πολεμεῖται, ποσὶν οἰκείους ἐλαύνεται, χερσὶν οἰκείαις κατεδαφίζεται, φωναῖς οἰκείαις κατακροτεῖται, τῶν ἐν αὐτῇ κρειττόνων ὑποπτησσόντων καὶ τοῦ βαναύσου καὶ χείρονος κακῶς κατάρχοντος μέρους. Ἆρ’ οὐχὶ καὶ τῆς νόσου τῶν ἀναγεγραμμένων ἐν τῷ εὐαγγελίῳ παραλύτων ἐκείνων ἡ συμβαίνειν εἰθισμένη νόσος αὕτη πολλῷ χείρων ἐστὶ καὶ ὅσον ἀργίας ἡ κακουργία πολλῷ χεῖρον καὶ βλαβερώτερον;
Ἀλλὰ μὴ δυσχεράνητε τούτων ἀκούοντες· οὐ γὰρ ἵνα ὀνειδίσω ταῦτα πρὸς ὑμᾶς λέγω, ἀλλ’ ἵνα ἐπιγνόντες τὴν νόσον, νῦν ὅτε νήφετε ταύτης ἀπέχοντες, ζητήσητε τὴν αἰτίαν, ἀφ’ ἧς ταύτῃ περιπεπτώκατε, καὶ ποθήσητε τὴν ἰατρείαν, καὶ σπεύσαντες κτήσησθε καὶ διαφυλάξητε ταύτην, τοῦ Θεοῦ καὶ διδόντος τὴν ἰατρείαν, καὶ πρὸς ταύτην ἐνθυμοῦντος ὑμᾶς, ὡς καὶ ἐπὶ τῶν παραλυτικῶν ἐκείνων πεποίηκεν· οὐ γὰρ μόνον ἐθεράπευσεν αὐτούς, ἀλλὰ καὶ δύναμιν αὐτοῖς παρέσχεν, ὡς καὶ τὸν κράββατον ἑκάτερον ἀναθέμενον, ἐφ’ ᾧ κατέκειτο, βαδίζειν ἀπροσκόπως.
Ἀλλὰ τί τὸ αἴτιον τοῖς τεθεραπευμένοις παραλυτικοῖς ἐκείνοις; Δύο γὰρ ἦσαν, ὁ μὲν ἐν Ἰερουσαλὴμ παρὰ τῇ τοῦ Σιλωὰμ κολυμβήθρᾳ κείμενος, ὁ δὲ ἐν Καπερναούμ, ὑπὸ τεσσάρων φερόμενος. Τί οὖν τῆς νόσου τούτοις τὸ αἴτιον; ἡ ἁμαρτία. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος· τῷ μὲν γάρ, ἰδὼν αὐτοῦ τὴν πίστιν πρὸ τῆς σωματικῆς ἰάσεώς φησι· «Τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου».
Τὸ δὲ μετὰ τὴν ἴασιν εὑρών, «Ἴδε», φησίν, «ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται». Ὥσπερ οὖν ἐπ’ ἐκείνων ἡ ἑκατέρου ἁμαρτία φυγαδεύσασα τὴν ὑγείαν παρέτους ἐποίησεν, οὕτω καὶ ἐφ’ ὑμῶν, ἡ κοινὴ ἁμαρτία φυγαδεύσασα τὴν ἀγάπην πολεμίους ὑμᾶς ἀλλήλοις κατέστησε· πόθεν γὰρ ἄλλοθεν τὸν κοινὸν καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους σύνδεσμον ὑμεῖς ἀπωλέσατε, τὴν ἀγάπην, εἰμὴ ἀπὸ τῆς φιλαμαρτήμονος γνώμης; «Ἐν γὰρ τῷ πληθυνθῆναι τὴν ἁμαρτίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν», ἐν τοῖς Εὐαγγελίοις φησὶν ὁ Κύριος· ψυγείσης δὲ τῆς ἀγάπης τελείως, τὴν τοῦ Θεοῦ χάριν καὶ κηδεμονίαν παραμένειν ἀδύνατον.
Καὶ ἵνα δι’ ὑποδείγματος ὑμῖν τὸ πάθος παραστήσω, λύχνῳ ἔοικεν ἡμῶν ἡ ἑκάστου ψυχή, ὡς ἔλαιον μὲν ἔχουσα τὴν ἀγαθοεργίαν, ἀντὶ δὲ θρυαλλίδος φέρουσα τὴν ἀγάπην, ᾗ ἐπαναπαύεται, ἀντὶ φωτός, ἡ χάρις τοῦ θείου Πνεύματος. Τοῦ τοίνυν ἐλαίου τούτου, δηλονότι τῆς ἀγαθοεργίας ἐκλειπούσης, ἡ ἀντὶ θρυαλλίδος ἐνοῦσα τῇ ψυχῇ ἀγάπη ἐξ ἀνάγκης ψύγεται καὶ οὕτω τὸ φῶς τῆς τοῦ Θεοῦ κηδεμονίας καὶ χάριτος ἀφίπταται, τῶν φυγόντων τὴν ἀρετὴν καὶ τὴν ἀγάπην φυγαδευσάντων ἀνθρώπων· καὶ ὁ πρὸς ἀλλήλους αὐτοῖς τάραχος ἐπιγίνεται, τοῦ Θεοῦ τὸ πρόσωπον ἀπ’ αὐτῶν ἀποστρέψαντος, πρὸς ὅν φησιν ὁ Δαβίδ· «ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται». Οὕτως ἐκ τῆς ἁμαρτίας ἐμφύλιος στάσις καὶ σύγχυσις ἡμῖν ἐπιγίνεται, κακίας ἅπαν εἶδος ἐπαγομένη καὶ τὸν ἀρχηγὸν τῆς κακίας τοῖς στασιάρχαις καὶ στασιασταῖς ἐνοικίζουσα, ὃς εἰς θηρία μετασκευάζει, οὐ πολὺ δὲ εἰπεῖν, ὅτι καὶ δαιμόνων ἦθος κεκτῆσθαι παρασκευάζει τοὺς ἐν οἷς εἰσοικίζεται.
Καὶ οὕτως ἀνθρωποκτόνον τὸν ἄνθρωπον ὁ ἐξ ἀρχῆς ἀνθρωποκτόνος καὶ μισάνθρωπος ἀπεργάζεται καὶ τῷ ζωοδότῃ Χριστῷ ἀντικείμενον, πόσῳ μᾶλλον τοῖς ἐπὶ γῆς βασιλεῦσιν ἢ τῷ κατὰ πνεῦμα πατρὶ καὶ ποιμένι καὶ διδασκάλῳ, ἀνήκοον καὶ ἀντίθετον.
Ἐπιστρέψατε οὖν εἰς τὴν ὁδὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, καὶ ταύτης ἀντέχεσθε βεβαίως, ἵν’ ὑμῶν ἀειθαλὴς εἴη καὶ διηνεκὴς ἡ πρὸς ἀλλήλους ὁμόνοια, καὶ ἐπιστραφῇ πάλιν πρὸς ὑμᾶς ὁ Κύριος, καὶ ἐπαναπαύσηται ἐφ’ ὑμᾶς μετὰ τῆς εἰρήνης καὶ ἡ χάρις τοῦ θείου Πνεύματος. Ἀλλ’ ὁ ἐπὶ τῆς Ἰερουσαλὴμ παραλυτικὸς ἐκεῖνος παρέκειτο τῇ τοὺς νοσοῦντας ἰωμένῃ τοῦ Σιλωὰμ κολυμβήθρᾳ· οὐδὲ ὑμεῖς τελείως ἀπέστητε τῆς βραβευούσης τὴν εἰρήνην Ἐκκλησίας Χριστοῦ. Ἀλλ’ ὡς ἐκεῖνος ἄνθρωπον οὐκ εἶχε τὸν συνεργήσοντα πρὸς τὴν ἀπὸ τῆς κολυμβήθρας ἐκείνης χάριν, οὕτως οὐδὲ ὑμῖν ἐνταῦθα ποιμὴν ὑπῆρχε κηρύττων εἰρήνην, καὶ συνάγων τὰ διεσκορπισμένα μέλη, καὶ συνάπτων πρὸς ἑαυτά, καὶ τὴν ἀπὸ τοῦ μίσους νόσον καὶ καχεξίαν ἐκβάλλων τοῦ σώματος τῆς τοῦ Χριστοῦ Ἐκκλησίας.
Νῦν οὖν ἡμεῖς ἐπέστημεν ἤδη, καὶ σύνεσμεν ὑμῖν ἐν Χριστῷ, καὶ ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς αὐτοῦ παρακαλοῦντος δι’ ἡμῶν. Καταλλάγητε τῷ Θεῷ. Ἐπίγνωτε τὴν πρὸς ἀλλήλους συγγένειαν, οὐ κατὰ ψυχὴν μόνον, ἀλλὰ καὶ κατὰ σῶμα προσοῦσαν ἐκ προγόνων ὑμῖν. Ἀναμνήσθητε τῶν πρότερον τῆς εἰρήνης ἡμερῶν ἐκείνων, πόσων δι’ αὐτῆς ἀπελαύετε καλῶν, ὧν πάντων ἐστερήθητε νῦν. Μὴ λογίζεσθε τὸ κακόν, μηδ’ ἀντιδιδόναι κακὸν ἀντὶ κακοῦ θελήσητε, ἀλλ’ ἐν τῷ ἀγαθῷ νικήσατε τὸ κακόν. Τὴν πρὸς ἀλλήλους ἀγάπην ἐνστερνισάμενοι, ὡς ἂν καὶ τὴν παρὰ Θεοῦ ἀγάπην κτήσησθε, καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἐνδείξησθε· οὐδὲ γάρ ἐστιν ἀγάπην πρὸς Θεὸν ἔχειν, ἢ τὴν παρ’ αὐτοῦ χάριν καὶ κηδεμονίαν καρποῦσθαι τοὺς μὴ ἀγαπῶντας τοὺς ἰδίους ἀδελφούς.
Ὑπακούσατέ μοι νῦν ἐλθόντι πρὸς ὑμᾶς ἀδελφοί, καὶ τὴν εἰρήνην πρὸ πάντων τε καὶ πρὸς πάντας εὐαγγελιζομένῳ κατὰ τὸ τοῦ Κυρίου παράγγελμα· καὶ συνεργάσασθέ μοι ταύτην, χαριζόμενοι ἀλλήλοις, εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν, ἵνα γένησθε υἱοὶ τῆς εἰρήνης, ταὐτὸ δ’ εἰπεῖν τοῦ Θεοῦ.
Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ καταργήσας τὴν ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ. Αὐτὸς καὶ πρὸς τοὺς ἰδίους μαθητὰς καὶ δι’ ἐκείνων εἶπε πρὸς ἡμᾶς, εἰς ἣν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθωμεν, τὴν εἰρήνην προκαταγγέλλειν αὐτοῖς. Καὶ τὸ ἔργον ἅπαν τῆς αὐτοῦ παρουσίας ἡ εἰρήνη ἐστί, καὶ δι’ αὐτὴν κλίνας οὐρανοὺς ἐπὶ τὴν γῆν κατῆλθε. Διὸ καὶ ὁ Δαβὶδ περὶ αὐτοῦ προεῖπεν· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». Καὶ ἐν ἑτέρῳ ψαλμῷ πάλιν περὶ αὐτοῦ φησιν· «ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ’ αὐτόν».
Δείκνυσι δὲ καὶ ὁ ἐπὶ τῇ γεννήσει τούτου παρὰ τῶν ἀγγέλων ὕμνος, ὅτι τὴν εἰρήνην ἡμῖν κομίζων οὐρανόθεν ἦλθεν ἐφ’ ἡμᾶς, «δόξα», λεγόντων, «ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία». Καὶ αὐτὸς δὲ πληρῶν ἤδη τὴν σωτήριον οἰκονομίαν, τὴν εἰρήνην ἀντὶ κληρονομίας τοῖς οἰκείοις ἀφῆκε, λέγων πρὸς αὐτούς, «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Καὶ πάλιν, «εἰρηνεύετε ἑαυτοῖς καὶ πᾶσι»· καί, «ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους».
Καὶ ἡ τελευταία ἣν ἔδωκεν ἡμῖν εὐχή, πρὸς τὸν οἰκεῖον Πατέρα ἀναβαίνων, τὴν πρὸς ἀλλήλους ἀγάπην ἐπιστηρίζει· «Δὸς γὰρ αὐτοῖς», φησίν, «ἵνα πάντες ἓν ὦσι». Μὴ οὖν ἐκπέσωμεν τῆς πατρικῆς εὐχῆς, μηδὲ τὴν κληρονομίαν ἀποβαλώμεθα τοῦ οὐρανίου Πατρός, μηδὲ τὴν σφραγῖδα καὶ τὸ σημεῖον τῆς πρὸς αὐτὸν οἰκειότητος, ἵνα μὴ καὶ τὴν υἱοθεσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν πρὸς αὐτὸν μαθητείαν ἀποβαλώμεθα, καὶ τῆς ἐπηγγελμένης ἐκπέσωμεν ζωῆς, καὶ ἀποκλεισθῶμεν τοῦ πνευματικοῦ νυμφῶνος, καὶ παρ’ αὐτοῦ τοῦ εἰρηνάρχου Πατρὸς ἀκούσωμεν· οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ τοῦ μίσους καὶ τῆς ἔχθρας καὶ τῶν σκανδάλων αἴτιοι· ὅς, ἵνα μὴ τοῦτο πάθωμεν, διὰ τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων παντὶ τῷ κόσμῳ τὴν εἰρήνην ἀπέστειλε.
Διὸ καὶ αὐτοὶ ἐν ταῖς οἰκείαις ὁμιλίαις καὶ τοῖς συγγράμμασι, ταύτην πρὸ πάντων τιθέασι τῶν λόγων, «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ», προοιμιαζόμενοι. Ταύτην καὶ ἡμεῖς ὡς ὑπηρέται τῆς ἐκείνων διακονίας, ὑμῖν ἥκομεν ἀρτίως κομίζοντες, καὶ μετὰ Παύλου πρὸς ὑμᾶς λέγομεν· «εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν ἧς χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον». Εἰ δέ, χωρὶς τῆς μετὰ πάντων εἰρήνης, οὐδεὶς ὄψεται τὸν Θεόν, ὁ μηδὲ μετὰ τῶν πατριωτῶν εἰρηνεύων, πῶς ὄψεται τὸν Θεὸν ἐν αἰῶνι τῷ μέλλοντι; πῶς δὲ οὐκ ἀκούσεται τότε, «ἀρθήτω, ἵνα μὴ ἴδοι τὴν δόξαν Κυρίου»; Ἀλλ’ ἡμῶν μηδένα γένοιτο ταύτης ἀκοῦσαι τῆς ἀπευκταίας φωνῆς, ἀλλὰ καταλλαγέντας, καὶ συναχθέντας πάντας διὰ τῆς εἰρήνης καὶ ἀγάπης καὶ ὁμονοίας εἰς ἕν, ἐν μέσῳ ἔχειν αὐτόν, κατὰ τὴν αὐτοῦ γλυκεῖαν ἐπαγγελίαν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξευμαρίζοντα μὲν ἡμῖν τὴν τοῦ παρόντος βίου δυσχέρειαν, χαριζόμενον δὲ ἐν καιρῷ εὐθέτῳ τὴν αἰώνιον ζωὴν καὶ δόξαν, καὶ βασιλείαν.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ εἰρηνοδώρου Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.