Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία Ζ΄: Δεύτερος λόγος περί νηστείας

Διδασκαλία για την πραγματική νηστεία, η οποία πρέπει να συνδυάζεται με τη συγχώρεση, την αποφυγή της μνησικακίας και τον καθαρισμό του νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 20

ΕΤΕΡΑ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ Ἡδὺ μὲν ὀφθαλμοῖς θέαμα γαληνιῶσα θάλασσα καὶ φωτὶ φαιδρῷ λαμπομένη καὶ λαμπρυνομένη καὶ τῷ λείῳ τῆς ἐπιφανείας πρὸς τὴν αὐγὴν ἀντιλάμπουσα. Πολλῷ δὲ τερπνότερον, οὐχ ὁρᾶν μόνον, ἀλλὰ καὶ προσλαλεῖν Ἐκκλησίᾳ κατὰ Θεὸν ἠθροισμένῃ, θορύβων ἀπηλλαγμένῃ καὶ τῷ θείῳ φωτὶ μυστικῶς καταλαμπομένῃ καὶ πρὸς τὴν ἐκεῖθεν αὐγὴν ἀνεπτερωμένῃ καὶ χεῖρας ἀνατεταμένῃ καὶ ὀφθαλμοὺς αἴσθησίν τε πᾶσαν καὶ τὴν διάνοιαν.

Ἐπειδή μοι τοίνυν ἡ τοῦ Πνεύματος χάρις ταύτην σήμερον ἐχαρίσατο τὴν ἐπέραστον θέαν καὶ πάρεστε πάντες ὑμεῖς συνδιανυκτερεύοντες καὶ συνδιημερεύοντες ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ τῇ κατ’ αὐτὸν νῦν ὑμῶν ἀνελλιπεῖ προσεδρείᾳ πάρεστιν ὁρᾶν ὑμᾶς καθάπερ ὑπερκόσμιά τινα δένδρα παρὰ τὰς διεξόδους πεφυτευμένα τῶν ὑδάτων τοῦ Πνεύματος, φέρε καὶ αὐτὸς συνεργήσω πρὸς δύναμιν ταῖς ἐκεῖθεν ἀρδείαις, καὶ καθάπερ ὑμεῖς ταῖς ὀρθριναῖς τὰς ἡμερινὰς εὐχάς, οὕτω καὶ ἡμεῖς, καθ’ ὅσον ὁ καιρὸς παρέχει, τῇ πρωϊνῇ τὴν ἑσπερινὴν προσαποτίσωμεν διδασκαλίαν, τὰς μηχανὰς ὑμῖν ἐμφανέστερον ὑποδεικνῦντες, δι’ ὧν οὐ τὴν νηστείαν μόνον, ἀλλὰ καὶ τὴν προσευχὴν ἡμῶν ὁ πολέμιος τῆς σωτηρίας ἡμῶν ἐπιχειρεῖ παντοδαπῶς ἀχρειοῦν.

Ἔστιν οὖν, ἀδελφοί, καὶ ἄλλη πλησμονὴ καὶ μέθη πονηρά, ἥτις οὐκ ἀπὸ τῶν βρωμάτων οὐδὲ ἀπὸ τῶν πομάτων γίνεται καὶ τῆς ἐν τούτοις τρυφῆς, ἀλλ’ ἀπὸ τῆς εἰς τὸν πλησίον ὀργῆς καὶ τοῦ μίσους καὶ τῆς μνησικακίας, καὶ τῶν ἀπὸ τούτων τικτομένων κακῶν· περὶ ὧν καὶ ὁ Μωϋσῆς ἐν τῇ ᾠδῇ φησι, «θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος». Δι’ ἃ ὁ προφήτης Ἠσαΐας φησίν, «οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου»· καὶ πάλιν ὁ αὐτὸς παραγγέλλει λέγων, «μὴ εἰς μάχας νηστεύετε». Ἀλλὰ καὶ πρὸς τοὺς οὕτω νηστεύοντας ὡς ἀπὸ τοῦ Κυρίου φησίν, «ἐὰν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, οὐδ’ οὕτω καλέσετε νηστείαν δεκτήν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι ὑμῶν», καὶ «ὅταν ἐκτείνετε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν».

Ταύτην οὖν τὴν ἀπὸ τοῦ μίσους μέθην, τὴν παντὸς μᾶλλον τῆς θείας ἀποστροφῆς αἰτίαν, ἐμποιεῖν ὁ διάβολος ἐπιχειρεῖ τοῖς προσευχομένοις τε καὶ νηστεύουσι καὶ τῶν αἰτιαμάτων ὑποβάλλει τὴν μνήμην καὶ τοὺς λογισμοὺς κινεῖ πρὸς μνησικακίαν καὶ πρὸς καταλαλιὰν ὀξύνει τὴν γλῶσσαν, τοιούτους εἶναι παρασκευάζων, οἷον ὁ Δαβὶδ ὑπογράφει τὸν ἐν κακίᾳ εὐχόμενον, λέγων, «ἀνομίαν ὅλην τὴν ἡμέραν ἐλογίσατο, ἡ γλῶσσα αὐτοῦ ὡσεὶ ξυρὸν ἠκονημένον», καὶ ἀφ’ ὧν ρυσθῆναι προσεύχεται πρὸς τὸν Θεόν, λέγων, «ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με· οἵτινες ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν».

Ἀλλ’ ἡμεῖς, ἀδελφοί, ἐν τῷ καιρῷ τῆς νηστείας καὶ τῆς προσευχῆς ἀφῶμεν ἐκ ψυχῆς, παρακαλῶ, εἴ τί ποτε κατά τινος, ἢ ἀληθῶς ἔχομεν ἢ νομίζομεν ἔχειν, καὶ τῆς ἀγάπης ὅλοι γενώμεθα, κατανοοῦντες μᾶλλον ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, καὶ ὑπὲρ ἀλλήλων λέγοντές τε καὶ ἐν ἑαυτοῖς λογιζόμενοι καὶ διανοούμενοι καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων, ἵνα νηστεύωμεν τὴν ἐπαινητὴν νηστείαν καὶ ἄμωμον καὶ τὰ κατ’ αὐτὴν αἰτήματα ἡμῶν πρὸς τὸν Θεὸν εὐπρόσδεκτα γένηται καὶ ὡς πατέρα τοῦτον κατὰ χάριν πρεπόντως ἐπικαλώμεθα καὶ πρὸς αὐτὸν μετὰ παρρησίας λέγειν ἔχωμεν· «Πάτερ, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν».

Ἄλλη πάλιν τῇ παρ’ ἡμῶν προσευχῇ καὶ τῇ νηστείᾳ παρὰ τοῦ ταῖς ψυχαῖς ἡμῶν ἐπιβουλεύοντος ἀχρείωσις ἡ οἴησις ἐπιγίνεται, ἣν καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἔχων, νηστεύων καὶ προσευξάμενος, ἀπεπέμφθη κενός. Ἀλλ’ ἡμεῖς εἰδότες, ὅτι ἀκάθαρτος καὶ ἀπρόσδεκτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος, καὶ πολλῶν καὶ μεγάλων ὄντας ὀφειλέτας ἡμᾶς αὐτοὺς τῷ Θεῷ καὶ τῆς ὀφειλῆς ὀλίγον ἀποδιδόντας ἐξεπιστάμενοι, τῶν μὲν ὄπισθεν ὡς μηδὲν ἐπιλανθανώμεθα, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, νηστεύομεν καὶ προσευχόμεθα μετὰ συντετριμμένης καρδίας καὶ αὐτομεμψίας καὶ ταπεινώσεως, ἵνα ᾖ καθαρὰ καὶ θεάρεστος ἡμῶν ἡ νηστεία καὶ ἡ ἐν τῷ ναῷ τοῦ Θεοῦ προσεδρία τε καὶ παράστασις.

Ἕτερος τοῦ πονηροῦ τρόπος, ἀκερδῆ τὸν τῆς νηστείας καὶ προσευχῆς κόπον ἡμῖν ἐργαζόμενος, τὸ πείθειν ἡμᾶς διὰ κενοδοξίαν ταῦτα καὶ μεθ’ ὑποκρίσεως πράττειν. Διὸ παραγγέλλει πάλιν ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ λέγων· «εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ».

Ταῦτα δέ φησιν, οὐ τὰς ἐν τῷ ναῷ συνάξεις καὶ προσευχὰς καὶ ψαλμῳδίας παραιτεῖσθαι κελεύων· οὐ γὰρ ἂν ὁ ψαλμῳδὸς προφήτης πρὸς αὐτὸν ἔλεγε, «ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε», καὶ «ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ἐξομολογήσομαί σοι ἐν ἔθνεσι», καὶ «ἀποδώσω σοι τὰς εὐχάς μου, ἐνώπιον τῶν φοβουμένων σε, Κύριε»· καὶ πρὸς ἡμᾶς, «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν», καὶ «δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν». Ἀλλὰ πρὸς ἑτέροις ὑψηλοτέροις ἃ νῦν ὁ καιρὸς λέγειν οὐ παρέχει χώραν, καὶ τοῦτο διδάσκων ἐστὶν ὁ Κύριος, ὅτι ἡ κατὰ μόνας ἐν τοῖς ἡμῶν οἴκοις, κἀν τοῖς κοιτῶσιν αὐτοῖς, εἰς προσευχὴν διέγερσις τὴν ἐπ’ ἐκκλησίας συνίστησι πρὸς τὸν Θεόν, καὶ ἡ ἔνδον κατὰ διάνοιαν τὴν διὰ τῶν χειλέων· ὁ γὰρ τότε μόνον προσεύχεσθαι βουλόμενος, ἡνίκ’ ἂν εἰς τὸν τοῦ Θεοῦ ναὸν παραγένηται, οἴκοι δὲ κἀν ταῖς ὁδοῖς καὶ ταῖς ἀγοραῖς μηδεμίαν φροντίδα προσευχῆς ποιούμενος, οὐδ’ ἡνίκα πάρεστι τῷ τοῦ Θεοῦ ναῷ ἀληθῶς ὑπάρχει προσευχόμενος.

Ταῦτα δείκνυσι καὶ ὁ μετὰ τὸ εἰπεῖν, «ἑτοίμη ἡ καρδία μου ὁ Θεός», ἐπενεγκών, «ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου», καὶ ἀλλαχοῦ· «εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ». Ἀλλὰ καὶ «ὅταν νηστεύητε», φησί, «μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν· σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψον, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ».

Βαβαὶ τῆς ἀνεικάστου φιλανθρωπίας! Τὴν γὰρ ἐπὶ τῆς μελλούσης κρίσεως ἐσομένην διάκρισίν τε καὶ ἀπόφασιν αὐτοῦ, διὰ τῶν ρημάτων τούτων ἀρτίως ἡμῖν ὁ Κύριος ἐφανέρωσεν, ἵν’ ἡμεῖς τῆς κρείττονος ψήφου τε καὶ μοίρας ἐντεῦθεν ἐπιλαβώμεθα. Πρὸς μὲν γὰρ τοὺς κατὰ κενοδοξίαν καὶ μὴ κατ’ αὐτὸν ζῶντας ἐρεῖ τότε πάντως τοῖς νῦν εἰρημένοις ἀκολούθως· ἀπελάβετε τὸν μισθὸν ὑμῶν ἐν τῇ ζωῇ ὑμῶν, ὡς καὶ ὁ Ἀβραὰμ πρὸς τὸν ἐν τῇ φλογὶ πλούσιον ἐκεῖνον ἔλεγεν· «ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου». Τοῖς δὲ πρὸς αὐτὸν βλέπουσιν ἐν τῷ πρὸς ἀρετὴν ἀσκεῖν ἀποδώσει ἐν τῷ φανερῷ, φησί, τουτέστιν ἐν τῷ παγκοσμίῳ ἐκείνῳ θεάτρῳ εὐλογίαν καὶ κληρονομίαν καὶ τρυφὴν ἀντιδώσει καὶ ἀπόλαυσιν ἀκήρατον καὶ διαιωνίζουσαν· ἧς μηδένα θέλων ἀποτυχεῖν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, φανεροῖ νῦν, ὡς ἔφην, τὴν ἀδέκαστον ταύτην καὶ ἀμετάθετον ψῆφον, υἱοὺς εἶναι Θεοῦ μόνους ἐνταῦθα δεικνὺς τοὺς τῆς ἀνθρωπίνης δόξης ὑπερορῶντας.

Διὰ τοῦτο γὰρ καὶ τὸν λόγον ἑνικῶς προήγαγεν ἐπ’ ἀμφοτέρων, εἰπών· «ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ»· ἵνα τοὺς μὲν καταφρονητὰς τῆς κενῆς καὶ ἀνθρωπίνης δόξης υἱοποιητούς τε καὶ συγκληρονόμους καὶ δείξῃ καὶ ποιήσῃ ἑαυτῷ· τοὺς δὲ μὴ τοιούτους ἐκβάλῃ τῆς υἱοθεσίας, εἰ μὴ μεταμεληθεῖεν.

Τοιαῦτα δέ φησιν ὁ Κύριος, ἵνα μὴ πρὸς τοὺς τῶν ἀνθρώπων ὀφθαλμοὺς ὁρῶντες οἱ προσευχόμενοι καὶ οἱ νηστεύοντες, παρ’ ὧν οὐδὲν ἐπὶ τούτοις ὄφελος, τὸν μὲν τῆς νηστείας καὶ τῆς προσευχῆς κόπον ὑπομένωμεν, τοῦ δὲ μισθοῦ στερώμεθα. Ἀλείφειν δὲ τὴν κεφαλήν φησι καὶ νίπτειν τὸ πρόσωπον, τουτέστι μὴ ὠχριᾶν ἐπιτηδεύειν, μηδὲ αὐχμηρὰν εἶναι καὶ κατάξηρον τὴν κεφαλήν, ὡς ἐξ ἐπιτεταμένης νηστείας καὶ τῆς ἐπὶ τὸ σῶμα καταφρονήσεως δοκεῖν τοιαῦτα παθεῖν, καὶ οὕτω τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον θηρᾶσθαι· τοιαῦτα γὰρ φανητιῶντες ἐποίουν οἱ Φαρισαῖοι, διὸ καὶ τῆς κατὰ Χριστὸν ἐκκλησίας δικαίως ἠλλοτριώθησαν, οἷς ἡμᾶς ἀφομοιοῦσθαι καθάπαξ ἀπαγορεύει ὁ Κύριος.

Εἰ δὲ καὶ κεφαλὴν τῆς ψυχῆς ἀναγωγικῶς τις ἐρεῖ τὸν νοῦν ὡς ἡγεμονικὸν καὶ πρόσωπον τὸ ταύτης φανταστικόν, ἐν ᾧ τῶν κατὰ τὰς αἰσθήσεις ἐνεργειῶν ἔμμονός ἐστιν ἡ ἕδρα, καλὸν νηστεύοντας ἡμᾶς ἀλείφειν ἐλαίῳ τὴν κεφαλήν, τούτεστιν ἐλεήμονα ποιεῖν τὸν ἡμέτερον νοῦν, καὶ τὸ πρόσωπον ἡμῶν, δηλονότι τὸ φανταστικόν, νίπτειν ἀπὸ αἰσχρῶν καὶ ἀκαθάρτων λογισμῶν καὶ θυμοῦ καὶ πονηρίας πάσης· ἡ γὰρ τοιαύτη καὶ οὕτως ἐκτελουμένη νηστεία, οὐ τὰ πονηρὰ πάθη πάντα μόνον, καὶ σὺν τούτοις τοὺς ἐφόρους καὶ δημιουργοὺς τῶν τοιούτων παθῶν φυγαδεύει καὶ καταισχύνει δαίμονας, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἀγγέλοις ἐγκαταλέγει τοὺς νηστεύοντας, πρὸς αὐτοὺς ἐπιστρέφουσα ἐκείνους καὶ φύλακας εἶναι τούτων παρασκευάζουσα καὶ βοηθεῖν ἀναπείθουσα καὶ συμπράττειν αὐτοῖς.

Οὕτω τοῖς τρισί ποτε νεανίαις ἐπὶ τῆς Βαβυλῶνος ἐγκρατείᾳ τε καὶ νηστείᾳ κεκοσμημένοις, συνὼν ἐν μέσῃ φλογὶ καὶ ὁ τέταρτος ἑωρᾶτο, περιέπων ἀσινεῖς καὶ δροσίζων παραδόξως αὐτούς. Οὕτω πολυήμερον νηστείαν ἄγοντι τῷ Δανιήλ, ἄγγελος ἐπέστη σοφίζων αὐτὸν καὶ προκαταγγέλλων αὐτῷ τὰ μέλλοντα. Οὕτως ἄλλοτε τούτῳ προσευχῇ καὶ νηστείᾳ στόματα λεόντων φιμώσαντι προφήτην διαέριον ἐκόμισεν ἄγγελος ἐκ πολλοῦ διαστήματος τροφὴν ἐπιφερόμενον.

Οὕτω καὶ ἡμῖν πνευματικὴν ἅμα καὶ σωματικὴν νηστείαν ἀσκοῦσι καὶ προσευχομένοις, ἀγγέλων ἀγαθῶν συνεργείᾳ τὸ πῦρ τῆς σαρκικῆς ἐπιθυμίας κατασβεσθήσεται καὶ ὁ θυμὸς ὡς λέων ἡμερωθήσεται καὶ προφητικῆς ἐν μεθέξει γενησόμεθα τροφῆς, τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι καὶ πίστει καὶ τῇ κατὰ νοῦν θεωρίᾳ, καὶ ἐξέσται ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

Ἡ δὲ μὴ τοιαύτη καὶ οὕτως ἐκτελουμένη νηστεία πρὸς τοὺς πονηροὺς ἀγγέλους μᾶλλον τὴν συγγένειαν ἔχει· καὶ γὰρ τούτων ἐστὶν ἡ ἀτροφία μετ’ ὀργῆς καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῆς πρὸς τὸν Θεὸν ἀντιθέσεως, πρὸς οὓς ἡμεῖς ὡς δοῦλοι καὶ ὑπηρέται τοῦ ἀγαθοῦ ἀντικείμεθα· «οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα φησὶν ὁ ἀπόστολος, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». Οὔκουν ἁπλῶς ἡμῖν διὰ νηστείας πρὸς αὐτοὺς ἡ ἀντίθεσις, ἀλλὰ χρῄζομεν πρὸς φυλακὴν ἡμετέραν καὶ τοῦ θώρακος τῆς δικαιοσύνης, καὶ τῆς περικεφαλαίας τῆς σωτηρίου ἐλεημοσύνης, καὶ τοῦ θυρεοῦ τῆς πίστεως· ἔτι δὲ καὶ τῆς ἱκανωτάτης πρὸς ἄμυναν μαχαίρας τοῦ Πνεύματος, ἥτις ἐστὶν ὁ πρὸς ἡμᾶς τοῦ Θεοῦ σωτήριος λόγος· οὕτω γὰρ ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα καὶ τὴν πίστιν βεβαίαν τηρήσωμεν καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσωμεν καὶ νικηταὶ διὰ πάντων ἀναφανέντες αὐτοῦ τῶν οὐρανίων καὶ ἀκηράτων ἐπιτευξώμεθα στεφάνων, τοῖς ἐν οὐρανοῖς ἀγγέλοις ἀϊδίως συνευφραινόμενοι, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν. ᾯ πρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.