Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Ε΄: Στην εορτή της Υπαπαντής του Κυρίου
Θεολογική προσέγγιση της συγκατάβασης του Χριστού, του παρθενικού τόκου και της λύτρωσης από την προπατορική αμαρτία, με προτροπές περί σωφροσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Ε΄: Στην εορτή της Υπαπαντής του Κυρίου
Θεολογική προσέγγιση της συγκατάβασης του Χριστού, του παρθενικού τόκου και της λύτρωσης από την προπατορική αμαρτία, με προτροπές περί σωφροσύνης.
ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ἐν ᾗ καὶ περὶ σωφροσύνης καὶ τῆς ἀντιθέτου ταύτῃ κακίας Τὴν μὲν προγονικὴν ἐκείνην ἀράν τε καὶ καταδίκην κοινήν τε καὶ τὴν αὐτὴν ἅπαντες εἴχομεν πρὸ Χριστοῦ, ἐξ ἑνὸς τοῦ προπάτορος ἐπὶ πάντας χυθεῖσαν, ὡς ἐκ ρίζης τοῦ γένους ἀναδιδομένην καὶ τῇ φύσει συγκεκληρωμένην· ἕκαστος δὲ δι’ ὧν αὐτὸς ἰδίως ἔπραττεν, ἢ τὴν μέμψιν ἢ τὸν ἔπαινον εἰς τὴν ἰδίαν ὑπόστασιν παρὰ Θεοῦ ἐπεσπᾶτο, πρὸς ἐκείνην τὴν κοινὴν ἀράν τε καὶ καταδίκην καὶ τὸν ἄνωθεν πρὸς αὐτὸν καὶ δι’ αὐτοῦ πρὸς τοὺς ἑξῆς καταβαίνοντα πονηρὸν κλῆρον πράττειν ἔχων οὐδέν.
Ἀλλ’ ἦλθε Χριστὸς ὁ τῆς φύσεως ἐλευθερωτής, ὁ τὴν κοινὴν ἀρὰν εἰς εὐλογίαν μετάγων κοινὴν καὶ τὴν ὑπεύθυνον ἡμῶν φύσιν ἀναλαβὼν ἐξ ἀκηράτου Παρθένου καὶ ταύτην ὑποστήσας ἑαυτῷ καινήν, παλαιοῦ μὴ μετασχοῦσαν σπέρματος, ἀνεύθυνον αὐτὴν καὶ δεδικαιωμένην ἀπέδειξεν, ὡς καὶ τοὺς ἐξ αὐτοῦ κατὰ Πνεῦμα γεννωμένους ἔπειτα πάντας τῆς προγονικῆς ἐκείνης ἀρᾶς καὶ καταδίκης μένειν ἐκτός. Τί οὖν; οὐχὶ καὶ τῶν ὑποστάσεων ἡμῶν ἑκάστῃ τῆς αὐτοῦ μεταδίδωσι χάριτος, οὐδὲ τῶν ἰδίων ἕκαστος πλημμελημάτων λαμβάνει παρ’ αὐτοῦ τὴν ἄφεσιν, ἐπειδήπερ οὐχ ὑπόστασιν αὐτὸς παρ’ ἡμῶν, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν ἐκαινούργησε φύσιν, ἑνωθεὶς αὐτῇ κατ’ ἰδίαν ὑπόστασιν; Καὶ πῶς, ὃς πάντας τελείως θέλει σωθῆναι καὶ ὑπὲρ πάντων κλίνας οὐρανοὺς κατῆλθε καὶ δι’ ἔργων καὶ λόγων καὶ παθημάτων οἰκείων πᾶσαν ὑποδείξας σωτηρίας ὁδὸν εἰς οὐρανοὺς ἐπανῆλθεν, ἕλκων ἐκεῖσε τοὺς πειθομένους; οὐκοῦν, οὐ τῇ φύσει μόνον ἣν αὐτὸς παρ’ ἡμῶν ἔσχε καθ’ ἕνωσιν ἀδιάσπαστον, ἀλλὰ καὶ τῶν εἰς αὐτὸν πιστευόντων ἑκάστῳ παράσχοι τελείαν τὴν ἀπολύτρωσιν· καὶ πεποίηκε καὶ ποιῶν οὐ διέλιπε, δι’ ἑαυτοῦ τῷ Πατρὶ καταλάττων καὶ πρὸς ὑπακοὴν ἡμῶν ἐπανάγων ἕκαστον καὶ πᾶσαν ἡμῶν παρακοὴν ἐξιώμενος.
Διὰ ταῦτα τοίνυν καὶ βάπτισμα ἐνετείλατο θεῖον καὶ νόμους ἔθηκε σωτηρίους καὶ μετάνοιαν ἐκήρυξε πᾶσι καὶ τοῦ οἰκείου μετέδωκε σώματός τε καὶ αἵματος· οὐ γὰρ ἁπλῶς ἡ φύσις, ἀλλ’ ἡ ἑκάστου τῶν πιστευόντων ὑπόστασις καὶ τὸ βάπτισμα δέχεται καὶ κατὰ τὰς θείας ἐντολὰς πολιτεύεται καὶ τοῦ θεουργοῦ ἄρτου καὶ τοῦ ποτηρίου ἐν μεθέξει γίνεται. Διὰ τούτων μὲν οὖν ὑποστατικῶς ἡμᾶς ὁ Χριστὸς ἐδικαίωσε καὶ πρὸς ὑπακοὴν τοῦ ἀνωτάτου Πατρὸς ἐπανήγαγεν· αὐτὴν δὲ τὴν φύσιν ἣν παρ’ ἡμῶν προσλαβόμενος ἐκαινούργησεν ἡγιασμένην καὶ δεδικαιωμένην καὶ τῷ Πατρὶ διὰ πάντων ὑπήκοον οὖσαν ἔδειξε, δι’ ὧν αὐτὸς ταύτῃ καθ’ ὑπόστασιν ἡνωμένος κατ’ αὐτὴν ἔπραξέ τε καὶ ἔπαθεν· ὧν ἐστι καὶ ἡ τούτου σήμερον ἑορταζομένη παρ’ ἡμῶν εἰς τὸ ἱερὸν τὸ παλαιὸν ἐκεῖνο πρὸς καθαρισμὸν ἀνάβασις ἢ ἀναβίβασις καὶ ἡ τοῦ θεολήπτου Συμεὼν ὑπάντησις καὶ ἡ τῆς διὰ βίου τῷ ἱερῷ προσανεχούσης Ἄννης ἐξομολόγησις.
Μετὰ γὰρ τὴν ἐκ Παρθένου τοῦ Σωτῆρος γέννησιν καὶ τὴν κατὰ νόμους ὀκταήμερον περιτομήν, καθάπερ ὁ Εὐαγγελιστὴς Λουκᾶς φησιν, «ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἰεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου». Περιτέμνεται κατὰ τὸν νόμον, ἀνάγεται κατὰ τὸν νόμον, παρίσταται κατὰ τὸ γεγραμμένον ἐν νόμῳ Κυρίου, προσάγεται θυσία κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου.
Ὁρᾶτε ὅτι διὰ πάντων ὑπήκοος τῷ νόμῳ γίνεται ὁ τοῦ νόμου ποιητὴς καὶ δεσπότης; Τί διὰ τούτων ἀπεργαζόμενος; ὑπήκοον ἐν πᾶσι τῷ Πατρὶ τὴν ἡμετέραν φύσιν ποιούμενος καὶ τὴν κατ’ αὐτὴν ἡμῶν παρακοὴν ἐξιώμενος καὶ τὴν δι’ αὐτὴν ἀρὰν εἰς εὐλογίαν μετασκευάζων.
Ὡς γὰρ ἐν Ἀδὰμ ἅπασα ἦν ἡ φύσις ἡμῶν, οὕτω καὶ ἐν Χριστῷ· καὶ ὡς διὰ τοῦ ἐκ γῆς Ἀδὰμ πάντες οἱ ἐξ ἐκείνου τὸ εἶναι λαβόντες εἰς γῆν ἀπεστράφημεν καὶ εἰς ᾅδου, φεῦ, κατηνέχθημεν, οὕτω διὰ τοῦ ἐξ οὐρανοῦ Ἀδάμ, κατὰ τὸν ἀπόστολον, πάντες εἰς οὐρανὸν ἀνεκλήθημεν καὶ τῆς ἐκεῖ δόξης καὶ χάριτος ἠξιώθημεν μυστικῶς μέν τοι νῦν, κέκρυπται γάρ, φησίν, ἡ ζωὴ ὑμῶν σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ κατὰ τὴν δευτέραν αὐτοῦ ἐπιφάνειαν καὶ παρουσίαν, τότε καὶ ὑμεῖς πάντες φανερωθήσεσθε ἐν δόξῃ. Πάντες τίνες; Οἱ τῷ Χριστῷ υἱοποιηθέντες ἐν Πνεύματι καὶ πνευματικὰ τούτου τέκνα διὰ τῶν ἔργων ἀποδεικνύμενοι.
Ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν ἀνήγαγον αὐτὸν παραστῆσαι τῷ Κυρίῳ. Τίνων αὐτῶν; περὶ τῶν τεκόντων ἅμα δὲ καὶ τῶν ἐκ συνδυασμοῦ τικτομένων ὁ τοῦ νόμου λόγος, ὡς δεομένων καθάρσεως· ἐπεὶ καὶ ὁ ψαλμωδός φησιν «ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου»· ὅπου δὲ οὐ τεκόντες, ἀλλὰ τεκοῦσα ἦν μόνη, καὶ αὕτη παρθένος, καὶ παιδὸς τόκος ἀσπόρως συλληφθέντος, πάντως οὐκ ἦν χρεία καθαρισμοῦ, ἀλλ’ ὑπακοῆς ἦν ἔργον καὶ τοῦτο, ἐπαναγαγούσης τὴν παρακούσασαν φύσιν καὶ τῆς διὰ τὴν παρακοὴν ἀπαγούσης εὐθύνης. Ὅτε οὖν ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν ἀνήγαγον αὐτὸν παραστῆσαι τῷ Κυρίῳ, ἀναθεῖναι, φανερὸν ποιῆσαι πρωτότοκον ὄντα, καθὰ γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι «πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται».
Καὶ μὴν οὗτος μόνος ἐστὶν ὁ μήτραν ἐν τῷ συλληφθῆναι διανοίξας, ἀσυνδυάστως κυοφορηθεὶς διὰ μόνου προσρήματος καὶ μηνύματος Θεοῦ, ὅπερ εἰς ἀκοὴν ἡ Παρθένος δι’ ἀγγέλου ἐδέξατο· πῶς οὖν ὁ νόμος πᾶν ἄρσεν φησὶ διανοῖγον μήτραν; Ὥσπερ πολλοὶ λέγονται προφῆται καὶ πολλοὶ χριστοί, ὡς καὶ διὰ τοῦ ψαλμῳδοῦ λέγει ὁ Θεός, «μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε», εἷς δέ ἐστιν ὁ Χριστὸς καὶ εἷς ὁ μόνος Προφήτης οὗτος, οὕτω καὶ πᾶν μὲν πρωτότοκον λέγεται διανοίγειν μήτραν, ὁ δὲ ἀληθῶς διανοίξας οὗτός ἐστιν ὁ μόνος ἅγιος τοῦ Ἰσραήλ. Ἀνήγαγον δέ φησι, καί, «τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν».
Τὸ μὲν οὖν τῶν τρυγόνων ζεῦγος, ὑπεμφαῖνον τῶν τεκόντων τὸ σῶφρον, εἶχέ τινα λόγον πρὸς τοὺς νόμῳ γάμου συνεζευγμένους, οἱ δὲ δύο νεοσσοὶ τῶν περιστερῶν ἀπειρόγαμοι ὄντες σαφῶς προεδήλουν τὴν Παρθένον καὶ τὸν ἐκ τῆς Παρθένου ταύτης τεχθέντα καὶ Παρθένον εἰς τέλος ὄντα. Καὶ ὅρα τοῦ νόμου τὸ ἀκριβές· ἐπὶ μὲν γὰρ τῶν τρυγόνων ζεῦγος εἶπεν, ὡς αἰνιττομένων τοὺς γάμῳ συνεζευγμένους, ἐπὶ δὲ τῶν νεοσσῶν ἐφυλάξατο τοῦτο· ἀπειρόζυγος γὰρ καὶ ἡ τεκοῦσα καὶ ὁ τεχθείς. Ἀλλ’ ὁ μὲν νόμος πόρρωθεν προκαταγγέλων τὸν παρθενικὸν τόκον τοιαῦτα χρησμῳδεῖ καὶ διὰ τοιούτων τοῦτον προϋπογράφει· αὐτοῦ δὲ τοῦ παραδόξως τεχθέντος νῦν εἰς τὸ ἱερὸν ἀναχθέντος, ἑτέρας τρυγόνας καὶ ἄλλους περιστερῶν νεοσσοὺς πρεπωδεστέρους ἡτοίμασε τὸ Πνεῦμα τὸ ἅγιον.
Τίνας τούτους; Συμεὼν καὶ τὴν Ἄνναν, οὕς, εἴτε νεοσσοὺς περιστερῶν εἴποι τις, διὰ τὸ πρὸς κακίαν παντάπασι νηπιῶδες, εἴτε τρυγόνας διὰ τὸ τῆς σωφροσύνης ἀκρότατον, εὐλόγως ἐρεῖ. Ἀλλ’ ὁ μὲν Συμεών, ἵνα κατ’ ἐπιδρομὴν τὰ εὐαγγελικὰ διέλθωμεν ρήματα, δίκαιος ὢν καὶ εὐλαβής, προκεχρηματισμένος τε ὑπὸ Πνεύματος ἁγίου, καὶ νῦν ὑπὸ τούτου κεκινημένος ἦλθεν εἰς τὸ ἱερὸν καὶ ὑπήντησε καὶ ἐνηγκαλίσατο τοῦτο τὸ οὐράνιον καὶ ἐπίγειον βρέφος, αὐτῷ προσάγων ὡς Θεῷ τόν τε ὕμνον καὶ τὴν ἱκεσίαν, ἐν εἰρήνῃ τε λυθῆναι τοῦ σώματος ἱκετεύων καὶ σωτήριον αὐτὸ φῶς εἶναι καταγγέλων τοῖς πᾶσιν, εἰς πτῶσίν τε τοῦτο τεθεῖσθαι τῶν ἀπιστούντων καὶ εἰς ἀνάστασιν τῶν εἰς αὐτὸ πιστευόντων ἰσχυριζόμενος.
Εἶτα καὶ τῇ Παρθένῳ καὶ Μητρὶ τοῦ βρέφους προσδιελέξατο, ἐκ τῆς περὶ τὸν σταυρὸν τοῦ παιδὸς ὀδύνης μητέρα κατὰ φύσιν φανερωθήσεσθαι δεικνὺς τοῦ νῦν θεανθρώπου βρέφους καὶ τοὺς ἀμφιβόλους περὶ τούτου λογισμοὺς ἀποκαλύψασαν ἐκ τῶν καρδιῶν ἀπαλείψειν· καὶ ὁ Συμεὼν γὰρ τὴν γνησίαν τοῦ ἀμφιβόλου παιδὸς μητέρα ἐκ τῆς περὶ τὸ πάθος τοῦ παιδὸς ὀδύνης καὶ τῆς ἐπ’ αὐτὸ σφοδρᾶς λύπης καὶ συμπαθείας καλῶς ἐτεκμήρατο.
Προφῆτις δὲ Ἄννα ἡ τοῦ Φανουὴλ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων οὖσα, νηστείαις τε καὶ δεήσεσι προσκειμένη καὶ τοῦ ἱεροῦ μηδαμῶς ἀφισταμένη, θείῳ Πνεύματι τηνικαῦτα μᾶλλον γενομένη κάτοχος εὐχαρίστει τῷ Θεῷ καὶ τὴν λύτρωσιν παραγενομένην τοῖς προσδεχομένοις εὐηγγελίζετο, ταύτην εἶναι δεικνῦσα τὸ βρέφος τοῦτο.
Τοιαύτας λογικὰς τρυγόνας πρὸς ὑπαντὴν προέπεμψεν εἰς τὸ ἱερὸν ἀνιόντι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἔδειξεν ἡμῖν ὁποίους εἶναι δεῖ τοὺς εἰσδεχομένους Χριστόν, καὶ ὁποίους εἶναι δεῖ καὶ ὁποίας τὰς ἐξ ἀνδρῶν τε τὸν βίον ἀπολιπούσας καὶ τοὺς τὰς ὁμοζύγους ἀποβαλόντας. Χήρα γὰρ ἦν ἡ τοῦ Φανουὴλ αὕτη Ἄννα, ἀλλὰ καὶ προφῆτις. Πῶς; ὅτι τῶν κοσμικῶν καὶ βιωτικῶν ἀποστᾶσα φροντίδων οὐκ ἀφίστατο τοῦ ἱεροῦ· ὅτι νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς καὶ ψαλμῳδίαις συνδιημερεύουσα καὶ διανυκτερεύουσα τὸν βίον εἶχεν ἄμωμον· διὸ καὶ τὸν Κύριον, ᾧ δι’ ἔργων ἐλάτρευεν, εἰκότως ἐπεγίνωσκεν ἐλθόντα, καθὰ καὶ ὁ ψαλμῳδὸς προφήτης πρὸς αὐτόν φησιν· «ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με;».
Τοιαύτας εἶναι δεῖ καὶ τοιούτους τοὺς ἐκ τοῦ γάμου διὰ τῆς ἐντίμου χηρείας πρὸς τὸν παρθενικὸν βίον ἐγγίζειν ἢ καὶ συμβιοῦν αἱρουμένους. Ἐὰν οὖν τῆς δευτέρας συζυγίας ὡς χαμαιζήλου παντάπασιν ὑπερεῖδες, ἀπρὶξ ἔχου μοι τῆς προθέσεως, κατ’ ἴχνος βάδιζε τῶν ἐξ ἀρχῆς καὶ διὰ τέλους ἀγάμων. Ἦν ὅτε καὶ Πέτρος πενθερὰν ἔσχεν, ἀλλ’ Ἰωάννου τοῦ παρθένου πρὸς τὸ ζωαρχικὸν μνῆμα προσδραμόντος οὐκ ἀπελείφθη· ἔστι δὲ ἐφ’ ὧν καὶ ἐπανῆλθε, διὸ καὶ κορυφαῖος τῶν κορυφαίων ὑπὸ τοῦ κοινοῦ δεσπότου κατέστη. Πρὸς τοιοῦτον ὕψος ἀνάγει πόθος ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθείς.
Σὺ δὲ ὅρα, μὴ τῆς μὲν ἀποσχόμενος ὡς πανδήμου, τῆς δὲ μὴ ἐφικόμενος ὡς δυσεφίκτου, παραρρυῇς καὶ λάθῃς καταπεσών, ὡς μήτε τῶν κατὰ νόμον μήτε τῶν ὑπὲρ νόμον, ἀλλὰ τῶν παρὰ νόμον ἐχόμενος. Εἰ δὲ τοὺς ἐν χηρείᾳ ὄντας, ἂν μὴ σωφρονῶσι, κατακρίτους ἀποφαινόμεθα, κἂν δευτέροις ἐννόμως ὁμιλήσωσι γάμοις, οὐ παντάπασιν ἀμέμπτους ἡγούμεθα (εἶπεν ἂν ὁ Παῦλος, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν), πόσῳ μείζονος ἄξιοι καταδίκης, οἱ τῆς ἐννόμου συζυγίας τὴν παράνομον ἡδονὴν προτιμῶντες, καὶ οἱ γυναιξὶ συνοικοῦντες, καὶ τῆς πορνείας οὐκ ἀπεχόμενοι; πορνείας, ἣ καὶ τὸν παγκόσμιον ἐκεῖνον ἐπήνεγκε κατακλυσμὸν καὶ αὐτοῖς τοῖς υἱοῖς Θεοῦ κληθεῖσι τὴν ἀρχὴν καὶ τοῖς Σοδομίταις ἐπήνεγκε τὸν οὐρανόθεν ἐμπρησμὸν καὶ τοῖς Ἰσραηλίταις τὴν ἀπὸ τῶν Μωαβιτῶν ἧτταν καὶ τὸν πολυάνθρωπον ἐκεῖνον φόνον καὶ νῦν ἡμῖν, οἶμαι, τὰς ὑπὸ τῶν ἐθνῶν ἥττας καὶ τὰς πολυειδεῖς ἔσωθέν τε καὶ ἔξωθεν κακώσεις καὶ συμφοράς.
Υἱοὺς δὲ Θεοῦ τοὺς ἀπογόνους Ἐνὼς πρώτους ἐκάλεσεν ἡ Γραφή, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου. Οὗτος δὲ ἦν υἱὸς Σήθ, οὗ τὸ γένος διΐστατο τοῦ διὰ τὸν Κάϊν ἐπαράτου γένους καὶ διεῖγον ἐν σωφροσύνῃ, καὶ δι’ αὐτοὺς ἔτι τότε ἵστατο ὁ κόσμος, ἕως κατὰ τὸ γεγραμμένον ἰδόντες τὰς θυγατέρας τῶν ἀνθρώπων, τουτέστι τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν, ὅτι καλαὶ καὶ τοῦ πορνικοῦ κάλλους ἡττηθέντες ἔλαβον αὑτοῖς ἀπὸ πασῶν ὧν ἐξελέξαντο καὶ ἔμαθον τὰ ἔργα αὐτῶν καὶ ἐπληθύνθη ἡ κακία ἐπὶ τῆς γῆς καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἦρεν ἅπαντας· καὶ εἰ μὴ Νῶε τότε καὶ οἱ τοῦ Νῶε υἱοὶ σωφρονοῦντες εὑρέθησαν ἐπὶ τῆς γῆς (δῆλον δέ, καὶ γὰρ μιᾶς γυναικὸς ἕκαστος ἦν ἀνήρ, μεθ’ ἧς καὶ εἰσῆλθεν εἰς τὴν κιβωτόν), οὐδ’ ἂν ὑπελείφθη ρίζα τις καὶ ἀρχὴ πρὸς δευτέρου κόσμου γένεσιν.
Ὁρᾶτε ὅτι διὰ τοὺς πορνεύοντας πάλαι ἂν ἀπώλετο ὁ κόσμος οὗτος, εἰμὴ διὰ τοὺς σωφρονοῦντας ἵστατο; Οἱ δὲ μηδὲ τοῦ παρόντος ἄξιοι κόσμου, ὡς ἀκοσμίαν τοῦτον ἀπεργαζόμενοι, πῶς οὐχὶ καὶ τοῦ μέλλοντος αἰῶνος ἐξωσθήσονται, τῷ πυρὶ τῆς γεέννης παραδοθέντες, ὡς μὴ τῷ πυρὶ τῶν σαρκικῶν ἡδονῶν ἀντισχόντες, εἰ μὴ νῦν διὰ μετανοίας αὐτὸ μὲν ἀποσβέσουσι σπεύσαντες, τοὺς δὲ προγεγονότας ἐντεῦθεν μολυσμοὺς τοῖς δάκρυσιν ἀπονίψονται; Καὶ τοῦτο δὲ μὴ ἀγνοείτωσαν, ὡς ἐὰν μὴ ἀντιστῶσι σπεύσαντες διὰ τῆς μετανοίας τῷ πάθει, χείροσι προϊόντες παραδοθήσονται τοῖς παρὰ φύσιν αἰσχροῖς, ἃ πορνικῆς μέν ἐστιν ἐπιθυμίας γεννήματα, ἕλκει δὲ τῆς γεέννης ἐνταῦθα τὸ πῦρ, ὡς ἐντεῦθεν συναρπᾶσον τοὺς ἀκολάστους εἰς αἰώνιον κόλασιν.
Τίς οὐκ οἶδε τοὺς Σοδομίτας καὶ τὴν παρανομωτέραν ἐκείνων πορνείας ἔκκαυσιν καὶ τὸν καινότερον τοῦ πυρὸς ἐπ’ αὐτοὺς ὄμβρον καὶ τὴν ἀπώλειαν; Πολλάκις δὲ καὶ σύμπασα πόλις ἑνὸς ἀνδρὸς ἀσελγοῦς ἀπήλαυσεν, ὡς ἐπὶ τῶν Σικήμων ὑπὸ τῶν Ἰακὼβ παίδων ἄρδην ἀφανισθέντων ἐγένετο, τοῦ Συχὲμ τὴν τοῦ Ἰακὼβ θυγατέρα Δείναν ἁρπάσαντος. Ἀλλ’ ἵνα τοὺς πρὸ τοῦ νόμου νῦν ἀφῶμεν, αὐτὸς ὁ νόμος, οὐ τὴν νυμφευομένην, μὴ εὑρεθείσης ἐν αὐτῇ παρθενίας, λιθοβολεῖσθαι προστάττει, τὴν δὲ πεπορνευμένην ἱερέως θυγατέρα οὐ πυρὶ κατακαίεσθαι; μίσθωμα δὲ πόρνης οὐκ ἀπαγορεύει τῷ ναῷ Κυρίου προσφέρεσθαι; Τῶν δὲ Ἰσραηλιτῶν πορνικῶς ταῖς Μωαβίτισι συμφθαρέντων ἔργον μαχαίρας ἐν μιᾷ ἡμέρᾳ τρεῖς πρὸς ταῖς εἴκοσι χιλιάδες ἀνδρῶν ἐγένοντο. Διὸ καὶ Παῦλος ὁ μέγας πρὸς ἡμᾶς φησι· «μὴ πορνεύετε, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες». Τοιαῦτα καὶ πρὸ νόμου καὶ ἐν νόμῳ καὶ διὰ νόμου τὰ τῆς πορνείας εἰσὶν ἐπιτίμια.
Τί δὲ ἡμεῖς οἱ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐπιταττόμενοι καὶ πάλιν τοῖς αὐτοῖς περιπίπτοντες, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας; οἱ νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς παραινούμενοι, πορνείαν, ἀκαθαρσίαν, πάθος κακὸν καὶ τὴν ἐπιθυμίαν, καὶ τῆς παραινέσεως οὐκ ἐπιστρεφόμενοι;
Οὐ φοβηθησόμεθα ὀψέποτε γοῦν εἰ μηδὲν ἄλλο, τὰς γοῦν θεομηνίας, τὰς κάτωθεν, τὰς ἄνωθεν, τὰς ἐκβάσας, τὰς ἠπειλημένας ἐκείνας καὶ αἰωνίους; οὐκ αἰδεσθησόμεθα τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν; Οὐ φρίξομεν τὰς ἀποστολικὰς ἐπεξελεύσεις καὶ ἀποφάσεις καὶ παραινέσεις, «οὐκ οἴδατε», λέγοντος, «ὅτι ναός ἐστε Θεοῦ, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός». Καὶ πάλιν, «φανερά ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια καὶ τὰ ἑξῆς, ἃ προλέγω ὑμῖν, καθὼς ἤδη καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι». Καὶ πάλιν, «τοῦτό ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ». Καὶ πάλιν, «τοῦτό ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ἡμῶν, ἀπέχεσθαι ἡμᾶς ἀπὸ τῆς πορνείας· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐπὶ ἁγιασμῷ· τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα τὸ ἅγιον αὑτοῦ εἰς ἡμᾶς».
Καὶ τίς ἂν ἑξῆς καταλέξῃ τὰς εἰς τοῦτο πάσας τῶν τε Ἀποστόλων καὶ τῶν προφητῶν φωνάς; Τοῖς μέν τοι σωφρονοῦσι καὶ διὰ τοῦτο τελοῦσιν εἰς τὰ μέλη τοῦ Χριστοῦ τί παραγγέλει ὁ ἀπόστολος; «Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συναναμίγνυσθαι πόρνοις».
Ἐπειδὴ γὰρ ἐκεῖνοι παρ’ ἑαυτῶν οὐκ ἐντρέπονται, παραινεῖ τοῖς ἄλλοις ἐκτρέπεσθαι καὶ ἐντρέπειν αὐτούς, λέγων πρὸς αὐτούς, «ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν». Ὁρᾷς ὅτι κοινὸν μόλυσμά ἐστι τῆς Ἐκκλησίας ὁ πορνείᾳ ἐγκαλινδούμενος καὶ διὰ τοῦτο δεῖ πάντας τοῦτον ἀποτροπιάζεσθαι καὶ ἐξελαύνειν;
Αὐτὸς δὲ ὁ Παῦλος καὶ τῷ Σατανᾷ παρέδωκε τὸν ἐν Κορίνθῳ πορνεύσαντα καὶ οὐκ ἐκύρωσε πρὸς αὐτὸν ἀγάπην, οὐδὲ προσελάβετο τοῦτον, μέχρις ὅτου τὴν μετάνοιαν ἱκανῶς ἐπεδείξατο. Σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν ἀπὸ τῶν τοσούτων κακῶν, ὦ ἄνθρωπε, τῶν μὲν παρόντων, τῶν δὲ μελλόντων, καὶ τούτων διττῶν ἔν τε τῷ μέλλοντι κἀν τῷ παρόντι αἰῶνι. Τὸ γὰρ Ἠσαῦ γένος ἀπόβλητον, ἐπειδὴ πόρνος καὶ βέβηλος ἐκεῖνος ἦν, καὶ ὁ Ροβοὰμ ἀφαιρεῖται τῆς βασιλείας τὸ πλεῖστον, ἐπεὶ γυναικομανὴς εἴπέρ τις ὁ τοῦτον γεννήσας Σολομὼν ἀπεβίω μὴ τοῦτο παθὼν αὐτὸς διὰ τὸν Δαβίδ, ὃς καὶ τὸ προστριβὲν ἅπαξ ἄγος δακρύων λιβάσι καὶ τοῖς ἄλλοις τῆς μετανοίας ἔργοις διαρκῶς ἀπετρίψατο.
Φεύγετε τὴν πορνείαν, ἀδελφοί, πάλιν ὁ ἀπόστολος ἐγκελεύεται. Εἰ Σαμψὼν ταύτην ἔφευγεν, οὐκ ἂν τῆς Δαλιδᾶς ταῖς χερσὶ κρατηθεὶς μετὰ τῆς ἐν τῇ κεφαλῇ τριχὸς καὶ τὴν ἰσχὺν ἀφῃρέθη, οὐκ ἂν ἐξεκόπη τοὺς ὀφθαλμούς, οὐκ ἂν τοῖς ἀλλοφύλοις κακῶς τὸ ζῆν συναπέρρηξεν.
Εἰ ταύτην ἔφευγον οἱ ὑπὸ Μωσέως στρατηγοῦντος καὶ νομοθετοῦντος ἀγόμενοι, οὐκ ἂν ἔθυσαν τῷ Βεελφεγώρ, οὐδ’ ἂν ἔφαγον θυσίας νεκρῶν, οὐδ’ ἂν ἔπεσον ὅσον πεπτώκασιν. Εἰ ταύτην ἔφευγε Σολομών, οὐκ ἂν ἀπέστη ἀπὸ Θεοῦ τοῦ βασιλεύσαντος αὐτὸν καὶ σοφίσαντος, οὐδ’ ἂν εἰδώλοις ναοὺς ἀνήγειρεν.
Ὁρᾶτε ὅτι καὶ πρὸς ἀσέβειαν ἐκφέρει τὸ τῆς πορνείας πάθος τὸν ἄνθρωπον; Οὐδὲ τοὺς ἐν Βαβυλῶνι πρεσβυτέρους κριτὰς τὸ τῆς Σωσάννης κάλλος ἐξαπατῆσαν, ἐθριάμβευσεν ὕστερον καὶ ταῖς τῶν λίθων συνεκάλυψε βολαῖς, εἰ τὸ μύσος πόρρωθεν ἔφευγον καὶ μὴ καθ’ ἑκάστην ταύτην ἀκολάστως παρετήρουν πρότερον. Οὐδ’ Ὀλοφέρνης ἐκτραχηλισθεὶς ἄθλιος ἔκειτο, εἰ μὴ πρότερον τὸ σανδάλιον Ἰουδίθ, κατὰ τὸ γεγραμμένον, ἥρπασεν ὀφθαλμὸν αὐτοῦ καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτευσε ψυχὴν αὐτοῦ. Διὰ τοῦτο Ἰώβ φησι· «Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον»· πόσῳ μᾶλλον ἐπὶ ἄσεμνον γύναιον ἀπολελυμένον ἢ συνημμένον.
Ἢ μονίαν ἄσκει, ὦ οὗτος, θεοφιλῆ, ἢ συζυγίαν θεόσδοτον. Πίνε ὕδατα ἀπὸ σῶν φρεάτων, οἰκειότερον δὲ νῦν εἰπεῖν, ἀπὸ σοῦ μόνου φρέατος, καὶ τοῦτο σωφρονικῶς, ἀπέχου δὲ παντελῶς νόθου πόματος· στυγός ἐστι ὕδωρ, ποταμοῦ τυγχάνει ρεῖθρον Ἀχέροντος, ἰοῦ θανατηφόρου γέμει, δηλητηρίου δύναμιν κέκτηται· εἰς γὰρ πέταυρον ᾅδου, μᾶλλον δὲ τοὺς μυχοὺς αὐτοὺς τοὺς πιόντας κατασπᾶν πέφυκε. Φεῦγε τὸ ἀπὸ χειλέων πορνικῶν μέλι· σεσοφισμένον γάρ ἐστι θάνατον πορνικὸν ἐπαλεῖφον, ὅς ἐστιν ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμός· πρὸς ὅν φησι ὁ Δαβίδ· «ἐξολόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ».
Ἀνάγκη γοῦν καθαρεύειν ἢ γοῦν καθαίρεσθαι, καὶ οὕτως ἀμίαντον μένειν διηνεκῶς ταῖς ἐνδεδομέναις ἡδοναῖς ἀρκούμενον, οὗ τὸ σῶμα ναὸς Θεοῦ διὰ τοῦ Πνεύματος γέγονε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτῷ καὶ πρὸς κτῆσιν μὲν ἁγνείας καὶ σωφροσύνης σπεύδειν, πορνείας δὲ καὶ πάσης ἀκαθαρσίας ἀποφυγήν, ἵνα τῷ ἀφθάρτῳ νυμφίῳ ἐν ταῖς ἀκηράτοις παστάσι συνδιαιωνίζωμεν πάντες συνευφραινόμενοι, πρεσβείαις τῆς ἐν παρθενίᾳ τεκούσης αὐτὸν εἰς ἡμῶν σωτηρίαν, ἀειπαρθένου καὶ παναμώμου καὶ ὑπερδεδοξασμένης Μητρός· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.