Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΣΤ΄: Προτρεπτικός λόγος περί νηστείας

Εισαγωγή στην περίοδο της νηστείας, τονίζοντας τον πνευματικό της χαρακτήρα, τα βιβλικά της πρότυπα και την αναγκαιότητα της ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 20

ΠΡΟΤΡΕΠΤΙΚΗ ΠΡΟΣ ΝΗΣΤΕΙΑΝ Ἐν ᾗ καὶ περὶ τῆς τοῦ κόσμου γενέσεως ὡς ἐν ἐπιτόμῳ Πολύς ἐστιν εἰς κακίαν εὐμήχανός τε καὶ πολυτροπώτατος, μᾶλλον δὲ παμμήχανος ὁ νοητὸς καὶ ἀρχέκακος ὄφις. Ἔχει δι’ ὧν ἀρχομένην ἐμποδίζει τὴν πρόθεσιν ἡμῶν καὶ τὴν πρᾶξιν τὴν ἀγαθήν· ἂν δὲ μὴ δυνηθῇ τὴν ἀρχὴν ἐμποδίσαι ταύτην, ἄλλας ἐπίσταται μηχανάς, δι’ ὧν ἀχρειοῖ ταύτην ἐνεργουμένην· ἂν δὲ μηδὲ τελουμένην ἀχρειῶσαι ταύτην περὶ τὰ μέσα που δυνηθῇ, πάλιν ἕτερα σοφίσματα καὶ τρόπους ἑτέρους οἶδε, δι’ ὧν καὶ τελειωθεῖσαν ἐκκενοῖ ταύτην καὶ ἀκερδῆ καθίστησι, μᾶλλον δὲ ἐπιζήμιον τοῖς μὴ πάνυ προσέχουσι. Καὶ πρῶτον μὲν τὸ ἐπίπονον καὶ δυσκατόρθωτον τῆς ἀρετῆς ὑποδείκνυσι, καὶ ρᾳθυμίαν ἐντεῦθεν ἡμῖν ἐμποιεῖ καὶ ἀνελπιστίαν, ὡς δυσκόλοις καὶ ἀδυνάτοις ἐπιχειροῦσι, διὸ μηδὲ δυνησομένοις εἰς ἔργον ἐνεγκεῖν τὴν πρόθεσιν· ἔτι δὲ καὶ ἀπιστίαν ἐντίκτει τῶν ἐπηγγελμένων παρὰ Θεοῦ τοῖς ἀγωνιζομένοις βραβείων.

Ἀλλ’ ἡμεῖς, ἀδελφοί, διὰ τῆς κατὰ ψυχὴν ἀνδρείας καὶ προθυμίας καὶ πίστεως, τῆς παγίδος ταύτης ὑπεραρθῶμεν, ἐπὶ νοῦν λαβόντες ὡς οὔτε γῆ χωρὶς καμάτων εὐχρήστους ἀναδίδωσι τοὺς καρποὺς οὔτε ψυχὴ χωρὶς ἀγώνων πνευματικῶν θεοφιλές τι καὶ σωτήριον κτήσεται. Καὶ γῆν μὲν οὐκ ἐπιτηδείαν πρὸς γεωργίαν ἔστιν εὑρεῖν· ψυχὴ δὲ λογικὴ πᾶσα πρὸς ἀρετήν ἐστιν εὐφυής. Ἐπεὶ δὲ καὶ διὰ τὴν προγονικὴν καταδίκην πόνῳ καὶ μόχθῳ ζῆν κατεκρίθημεν καὶ τοῦτο διαφυγεῖν οὐκ ἔνι, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ ἀκουσίως προσὸν ὡς ἑκούσιον τῷ Θεῷ προσενέγκωμεν, ἀντιδῶμεν τῶν μονίμων τὰ πρόσκαιρα καὶ τῶν δεινῶν ἀντιληψόμεθα τὰ χρηστότατα, πορισμὸν αἰωνίου ἀνέσεως τὸν πρόσκαιρον πόνον ἀπεργαζόμενοι· ὑπὲρ ἀρετῆς γὰρ ἐνταῦθα πονοῦντες τῆς ἐπηγγελμένης ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἀναπαύσεως πάντως ἐπιτευξόμεθα.

Καὶ γὰρ πιστὸς ὁ ἐπαγγειλάμενος, ὃς καὶ βοηθός ἐστιν ἕτοιμος τοῖς ὑπελθοῦσιν ἑτοίμως τὸν ἀγῶνα τῆς ἀρετῆς· τούτου δὲ βοηθοῦντος τοῦ τὰ πάντα ἰσχύοντος, τί τῶν ἁπάντων οὐκ ἀνύσιμον ἔσται; Ἀλλ’ ὅταν, ταῦτα ἐνθυμηθέντες, προθύμως ἐπιβαλλώμεθα τοῖς ἔργοις τῆς ἀρετῆς, εἰδὼς ἐκεῖνος ὁ πονηρὸς ὅτι τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γένηται, σπουδάζει πείθειν ἡμᾶς μὴ κατὰ θεάρεστον σκοπὸν ἐκτελεῖν τὴν τοῦ καλοῦ ἐργασίαν, μηδὲ πρὸς τὸν ἐκ τοῦ Θεοῦ ἔπαινον, ἀλλὰ πρὸς τὸν ἐξ ἀνθρώπων ὁρᾶν, ἵνα καὶ οὕτω τῆς παρὰ Θεοῦ μισθαποδοσίας καὶ τῶν πνευματικῶν καὶ οὐρανίων ἀποστερήσῃ γερῶν. Ἡμεῖς δὲ καὶ ταύτην αὐτοῦ τὴν σπουδὴν ἄπρακτον ἀποδείξωμεν, τῶν τε ἀποκειμένων τοῖς θεαρέστως ζῶσιν ἀμοιβῶν τὸ μέγεθος καὶ τὸ τῆς ἀνθρωπαρεσκείας οὐτιδανὸν λογισάμενοι, μὴ μόνον πρὸς ἐκεῖνο τὸ μέλλον τῆς θείας δόξης μέγεθος συγκρινόμενον, ἀλλ’ οὐδὲ πρὸς κάκωσιν καὶ τῆξιν σαρκὸς ἀξιόλογον ὄν.

Ἀλλὰ καὶ μετὰ τὴν κατ’ αὐτοῦ ταύτην νίκην ὁ ἀρχέκακος ἐκεῖνος ἡμῖν ὑπορύττει τὴν ὑπερηφανίαν, οἷόν τι τελευταῖον καὶ πονηρότατον βάραθρον, οἰήσεως λογισμοὺς ὑποβάλλων καὶ μεγαλαυχεῖν ἡμᾶς πείθων, ὡς οἰκείᾳ δυνάμει καὶ περινοίᾳ τὴν ἀρετὴν κατορθώσαντας.

Ἀλλ’ ἡμεῖς ἐπιμνησθῶμεν τῆς αὐτοαληθείας λεγούσης, ὅτι «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν»· καὶ οὕτως ἀποκρουώμεθα τὰς τοῦ πονηροῦ πολυειδεῖς μηχανάς, καὶ ἐργαζόμενοι καὶ καλῶς ἐργαζόμενοι τὸ καλόν, καὶ σὺν ταπεινώσει τῇ προσηκούσῃ γινώσκοντες ὅτι, καθάπερ εἴ τις ἐν ἀγγείῳ μῦρον πολύτιμον κεκτημένος, κἂν αὐτὸ χέῃ ἐπὶ τῆς κόπρου κἂν τὴν κόρον βάλλῃ εἰς τὸ ἀγγεῖον, ὁμοίως τὸ μῦρον ἠχρείωσε καὶ ἀπώλεσεν, οὕτω καὶ τὴν ἀρετὴν κἂν ἀπώσηταί τις καὶ ἀφ’ ἑαυτοῦ ἀπορρίψῃ διὰ τῆς ἀπραξίας κἂν ἀναμίξῃ τῇ πράξει ταύτης τὴν πονηρίαν, ἑκατέρωθεν ὁμοίως ἀχρειοῖ καὶ ἀπόλλυσι.

Καὶ ταῦτα νῦν λέγω πρὸς τὴν ὑμετέραν ἀγάπην διὰ τὸν τῆς νηστείας καιρόν, ἵνα τοῦτον ἄμικτον πάσης κακίας ἑαυτοῖς συντηρήσωμεν· καὶ γὰρ τὸν ἐν τῷ εὐαγγελίῳ Φαρισαῖον ἐκεῖνον, καίτοι νηστεύοντα δὶς τοῦ σαββάτου τὸν ἅπαντα χρόνον, οὐδὲν ὠφέλησεν ἡ νηστεία· μεμιγμένην γὰρ εἶχε ταύτῃ τὴν ὑπερηφανίαν καὶ τὴν πρὸς τὸν πλησίον κατάκρισιν. Οὐ μὴν διὰ τοῦτο οὐκ ἔστιν ὠφέλιμος ἡ νηστεία· τοῖς γὰρ θεαρέστως καὶ ὡς προσῆκε ταύτην ἐργαζομένοις, ὅσον ἐστὶ τὸ ὄφελος, ἔδειξεν ὁ Μωϋσῆς, ὁ Ἠλίας, αὐτὸς ὁ Κύριος.

Μωϋσῆς μὲν γὰρ πολυήμερον νηστείαν ἄγων (ἀλλά, διεγείρατε, παρακαλῶ, τὴν ὑμετέραν διάνοιαν, καὶ συνανυψώσατε νῦν, τοῦ καιροῦ διδόντος, ταῖς τοῦ Μωϋσέως ἐπ’ ὄρους πρὸς Θεὸν ἀναβάσεσιν, ἵνα δι’ αὐτῶν καθ’ ὁδὸν αὖθις ἐπαναβαίνοντες συνανυψωθῆτε Χριστῷ, μηκέτι πρὸς ὄρος, ἀλλὰ πρὸς οὐρανὸν ἀνιόντι καὶ ἡμᾶς συνεπαίροντι)·

Μωϋσῆς μὲν οὖν τεσσαρακονθήμερον νηστείαν ἐπ’ ὄρους ἄγων, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων κατὰ τὸ γεγραμμένον ὁρᾷ Θεόν· καὶ ὁμιλεῖ τούτῳ καὶ προσλαλεῖ, καθάπερ εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ μανθάνει παρὰ Θεοῦ καὶ διδάσκει πάντας περὶ αὐτοῦ, ὡς αὐτός ἐστιν ὁ ἀεὶ ὢν καὶ πρὸς τὸ μὴ ὂν οὐκ ἰών, ἀλλὰ καὶ τὰ μὴ ὄντα ὡς ὄντα καλῶν καὶ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγὼν καὶ πρὸς τὸ μὴ ὂν διαπεσεῖν οὐκ ἐῶν. Ὃς πρῶτον μὲν νεύματι καὶ θελήματι μόνῳ τὴν αἰσθητὴν κτίσιν σύμπασαν ἀθρόαν ἐξ οὐκ ὄντων προήγαγεν· «Ἐν ἀρχῇ» γάρ, φησίν, «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· οὐ διάκενον πάντως, οὐδ’ ἄνευ πάντη τῶν μεταξὺ πάντων· ὕδατι μὲν γὰρ ἀναμὶξ ἦν ἡ γῆ, κυοφόρον δὲ ἑκάτερον ἀέρος τε καὶ τῶν κατ’ εἶδος ζώων τε καὶ φυτῶν, ὁ δὲ οὐρανὸς τῶν διαφόρων φώτων τε καὶ πυρῶν, ἐν οἷς τὸ σύμπαν ὑφέστηκεν.

Οὕτως οὖν ἐποίησεν ὁ Θεὸς ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν, οἷόν τινα ὕλην πανδεχῆ καὶ δυνάμει τὰ πάντα φέρουσαν, καλῶς πόρρωθεν ἀπορραπίζων τοὺς καθ’ ἑαυτὴν προϋφεστηκέναι τὴν ὕλην κακῶς νομίζοντας. Εἶτα καλλιεργῶν καὶ τὸν κόσμον ἐπικοσμῶν, τὴν οἰκείαν ἑκάστῳ καὶ προσήκουσαν τάξιν τῶν προσόντων αὐτῷ καὶ συμπληρούντων τὸν αὐτοῦ κόσμον ἐν ἓξ ἡμέραις διένειμε, διακρίνων ἕκαστον προστάγματι μόνῳ καὶ καθάπερ ἐκ θησαυρῶν ἀποθέτων ἐξάγων εἰς εἶδος τὰ ἐντεθέντα· διατιθείς τε καὶ συντεθεὶς ἐναρμονίως ἄκρως καὶ προσφυῶς ἄλλο πρὸς ἄλλο τούτων, ἕκαστόν τε πρὸς πάντα καὶ πρὸς ἕκαστον ἅπαντα. Καὶ τῇ μὲν ἀκινήτῳ γῇ καθάπέρ τινι κέντρῳ περιτιθεὶς ἀνωτάτῳ κύκλῳ καὶ συνδῶν πανσόφως διὰ τῶν μέσων τὸν ἀεικίνητον οὐρανόν, ἵν’ ὁ αὐτὸς διαμένῃ κόσμος ἑστὼς ὁμοῦ καὶ κινούμενος· πάντη γὰρ κύκλῳ τῶν ἀεικινήτων καὶ ταχυκινήτων ἄγαν σωμάτων περιτεθέντων, τὸ ἀκίνητον ἐξ ἀνάγκης τὴν μέσην ἔλαχε χώραν, ἀντίρροπον τῇ κινήσει τὴν στάσιν ἔχον, ὡς μὴ μεταχωρεῖν κυλίνδρου δίκην τὴν παγκόσμιον σφαῖραν.

Τοιαύτην δὲ νείμας ὁ ἀριστοτέχνης τῶν τοῦ παντὸς περάτων ἑκατέρῳ τὴν θέσιν, τὸν σύμπαντα τοῦτον εὐκόσμως ὡς εἰπεῖν κόσμον καὶ ἔπηξε καὶ ἐκίνησε. Τῶν δὲ μεταξὺ τῶν περάτων τούτων διανέμει πάλιν τὸ προσῆκον ἑκάστῳ, καὶ τὰ μὲν ἄνω τάττει καὶ μετεωροπολεῖν ἐπιτάττει καὶ συμπεριπολεῖν τῷ ἀνωτάτω τοῦ παντὸς ὅρῳ ταυτῶς καὶ κοσμίως εὖ μάλα τὸν ἀεὶ χρόνον, ὅσα κοῦφα καὶ δραστικὰ καὶ μετασκευαστικὰ πρὸς τὸ χρήσιμον τῶν ὑποκειμένων ἐστί· τοσοῦτον ὑπερανεστηκότα τοῦ μέσου συνετῶς ἄγαν, ὡς καὶ τὴν ἐν τούτῳ τοῦ ψύχους ἀμετρίαν ἀποχρώντως θραύειν ἔχειν περιημμένα καὶ τὴν οἰκείαν τῆς θερμότητος ἀμετρίαν ἐπὶ χώρας κατέχειν· ἐπέχειν δέ πως καὶ τὴν ἀμετρίαν τῆς φορᾶς τῶν ἀνωτάτω περάτων ἀντιστρόφως ἰδίως αὐτὰ κινούμενα καὶ κατέχειν ἐπὶ χώρας κἀκεῖνα διὰ τῆς ἀντιστρόφου περιστροφῆς, ἡμῖν τε παρέχειν ἐνιαυσιαίων πολυωφελεῖς διαφορὰς ὡρῶν, χρονικῶς τε διαστημάτων μέτρα, καὶ τοῦ κτίσαντος καὶ τάξαντος καὶ κοσμήσαντος Θεοῦ τοῖς συνιεῖσι γνῶσιν.

Τὰ μὲν οὖν ἐν μετεώρῳ καὶ ἀνωτέρω πολυστρόφως οὕτω περιχορεύειν διττῶς ἐφῆκε, κάλλους τε παγκοσμίου χάριν καὶ ὠφελείας πολυειδοῦς, τὰ δ’ ἄλλα κάτω καὶ περὶ τὸ μέσον ἔθηκεν, ὅσα βάρος ἔχει καὶ παθητὰ τὴν φύσιν ἐστί, γίνεσθαί τε καὶ ἀπογίνεσθαι πέφυκε, διακρινόμενά τε καὶ συγκρινόμενα, καὶ πάσχοντα μᾶλλον μεταβάλλειν πρὸς εὐχρηστίαν, κατὰ κόσμον ὑποτιθεὶς καὶ ταῦτα καὶ τὸν πρὸς ἄλληλα λόγον, ἵν’ ἐτύμως ἔχῃ καλεῖσθαι κόσμος τὸ πᾶν.

Οὕτω δὴ πρῶτόν τι τῶν ὄντων ἐν τῇ κτίσει παρήχθη καὶ μετὰ τὸ πρῶτον ἕτερον καὶ μετ’ αὐτὸ πάλιν ἄλλο καὶ ἐφεξῆς, καὶ μετὰ πάντα ὁ ἄνθρωπος, ὃς τιμῆς τῆς παρὰ Θεοῦ καὶ προμηθείας ἠξίωται μείζονος, καὶ πρὶν ἢ πλασθῆναι καὶ μετὰ τὴν πλάσιν, ὡς καὶ τὸν αἰσθητὸν τοῦτον ἅπαντα κόσμον πρὸ αὐτοῦ γενέσθαι δι’ αὐτὸν καὶ τὴν τῶν οὐρανῶν βασιλείαν εὐθὺς ἀπὸ καταβολῆς κόσμου δι’ αὐτὸν ἑτοιμασθῆναι πρὸ αὐτοῦ καὶ βουλὴν περὶ αὐτοῦ προηγήσασθαι καὶ χειρὶ Θεοῦ καὶ κατ’ εἰκόνα πλασθῆναι Θεοῦ καὶ μὴ τὸ πᾶν σχεῖν ἐκ τῆς ὕλης ταύτης καὶ τοῦ κατ’ αἴσθησιν κόσμου, καθάπερ τὰ ἄλλα τῶν ζώων, ἀλλὰ τὸ σῶμα μόνον, τὴν δὲ ψυχὴν ἐκ τῶν ὑπερκοσμίων, μᾶλλον δὲ παρ’ αὐτοῦ τοῦ Θεοῦ δι’ ἐμφυσήματος ἀπορρήτου, ὡς μέγα τι καὶ θαυμαστὸν καὶ τοῦ παντὸς ὑπερέχον καὶ τὸ πᾶν ἐποπτεῦον καὶ τοῖς πᾶσιν ἐπιστατοῦν καὶ Θεοῦ γνωστικὸν ἅμα καὶ δεκτικὸν καὶ δεικτικόν, παντὸς μᾶλλον τῆς ὑπερανῳκισμένης τοῦ τεχνίτου μεγαλειότητος ἀποτέλεσμα· ἐντεῦθεν καὶ παράδεισον ἐνδιαίτημα σχεῖν, ἐξαιρέτως ὑπὸ Θεοῦ καὶ τοῦτον πεφυτευμένον, καὶ θείας θέας καὶ ὁμιλίας ἐκεῖ τυγχάνειν αὐτοπροσώπου καὶ συμβουλὴν ἐν τούτῳ καὶ ἐντολὴν παρὰ Θεοῦ λαβεῖν, νηστείαν ἐντελλομένην τὴν ἐκεῖ πρέπουσαν, ὡς ἂν ταύτην κατέχων καὶ συντηρῶν, ἀθάνατος καὶ ἀκάματος καὶ ἄλυπος διαμένῃ τὸν ἀεὶ χρόνον.

Ὁ δὲ τῆς ἐντολῆς ταύτης καὶ συμβουλῆς τὴν ἐπιβουλήν, φεῦ, τοῦ ἀρχεκάκου ὄφεως ἑκὼν προτιμήσας, καταλύσας τὴν ἐντεταλμένην νηστείαν, τῆς μὲν ἀειζωΐας τὸν θάνατον, τοῦ δὲ τῆς ἀκηράτου τρυφῆς χωρίου τὸ πολυπαθὲς καὶ πολυσυμφορώτατον χωρίον τοῦτο τῆς ἁμαρτίας ἀντιλαμβάνει, μᾶλλον δὲ τὸν ᾅδην, καὶ τὸν ἐκεῖ κατακρίνεται ζόφον. Καὶ διέμεινεν ἂν ἡ φύσις ἡμῶν ἐν τοῖς καταχθονίοις ὑπὸ τὰς καταδύσεις ἐκείνου τοῦ τὴν ἀρχὴν ἀπατήσαντος ὄφεος, εἰ μὴ ὁ Χριστὸς ἐλθών, καὶ διὰ νηστείας ἀρξάμενος εἰς τέλος κατήργησε τὴν αὐτοῦ τυραννίδα καὶ ἡμᾶς ἠλευθέρωσέ τε καὶ ἀνεζώωσεν, ὃ καὶ Μωϋσῆς προηγόρευσεν· ἐκεῖ γὰρ νηστεύων ἐπὶ τοῦ ὄρους πλάκας δέχεται θεοτεύκτους καὶ νόμον αὖθις δακτύλῳ Θεοῦ γεγραμμένον πλαξὶ δευτέραις, καθ’ ὃν ἐκπαιδεύων τηνικαῦτα λαὸν ἱερὸν πάντα τὰ τοῦ Χριστοῦ προϋπέγραψεν ἔργῳ καὶ προϋπέδειξεν, ἐλευθερωτὴς καὶ σωτὴρ ἀναφανεὶς τοῦ Ἀβραμιαίου γένους, ὡς τοῦ ἀνθρωπίνου γένους ὁ Χριστὸς ὕστερον.

Ἠλίας δὲ τεσσαρακονθήμερον καὶ αὐτὸς νηστεύσας, Θεὸν ἐπ’ ὄρους ὁρᾷ οὐκ ἐν πυρί, καθάπερ πρότερον ἡ γερουσία τοῦ Ἰσραήλ, ἀλλὰ διὰ τῆς θεαρέστου νηστείας ὑπερβὰς τὴν ἐν πυρὶ θέαν, ἐν φωνῇ λεπτῆς αὔρας διερχομένης ὁρᾷ τὸν Κύριον, ἐγγυτέρω τῆς δεσποτικῆς φωνῆς γεγονώς, «Πνεῦμα», λεγούσης, «ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»· ἡ μὲν γὰρ φωνὴ τὴν ἀλήθειαν καὶ τὸ τῆς αὐτοαληθείας κήρυγμα τὸ πάντα περιηχῆσαν τῆς οἰκουμένης τὰ πέρατα, ἡ δὲ διερχομένη αὔρα τὸ Πνεῦμα καὶ τὴν χάριν προδιετύπωσεν.

Ἀλλὰ καὶ δύναμιν ὁ Ἠλίας ἐκ τῆς ἐν τῇ νηστείᾳ θέας λαμβάνει προφήτην ἀντ’ αὐτοῦ χρίσαι καὶ διπλῆν αὐτῷ παρασχεῖν τὴν ἣν αὐτὸς ἐκέκτητο χάριν καὶ μετέωρος ἀπὸ γῆς ἀρθῆναι, πάντως εἰς τύπον σαφῆ τῆς ὕστερον ἀπὸ γῆς εἰς οὐρανὸν γενομένης τῆς Χριστοῦ ἀναλήψεως. Ὁ δὲ Χριστὸς αὐτὸς νικᾷ κατὰ κράτος ἐπ’ ἐρημίας νηστεύων τὸν κοινὸν πειραστήν, καὶ τὸ τούτου κατ’ ἀνθρώπων ἀφελόμενος κράτος καὶ καθελὼν εἰς τέλος τὴν αὐτοῦ τυραννίδα τὴν ἡμετέραν φύσιν ἐλευθεροῖ καὶ προτίθησι τοῦτον εἰς παίγνιον πᾶσι τοῖς κατὰ τὸ εὐαγγέλιον αὑτοῦ ζῆν ἐθέλουσι καὶ τελειοῖ τὰς προρρήσεις τῶν προφητῶν καὶ τοῖς παρ’ ἐκείνων τυπικῶς προγεγονόσι δι’ ἔργων τὴν χάριν ἐπιγράφει καὶ τὴν ἀλήθειαν.

Ὁρᾶτε τῆς νηστείας τὰ δῶρα, καὶ διὰ τίνων καὶ τίνων καὶ ὅσων ἡμᾶς ἠξίωσεν; Ἀλλὰ καὶ ἀπὸ τοῦ ἐναντίου ταύτης, ὅ ἐστιν ἡ ἀδηφαγία καὶ ἡ ἀκρασία, πάρεστιν ὁρᾶν τὴν ταύτης ὠφέλειαν· ταῖς γὰρ παρελθούσαις δυσὶν ἑβδομάσιν ἡ ἀδηφαγία καὶ ἡ ἀκρασία μάλιστα κατεκράτει τῆς πόλεως, καὶ εὐθὺς ταραχαὶ καὶ κραυγαὶ καὶ μάχαι καὶ θόρυβοι καὶ ᾄσματα πορνικὰ καὶ χορεύματα σατανικὰ καὶ ἄσεμνοι γέλωτες· ἐπὶ δὲ τῆς ἑβδομάδος ταύτης ἡ νηστεία παραφανεῖσα πάντα μετεσκεύασεν ἐπὶ τὸ σεμνότερον, καὶ τῶν πολυδαπάνων φροντίδων τῆς ματαιότητος ἐκβαλοῦσα καὶ παύσασα τὸν μόχθον τὸν ὑπὲρ τῆς καταργουμένης γαστρός, μετέστησεν ἡμᾶς εἰς τὰ τῆς μετανοίας ἔργα καὶ ἀνέπεισεν ἐργάζεσθαι μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.

Ποῦ νῦν αἱ τῶν ἀλόγων ζώων σφαγαὶ καὶ αἱ κνίσσαι, καὶ αἱ παντοδαπαὶ καρυκείαι καὶ αἱ τῶν μαγείρων σπουδαί; ποῦ οἱ περιτρέχοντες τὰς ὁδοὺς καὶ φωναῖς ἀνάγνοις τὸν ἀέρα μιαίνοντες; ποῦ οἱ περικτυποῦντες καὶ περιαυλοῦντες τοὺς οἴκους καὶ τὰς τραπέζας, καὶ οἱ ἀνακείμενοι καὶ συνεπικροτοῦντες καὶ μετὰ τυμπάνων καὶ αὐλῶν τῶν προκειμένων ἀκρατῶς ἐμφορούμενοι; ποῦ οἱ διημερεύοντες καὶ διανυκτερεύοντες ἐν συμποσίοις, οἱ κατασκοποῦντες ποῦ πότος γίνεται, οἱ συμπαραλαμβάνοντες ἀλλήλους ἐπὶ τὴν μέθην καὶ τὰ ἐκ τῆς μέθης αἰσχρά; πάντα οἴχεται τὰ κακά, πάντα ἀντεισῆλθε τὰ ἀγαθά, τῆς νηστείας ἐνδημησάσης. Ἀντὶ τῶν βδελυρῶν ᾀσμάτων ψαλμὸς νῦν ἱερὸς διὰ στόματος ᾄδεται· ἀντὶ τῶν ἀσέμνων γελώτων κατήφεια νῦν σωτηριώδης καὶ δάκρυα γίνεται· ἀντὶ τῶν ἀτάκτων δρόμων καὶ περιδρόμων κοινὸς ἅπασι δρόμος εἷς ἐπὶ τὴν ἱερὰν τοῦ Χριστοῦ Ἐκκλησίαν· ὥσπερ γὰρ ἡ γαστριμαργία τὸν πολυπληθῆ τῶν ἁμαρτημάτων ἐσμὸν βλαστάνει, οὕτως ἡ νηστεία ρίζα πάντων τῶν ἀρετῶν ὑπάρχει καὶ ἀρχὴ τῶν θείων ἐντολῶν.

Ὄντως ἡ ἀκρασία παλαιόν ἐστιν ὁμοῦ καὶ νέον κακόν, εἰ καὶ τῆς ἀντιρρόπου νηστείας μηδὲ κατὰ χρόνον προέχει. Διὰ τὴν ἐν παραδείσῳ τῶν προπατόρων ἡμῶν ἀκρασίαν καὶ τὴν ἐκεῖ τῆς προγενεστέρας νηστείας ὑπεροψίαν, θάνατος εἰς τὸν κόσμον εἰσῆλθε καὶ ἐβασίλευσεν ἡ ἁμαρτία συνεπαγομένη τὴν καταδίκην τῆς ἡμῶν φύσεως ἀπὸ Ἀδὰμ μέχρι Χριστοῦ. Διὰ τὴν ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ τῶν ἐξ Ἀδὰμ ἀκρασίαν καὶ τὴν τῆς προτέρας σωφροσύνης ὑπεροψίαν ὁ κατακλυσμὸς ἐπῆλθε πάσῃ τῇ γῇ. Τί γάρ φησι τηνικαῦτα πρὸς τὸν Νῶε ὁ Θεός; «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Τί δὲ τῶν κατασεσαρκωμένων ἔργον, οὐ γαστριμαργία καὶ μέθη καὶ τρυφή, καὶ τὰ ἐκ τούτων κακά; Διὰ τὴν ἐν Σοδόμοις ἐξάγιστον σπατάλην καὶ ἀκρασίαν οὐρανόθεν αὐτοῖς ὁ ἐμπρησμὸς κατηνέχθη· τοῦτο γάρ φησιν Ἰεζεκιὴλ ὁ προφήτης τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Ἀπὸ γὰρ τῆς σπατάλης ταύτης καὶ τὴν φύσιν ἀγνοήσαντες εἰς τὰς παρὰ φύσιν ἐξωλίσθησαν μίξεις. Τί τὸν τοῦ Ἰακὼβ Ἠσαῦ πρωτότοκον ὄντα τῶν πρωτοτοκίων ἐστέρησε καὶ τῆς πατρικῆς ἐξέβαλεν εὐχῆς; οὐ λαγνεία καὶ βρώματος παράλογος αἴτησις;

Τί τοὺς υἱοὺς Ἠλεὶ τοῦ ἀρχιερέως θανάτῳ κατεδίκασε καὶ συναπορρῆξαι τοῦτον βιαίως τῇ ἀγγελίᾳ τοῦ θανάτου τῶν παίδων τὴν ζωὴν ἐποίησε, μὴ μετ’ ἐπιμελείας τούτους παιδεύοντα τῆς προσηκούσης; οὐχ ἡ τῶν κρεῶν ἐκ τῶν λεβήτων οὐ κατὰ καιρὸν ἀφαίρεσις καὶ χρῆσις; Ἀλλὰ καὶ τὸ τῶν Ἑβραίων ἅπαν γένος, ὅτε Μωϋσῆς ἐπὶ τοῦ ὄρους ὑπὲρ αὐτῶν ἐνήστευε, καθ’ ἑαυτῶν ἀεὶ τρυφῶντες, φαγόντες καὶ πιόντες ἀνέστησαν παίζειν, κατὰ τὸ γεγραμμένον, καὶ τὸ παίγνιον αὐτοῖς εἰδώλου ἦν προσκύνησις· τότε γὰρ ἐνηργήθη αὐτοῖς τὰ τῆς μοσχοποιΐας.

Οὕτως οὐ μόνης ἁμαρτίας, ἀλλὰ καὶ ἀσεβείας ἡ τρυφὴ παραιτία. Οὐκοῦν καὶ ἡ νηστεία καὶ ἡ ἐγκράτεια, οὐ πρὸς ἀρετὴν μόνον ἀλλὰ καὶ πρὸς θεοσέβειαν λυσιτελοῦσι. Δεῖ γὰρ προσεῖναι τῇ νηστείᾳ τὴν ἐγκράτειαν· διατί; ὅτι καὶ ὁ τῶν εὐτελῶν βρωμάτων κόρος κωλύει τὸ καθάρσιον πένθος καὶ τὴν κατὰ Θεὸν ἐν τῇ ψυχῇ λύπην καὶ τὴν κατάνυξιν, ἥτις ἀμεταμέλητον μετάνοιαν εἰς σωτηρίαν κατεργάζεται· ἄνευ γὰρ συντετριμμένης καρδίας οὐκ ἔστιν ἀληθῶς ἐπιλαβέσθαι τῆς μετανοίας. Συντρίβει δὲ τὴν καρδίαν καὶ πενθεῖν ποεῖ τὰς οἰκείας ἁμαρτίας ἡ τῆς τρυφῆς καὶ τοῦ ὕπνου καὶ τῶν αἰσθήσεων κατὰ Θεὸν συστολή.

Καθάπερ οὖν ὁ ἐν τῷ εὐαγγελίῳ πλούσιος ἐκεῖνος, εἰπὼν ἑαυτῷ, «φάγε, πίε, εὐφραίνου», ἄξιον ἑαυτὸν ὁ ἄθλιος ἐποίησε τῆς αἰωνίου φλογός, ἀνάξιον δὲ καὶ τῆς παρούσης ζωῆς, οὕτως ἡμεῖς, ἀδελφοί, ἀντιστρόφως εἴπωμεν ἡμῖν αὐτοῖς ἐγκρατεύεσθαι καὶ νηστεύειν, ἐγρηγορέναι τε καὶ συστέλλεσθαι, καὶ ταπεινοῦσθαι καὶ κακοπαθεῖν ὑπὲρ τῆς σωτηρίας ἡμῶν· οὕτω γὰρ καὶ τὴν παροῦσαν ζωὴν καλῶς καὶ θεοφιλῶς διανύσομεν, καὶ τὴν αἰώνιον εὐζωΐαν κληρονομήσομεν.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.